Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

σπάρος δὲ δριμύς, ἁπαλόσαρκος, ἄβρωμος, εὐστόμαχος, οὐρητικός, οὐκ ἄπεπτος, ταγηνιστὸς δὲ δύσπεπτος. τρίγλη εὐστόμαχος παραστύφουσα, σκληρόσαρκος, δύσφθαρτος, ἐφεκτικὴ κοιλίας καὶ μάλιστα ἡ ἐξ ἀνθράκων· ἡ δὲ ἀπὸ τηγάνου βαρεῖα καὶ δύσπεπτος, κοινῶς δὲ πᾶσα αἵματος ἐκκριτική. συνόδους καὶ χάραξ τοῦ μὲν αὐτοῦ γένους εἰσί, διαφέρει δ’ ὁ χάραξ. φάγρος γίνεται μὲν καὶ ποτάμιος, καλλίων δ’ ἐστὶν ὁ θαλάττιος. καπρίσκος καλεῖται μὲν καὶ μῦς, βρωμώδης δ’ ἐστὶ καὶ σκληρός, κιθάρου δ’ ἐστὶ δυσπεπτότερος· δέρμα δ’ ἔχει εὔστομον. ῥαφὶς ἢ βελόνη (καλεῖται δὲ καὶ ἀβλεννής) δύσπεπτος,

v.2.p.279
ὑγρός, εὐκοίλιος. θρίσσα καὶ τὰ ὁμογενῆ, χαλκὶς καὶ ἐρίτιμος, εὐανάδοτα. κεστρεὺς δὲ γίνεται μὲν καὶ θαλάσσιος καὶ λιμναῖος καὶ ποτάμιος. οὗτος δέ, φησί, καλεῖται καὶ ὀξύρυγχος. κορακῖνος δ’ ὁ ἐκ τοῦ Νείλου· ἥττων δ’ ὁ μέλας τοῦ λευκοῦ καὶ ὁ ἑφθὸς τοῦ ὀπτοῦ· οὗτος γὰρ καὶ εὐστόμαχος καὶ εὐκοίλιος. σάλπη σκληρά, ἄστομος· κρείσσων δ’ ἡ ἐν Ἀλεξανδρείᾳ καὶ ἡ τῷ φθινοπώρῳ γινομένη· ὑγρόν τι γὰρ καὶ λευκόν, ἔτι δὲ καὶ ἄβρωμον ἀνίησιν. ὁ γρύλλος ὅμοιος μέν ἐστιν ἐγχέλει, ἄστομος δέ. ὁ δὲ ἱέραξ σκληροσαρκότερος μὲν κόκκυγος, τοῖς δ’ ἄλλοις ὅμοιος· καὶ ὁ κόραξ ἱέρακος σκληρότερος. οὐρανοσκόπος δὲ καὶ ὁ ἁγνὸς καλούμενος ἢ καὶ καλλιώνυμος βαρεῖς. βῶξ δὲ ἑφθὸς εὔπεπτος, εὐανάδοτος, ὑγρὸν ἀνιείς, εὐκοίλιος· ὁ δ᾽ ἀπ’ ἀνθράκων γλυκύτερος καὶ ἁπαλώτερος. βάκχος εὔχυλος, πολύχυλος, εὔτροφος. τράγος οὐκ εὔχυλος, ἄπεπτος, βρωμώδης. ψῆττα, βούγλωσσοι εὔτροφοι καὶ ἡδεῖαι. τούτοις ἀναλογεῖ καὶ ὁ ῥόμβος. λευκίσκοι, κέφαλοι, κεστρεῖς, μυξῖνοι, χελλῶνες ὅμοιοί εἰσι κατὰ τὴν προσφοράν, τοῦ δὲ κεφάλου καταδεέστερός ἐστιν ὁ κεστρεύς, ἥσσων δὲ ὁ μυξῖνος, τελευταῖος ὁ χελλών.

θυννὶς δὲ καὶ θύννος βαρεῖς καὶ πολύτροφοι. ὁ δὲ καλούμενος ἀκαρνὰν γλυκύς ἐστι καὶ παραστύφων, τρόφιμος δὲ καὶ εὐέκκριτος. ἡ δὲ ἀφύη βαρεῖά ἐστι καὶ δύσπεπτος· ὧν ἡ λευκὴ καλεῖται κωβῖτις. καὶ ὁ ἑψητὸς δέ, τὸ

v.2.p.280
μικρὸν ἰχθύδιον, τοῦ αὐτοῦ γένους ἐστί. τῶν δὲ σελαχίων ὁ μὲν βοῦς κρεώδης, ὁ δὲ γαλεὸς κρείσσων ὁ ἀστερίας λεγόμενος· ὁ δὲ ἀλωπεκίας ὅμοιός ἐστι τῇ γεύσει τῷ χερσαίῳ ζῴῳ, διὸ καὶ τοῦ ὀνόματος ἔτυχε. καὶ ἡ βατὶς δὲ εὔστομος, ἡ δὲ ἀστερία βατὶς ἁπαλωτέρα καὶ εὔχυλος· ὁ δὲ λειόβατος δυσκοιλιώτερος καὶ βρωμώδης. ἡ δὲ νάρκη δύσπεπτος οὖσα τὰ μὲν κατὰ τὴν κεφαλὴν ἁπαλά τε καὶ εὐστόμαχα ἔχει, ἔτι δὲ εὔπεπτα, τὰ δὲ ἄλλα οὔ· κρείττονες δέ εἰσιν αἱ μικραὶ καὶ μάλιστα αἱ λιτῶς ἑψόμεναι. ἡ δὲ ῥίνη καὶ αὐτὴ τῶν σελαχίων οὖσα εὔπεπτός ἐστι καὶ κούφη. ἡ δὲ μείζων καὶ τροφιμωτέρα. κοινῶς δὲ πάντα τὰ σελάχια φυσώδη ἐστὶ καὶ κρεώδη καὶ δυσκατέργαστα πλεοναζόμενά τε τὰς ὄψεις ἀμβλύνει. ἡ δὲ σηπία καὶ ἑψομένη μὲν ἁπαλὴ καὶ εὔστομος καὶ εὔπεπτος, ἔτι δ’ εὐκοίλιος· ὁ δ’ ἀπ’ αὐτῆς χυλὸς λεπτυντικός ἐστιν αἵματος καὶ κινητικὸς τῆς δι’ αἱμορροίδων ἐκκρίσεως. τευθὶς δὲ εὐπεπτοτέρα καὶ τρόφιμος, καὶ μᾶλλον ἡ μικρά· ἡ δὲ ἑφθὴ σκληροτέρα ἐστὶ καὶ οὐκ εὔστομος. ὁ δὲ πῶλυψ συνεργεῖ μὲν ἀφροδισίοις, σκληρὸς δ’ ἐστὶ καὶ δύσπεπτος· ὁ δὲ μείζων τροφιμώτερος. παρυγραίνει δὲ καὶ κοιλίαν ἑψόμενος ἐπὶ πλεῖον καὶ τὸν στόμαχον ἵστησιν. ἐμφανίζει δὲ καὶ Ἄλεξις ἐν Παμφίλῃ τοῦ πολύποδος τὸ χρήσιμον λέγων ὧδε (II 360 K)·
  1. ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει
  2. ὧν νῦν φέρων πάρειμι; κήρυκας, κτένας,
  3. βολβοὺς μέγαν τε πουλύπουν ἰχθῦς θ’ ἁδρούς.
ἡ δὲ πηλαμὺς πολύτροφος μέν ἐστι καὶ βαρεῖα, οὐρητικὴ δὲ καὶ δύσπεπτος· ταριχευθεῖσα δὲ κυβίῳ ὁμοίως
v.2.p.281
εὐκοίλιος καὶ λεπτυντική· ἡ δὲ μείζων συνοδοντὶς καλεῖται. ἀναλογῶν μέντοι ὁ χελιδονίας τῇ πηλαμύδι σκληρότερός ἐστιν. ἡ δὲ χελιδών, ἡ τῷ πουλύπῳ ἐοικυῖα, ἔχει τὸ ἀφ’ αὑτῆς ὑγρὸν εὔχροιαν ποιοῦν καὶ κινοῦν αἷμα. ὁ δὲ ὄρκυνος βορβορώδης· καὶ ὁ μείζων προσέοικε τῷ χελιδονίᾳ κατὰ τὴν σκληρότητα, τὰ δὲ ὑπογάστρια αὐτοῦ καὶ ἡ κλεὶς εὔστομα καὶ ἁπαλά. οἱ δὲ κοσταὶ λεγόμενοι ταριχευθέντες εἰσὶ μέσοι. ξανθίας δ’ ἐπὶ ποσὸν βρωμώδης ἐστὶν καὶ ἁπαλώτερος τοῦ ὀρκύνου. ταῦτα μὲν οὖν ὁ Δίφιλος εἴρηκεν.

ὁ δὲ Ἀθηναῖος Μνησίθεος ἐν τῷ περὶ ἐδεστῶν τῶν μειζόνων φησὶν ἰχθύων γένος ὑφ’ ὧν μὲν καλεῖσθαι τμητόν, ὑπ’ ἄλλων δὲ πελάγιον, οἷον χρυσόφρυς καὶ γλαύκους καὶ φάγρους. εἰσὶ δὲ δυσκατέργαστοι· κατεργασθέντες δὲ πολλαπλασίαν τροφὴν παρέχουσι. τὸ δὲ τῶν λεπιδωτῶν γένος, οἷον θύννων, σκόμβρων, θυννίδων, γόγγρων καὶ τῶν τοιούτων, συμβαίνει τούτοις καὶ ἀγελαίοις εἶναι. τὰ μὲν οὖν μήτε καθ’ αὑτὰ φαινόμενα μήτ’ ἐν ταῖς ἀγέλαις ἐκφερόμενα μᾶλλόν ἐστιν εὔπεπτα, οἷον γόγγροι καὶ καρχαρίαι καὶ τὰ τοιαῦτα. τὰ δὲ ἀγελαῖα γένη τῶν ἰχθύων τούτων τὴν μὲν ἐδωδὴν ἡδεῖαν ἔχει (πίονα γάρ ἐστι), βαρεῖαν δὲ καὶ δυσκατέργαστον. διὸ καὶ ταριχεύεσθαι δύναται μάλιστα καί ἐστι τῶν ταριχηρῶν βέλτιστα γένη ταῦτα. χρήσιμοι δ’ εἰσὶν ὀπτοί· τήκεται γὰρ τὸ πιμελῶδες αὐτῶν. τὰ δὲ καλούμενα δαρτὰ τὸ μὲν ὅλον ἐστὶν ὅσα τραχεῖαν ἔχει τὴν ἐπίφυσιν τοῦ δέρματος, οὐ λεπίσιν, ἀλλ’ οἷον ἔχουσιν αἱ βατίδες καὶ ῥῖναι.

v.2.p.282
ταῦτα δὲ πάντα ἐστὶ μὲν εὔθρυπτα, οὐκ εὐώδη δέ· καὶ τροφὰς ἐμποιεῖ τοῖς σώμασιν ὑγράς, ὑπάγει δὲ καὶ τὰς κοιλίας μάλιστα πάντων τῶν ἑψομένων ἰχθύων· τὰ δὲ ὀπτώμενα χείρονα. τὸ δὲ τῶν μαλακίων γένος, οἷον πολυπόδων τε καὶ σηπιῶν καὶ τῶν τοιούτων, τὴν μὲν σάρκα δύσπεπτον ἔχει· διὸ καὶ πρὸς ἀφροδισιασμοὺς ἁρμόττουσιν. αὐτοὶ μὲν γάρ εἰσι πνευματώδεις, ὁ δὲ τῶν ἀφροδισιασμῶν καιρὸς πνευματώδους προσδεῖται διαθέσεως. βελτίω δὲ ταῦτα γίνεται ἑψηθέντα. τὰς γὰρ ὑγρότητας ἔχει πονηράς· ἰδεῖν γοῦν ἔστιν οἵας ἀφίησιν πλυνόμενα· ταύτας οὖν ἡ ἕψησις ἐκκαλεῖται τῆς σαρκός. μαλακῆς γὰρ τῆς πυρώσεως καὶ μεθ’ ὑγροῦ διδομένης οἱονεὶ πλύσις τις αὐτῶν γίνεται. τὰ δ’ ὀπτώμενα καταξηραίνει τὰς ὑγρότητας· ἔτι δὲ καὶ τῆς σαρκὸς αὐτῶν φύσει σκληρᾶς οὔσης κατὰ λόγον οὕτως ἔχει γίνεσθαι αὐτά.

ἀφύαι δὲ καὶ μεμβράδες καὶ τριχίδες καὶ τἄλλα ὅσων συγκατεσθίομεν τὰς ἀκάνθας, ταῦτα πάντα τὴν πέψιν φυσώδη ποιεῖ, τὴν δὲ τροφὴν δίδωσιν ὑγράν. τῆς οὖν πέψεως οὐχ ὁμαλιζούσης, ἀλλὰ τῶν μὲν σαρκῶν ἄγαν ταχὺ πεττομένων, τῆς δὲ ἀκάνθης σχολῇ διαλυομένης (καὶ γὰρ ἅμα αἱ ἀφύαι καθ᾽ αὑτὰς ἀκανθώδεις) ἐμποδισμὸς αὐτῶν ἑκατέρου γίγνεται περὶ τὴν κατεργασίαν, εἶτα φῦσαι μὲν ἀπὸ τῆς πέψεως, ὑγρασίαι δὲ ἀπὸ τῆς τροφῆς συμβαίνουσι. βελτίω δ’ ἐστὶν ἑψόμενα, τῆς δὲ κοιλίας ἐστὶν ἀνωμάλως ὑπακτικά. τὰ δὲ καλούμενα πετραῖα, κωβιοὶ καὶ σκορπίοι καὶ ψῆτται καὶ τὰ ὅμοια, τοῖς τε σώμασιν ἡμῶν ξηράν τε δίδωσι τροφήν (εὔογκα δ’ ἐστὶ καὶ τρόφιμα καὶ πέττεται ταχέως καὶ

v.2.p.283
οὐκ ἐγκαταλείπει περιττώματα πολλα) πνευμάτων τε οὔκ ἐστι περιποιητικά. γίνεται δ’ εὐπεπτότερον ἅπαν ὄψον ταῖς σκευασίαις ἁπλῶς ἀρτυθέν· τὰ δὲ πετραῖα καὶ τῇ ἡδονῇ ἁπλῶς σκευασθέντα. τούτοις δ’ ὅμοιόν ἐστι γένος τὸ καλούμενον μαλακόσαρκον, κίχλαι καὶ κόσσυφοι καὶ τὰ ὅμοια. ἐστὶ δὲ ὑγρότερα μὲν ταῦτ’ ἐκείνων, πρὸς δὲ τὰς ἀναλήψεις ἀπόλαυσιν ἔχει πλείω. τῆς μὲν κοιλίας καὶ τῆς οὐρήσεως ὑπακτικώτερα ταῦτ’ ἐστὶν ἐκείνων διὰ τὸ καὶ τὰς σάρκας ὑγροτέρας καὶ πλείους ἔχειν τῶν προειρημένων. χρὴ δὲ ἐὰν μὲν τὴν κοιλίαν βούληταί τις ὑπάγειν, ἕψοντα διδόναι· μετρίως δὲ ἐχούσης ὀπτηθέντα γίνεται τρόφιμα. πρὸς δὲ τὰς οὐρήσεις ἀμφοτέρως σκευασθέντα χρήσιμα.

οἱ δὲ τόποι τῆς θαλάσσης, ὅπου ποταμοὶ καὶ λίμναι συμβάλλουσιν, ἔτι δὲ πελάγη μεγάλα καὶ κόλποι θαλάττης εἰσίν, ἐνταῦθα μὲν πάντες οἱ ἰχθύες εἰσὶν ὑγρότεροι καὶ μᾶλλον πίονες ὑπάρχουσι· καὶ ἐσθίεσθαι μέν εἰσιν ἡδίους, πρὸς δὲ τὴν πέψιν καὶ τροφὴν γίνονται χείρους. ἐν δὲ τοῖς αἰγιαλοῖς τοῖς κειμένοις πρὸς τὰ πελάγη καὶ λίαν ἀναπεπταμένοις σκληροὶ καὶ λεπτοὶ καὶ κυματοπλῆγές εἰσιν οἱ πλείους. περὶ δὲ τὰς ἀγχιβαθεῖς, ἐν αἷς μὴ λίαν ἔγκειται μεγάλα πνεύματα, πρὸς δὲ τούτοις εἴ που καὶ πόλεις σύνεγγύς εἰσιν, ἐνταῦθα δ’ ἔστι τὰ πλεῖστα γένη τῶν ἰχθύων ὁμαλῶς ἄριστα καὶ πρὸς ἡδονὴν καὶ πρὸς εὐπεψίαν καὶ πρὸς τὴν τροφὴν τοῦ σώματος. δύσπεπτοι δὲ καὶ βαρύτατοι τῶν θαλασσίων εἰσὶν οἱ μετεκβαίνοντες ἐκ τῆς θαλάσσης εἴς

v.2.p.284
τε ποταμοὺς καὶ λίμνας, οἷον κεστρεὺς καὶ συλλήβδην τῶν ἰχθύων ὅσοι δύνανται βιοτεύειν ἐν ἀμφοτέροις τοῖς ὕδασι. τῶν δὲ τελείως ἐν τοῖς ποταμοῖς καὶ λίμναις βιοτευόντων ἀμείνους εἰσὶν οἱ ποτάμιοι· σῆψις γὰρ ὕδατος τὸ λιμναῖόν ἐστι. καὶ τῶν ποταμίων δ’ αὐτῶν βέλτιστοί εἰσιν οἱ ἐν τοῖς ὀξυτάτοις τῶν ποταμῶν ὄντες οἵ τε πυροῦντες· οὗτοι γὰρ οὐ γίνονται, ἐὰν μὴ ποταμὸς ὀξὺς ᾖ καὶ ψυχρός, διαφέρουσι δὲ τῶν ποταμίων ἰχθύων εὐπεψίᾳ.

ταῦτα καὶ παρ’ ἡμῶν ἔχετε, ἄνδρες φίλοι, ὀψωνησάντων κατὰ δύναμιν τὴν ἑαυτῶν ὑγιεινῶς. κατὰ γὰρ τὸν Ἀντιφάνους Παράσιτον (II 87 K)

  1. ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ
  2. ἐσπούδακ’ οὐδ’ αὖ συνέτεμον λίαν πάνυ,
  3. ὡς ἄν τις ἄλλως ἐξενεχθεῖσιν ὅπου
  4. τοῦ διαλάβοι κραιπάλην Ἑλληνικῶς,
ἀλλὰ μὴν οὐδὲ οὕτως εἰμὶ φίλιχθυς ὡς ὁ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν Βουταλίωνι, ὅπερ δρᾶμα τῶν Ἀγροίκων ἐστὶν ἑνὸς διασκευή. φησὶ γάρ (II 38 K)·
  1. Α. καὶ μὴν ἑστιάσω τήμερον
  2. ὑμᾶς ἐγώ· σὺ δ’ ἀγοράσεις ἡμῖν λαβών,
  3. Πίστ᾽, ἀργύριον. Π. ἄλλως γὰρ οὐκ ἐπίσταμαι
  4. χρηστῶς ἀγοράζειν. Α. φράζε δή, Φιλούμενε,
  5. ὄψῳ τίνι χαίρεις; Φ. πᾶσι. Α. καθ’ ἕκαστον λέγε,
  6. ἰχθὺν τίν’ ἡδέως φάγοις ἄν; Φ. εἰς ἀγρὸν
  7. ἦλθεν φέρων ποτ’ ἰχθυοπώλης μαινίδας
  8. καὶ τριγλίδας, καὶ νὴ Δί’ ἤρεσεν σφόδρα
  9. ἡμῖν ἅπασιν. Α. εἶτα καὶ νῦν, εἰπέ μοι,
    v.2.p.285
  10. τούτων φάγοις ἄν; Φ. κἄν τις ἄλλος μικρὸς ᾖ·
  11. τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα
  12. ἀνθρωποφάγους ἰχθῦς. Α. τί φής, ὦ φίλτατε;
  13. ἀνθρωποφάγους, πῶς; Π. οὓς ἂν ἄνθρωπος φάγοι
  14. δῆλον ὅτι· ταῦτα δ’ ἐστὶν Ἑλένης βρώματα,
ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. ἐν δὲ τῷ Ἀγροίκῳ Ἑκάτης βρώματα ἔφη τὰς μαινίδας εἶναι καὶ τὰς τριγλίδας. ἐκφαυλίζων δὲ καὶ Ἔφιππος τοὺς μικροὺς τῶν ἰχθύων ἐν Φιλύρᾳ φησί (II 262 K)·
  1. παππία, βούλει δραμὼν
  2. εἰς τὴν ἀγορὰν κἆτ’ ἀγοράσαι μοι; Β. φράζε τί.
  3. Α. ἰχθῦς φρονοῦντας, ὦ πάτερ· μή μοι βρέφη.
  4. Β. οὐκ οἶσθ’ ὁτιὴ τἀργύριόν ἐστ’ ἰσάργυρον;

ἥδιστος δ’ ἐστὶ καὶ ὁ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν τοῖς Ὀβελιαφόροις νεανίσκος κατασμικρύνων ἅπαντα τὰ περὶ τὴν ὀψωνίαν καὶ λέγων ὧδε (II 258 K)·

  1. ἀλλ’ ἀγόρασον εὐτελῶς·
  2. ἅπαν γὰρ ἱκανόν ἐστι. Β. φράζε, δέσποτα.
  3. Α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, ὅ τι ἂν ᾖ,
  4. ὁσίας ἕνεκ᾽· ἀρκεῖ τευθίδια, σηπίδια·
  5. κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει
  6. ἢ δύ’ ἐπὶ τὴν τράπεζαν· ἐγχελύδια
  7. Θήβηθεν ἐνίοτ’ ἔρχεται· τούτων λαβέ.
  8. ἀλεκτρυόνιον, φάττιον, περδίκιον,
    v.2.p.286
  9. τοιαῦτα. δασύπους ἄν τις εἰσέλθῃ, φέρε.
  10. Β. ὡς μικρολόγος εἶ. Α. σὺ δέ γε λίαν πολυτελής·
  11. πάντως κρέ’ ἡμῖν ἔστι. Β. πότερ’ ἔπεμψέ τις;
  12. Α. οὔκ, ἀλλ’ ἔθυσεν ἡ γυνή· τὸ μοσχίον
  13. τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.
ὁ δὲ παρὰ Μνησιμάχῳ ἐν τῷ ὁμωνύμῳ δράματι Δύσκολος φιλάργυρος ὢν σφόδρα πρὸς τὸν ἀσωτευόμενον νεανίσκον φησίν (II 436 K)·
  1. ἀλλ’ ἀντιβολῶ σ᾽, ἐπίταττέ μοι μὴ πόλλ’ ἄγαν
  2. μηδ’ ἄγρια λίαν μηδ’ ἐπηργυρωμένα,
  3. μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. Β. πῶς ἔτι
  4. μετριώτερ᾽, ὦ δαιμόνι᾽; Α. ὅπως; σύντεμνε καὶ
  5. ἐπεξαπάτα με· τοὺς μὲν ἰχθῦς μοι κάλει
  6. ἰχθύδι’ · ὄψον δ’ ἂν λέγῃς ἕτερον, κάλει
  7. ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.

ἐπεὶ δὲ κατὰ θεὸν ἐν τοῖς προκειμένοις, φίλτατε Οὐλπιανέ, ἢ ὑμεῖς, γραμματικῶν παῖδες, εἴπατέ μοι τίνι ἐννοίᾳ ὁ Ἔφιππος ἐν τοῖς προειρημένοις ἔφη·

  1. τὸ μοσχίον
  2. τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.
ἐγὼ γὰρ οἴομαι ἱστορίαν τινὰ εἶναι καὶ ποθῶ μαθεῖν’. καὶ ὁ Πλούταρχος ἔφη Ῥοδιακὴν εἶναι λεγομένην ἱστορίαν, ἣν ἐπὶ τοῦ παρόντος ἀποστοματίζειν οὐ δύνασθαι τῷ πάνυ πρὸ πολλοῦ ἐντετυχηκέναι τῷ ταῦτα περιέχοντι βιβλίῳ. ‘οἶδα δὲ Φοίνικα τὸν Κολοφώνιον ἰαμβοποιὸν μνημονεύοντά τινων ἀνδρῶν ὡς ἀγειρόντων τῇ κορώνῃ, καὶ λέγοντα ταῦτα (anth. 1. p. 217 Bgk)·
v.2.p.287
  1. ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων
  2. τῇ παιδὶ τἀπόλλωνος ἢ λέκος πυρῶν
  3. ἢ ἄρτον ἢ ἤμαιθον ἢ ὅ τι τις χρῄζει·
  4. δότ᾽, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν
  5. ἔχει κορώνῃ· χἄλα λήψεται χόνδρον·
  6. φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι·
  7. ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει.
  8. ὦ παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε,
  9. καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα.
  10. θεοί, γένοιτο πάντ’ ἄμεμπτος ἡ κούρη
  11. κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι·
  12. καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας
  13. καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη,
  14. θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις.
  15. ἐγὼ δ’ ὅκου πόδες φέρουσιν, ὀφθαλμοὺς
  16. ἀμείβομαι Μούσῃσι πρὸς θύρῃσ’ ᾄδων
  17. καὶ δόντι καὶ μὴ δόντι πλέονα τωνγεω.
καὶ ἐπὶ τέλει δὲ τοῦ ἰάμβου φησίν·
  1. ἀλλ᾽, ὦγαθοί, ἐπορέξαθ’ ὧν μυχὸς πλουτεῖ·
  2. δὸς ὦν, ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη·
  3. νόμος κορώνῃ χεῖρα δοῦν ἐπαιτούσῃ.
  4. τοσαῦτ’ ἀείδω· δός τι καὶ καταχρήσει.
κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες, ὥς φησι Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων· καὶ τὰ ᾀδόμενα δὲ ὑπ’ αὐτῶν κορωνίσματα
v.2.p.288
καλεῖται, ὡς ἱστορεῖ Ἁγνοκλῆς ὁ Ῥόδιος ἐν Κορωνισταῖς.

καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ φησι Θέογνις ἐν βʹ περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν (FHG IV 514) γράφων οὕτως· ‘εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν Ῥόδιοι καλοῦσιν, ὃ γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι·

  1. ἦλθ᾽, ἦλθε χελιδὼν
  2. καλὰς ὧρας ἄγουσα,
  3. καλοὺς ἐνιαυτούς,
  4. ἐπὶ γαστέρα λευκά,
  5. ἐπὶ νῶτα μέλαινα.
  6. παλάθαν σὺ προκύκλει
  7. ἐκ πίονος οἴκου
  8. οἴνου τε δέπαστρον
  9. τυροῦ τε κάνυστρον.
  10. καὶ πυρῶν
  11. ἁ χελιδὼν καὶ λεκιθίταν
  12. οὐκ ἀπωθεῖται. πότερ’ ἀπίωμες ἢ λαβώμεθα;
  13. εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομεν,
  14. ἢ τὰν θύραν φέρωμες ἢ θοὐπέρθυρον
  15. ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν·
  16. μικρὰ μέν ἐστι, ῥᾳδίως νιν οἴσομες.
  17. ἂν δὴ φέρῃς τι,
  18. μέγα δή τι φέροιο.
    v.2.p.289
  19. ἄνοιγ’ ἄνοιγε τὰν θύραν χελιδόνι·
  20. οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.
τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος ὁ Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.’