Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐπεὶ δὲ Ῥοδιακῶν ἱστοριῶν ἐμνήσθημεν, ἰχθυολογήσων καὶ αὐτὸς ὑμῖν ἔρχομαι ἀπὸ τῆς καλῆς Ῥόδου, ἣν εὔιχθυν εἶναί φησιν ὁ ἥδιστος Λυγκεύς. Ἐργείας οὖν ὁ Ῥόδιος ἐν τοῖς περὶ τῆς πατρίδος προειπών τινα περὶ τῶν κατοικησάντων τὴν νῆσον Φοινίκων φησὶν (FHG IV 405) ὡς ‘οἱ περὶ Φάλανθον ἐν τῇ Ἰαλυσῷ πόλιν ἔχοντες ἰσχυροτάτην τὴν Ἀχαίαν καλουμένην καὶ ὕδατος ἐγκρατεῖς ὄντες χρόνον πολὺν ἀντεῖχον Ἰφίκλῳ πολιορκοῦντι. ἦν γὰρ αὐτοῖς καὶ θέσφατον ἐν χρησμῷ τινι λελεγμένον ἕξειν τὴν χώραν, ἕως κόρακες λευκοὶ γένωνται καὶ ἐν τοῖς κρατῆρσιν ἰχθύες φανῶσιν. ἐλπίζοντες οὖν τοῦτ’ οὐδέποτε ἔσεσθαι καὶ τὰ πρὸς τὸν πόλεμον ῥᾳθυμοτέρως εἶχον. ὁ δ’ Ἴφικλος πυθόμενος παρά τινος τὰ τῶν Φοινίκων λόγια καὶ ἐνεδρεύσας τοῦ Φαλάνθου πιστόν τινα πορευόμενον ἐφ’ ὕδωρ, ᾧ ὄνομα ἦν Λάρκας, καὶ πίστεις πρὸς αὐτὸν ποιησάμενος, θηρεύσας ἰχθύδια ἐκ τῆς κρήνης καὶ ἐμβαλὼν εἰς ὑδρεῖον ἔδωκε τῷ Λάρκᾳ καὶ ἐκέλευσε φέροντα τὸ ὕδωρ τοῦτο ἐγχέαι εἰς τὸν κρατῆρα ὅθεν τῷ Φαλάνθῳ ᾠνοχοεῖτο. καὶ ὃ μὲν ἐποίησε ταῦτα· ὁ δὲ Ἴφικλος κόρακας θηρεύσας καὶ ἀλείψας γύψῳ ἀφῆκεν. Φάλανθος δ’ ἰδὼν τοὺς κόρακας ἐπορεύετο καὶ ἐπὶ τὸν κρατῆρα· ὡς δὲ καὶ τοὺς ἰχθῦς εἶδεν, ὑπέλαβε

v.2.p.290
τὴν χώραν οὐκ ἔτι αὑτῶν εἶναι καὶ ἐπεκηρυκεύσατο πρὸς τὸν Ἴφικλον, ὑπόσπονδος ὑπεξελθεῖν ἀξιῶν μετὰ τῶν σὺν αὑτῷ. συγκαταθεμένου δὲ τοῦ Ἰφίκλου ἐπιτεχνᾶται ὁ Φάλανθος τοιόνδε τι· καταβαλὼν ἱερεῖα καὶ τὰς κοιλίας ἐκκαθάρας ἐν ταύταις ἐπειρᾶτο ἐξάγειν χρυσίον καὶ ἀργύριον· αἰσθόμενος δὲ ὁ Ἴφικλος διεκώλυε. προφέροντός τε τοῦ Φαλάνθου τὸν ὅρκον ὃν ὤμοσεν, ἐάσειν ἐξάγεσθαι ὅ τι κα τᾷ γαστρὶ αἴρωνται, ἀντισοφίζεται πλοῖα αὐτοῖς διδοὺς ἵνα ἀποκομισθῶσιν, παραλύσας τὰ πηδάλια καὶ τὰς κώπας καὶ τὰ ἱστία, ὀμόσαι φήσας πλοῖα παρέξειν, ἄλλο δὲ οὐδέν. ἐν ἀπορίᾳ δὲ οἱ Φοίνικες ἐχόμενοι πολλὰ μὲν τῶν χρημάτων κατώρυσσον ἐπισημαινόμενοι τοὺς τόπους, ἵν᾽ ὕστερόν ποτε ἀνέλωνται ἀφικόμενοι, πολλὰ δὲ τῷ Ἰφίκλῳ κατέλειπον. ἀπαλλαγέντων οὖν τούτῳ τῷ τρόπῳ ἐκ τῆς χώρας τῶν Φοινίκων κατέσχον τὰ πράγματα οἱ Ἕλληνες.’ τὰ δ’ αὐτὰ ἱστορήσας καὶ Πολύζηλος ἐν τοῖς Ῥοδιακοῖς (FHG IV 481) ‘τὰ περὶ τῶν ἰχθύων, φησί, καὶ τῶν κοράκων μόνοι ᾔδεσαν ὁ Φακᾶς καὶ ἡ θυγάτηρ αὐτοῦ Δορκία. αὕτη δ᾽ ἐρασθεῖσα τοῦ Ἰφίκλου καὶ συνθεμένη περὶ γάμου διὰ τῆς τροφοῦ ἔπεισε τὸν φέροντα τὸ ὕδωρ ἰχθῦς ἀγαγεῖν καὶ ἐμβαλεῖν εἰς τὸν κρατῆρα, καὶ αὐτὴ δὲ τοὺς κόρακας λευκάνασα ἀφῆκεν.’

Κρεώφυλος δ’ ἐν τοῖς Ἐφεσίων Ὥροις (FHG IV 371) ‘οἳ τὴν Ἔφεσον, φησί, κτίζοντες καὶ πολλὰ ταλαιπωρηθέντες ἀπορίᾳ τόπου τὸ τελευταῖον

v.2.p.291
πέμψαντες εἰς θεοῦ ἠρώτων ὅπου τὸ πόλισμα θῶνται. ὃ δ’ αὐτοῖς ἔχρησεν ἐνταῦθα οἰκίζειν πόλιν ᾗ ἂν ἰχθὺς δείξῃ καὶ ὗς ἄγριος ὑφηγήσηται. λέγεται οὖν ὅπου νῦν ἡ κρήνη ἐστὶν Ὑπέλαιος καλουμένη καὶ ὁ ἱερὸς λιμὴν ἁλιέας ἀριστοποιεῖσθαι, καὶ τῶν ἰχθύων τινὰ ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτόν, καὶ ἁφθῆναι ὑπ’ αὐτοῦ λόχμην, ἐν ᾗ ἔτυχε σῦς ἄγριος ὤν· ὃς ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς ἐπέδραμε τοῦ ὄρους ἐπὶ πολύ, ὁ δὴ καλεῖται Τρηχεῖα, καὶ πίπτει ἀκοντισθεὶς ὅπου νῦν ἐστιν ὁ τῆς Ἀθηνᾶς ναός. καὶ διαβάντες οἱ Ἐφέσιοι ἐκ τῆς νήσου, ἔτεα εἴκοσιν οἰκήσαντες, τὸ δεύτερον εἴκοσι κτίζουσι Τρηχεῖαν καὶ τὰ ἐπὶ Κορησσόν, καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ τῇ ἀγορῇ ἱδρύσαντο Ἀπόλλωνός τε τοῦ Πυθίου ἐπὶ τῷ λιμένι.’

τοιούτων οὖν ἔτι πολλῶν λεγομένων τότε ἐξάκουστος ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν αὐλῶν τε βόμβος καὶ κυμβάλων ἦχος ἔτι τε τυμπάνων κτύπος μετὰ ᾠδῆς ἅμα γινόμενος. ἔτυχεν δὲ οὖσα ἑορτὴ τὰ Παρίλια μὲν πάλαι καλουμένη, νῦν δὲ Ῥωμαῖα, τῇ τῆς πόλεως Τύχῃ ναοῦ καθιδρυμένου ὑπὸ τοῦ πάντα ἀρίστου καὶ μουσικωτάτου βασιλέως Ἀδριανοῦ· ἐκείνην τὴν ἡμέραν κατ᾽ ἐνιαυτὸν ἐπίσημον ἄγουσι πάντες οἱ τὴν Ῥώμην κατοικοῦντες καὶ οἱ ἐνεπιδημοῦντες τῇ πόλει. ὁ οὖν Οὐλπιανὸς ‘ἄνδρες, ἔφη, τί τοῦτο;

  1. εἰλάπιν’ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ’ ἐστίν
  2. (Od. 1.226).’
    v.2.p.292
καί τινος εἰπόντος ὅτι βαλλίζουσιν οἱ κατὰ τὴν πόλιν ἅπαντες τῇ θεῷ, ‘ὦ λῷστε’, ὁ Οὐλπιανὸς γελάσας ἔφη, ‘καὶ τίς Ἑλλήνων τοῦτο βαλλισμὸν ἐκάλεσεν, δέον εἰρηκέναι κωμάζουσιν ἢ χορεύουσιν ἤ τι ἄλλο τῶν εἰρημένων. σὺ δὲ ἡμῖν ἐκ τῆς Συβούρας ὄνομα πριάμενος
  1. ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ (Aristias p. 563 N).’
καὶ ὁ Μυρτίλος ἔφη· ‘ἀλλὰ μὴν καὶ Ἑλληνικώτερον ἀποδείξω σοι τὸ ὄνομα, ὦ φίλε Ἐπιτίμαιε. πάντας γὰρ ἐπιστομίζειν πειρώμενος οὐδενὸς μὲν ἀμαθίαν κατέγνως, ‘σαυτὸν δ’ ἀποφαίνεις κενότερον λεβηρίδος’. Ἐπίχαρμος, ὦ θαυμασιώτατε, ἐν τοῖς Θεαροῖς μέμνηται τοῦ βαλλισμοῦ, καὶ οὐ μακράν ἐστι τῆς Σικελίας ἡ Ἰταλία. ἐν οὖν τῷ δράματι οἱ θεωροὶ καθορῶντες τὰ ἐν Πυθοῖ ἀναθήματα καὶ περὶ ἑκάστου λέγοντές φασι καὶ τάδε (p. 242 L)·
  1. λέβητες χάλκιοι,
  2. κρατῆρες, ὀδελοί. τοῖς γα μὰν ὑπωδέλοις
  3. και λωτε βαλλιζόντες σιοσσον χρῆμα εἴη.
καὶ Σώφρων δ’ ἐν τῇ ἐπιγραφομένῃ Νυμφοπόνῳ φησίν (fr. 27 Bo)· ‘κἤπειτα λαβὼν προῆχε, τοὶ δ᾽ ἐβάλλιζον.’ καὶ πάλιν (fr. 28)· ‘βαλλίζοντες τὸν θάλαμον σκατὸς ἐνέπλησαν.’ ἀλλὰ μὴν καὶ Ἄλεξις ἐν Κουρίδι φησί (II 333 K)·
  1. καὶ γὰρ ἐπὶ κῶμον .... ἀνθρώπων ὁρῶ
  2. πλῆθος προσιὸν ὡς τῶν καλῶν τε κἀγαθῶν
  3. ἐνθάδε συνόντων. μὴ γένοιτό μοι μόνῳ
    v.2.p.293
  4. νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν
  5. ὑμῖν περὶ τὸν βαλλισμόν· οὐ γὰρ ἄν ποτε
  6. θοἰμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά.
οἶδα δὲ καὶ ἀλλαχόθι τοὔνομα καὶ ἀναπεμπασάμενος ἐξοίσω.

σὺ δὲ ἡμῖν δίκαιος εἶ λέγειν, ὁ καὶ τῶν Ὁμηρικῶν μεμνημένος τούτων· Od. 1.225

  1. τίς δαίς, τίς δὲ ὅμιλος ὅδ’ ἔπλετο; τίπτε δέ σε
  2. χρεών;
  3. εἰλάπιν’ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ᾽ ἐστίν,
τίνι διαφέρει ἀλλήλων. ἐπεὶ δὲ σιγᾷς, ἐγὼ ἐρῶ. κατὰ γὰρ τὸν Συρακόσιον ποιητὴν (Epich. p. 262 L)·
  1. τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω.
τὰς θυσίας καὶ τὰς λαμπροτέρας παρασκευὰς ἐκάλουν οἱ παλαιοὶ εἰλαπίνας καὶ τοὺς τούτων μετέχοντας εἰλαπιναστάς. ἔρανοι δέ εἰσιν αἱ ἀπὸ τῶν συμβαλλομένων συναγωγαί, ἀπὸ τοῦ συνερᾶν καὶ συμφέρειν ἕκαστον. καλεῖται δ’ ὁ αὐτὸς καὶ ἔρανος καὶ θίασος καὶ οἱ συνιόντες ἐρανισταὶ καὶ θιασῶται. καλεῖται δὲ καὶ ὁ τῷ Διονύσῳ παρεπόμενος ὄχλος θίασος, ὡς Εὐριπίδης φησίν (Bacch. 680)·
  1. ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν.
τοὺς μὲν οὖν θιάσους ἀπὸ τοῦ θεοῦ προσηγόρευον· καὶ γὰρ αὐτοὺς τοὺς θεοὺς οἱ Λάκωνες σιούς φασι. τὰς δ᾽ εἰλαπίνας ἀπὸ τῆς ἐν αὐταῖς παρασκευῆς γινομένης καὶ δαπάνης. λαφύττειν γὰρ καὶ λαπάζειν τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν, ὅθεν καὶ ἐπὶ τοῦ πορθεῖν τὸ ἀλαπάζειν οἱ ποιηταὶ τάττουσι, καὶ τὰ διαρπαζόμενα κατὰ τὴν λάφυξιν λάφυρα. τὰς δὲ τοιαύτας εὐωχίας
v.2.p.294
Αἰσχύλος καὶ Εὐριπίδης (Med. 193) εἰλαπίνας ἀπὸ τοῦ λελαπάχθαι. λάπτειν δὲ τὸ τὴν τροφὴν ἐκπέττειν καὶ κενούμενον λαγαρὸν γίγνεσθαι· ὅθεν ἀπὸ μὲν τοῦ λαγαροῦ ἡ λαγών, ὥσπερ καὶ λάγανον, ἀπὸ δὲ τοῦ λαπάττειν λαπάρα. λαφύττειν δέ ἐστι τὸ δαψιλῶς καὶ ἐπὶ πολὺ λαπάττειν καὶ ἐκκενοῦν. τὸ δὲ δαπανᾶν ἀπὸ τοῦ δάπτειν λέγεται· καὶ τοῦτο δὲ τοῦ δαψιλοῦς ἔχεται. διόπερ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων τὸ δάψαι καὶ δαρδάψαι. Ὅμηρος· Od. 3.259
  1. ἀλλ’ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν.
τὰς δ’ εὐωχίας ἐκάλουν οὐκ ἀπὸ τῆς ὀχῆς, ἥ ἐστι τροφή, ἀλλ’ ἀπὸ τοῦ κατὰ ταῦτα εὖ ἔχειν. εἰς ἃς δὴ συνιόντες οἱ τὸ θεῖον τιμῶντες καὶ εἰς εὐφροσύνην καὶ ἄνεσιν αὑτοὺς μεθιέντες τὸ μὲν ποτὸν μέθυ, τὸν δὲ τοῦτο δωρησάμενον θεὸν Μεθυμναῖον καὶ Λυαῖον καὶ Εὔιον καὶ Ἰήιον προσηγόρευον, ὥσπερ καὶ τὸν μὴ σκυθρωπὸν καὶ σύννουν ἱλαρόν. διὸ καὶ τὸ δαιμόνιον ἵλεων ἠξίουν γίνεσθαι ἐπιφωνοῦντες ἰή ἰή. ὅθεν καὶ τὸν τόπον ἐν ᾧ τοῦτο ἔπραττον ἱερὸν ὠνόμαζον. ὅτι δὲ τὸν αὐτὸν ἵλεων καὶ ἱλαρὸν ἔλεγον δηλοῖ Ἔφιππος ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἐμπολή· περὶ ἑταίρας δέ τινος λέγει (II 254 K)·
  1. ἔπειτά γ’ εἰσιόντ᾽, ἐὰν λυπούμενος
  2. τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως·
  3. ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
  4. ὥσπερ πολέμιος, ἀλλὰ τοῖσιν στρουθίοις
  5. χανοῦσ’ ὁμοίως· ἥ σε, παρεμυθήσατο
    v.2.p.295
  6. ἐποίησέ θ’ ἱλαρὸν εὐθέως τ᾽ ἀφεῖλε πᾶν
  7. αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.

οἱ δ’ ἀρχαῖοι καὶ τοὺς θεοὺς ἀνθρωποειδεῖς ὑποστησάμενοι καὶ τὰ περὶ τὰς ἑορτὰς διέταξαν. ὁρῶντες γὰρ ὡς τῆς μὲν ἐπὶ τὰς ἀπολαύσεις ὁρμῆς οὐχ οἷόν τε τοὺς ἀνθρώπους ἀποστῆσαι, χρήσιμον δὲ καὶ συμφέρον τοῖς τοιούτοις εὐτάκτως καὶ κοσμίως ἐθίζειν χρῆσθαι, χρόνον ἀφορίσαντες καὶ τοῖς θεοῖς προθύσαντες οὕτω μεθῆκαν αὑτοὺς εἰς ἄνεσιν, ἵν’ ἕκαστος ἡγούμενος ἥκειν τοὺς θεοὺς ἐπὶ τὰς ἀπαρχὰς καὶ τὰς σπονδὰς μετὰ αἰδοῦς τὴν συνουσίαν ποιῆται. Ὅμηρος γοῦν φησιν· Od. 3.435

  1. ἦλθε δ’ Ἀθήνη
  2. ἱρῶν ἀντήσουσα.
καὶ ὁ Ποσειδῶν Od. 1.22. 25
  1. Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας,
  2. ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
καὶ ὁ Ζεὺς Il. 1.424
  1. χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο.
κἂν ἄνθρωπος δέ που παρῇ πρεσβύτερος καὶ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται λέγειν τι τῶν ἀσχημόνων ἢ καὶ πράττειν, ὡς καὶ Ἐπίχαρμός που φησιν (p. 260 L)
  1. ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρέωντι κάρρονες.
ὑπολαμβάνοντες οὖν τοὺς θεοὺς πλησίον αὑτῶν εἶναι τὰς ἑορτὰς κοσμίως καὶ σωφρόνως διῆγον. ὅθεν οὔτε κατακλίνεσθαι παρὰ τοῖς ἀρχαίοις ἔθος, ἀλλὰ
δαίνυνθ’ ἑζόμενοι
Od. 3.471, οὔτ’ εἰς μέθην πίνειν, ἀλλ’
ἐπεὶ ἔσπεισάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός, ἔβαν οἶκόνδε ἕκαστος
Od. 3.395.

οἱ δὲ νῦν προσποιούμενοι θεοῖς

v.2.p.296
θύειν καὶ συγκαλοῦντες ἐπὶ τὴν θυσίαν τοὺς φίλους καὶ τοὺς οἰκειοτάτους καταρῶνται μὲν τοῖς τέκνοις, λοιδοροῦνται δὲ ταῖς γυναιξί, κλαυθμυρίζουσιν τοὺς οἰκέτας, ἀπειλοῦσι τοῖς πολλοῖς, μονονουχὶ τὸ τοῦ Ὁμήρου λέγοντες (B 381)·
  1. νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα,
ἐπὶ νοῦν λαμβάνοντες τὰ εἰρημένα ὑπὸ τοῦ τὸν Χείρωνα πεποιηκότος, εἴτε Φερεκράτης ἐστὶν εἴτε Νικόμαχος ὁ ῥυθμικὸς ἢ ὅστις δή ποτε (I 193 K)·
  1. μηδὲ σύ γ’ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν
  2. ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει·
  3. ἀλλὰ μάλ’ εὔκηλος τέρπου φρένα τέρπε τ’ ἐκεῖνον.
νῦν δὲ τούτων μὲν οὐδ’ ὅλως μέμνηνται, τὰ δὲ ἑξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων μεγάλων Ἠοίων καὶ μεγάλων Ἔργων πεπαρῴδηται·
  1. ἡμῶν δ’ ἤν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον,
  2. ἀχθόμεθ’ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα
  3. χὤττι τάχιστα θύραζ’ ἐξελθεῖν βουλόμεθ’ αὐτόν.
  4. εἶτα γνούς πως τοῦθ’ ὑποδεῖται, κᾆτά τις εἶπε
  5. τῶν ξυμπινόντων ‘ἤδη σύ; τί οὐχ ὑποπίνεις;
  6. οὐχ ὑπολύσεις αὐτόν;’ ὃ δ’ ἄχθεται αὐτὸς ὁ θύων
  7. τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ’ ἐλεγεῖα (Theogn. 467)·
  8. ‘μηδένα μήτ’ ἀέκοντα μένειν κατέρυκε παρ’ ἡμῖν
  9. μήθ’ εὕδοντ’ ἐπέγειρε, Σιμωνίδη’. οὐ γὰρ ἐπ᾽
  10. οἴνοις
    v.2.p.297
  11. τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα;
ἔτι δὲ καὶ ταῦτα προστίθεμεν (Hes. op. 722)·
  1. μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι
  2. ἐκ κοινοῦ· πλείστη τε χάρις δαπάνη τ’ ὀλιγίστη.

καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ ὁ καλὸς Μένανδρος ἐν τῇ Μέθῃ παρίστησιν (IV 161 M)·

  1. εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν·
  2. ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
  3. δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
  4. αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
  5. Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι
  6. μικροῦ ταλάντου· γίνεται τὸ κατὰ λόγον
  7. δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
  8. ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,
  9. τούτων δὲ πρὸς ταῦτ’ ἀντανελεῖν τὴν ζημίαν.
  10. πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
  11. ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν
  12. ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
  13. εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
  14. ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.

ὀνομάζουσι δ’ οἱ ἀρχαῖοι καὶ ἐπιδόσιμά τινα δεῖπνα, ἅπερ Ἀλεξανδρεῖς λέγουσιν ἐξ ἐπιδομάτων. Ἄλεξις γοῦν ἐν Τῇ εἰς τὸ φρέαρ φησί (II 319 K)·

  1. νυνί τέ με
  2. ὁ δεσπότης προὔπεμψεν οἴνου κεράμιον
    v.2.p.298
  3. τῶν ἔνδοθεν κομιοῦντ᾽. Β. ἐκεῖθεν; μανθάνω·
  4. ἐπιδόσιμον παρὰ τἄλλα τοῦτ’ ἔσται. Α. φιλῶ
  5. αἰσθητικὴν γραῦν.
καὶ Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ (IV 567 M)·
  1. Λάχης, ἐγὼ δὲ πρὸς σέ. πρόαγε. Β. ποῖ;
  2. Α. ὅποι μ’ ἐρωτᾶς; ὡς Φιλουμένην, παρ’ ᾗ
  3. τἀπιδόσιμ’ ἡμῖν ἐστιν· ἧς ἐχθὲς πιεῖν
  4. κυάθους ἀκράτου μ’ ἐβιάσω σὺ δώδεκα.
οἴδασι δὲ οἱ ἀρχαῖοι καὶ τὰ νῦν καλούμενα ἀπὸ σπυρίδος δεῖπνα. ἐμφανίζει δὲ Φερεκράτης περὶ τούτων ἐν Ἐπιλήσμονι ἢ Θαλάττῃ οὕτως (I 159 K)·
  1. συσκευασάμενος δεῖπνον ἐς τὸ σπυρίδιον
  2. ἐβάδιζεν ὡς πρὸς ωφελην.
τοῦτο δὲ σαφῶς δηλοῖ τὸ ἀπὸ σπυρίδος δεῖπνον, ὅταν τις αὐτὸς αὑτῷ σκευάσας δεῖπνον καὶ συνθεὶς εἰς σπυρίδα παρά τινα δειπνήσων ἴῃ. σύνδειπνον εἴρηκεν ἐπὶ συμποσίου Λυσίας ἐν τῷ κατὰ Μικίνου φόνου (fr. 174 Tur). φησὶν γάρ· ‘ἐκεῖνον ἐπὶ τὸ σύνδειπνον κεκλημένον.’ καὶ Πλάτων δ’ ἔφη (symp. p. 172b?) ‘τοῖς τὸ σύνδειπνον ποιησαμένοις.’ καὶ Ἀριστοφάνης Γηρυτάδῃ (I 429 K)·
  1. ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον.
διόπερ τινὲς καὶ τὸ Σοφοκλέους δρᾶμα κατὰ τὸ οὐδέτερον ἐπιγράφειν ἀξιοῦσιν Σύνδειπνον. καλοῦσι δέ τινα καὶ συναγώγιμα δεῖπνα, ὡς Ἄλεξις ἐν Φιλοκάλῳ ἢ Νύμφαις (II 389 K)·
  1. κατάκεισο κἀκείνας κάλει.
    v.2.p.299
  2. συναγώγιμον ποιῶμεν. ἀλλ’ εὖ οἶδ’ ὅτι
  3. κυμινοπρίστης ὁ τρόπος ἐστί σου πάλαι.
καὶ Ἔφιππος ἐν Γηρυόνῃ (II 252 K)·
  1. καὶ συναγώγιμον
  2. συμπόσιον ἐπιπληροῦσιν.
ἔλεγον δὲ συνάγειν καὶ τὸ μετ’ ἀλλήλων πίνειν καὶ συναγώγιον τὸ συμπόσιον. Μένανδρος Ἐμπιμπραμένῃ (IV 115 M)·
  1. καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας.
εἶθ’ ἑξῆς ἔφη·
  1. ἐπλήρωσέν τε τὸ συναγώγιον.
μήποτε δὲ τοῦτ’ ἐστὶ τὸ ἀπὸ συμβολῶν καλούμενον. τίνες δ’ εἰσὶν αἱ συμβολαὶ αὐτὸς Ἄλεξις ἐν Μανδραγοριζομένῃ σημαίνει διὰ τούτων (II 349 K)·
  1. ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα.
  2. Β. πῶς συμβολάς; Α. τὰς ταινίας οἱ Χαλκιδεῖς
  3. καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ.
Ἀργεῖοι δ᾽, ὡς ἐν τοῖς ὑπομνήμασί φησιν Ἡγήσανδρος· γράφει δ’ οὕτως (FHG IV 419)· ‘τὴν συμβολὴν τὴν εἰς τὰ συμπόσια ὑπὸ τῶν πινόντων εἰσφερομένην Ἀργεῖοι χῶν καλοῦσι, τὴν δὲ μερίδα αἶσαν.’

οὐκ ἀνάρμοστον δὲ καὶ τούτου τοῦ συγγράμματος τέλος εἰληφότος, ἑταῖρε Τιμόκρατες, αὐτοῦ καταπαύσω τὸν λόγον, μὴ καὶ ἡμᾶς τις οἰηθῇ κατὰ τὸν Ἐμπεδοκλέα ἰχθῦς ποτε γεγονέναι. φησὶ γὰρ ὁ φυσικός (v. 383 St)·

  1. ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε,
  2. ἀμνός τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς.
    v.2.p.300