Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

                        τοιαῦτα πολλὰ ἐφεξῆς καταλέξαντος τοῦ Δημοκρίτου ὁ Ποντιανὸς ἔφη πάντων τούτων εἶναι τῶν δεινῶν μητρόπολιν τὸν οἶνον, δι’ ὃν καὶ τὰς μέθας καὶ τὰς μανίας, ἔτι δὲ καὶ τὰς παροινίας γίνεσθαι· οὗ τοὺς ἐκπαθῶς μεταλαμβάνοντας οὐ κακῶς ὁ Χαλκοῦς ἐπικαλούμενος Διονύσιος ἐν τοῖς ἐλεγείοις κυλίκων ἐρέτας ὀνομάζων ἔφη·

                        καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίᾳ Διονύσου συμποσίου ναῦται καὶ κυλίκων ἐρέται μάρνανται περὶ τοῦδε· τὸ γὰρ φίλον οὐκ ἀπόλωλε.
                        Ἄλεξις δ’ ἐν Κουρίδι περί τινος πλέον πίνοντος διαλεγόμενός φησιν
                        ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἢ
                        Μάρων τις ἢ Κάπηλος ἤ τις Τιμοκλῆς· μεθύει γάρ· οὐδὲν ἕτερον, ὁ δ’ ἕτερος ἂν τύχοιμ’ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς ἄνθρωπος.
                        χαλεπὸν οὖν ἐστιν, ἄνδρες φίλοι, τὸ μεθύειν καὶ καλῶς πρὸς τοὺς οὕτως λάπτοντας τὸν οἶνον ὁ αὐτὸς Ἄλεξις ἐν Ὀπώρᾳ ἑταίρας δ’ ὄνομα τὸ δρᾶμα ἔχει φησίν
                        οἶνον πολὺν οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς.
                        κἀν Δακτυλίῳ·
                        εἶτ’ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακὸν μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον;
                        κἀν Ἐπιτρόπῳ δ’ ἔφη·
                        πολὺς γὰρ οἶνος πόλλ’ ἁμαρτάνειν ποεῖ.
                        κρώβυλὸς τ’ ἐν ᾽ Ἀπολιπούσῃ· ·
                        τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν’ ἡδονὴν ἔχει; ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν, ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις.
                        οὐ χρὴ οὖν μεθύειν. καὶ γὰρ
                        ὅταν δημοκρατουμένη πόλις,
                        φησὶν ὁ Πλάτων ἐν ηʹ Πολιτείας,
                        ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς, τοὺς δὲ κατηκόους τῶν ἀρχόντων προπηλακίζει.
                        ἐν δὲ τῷ τῶν Νόμων ἕκτῳ φησί·
                        τὴν πόλιν
                        εἶναι δεῖ δίκην κεκραμένην κρατῆρος, οὗ μαινόμενος μὲν ὁ οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται.

                        τὸ γὰρ παροινεῖν ἐκ τοῦ μεθύειν γίνεται· διὸ καὶ Ἀντιφάνης ἐν Ἀρκαδίᾳ φησὶν

                        οὔτε γὰρ νήφοντα δεῖ οὐδαμοῦ, πάτερ, παροινεῖν, οὔτ’ ὅταν πίνειν δέῃ νοῦν ἔχειν. ὅστις δὲ μεῖζον ἢ κατ’ ἄνθρωπον φρονεῖ, .. μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται, ἂν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια τὰς φλέβας θ’ ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω τεταμένας, δι’ ὧν ὁ θνητὸς πᾶς κυβερνᾶται βίος.
                        ἐν δὲ Αἰόλῳ διαβάλλων ὅσα δεινὰ πράττουσιν οἱ πλέον πίνοντές φησι·
                        Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς πληγεὶς τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς κατεῖχέ θ᾽· αὑτόν εἶτα παραλαβών ποτε οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας, νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἠβούλετο.
                        καλῶς οὖν ἄρα καὶ Ἀριστοφάνης Ἀφροδίτης γάλα τὸν οἶνον ἔφη εἰπών
                        ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα,
                        ὃν πολὺν σπῶντες ἔνιοι παρανόμων ἀφροδισίων ὄρεξιν λαμβάνουσιν.

                        Ἡγήσανδρος δὲ ὁ Δελφὸς καὶ ἐξοίνους τινὰς κέκληκε λέγων οὕτως·

                        Κόμβων καὶ Ῥοδοφῶν τῶν ἐν Ῥόδῳ πολιτευσαμένων ὄντες ἦσαν ἔξοινοι. καὶ ὁ Κόμβων εἰς κυβευτὴν σκώπτων τὸν Ῥοδοφῶντα ἔλεγεν
                        ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι κυβευταί.
                        Ῥοδοφῶν τε ἐκείνῳ τὴν περὶ τὰς γυναῖκας σπουδὴν καὶ τὴν ἀκρασίαν ὠνείδιζεν οὐδεμιᾶς ἀπεχόμενος λοιδορίας.
                        Θεόπομπος δ’ ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν περὶ ἄλλου ʽ Ῥοδίου διαλεγόμενός φησι·
                        τοῦ δὲ Ἡγησιλόχου τὰ μὲν ἀχρείου γεγονότος ὑπὸ οἰνοφλυγίας καὶ κύβων καὶ παντάπασιν οὐκ ἔχοντος ἀξίωμα παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ διαβεβλημένου διὰ τὴν ἀσωτίαν τὴν τοῦ βίου καὶ παρὰ τοῖς ἑταίροις καὶ παρὰ τοῖς ἄλλοις πολίταις.
                        εἶθ’ ἑξῆς λέγων περὶ τῆς ὀλιγαρχίας ἣν κατεστήσατο μετὰ τῶν φίλων ἐπιφέρει
                        καὶ πολλὰς μὲν γυναῖκας εὐγενεῖς καὶ τῶν πρώτων ἀνδρῶν ᾔσχυναν, οὐκ ὀλίγους δὲ παῖδας καὶ νεανίσκους διέφθειραν· εἰς τοῦτο δὲ προέβησαν ἀσελγείας, ὥστε καὶ κυβεύειν ἠξίωσαν πρὸς ἀλλήλους περὶ τῶν γυναικῶν τῶν ἐλευθέρων καὶ διωμολογοῦντο τοὺς ἐλάττω τοῖς ἀστραγάλοις βάλλοντας ἥντινα χρὴ τῶν πολιτίδων τῷ νικῶντι εἰς συνουσίαν ἀγαγεῖν, οὐδεμίαν ὑπεξαιρούμενοι πρόφασιν, ἀλλ’ ὅπως ἕκαστος εἴη δυνατὸς πείθων ἢ βιαζόμενος, οὕτω προστάττοντες ἄγειν. καὶ
                        ταύτην τὴν κυβείαν ἔπαιζον μὲν καὶ τῶν ἄλλων Ῥοδίων τινές, ἐπιφανέστατα δὲ καὶ πλειστάκις αὐτὸς ὁ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως ἀξιῶν.
                        Ἀνθέας δὲ ὁ Λίνδιος, συγγενὴς δὲ εἶναι φάσκων Κλεοβούλου τοῦ σοφοῦ, ὥς φησι Φιλόμνηστος ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων, πρεσβύτερος καὶ εὐδαίμων ἄνθρωπος εὐφυής τε περὶ ποίησιν ὢν πάντα τὸν βίον ἐδιονυσίαζεν, ἐσθῆτά τε Διονυσιακὴν φορῶν καὶ πολλοὺς τρέφων συμβάκχους, ἐξῆγέν τε κῶμον αἰεὶ μεθ’ ἡμέραν καὶ νύκτωρ. καὶ πρῶτος εὗρε τὴν διὰ τῶν συνθέτων ὀνομάτων ποίησιν, ᾗ Ἀσωπόδωρος ὁ Φλιάσιος ὕστερον ἐχρήσατο ἐν τοῖς καταλογάδην ἰάμβοις. οὗτος δὲ καὶ κωμῳδίας ἐποίει καὶ ἄλλα πολλὰ ἐν τούτῳ τῷ τρόπῳ τῶν ποιημάτων, ἃ ἐξῆρχε τοῖς μεθ’ αὑτοῦ φαλλοφοροῦσι.

                        τούτων ἀκούσας ὁ Οὐλπιανὸς

                        ὁ δὲ πάροινος,
                        ἔφη,

                        καλέ μου Ποντιανέ, παρὰ τίνι κεῖται;

                        καὶ ὃς ἔφη ·

                        ἀπολεῖς μ’ ἐρωτῶν ʽ κατὰ τὸν καλὸν Ἀγάθωνα ʼ καὶ σὺ χὠ νέος τρόπος, ἐν οὐ πρέποντι τοῖς λόγοισι χρώμενος.
                        ἐπεὶ δὲ πάντων ἡμᾶς εὐθύνας σοι διδόναι κέκριται, Ἀντιφάνης ἐν Λυδῷ εἴρηκε·
                        Κολχὶς ἄνθρωπος πάροινος.
                        σὺ δὲ παροινῶν καὶ μεθύων οὐδέπω κόρον ἔχεις οὐδ’ ἐπὶ νοῦν λαμβάνεις ὅτι ὑπὸ μέθης ἀπέθανεν Εὐμένης ὁ Περγαμηνὸς ὁ Φιλεταίρου τοῦ
                        Περγάμου βασιλεύσαντος ἀδελφιδοῦς, ὡς ἱστορεῖ Κτησικλῆς ἐν τρίτῳ Χρόνων, ἀλλ’ οὐ Περσεὺς ὁ ὑπὸ Ῥωμαίων καθαιρεθείς· κατ’ οὐδὲν γὰρ τὸν πατέρα Φίλιππον ἐμιμήσατο. οὔτε γὰρ περὶ γυναῖκας ἐσπουδάκει οὔτε φίλοινος ἦν, ἀλλὰ καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε δειπνῶν, ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ, σὺ δέ, ὦ Οὐλπιανέ, ἀρρυθμοπότης μὲν εἶ κατὰ τὸν Φλιάσιον Τίμωνα—οὕτως γὰρ ἐκεῖνος ὠνόμασε τοὺς τὸν πολὺν σπῶντας οἶνον ἄκρατον ἐν τῷ δευτέρῳ τῶν Σίλλων
                        ἠὲ βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος, ὃς ῥα Διωνύσου ἀρρυθμοπότας ἐπέκοπτεν, ἐκ δὲ ῥυτὰ ῥίπτασκεν ἀπληστοίνους τ’ ἀρυσαίνας
                        οὐ ποτικὸς δέ. ὠνόμασε δὲ ποτικὸν Ἀλκαῖος Γανυμήδει οὕτως ---ὅτι δὲ τὸ μεθύειν καὶ τὰς ὄψεις ἡμῶν πλανᾷ σαφῶς ἔδειξεν Ἀνάχαρσις δι’ ὧν εἴρηκε, δηλώσας ὅτι ψευδεῖς δόξαι τοῖς μεθύουσι γίγνονται. συμπότης γάρ τις ἰδὼν αὐτοῦ τὴν γυναῖκα ἐν τῷ συμποσίῳ ἔφη· ` ὦ Ἀνάχαρσι, γυναῖκα γεγάμηκας αἰσχράν.᾽ καὶ ὃς ἔφη πάνυ γε κἀμοὶ δοκεῖ· ι ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω.᾽

                        μετὰ ταῦτα ὁ Οὐλπιανὸς προπιών τινι τῶν

                        ἑταίρων ἔφη ·

                        ἀλλὰ κατὰ τὸν Ἀντιφάνην, ὦ φιλότης, ὃς ἐν Ἀγροίκοις φησὶν

                        ὅλην μύσας ἔκπινε. β. μέγα τὸ φορτίον, α. οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων,
                        πῖθι οὖν, ὦ ἑταῖρε. καὶ
                        μὴ μεστὰς ἀεὶ ἕλκωμεν,
                        ὁ αὐτός φησιν Ἀντιφάνης ἐν τῷ Τραυματίᾳ
                        ἀλλὰ καὶ λογίσκος εἰς μέσον παταξάτω τις καί τι καὶ μελίσκιον, στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός --- παραδίδου δ’ ἑξῆς ἐμοὶ τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ’ Εὐριπίδης. β. Εὐριπίδης γὰρ τοῦτ’ ἔφασκεν; α. ἀλλὰ τίς; β. Φιλόξενος δήπουθεν. α. οὐδὲν διαφέρει, ὦ ᾽ τάν· ἐλέγχεις μ’ ἕνεκα συλλαβῆς μιᾶς.

                        καὶ ὃς
                        τὸ δὲ πῖθι τίς εἴρηκεν; ἀπεσκοτώθης, φίλτατε,
                        ἔφη ὁ Οὐλπιανός,

                                  καὶ ὁ Λαρήνσιος ἔφη·

                                  ὁ μὲν Σολεὺς Κλέαρχος οὕτως ὁρίζεται·

                                  γρῖφος πρόβλημά ἐστι παιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν τῇ διανοίᾳ τὸ προβληθὲν τιμῆς ἢ ἐπιζημίου χάριν εἰρημένον.
                                  ἐν δὲ τῷ περὶ γρίφων ὁ αὐτὸς Κλέαρχός φησιν ἑπτὰ εἴδη εἶναι γρίφων. ι ἐν γράμματι μέν, οἷον ἐροῦμεν ἀπὸ τοῦ ἄλφα, ὡς ὄνομά τι ἰχθύος ἢ φυτοῦ, ὁμοίως κἂν ἔχειν τι κελεύῃ τῶν γραμμάτων ἢ μὴ ἔχειν, καθάπερ οἱ ἄσιγμοι καλούμενοι τῶν γρίφων ὅθεν καὶ Πίνδαρος πρὸς τὸ ς ἐποίησεν ᾠδήν, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ
                                  προβληθέντος. ἐν συλλαβῇ δὲ λέγονται γρῖφοι, οἶον ἐροῦμεν ἔμμετρον ὁτιδήποτε οὗ ἡγεῖται βα, οἷον βασιλεύς, ἢ ὧν ἔχει τελευτὴν τὸ ναξ, ὡς Καλλιάναξ, ἢ ὧν τὸν λέοντα καθηγεῖσθαι, οἷον Λεωνίδης, ἢ ἔμπαλιν τελικὸν εἶναι, οἷον Θρασυλέων. ἐν ὀνόματι δέ, οἷον ἐροῦμεν ὀνόματα ἁπλᾶ ἢ σύνθετα δισύλλαβα, οὗ μορφή τις ἐμφαίνεται τραγικὴ ἢ πάλιν ταπεινή, ἢ ἄθεα ὀνόματα, οἷον Κλεώνυμος, ἢ θεοφόρα, οἷον Διονύσιος, καὶ τοῦτο ἤτοι ἐξ ἑνὸς θεοῦ ἢ πλεόνων, οἷον Ἑρμαφρόδιτος ἢ ἀπὸ Διὸς ἄρχεσθαι, Διοκλῆς, ἢ Ἑρμοῦ, Ἑρμόδωρος· ἢ λήγειν εἰ τύχοι εἰς νικος. οἱ δὲ μὴ εἰπόντες ὡς προσετάττετο ἔπινον τὸ ποτήριον καὶ ὁ μὲν Κλέαρχος οὕτως ὡρίσατο· τί δὲ ἐστι τοῦτο τὸ ποτήριον, καλέ μου Οὐλπιανέ, ζήτει.