Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἀναγράφει δὲ καὶ τάδε μετὰ τὰ προειρημένα τοῦ Στρατονίκου ἀπομνημονευμάτων οὕτως.

v.2.p.269
Στρατόνικος πρὸς τὸν Χρυσογόνου πατέρα λέγοντα ὅτι πάντα αὐτῷ ὑπάρχει οἰκεῖα· αὐτὸς μὲν γὰρ ἐργολάβος εἶναι, τῶν δὲ υἱῶν ὃ μὲν διδάξει, ὁ δὲ αὐλήσει, ‘προσδεῖ γ᾽, ἔφη ὁ Στρατόνικος, ἔτι ἑνός.’ εἰπόντος δὲ ‘τίνος;’ ‘θεάτρου, ἔφη, οἰκείου.’ ἐρομένου δέ τινος ὅ τι τὴν Ἑλλάδα πᾶσαν περινοστεῖ, ἀλλ᾽ οὐκ ἐν μιᾷ πόλει διαμένει, παρὰ τῶν Μουσῶν ἔφη εἰληφέναι τέλος τοὺς Ἕλληνας ἅπαντας, παρ’ ὧν πράττεσθαι μισθὸν ἀμουσίας. τὸν Φάωνα δὲ ἔφη αὐλεῖν οὐχ ἁρμονίαν, ἀλλὰ τὸν Κάδμον. προσποιουμένου δὲ εἶναι Φάωνος αὐλητικοῦ καὶ ἔχειν φάσκοντος Μεγαροῖ χορόν, ‘ληρεῖς, ἔφη· ἐκεῖ μὲν γὰρ οὐκ ἔχεις, ἀλλ’ ἔχει.’ μάλιστα δὲ θαυμάζειν ἔφη τὴν τοῦ σοφιστοῦ Σατύρου μητέρα, ὅτι ὃν οὐδεμία πόλις ἐνεγκεῖν οἵα τε δέκα ἡμέρας, ἐκείνη δέκα μῆνας ἤνεγκε. πυνθανόμενος δὲ ἐν Ἰλίῳ ἐπιδημεῖν αὐτὸν ἐν τοῖς Ἰλιείοις ‘αἰεί, ἔφησεν, Ἰλίῳ κακά.’ Μυννάκου δ’ αὐτῷ περὶ μουσικῆς διαμφισβητοῦντος οὐ προσέχειν αὐτῷ ἔφη, ὅτι ἀνώτερον τοῦ σφυροῦ λέγει. τὸν δὲ φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς Ἅιδου τοὺς θεραπευομένους. ἀπαντήσας δέ τινι τῶν γνωρίμων ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑποδήματα καλῶς συνηχθέσθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν. ἐν Τειχιοῦντι δὲ τῆς Μιλήτου μιγάδων οἰκούντων ὡς ἑώρα πάντας τοὺς τάφους ξενικοὺς ὄντας ‘ἀπίωμεν, ἔφη, παῖ· ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνῄσκειν, τῶν δ’ ἀστῶν οὐδείς.’ Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξιόντος περὶ μουσικῆς,
v.2.p.270
μόνῳ δὲ οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, ‘ὅς γε, ἔφη, τὸ ἀμουσότατον τῶν ὀνομάτων εἵλου, εἰ σεαυτὸν ἀντ᾽ Ἀμφίονος Ζῆθον καλεῖς.’ Μακεδόνα δέ τινα κιθαρίζειν διδάσκων ἐκπικρανθεὶς ἐπὶ τῷ μηδὲν αὐτὸν ποιεῖν τῶν δεόντων ‘εἰς Μακεδονίαν’ ἔφη.

πρὸς βαλανείῳ ψυχρῷ καὶ φαύλῳ κεκοσμημένον ἰδὼν ἡρῷον λαμπρῶς ὡς ἐξῆλθεν λελουμένος κακῶς ‘οὐ θαυμάζω, ἔφη, ὅτι πολλοὶ ἀνάκεινται πίνακες·’ ἕκαστον γὰρ τῶν λουομένων ὡς σωθέντα ἀνατιθέναι. ἐν Αἴνῳ δὲ ἔφη τοὺς μὲν ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέτταρας χειμῶνα. τοὺς δὲ Ποντικοὺς ἐκ τοῦ πολλοῦ ἥκειν πόντου, ὥσπερ ἐκ τοῦ ὀλέθρου. τοὺς δὲ Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν, τὴν δ’ Ἡράκλειαν Ἀνδροκόρινθον καὶ τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος, τοὺς δὲ Λευκαδίους ἑώλους Κορινθίους, τοὺς δ᾽ Ἀμβρακιώτας Μεμβρακιώτας. ἐκ τῆς δ’ Ἡρακλείας ὡς ἐξῄει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκοπεῖ, αἰσχύνεσθαι ἔφη, μὴ ὀφθῇ, ὥσπερ ἐκ πορνείου ἐξιών. ἰδὼν δ᾽ ἐν τῷ κύφωνι δεδεμένους δύο ‘ὡς μικροπολιτικόν, ἔφη, τὸ μὴ δύνασθαι συμπληρῶσαι.’ πρὸς δὲ ἁρμονικόν τινα, κηπουρὸν ὄντα πρότερον, ἀμφισβητοῦντ’ αὐτῷ περὶ ἁρμονίας ἔφη·

  1. ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
ἐν Μαρωνείᾳ δὲ συμπίνων τισὶν ἐθέλειν ἔφη γνῶναι κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν. εἶθ’ ὡς ἦγον καὶ ἠρώτων, ‘κατὰ τὸ καπηλεῖον’, ἔφη, ὅτι καπηλεῖα ἐδόκει εἶναι ἡ Μαρώνεια. τὸν δὲ Τηλεφάνην, ἐπεὶ ἀναφυσᾶν ἤρχετο παρακατακείμενος,
v.2.p.271
‘ἄνω, ἔφη, ὡς οἱ ἐρυγγάνοντες.’ τοῦ δὲ βαλανέως ἐν Καρδίᾳ ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν καὶ κατὰ θάλατταν.

νικήσας δ’ ἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκεν εἰς τὸ Ἀσκληπιεῖον τρόπαιον ἐπιγράψας· ‘Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων’. ᾄσαντος δέ τινος, ἤρετο τίνοσ τὸ μέλος. εἰπόντος δ’ ὅτι Καρκίνου, ‘πολύ γε μᾶλλον, ἔφη, ἢ ἀνθρώπου’. ἐν Μαρωνείᾳ δ’ ἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλ’ ἀλέαν. ἐν Φασήλιδι δὲ πρὸς τὸν παῖδα διαμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου (ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους) ‘ὦ μιαρέ, ἔφη, παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας.’ πρὸς δὲ τὸν ἐπαινοῦντα, ἵνα λάβῃ τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός. ἐν μικρᾷ δὲ πόλει διδάσκων ἔφη ‘αὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλις.’ ἐν Πέλλῃ δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν. εἰπόντων δὲ τῶν ἱμώντων ‘ἡμεῖς γε τοῦτο πίνομεν’, ‘οὐκ ἄρ᾽, ἔφη, πότιμόν ἐστιν’. ἐτύγχανον δ’ οἱ ἄνθρωποι χλωροὶ ὄντες. ἐπακούσας δὲ τῆς Ὠδῖνος τῆς Τιμοθέου ‘εἰ δ’ ἐργολάβον, ἔφη, ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάς.’ Πολυίδου δὲ σεμνυνομένου ὡς ἐνίκησε Τιμόθεον ὁ μαθητὴς αὐτοῦ Φιλωτᾶς, ‘θαυμάζειν ἔφη, εἰ ἀγνοεῖς ὅτι αὐτὸς μὲν ψηφίσματα ποιεῖ, Τιμόθεος δὲ νόμους.’ πρὸς Ἄρειον δὲ τὸν ψάλτην ὀχλοῦντά τι αὐτὸν ‘ψάλλ’ ἐς κόρακας’ ἔφη. ἐν Σικυῶνι δὲ πρὸς νακοδέψην γεγενημένον, ἐπεὶ ἐλοιδορεῖτό τι αὐτῷ καὶ ‘κακόδαιμον’ ἔφη, ‘νακόδαιμον’ ἔφη. τοὺς δὲ Ῥοδίους ὁ αὐτὸς Στρατόνικος σπαταλῶνας καὶ θερμοπότας θεωρῶν ἔφη

v.2.p.272
αὐτοὺς λευκοὺς εἶναι Κυρηναίους. καὶ αὐτὴν δὲ τὴν Ῥόδον ἐκάλει μνηστήρων πόλιν, χρώματι μὲν εἰς ἀσωτίαν διαλλάττειν ἐκείνων ἡγούμενος αὐτούς, ὁμοιότητι δ’ εἰς καταφέρειαν ἡδονῆς τὴν πόλιν μνηστήρων εἰκάζων.

ζηλωτὴς δὲ διὰ τῶν εὐτραπέλων λόγων τούτων ἐγένετο ὁ Στρατόνικος Σιμωνίδου τοῦ ποιητοῦ, ὥς φησιν Ἔφορος ἐν δευτέρῳ περὶ εὑρημάτων (FHG I 275), φάσκων καὶ Φιλόξενον τὸν Κυθήριον περὶ τὰ ὅμοια ἐσπουδακέναι. Φαινίας δ’ ὁ περιπατητικὸς ἐν δευτέρῳ περὶ ποιητῶν (FHG II 298) ‘Στρατόνικος, φησίν, ὁ Ἀθηναῖος δοκεῖ τὴν πολυχορδίαν εἰς τὴν ψιλὴν κιθάρισιν πρῶτος εἰσενεγκεῖν καὶ πρῶτος μαθητὰς τῶν ἁρμονικῶν ἔλαβε καὶ διάγραμμα συνεστήσατο. ἦν δὲ καὶ ἐν τῷ γελοίῳ οὐκ ἀπίθανος.’ φασὶ δὲ καὶ τελευτῆσαι αὐτὸν διὰ τὴν ἐν τῷ γελοίῳ παρρησίαν ὑπὸ Νικοκλέους τοῦ Κυπρίων βασιλέως φάρμακον πιόντα διὰ τὸ σκώπτειν αὐτοῦ τοὺς υἱούς.

τοῦ δ’ Ἀριστοτέλους τεθαύμακα, ὃν πολυθρύλητον πεποιήκασιν οἱ σοφοὶ οὗτοι, καλέ μου Δημόκριτε, (καὶ σὺ τῶν λόγων αὐτοῦ πρεσβεύεις ὡς καὶ τῶν ἄλλων φιλοσόφων τε καὶ ῥητόρων τῆς ἀκριβείας) πότε μαθὼν ἢ παρὰ τίνος ἀνελθόντος ἐκ τοῦ βυθοῦ Πρωτέως ἢ Νηρέως, τί ποιοῦσιν οἱ ἰχθύες ἢ πῶς κοιμῶνται ἢ πῶς διαιτῶνται. τοιαῦτα γὰρ συνέγραψεν ὡς εἶναι κατὰ τὸν κωμῳδιοποιὸν (IV 606 M) ‘θαύματα μωροῖς.’ φησὶν γὰρ ὅτι κήρυκες μὲν καὶ πάντα τὰ ὀστρακόδερμα ἀνόχευτον αὐτῶν ἐστι τὸ γένος καὶ ὅτι ἡ πορφύρα καὶ ὁ κῆρυξ μακρόβια. ζῆν γὰρ τὴν πορφύραν ἔτη

v.2.p.273
ἓξ πόθεν τοῦτο οἶδε· καὶ ὅτι ἐπὶ πλεῖστον χρόνον ἐν ὀχείᾳ γίγνεται ἡ ἔχιδνα, καὶ ὅτι μέγιστον μέν ἐστιν ἡ φάττα, δεύτερον δὲ ἡ οἰνάς, ἐλάχιστον δὲ ἡ τρυγών. πόθεν δ’ ὅτι ὁ μὲν ἄρρην ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, ἡ δὲ θήλεια πλείω τῶν τεσσαράκοντα, βιῶσαι φήσας τινὰ καὶ ἑβδομήκοντα πέντε. ἱστορεῖ δ’ ὅτι καὶ ἐκ τῆς τῶν φθειρῶν ὀχείας αἱ κόνιδες γεννῶνται καὶ ὅτι ἐκ τοῦ σκώληκος μεταβάλλοντος γίνεται κάμπη, ἐξ ἧς βομβυλιός, ἀφ’ οὗ ὁ νεκύδαλλος ὀνομαζόμενος· ἀλλὰ μὴν καὶ τὰς μελίσσας βιοῦν φησι μέχρι ἐτῶν ἕξ, τινὰς δὲ καὶ ἑπτά. οὐκ ὦφθαι δέ φησιν οὔτε μέλισσαν οὔτε κηφῆνα ὀχεύοντας, ὅθεν οὐκ εἶναι διιδεῖν πότερα αὐτῶν ἄρρενα ἢ θήλεα. πόθεν δ’ ὅτι οἱ ἄνθρωποι ἥσσονες μελισσῶν· αἰεὶ γὰρ αὗται τὴν ἰσότητα τοῦ βίου τηροῦσιν, οὐ μεταβαλλόμεναι, ἀλλ’ ἀγείρουσαι καὶ ἀδιδάκτως ποιοῦσαι. οἱ δ’ ἄνθρωποι ἥσσονες μελισσῶν καὶ πλήρεις οἰήσεως ὡς ἐκεῖναι μέλιτος· πόθεν δ’ ἐτήρησεν; ἐν δὲ τῷ περὶ μακροβιότητός φησιν ὅτι ὦπταί τις μυῖα ἔτη ἓξ ἢ ἑπτὰ ζήσασα. τίς γὰρ τούτων ἡ ἀπόδειξις;

ποῦ δὲ εἶδεν ἐκ κέρατος ἐλάφου κισσὸν ἀναφύντα; γλαῦκες δέ, φησί, καὶ κόρακες ἡμέρας ἀδυνατοῦσι βλέπειν· διὸ νύκτωρ τὴν τροφὴν ἑαυτοῖς θηρεύουσι καὶ οὐ πᾶσαν νύκτα, ἀλλὰ τὴν ἀκρέσπερον, καὶ τὰς ἰδέας δὲ τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἐμφερεῖς εἶναι; τοῖς μὲν γὰρ γλαυκαί, τοῖς δὲ μέλαιναι, τοῖς δὲ χαροποί. ἀνθρώποις δὲ ὅτι παντοῖος ὁ ὀφθαλμὸς ἠθῶν τε διαφορὰς εἶναι περὶ τοὺς ὀφθαλμοὺς λέγει· τοὺς μὲν γὰρ αἰγωποὺς τῶν ἀνθρώπων πρὸς ὀξύτητα

v.2.p.274
μὲν ὄψεως εὖ πεφυκέναι, τὰ δ’ ἤθη βελτίστους εἶναι. καὶ τῶν ἄλλων τοὺς μὲν ἐκτὸς ἔχειν τοὺς ὀφθαλμούς, τοὺς δὲ ἐντός, ἄλλους δὲ μέσως. καὶ τοὺς μὲν ἐντὸς ὀξυωπεστάτους εἶναι, τοὺς δ’ ἐκτὸς κακοηθεστάτους· οἱ δὲ μέσως, φησίν, ἔχοντες ἐπιεικεῖς. εἶναι δέ τινας καὶ σκαρδαμυκτικούς, τοὺς δ᾽ ἀτενεῖς, τοὺς δὲ μέσους· ἀβεβαίους δ’ εἶναι τοὺς σκαρδαμυκτικούς, ἀναιδεῖς δ’ εἶναι τοὺς ἀτενεῖς· τοὺς δὲ μέσους βελτίστων ἠθῶν. μόνον τε ἄνθρωπον τῶν ζῴων τὴν καρδίαν ἔχειν ἐν τοῖς ἀριστεροῖς μέρεσι, τὰ δ’ ἄλλα ζῷα ἐν τῷ μέσῳ. καὶ τοὺς ἄρρενας τῶν θηλειῶν πλείονας ὀδόντας ἔχειν. τετηρῆσθαί φησι τοῦτο καὶ ἐπὶ προβάτου καὶ ἐπὶ συὸς καὶ ἐπὶ αἰγός. τῶν δὲ ἰχθύων οὐδένα γεννᾶσθαι ὄρχεις ἔχοντα· μαστοὺς δὲ οὔτ’ ἰχθὺν ἔχειν οὔτε ὄρνιθας, δελφῖνα δὲ μόνον οὐκ ἔχειν χολήν. ἔνιοι δέ, φησίν, ἐπὶ μὲν τῷ ἥπατι οὐκ ἔχουσιν χολήν, ἀλλὰ πρὸς τοῖς ἐντέροις, ὡς ἔλοψ καὶ συναγρὶς καὶ σμύραινα καὶ ξιφίας καὶ χελιδών. ἡ δὲ ἀμία παρ’ ὅλον τὸ ἔντερον παρατεταμένην ἔχει τὴν χολήν, ἱέραξ δὲ καὶ ἰκτῖνος πρὸς τῷ ἥπατι καὶ τοῖς ἐντέροις· ὁ δ’ αἰγοκέφαλος πρὸς τῷ ἥπατι καὶ τῇ κοιλίᾳ, περιστερὰ δὲ καὶ ὄρτυξ καὶ χελιδὼν οἳ μὲν πρὸς τοῖς ἐντέροις, οἳ δὲ πρὸς τῇ κοιλίᾳ.

τὰ δὲ μαλακόδερμά φησι καὶ τὰ ὀστρακόδερμα καὶ τὰ σελαχώδη καὶ τὰ ἔντομα πλείονα χρόνον ὀχεύειν. δελφῖνα δὲ καί τινας τῶν ἰχθύων παρακατακλινομένους ὀχεύειν, καὶ εἶναι τῶν μὲν δελφίνων βραδεῖαν τὴν μῖξιν, τῶν δὲ ἰχθύων ταχεῖαν. ἔτι ὁ λέων, φησί, στερέμνια ἔχει τὰ ὀστᾶ, καὶ κοπτομένων αὐτῶν ὥσπερ ἐκ τῶν λίθων πῦρ ἐκλάμπειν.

v.2.p.275
δελφὶς δὲ ὀστᾶ μὲν ἔχει καὶ οὐκ ἄκανθαν, τὰ δὲ σελάχη καὶ χόνδρον καὶ ἄκανθαν. τῶν δ’ ἰχθύων .... τὰ μὲν εἶναι χερσαῖα, τὰ δὲ ἔνυδρα, τὰ δὲ πυριγενῆ. εἶναι δέ τινα καὶ ἐφήμερα καλούμενα, ἃ μίαν μόνην ἡμέραν ζῆν. τὰ δὲ ἀμφίβια εἶναι ὡς τὸν ποτάμιον ἵππον καὶ κροκόδειλον καὶ ἔνυδριν. πάντα τε τὰ ζῷα δύο ἡγεμόνας ἔχειν πόδας, καρκίνον δὲ τέσσαρας. ὅσα δ’ ἔναιμά ἐστι, φησί, τῶν ζῴων ἢ ἄποδά ἐστιν ἢ δίποδα ἢ τετράποδα, ὅσα δὲ τῶν τεσσάρων πλείονας ἔχει πόδας ἄναιμά ἐστι. διὸ καὶ πάντα τὰ κινούμενα τέτταρσι σημείοις κινεῖται· ἄνθρωπος μὲν βʹ ποσὶ καὶ χερσί, ὄρνις δὲ βʹ ποσὶ καὶ βʹ πτέρυξιν, ἔγχελυς καὶ γόγγρος δύο πτερυγίοις καὶ δύο καμπαῖς. ἔτι τῶν ζῴων τὰ μὲν ἔχει χεῖρας, ὡς ἄνθρωπος, τὰ δὲ δοκεῖ, ὡς πίθηκος· οὐδὲν γὰρ τῶν ἀλόγων ζῴων δίδωσι καὶ λαμβάνει, πρὸς ἅπερ αἱ χεῖρες ὄργανα δέδονται. πάλιν τῶν ζῴων τὰ μὲν ἄρθρα ἔχει, ὡς ἄνθρωπος, ὄνος, βοῦς, τὰ δὲ ἄναρθρά ἐστιν, οἷον ὄφεις, ὄστρεα, πλεύμονες. πολλά τε τῶν ζῴων οὐ κατὰ πᾶσαν ὥραν φαίνεται, οἷον τὰ φωλεύοντα, καὶ ὅσα δὲ μὴ φωλεύει οὐκ αἰεὶ φαίνεται, οἷον χελιδόνες καὶ πελαργοί.

πολλὰ δὲ ἔχων ἔτι λέγειν περὶ ὧν ἐλήρησεν ὁ φαρμακοπώλης παύομαι, καίτοι εἰδὼς καὶ Ἐπίκουρον τὸν φιλαληθέστατον ταῦτ’ εἰπόντα περὶ αὐτοῦ ἐν τῇ περὶ ἐπιτηδευμάτων ἐπιστολῇ, ὅτι καταφαγὼν τὰ πατρῷα ἐπὶ στρατείαν ὥρμησε καὶ ὅτι ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν· εἶτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου, φησί, παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις, οὐκ ὢν ἀφυής,

v.2.p.276
καὶ κατὰ μικρὸν εἰς τὴν θεωρουμένην ἐξῆλθεν. οἶδα δὲ ὅτι ταῦτα μόνος Ἐπίκουρος εἴρηκεν κατ᾽ αὐτοῦ, οὔτε δ’ Εὐβουλίδης, ἀλλ’ οὐδὲ Κηφισόδωρος τοιοῦτόν τι ἐτόλμησεν εἰπεῖν κατὰ τοῦ Σταγειρίτου, καίτοι καὶ συγγράμματα ἐκδόντες κατὰ τἀνδρός. ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ ὁ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου· θαυμασθέντα δ’ ὑπ’ ἐκείνου ἐπὶ ξύλων τινὶ ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπ’ αὐτοῦ καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα, ἀφ’ ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι. κἀγὼ δέ, ἄνδρες συνδαιταλῆς, ἀπὸ τῶν πολλῶν τούτων λόγων τὴν ὁρμὴν ἔχω ἐπὶ τὸ ἤδη γαστρίζεσθαι.’

εἰπόντος οὖν τινος ἔτι παρασκευάζεσθαι τοὺς μαγείρους διὰ τὴν πολλὴν τῶν λόγων ἑστίασιν, ἵνα μὴ ψυχρὰ παρατιθῶσιν (οὐδεὶς γὰρ ἂν φάγοι ψυχρῶν), ὁ Κύνουλκος ἔφη· ‘κατὰ τὸν Ἀλέξιδος τοῦ κωμῳδιοποιοῦ Μίλκωνα (II 353 K)

  1. ἐγώ (φησιν) — — —
  2. κἂν μὴ παραθῶσι θερμά. τἀγαθὸν Πλάτων
  3. ἁπανταχοῦ φησ’ ἀγαθὸν εἶναι, μανθάνεις;
  4. τὸ δ’ ἡδὺ πάντως ἡδὺ κἀκεῖ κἀνθάδε.
οὐκ ἀχαρίτως δὲ καὶ Σφαῖρον τὸν συσχολάσαντα μὲν Χρυσίππῳ παρὰ Κλεάνθει, μετάπεμπτον δὲ γενόμενον εἰς Ἀλεξάνδρειαν ὑπὸ τοῦ βασιλέως Πτολεμαίου, κηρίνων ποτὲ ἐν τῷ δείπνῳ παρατεθεισῶν ὀρνίθων ἐκτείναντα τὰς χεῖρας ἐπισχεθῆναι ὑπὸ τοῦ βασιλέως, ὡς ψεύδει συγκατατιθέμενον. τὸν δ’ εὐστόχως ἀποφήνασθαι
v.2.p.277
εἰπόντα οὐ τούτῳ συγκατατίθεσθαι ὅτι εἰσὶν ὄρνεις, ἀλλ’ ὅτι εὔλογόν ἐστι ταύτας ὄρνεις εἶναι. διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου· τὴν μὲν γὰρ ἀδιάψευστον εἶναι, τὸ δ᾽ εὔλογον κἂν ἄλλως ἀποβαίνειν. καὶ ἡμῖν οὖν κατὰ τὴν καταληπτικὴν φαντασίαν καὶ τῶν κηρίνων περιενεχθήτω, ἵνα κἂν κατὰ τὴν ὄψιν πλανᾶσθαι δυνώμεθα ἵνα μὴ πάντα λαλῶμεν.

καὶ μελλόντων ἤδη δειπνεῖν ἐπισχεῖν ἐκέλευσεν ὁ Δάφνος, ἐπειπὼν τὸ ἐκ Μαμμακύθου ἢ Αὐρῶν Μεταγένους ἰαμβεῖον (I 705 K)·

  1. ὥσπερ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν
  2. ἅπαντες.
‘κἀγώ φημι ἐνδεῶς εἰρῆσθαι τὸν περὶ ἰχθύων λόγον, πολλὰ εἰρηκότων καὶ Ἀσκληπιαδῶν παίδων, Φυλοτίμου λέγω ἐν τοῖς περὶ τροφῆς καὶ Μνησιθέου τοῦ Ἀθηναίου, ἔτι δὲ Διφίλου τοῦ Σιφνίου. οὗτος γὰρ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσί φησιν ὅτι τῶν θαλασσίων ἰχθύων οἱ μὲν πετραῖοί εἰσιν εὔφθαρτοι, εὔχυλοι, σμηκτικοί, κοῦφοι, ὀλιγότροφοι, οἱ δὲ πελάγιοι δυσφθαρτότεροι, πολύτροφοι, δυσοικονόμητοι. καὶ τῶν πετραίων ὁ φύκης καὶ ἡ φυκίς, ἁπαλώτατα ἰχθύδια ὄντα, ἄβρωμα καὶ εὔφθαρτά ἐστιν, ἡ δὲ πέρκη τούτοις προσεοικυῖα κατὰ τόπους ὀλίγῳ διαλλάττει. οἱ δὲ κωβιοὶ ἀναλογοῦσι τῇ πέρκῃ· ὧν οἱ μικροὶ καὶ οἱ λευκοὶ ἁπαλοί εἰσιν, ἄβρωμοι, εὔχυλοι, εὔπεπτοι· οἱ δὲ χλωροὶ (καλοῦνται δὲ καυλίναι) ξηροί εἰσι καὶ ἀλιπεῖς. αἱ δὲ χάνναι ἁπαλόσαρκοι, σκληρότεραι δὲ τῆς πέρκης. ὁ δὲ
v.2.p.278
σκάρος ἁπαλόσαρκος, ψαθυρός, γλυκύς, κοῦφος, εὔπεπτος, εὐανάδοτος, εὐκοίλιος. τούτων δὲ ὁ πρόσφατος ὕποπτος, ἐπειδὴ τοὺς θαλαττίους λαγὼς θηρεύοντες σιτοῦνται· διὸ καὶ τὰ ἐντὸς χολέρας ποιητικὰ ἔχει. ἡ δὲ καλουμένη κηρὶς ἁπαλόσαρκος, εὐκοίλιος, εὐστόμαχος· ὁ δὲ χυλὸς αὐτῆς παχύνει καὶ σμήχει. ὀρφὸς ἢ ὀρφὼς εὔχυλος, πολύχυλος, γλίσχρος, δύσφθαρτος, πολύτροφος, οὐρητικός· τὰ δὲ πρὸς τῇ κεφαλῇ αὐτοῦ γλίσχρα, εὔπεπτα, τὰ δὲ σαρκώδη δύσπεπτα, βαρύτερα· ἁπαλώτερον δὲ τὸ οὐραῖον· φλέγματος δ’ ἐστὶ δραστικὸς ὁ ἰχθὺς καὶ δύσπεπτος. αἱ δὲ σφύραιναι τῶν γόγγρων εἰσὶ τροφιμώτεραι. ἡ δὲ λιμναία ἔγχελυς τῆς θαλασσίας ἐστὶν εὐστομωτέρα καὶ πολυτροφωτέρα. τῷ δὲ μελανούρῳ ἀναλογεῖ ὁ χρύσοφρυς. σκορπίοι δὲ οἱ πελάγιοι καὶ κιρροὶ τροφιμώτεροι τῶν τεναγωδῶν τῶν ἐν τοῖς αἰγιαλοῖς τῶν μεγάλων.