Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐστὶν δ’ ὁ σκινδαψὸς τετράχορδον ὄργανον, ὡς ὁ παρῳδός φησι Μάτρων ἐν τούτοις·

  1. οὐδ’ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο
  2. σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός.
μνημονεύει αὐτοῦ καὶ Θεόπομπος ὁ Κολοφώνιος ἐποποιὸς ἐν τῷ ἐπιγραφομένῳ Ἁρματίῳ·
  1. σκινδαψὸν λυρόεντα μέγαν χείρεσσι τινάσσων,
  2. οἰσύινον προμάλοιο τετυγμένον αἰζήεντος·
καὶ Ἀναξίλας ἐν Λυροποιῷ (II 267 K)·
  1. ἐγὼ δὲ βαρβίτους τριχόρδους, πηκτίδας,
  2. κιθάρας, λύρας, σκινδαψοὺς ἐξηρτυόμαν.
Σώπατρος δ’ ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ Μυστάκου θητίῳ δίχορδον εἶναί φησι τὴν πηκτίδα λέγων οὕτως·
  1. πηκτὶς δὲ Μούσῃ γαυριῶσα βαρβάρῳ
  2. δίχορδος εἰς σὴν χεῖρά πως κατεστάθη.
τῶν δὲ παριαμβίδων Ἐπίχαρμος ἐν Περιάλλῳ μνημονεύει οὕτως (p. 249 L)·
  1. Σεμέλα δὲ χορεύει·
    v.1.p.400
  2. καὶ ὑπᾴδει σφιν σοφὸς κιθάρᾳ παριαμβίδας· ἃ δὲ
  3. γεγάθει
  4. πυκινῶν κρεγμῶν ἀκροαζομένα.
τὸ δὲ ψαλτήριον, ὥς φησιν Ἰόβας, Ἀλέξανδρος ὁ Κυθήριος συνεπλήρωσε χορδαῖς καὶ ἐγγηράσας τῇ Ἐφεσίων πόλει ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὕρημα ἀνέθηκε ἐν Ἀρτέμιδος. μνημονεύει δ’ ὁ Ἰόβας καὶ τοῦ λυροφοίνικος καὶ τοῦ ἐπιγονείου, ὃ νῦν εἰς ψαλτήριον ὄρθιον μετασχηματισθὲν διασῴζει τὴν τοῦ χρησαμένου προσηγορίαν. ἦν δ’ ὁ Ἐπίγονος φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος· μουσικώτατος δ’ ὢν κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλεν. πάντων οὖν τούτων τῶν προειρημένων ὀργάνων καὶ αὐλῶν ἐμπείρως ἔχουσι καὶ τεχνικῶς Ἀλεξανδρεῖς, καὶ ἐν οἷς ἄν μου θέλῃς ἀποπειραθῆναι ἐπιδείξομαί σοι ἐγὼ αὐτός, πολλῶν ἄλλων μουσικωτέρων μου ἐν τῇ πατρίδι ὑπαρχόντων.

Ἀλέξανδρος δὲ ὁ πολίτης μου (οὗτος δ’ οὐ πρὸ πολλοῦ τετελεύτηκε) δημοσίᾳ ἐπιδειξάμενος ἐν τῷ τριγώνῳ ἐπικαλουμένῳ ὀργάνῳ οὕτως ἐποίησε πάντας Ῥωμαίους μουσομανεῖν ὡς τοὺς πολλοὺς καὶ ἀπομνημονεύειν αὐτοῦ τὰ κρούσματα. μνημονεύει δὲ τοῦ τριγώνου τούτου καὶ Σοφοκλῆς ἐν μὲν Μυσοῖς οὕτως (fr. 375 N)·

  1. πολὺς δὲ Φρὺξ τρίγωνος ἀντίσπαστά τε
  2. Λυδῆς ἐφυμνεῖ πηκτίδος συγχορδίᾳ,
καὶ ἐν Θαμύρᾳ (fr. 219). Ἀριστοφάνης δ’ ἐν Δαιταλεῦσι (I 454 K) καὶ Θεόπομπος ἐν Πηνελόπῃ (ib. 746), Εὔπολις δ’ ἐν Βάπταις φησίν (ib. 276)·
v.1.p.401
  1. ὃς καλῶς μὲν τυμπανίζει
  2. καὶ διαψάλλει τριγώνοις.
τοῦ δὲ καλουμένου πανδούρου Εὐφορίων μέν, ὡς προείρηται (p. 182 e), καὶ Πρωταγορίδης ἐν βʹ περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων. Πυθαγόρας δὲ ὁ γεγραφὼς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης τοὺς Τρωγλοδύτας φησὶ κατασκευάζειν τὴν πανδούραν ἐκ τῆς ἐν τῇ θαλάσσῃ φυομένης δάφνης. Τυρρηνῶν δ’ ἐστὶν εὕρημα κέρατά τε καὶ σάλπιγγες. Μητρόδωρος δ’ ὁ Χῖος ἐν Τρωικοῖς (FHG III 205) σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλὸν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δ’ ὁ ἐποποιὸς ἐν τῷ περὶ μελοποιῶν (fr. 33 M) τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, τινὰς δ’ ἱστορεῖν Σεύθην καὶ Ῥωνάκην τοὺς Μαιδούς, τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.

ταῦτα ἔχεις παρ’ ἡμῶν τῶν Ἀλεξανδρέων, Οὐλπιανὲ ὀνοματοθήρα, τῶν περὶ τοὺς μοναύλους ἐσπουδακότων. οὐ γὰρ οἶδας ἱστοροῦντα Μενεκλέα τὸν Βαρκαῖον συγγραφέα (FHG IV 451) ἔτι τε Ἄνδρωνα ἐν τοῖς Χρονικοῖς (FHG II 352) τὸν Ἀλεξανδρέα, ὅτι Ἀλεξανδρεῖς εἰσιν οἱ παιδεύσαντες πάντας τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους, ἐκλειπούσης ἤδη τῆς ἐγκυκλίου παιδείας διὰ τὰς γενομένας συνεχεῖς κινήσεις ἐν τοῖς κατὰ τοὺς Ἀλεξάνδρου διαδόχους χρόνοις. ἐγένετο οὖν ἀνανέωσις πάλιν παιδείας ἁπάσης κατὰ τὸν ἕβδομον βασιλεύσαντα Αἰγύπτου Πτολεμαῖον, τὸν κυρίως ὑπὸ τῶν Ἀλεξανδρέων καλούμενον

v.1.p.402
Κακεργέτην. οὗτος γὰρ πολλοὺς τῶν Ἀλεξανδρέων ἀποσφάξας, οὐκ ὀλίγους δὲ καὶ φυγαδεύσας τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ ἐφηβησάντων ἐποίησε πλήρεις τάς τε νήσους καὶ πόλεις ἀνδρῶν γραμματικῶν, φιλοσόφων, γεωμετρῶν, μουσικῶν, ζωγράφων, παιδοτριβῶν τε καὶ ἰατρῶν καὶ ἄλλων πολλῶν τεχνιτῶν· οἳ διὰ τὸ πένεσθαι διδάσκοντες ἃ ἠπίσταντο πολλοὺς κατεσκεύασαν ἄνδρας ἐλλογίμους.

ἔμελεν δὲ τοῖς πάλαι πᾶσιν Ἕλλησι μουσικῆς· διόπερ καὶ ἡ αὐλητικὴ περισπούδαστος ἦν. Χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ἐπιγραφομένῳ Προτρεπτικῷ Λακεδαιμονίους φησὶ καὶ Θηβαίους πάντας αὐλεῖν μανθάνειν Ἡρακλεώτας τε τοὺς ἐν τῷ Πόντῳ καθ’ ἑαυτὸν ἔτι Ἀθηναίων τε τοὺς ἐπιφανεστάτους, Καλλίαν τε τὸν Ἱππονίκου καὶ Κριτίαν τὸν Καλλαίσχρου. Δοῦρις δ’ ἐν τῷ περὶ Εὐριπίδου καὶ Σοφοκλέους Ἀλκιβιάδην φησὶ μαθεῖν τὴν αὐλητικὴν οὐ παρὰ τοῦ τυχόντος, ἀλλὰ Προνόμου τοῦ μεγίστην ἐσχηκότος δόξαν. Ἀριστόξενος δὲ καὶ Ἐπαμινώνδαν τὸν Θηβαῖον αὐλεῖν μαθεῖν παρὰ Ὀλυμπιοδώρῳ καὶ Ὀρθαγόρᾳ. καὶ τῶν Πυθαγορικῶν δὲ πολλοὶ τὴν αὐλητικὴν ἤσκησαν, ὡς Εὐφράνωρ τε καὶ Ἀρχύτας Φιλόλαός τε ἄλλοι τε οὐκ ὀλίγοι. ὁ δ’ Εὐφράνωρ καὶ σύγγραμμα περὶ αὐλῶν κατέλιπεν· ὁμοίως δὲ καὶ ὁ Ἀρχύτας. ἐμφανίζει δὲ καὶ ὁ Ἀριστοφάνης ἐν τοῖς Δαιταλεῦσι τὴν περὶ τὸ πρᾶγμα τοῦτο σπουδὴν ὅταν λέγῃ (I 448 K)·

  1. ὅστις δ’ αὐτὴν αὐλοῖς καὶ λύραισι κατατέτριμμαι
  2. χρώμενος,
  3. εἶτά με σκάπτειν κελεύεις;
    v.1.p.403
Φρύνιχος Ἐφιάλτῃ (ib. 370)·
  1. οὐ τουτονὶ μέντοι σὺ κιθαρίζειν ποτὲ
  2. αὐλεῖν τ’ ἐδίδαξας;
καὶ τὴν Ἀθηνᾶν δέ φησιν Ἐπίχαρμος ἐν Μούσαις (p. 238 L) ἐπαυλῆσαι τοῖς Διοσκόροις τὸν ἐνόπλιον. Ἴων δ’ ἐν Φοίνικι ἢ Καινεῖ (p. 573 N) ἀλέκτορα τὸν αὐλὸν καλεῖ ἐν τούτοις·
  1. ἐπὶ δ’ αὐλὸς ἀλέκτωρ Λύδιον ὕμνον ἀχέων.
ἐν δὲ Φρουροῖς τὸν ἀλεκτρυόνα Ἰδαῖον εἴρηκε σύριγγα διὰ τούτων (fr. 45)·
  1. ῥοθεῖ δέ τοι σῦριγξ Ἰδαῖος ἀλέκτωρ.
ἐν δὲ τῷ βʹ Φοίνικι ὁ αὐτὸς Ἴων φησίν (fr. 42)·
  1. ἔκτυπον ἄγων βαρὺν αὐλὸν τρέχοντι ῥυθμῷ,
οὕτω λέγων τῷ Φρυγίῳ· βαρὺς γὰρ οὗτος· παρ’ ὃ καὶ τὸ κέρας αὐτῷ προσάπτουσιν ἀναλογοῦν τῷ τῶν σαλπίγγων κώδωνι.’ —
  1. ἐπὶ τούτοις τέλος ἐχέτω καὶ ἥδε ἡ βίβλος, ἑταῖρε
Τιμόκρατες, ἱκανὸν εἰληφυῖα μῆκος.

ἀλλ’ ἐπεὶ πολὺς οὕτως λόγος συμποσίων πέρι διήντληται, ὦ Τιμόκρατες, ἐν τοῖς πρὸ τούτων, παρελίπομεν δὲ αὐτῶν τὰ χρησιμώτατα καὶ οὐ βαροῦντα τὴν ψυχήν, ὠφελοῦντα δὲ καὶ τρέφοντα κατὰ πανδαισίαν, ἅπερ ὁ θεῖος Ὅμηρος παρεισήγαγε, μνημονεύσω

v.1.p.404
καὶ τὰ περὶ τούτων λεχθέντα ὑπὸ τοῦ πάντα ἀρίστου Μασουρίου. ἡμεῖς γὰρ κατὰ τὸν καλὸν Ἀγάθωνα (fr. 11 N)
  1. τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα,
  2. τὸ δ’ ἔργον ὡς πάρεργον ἐκπονούμεθα.
φησὶ δ’ οὖν ὁ ποιητὴς περὶ τοῦ Μενελάου τὸν λόγον ποιούμενος· Od. 4.3
  1. τὸν δ’ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
  2. υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ,
ὡς νενόμισται ἄγειν συμπόσια περὶ τοὺς γάμους τῶν τε γαμηλίων θεῶν ἕνεκα καὶ τῆς οἱονεὶ μαρτυρίας. τὸ δὲ πρὸς τοὺς ξένους συμπόσιον ὁ τῆς Λυκίας βασιλεὺς διδάσκει οἷον εἶναι δεῖ, τὸν Βελλεροφόντην μεγαλοπρεπῶς δεξάμενος· Il. 6.174
  1. ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσε.

δοκεῖ γὰρ ἔχειν πρὸς φιλίαν τι ὁ οἶνος ἑλκυστικόν, παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. διόπερ οὐδὲ πρότερον ἠρώτων οἵτινες εἶεν ἀλλ’ ὕστερον, ὡς τὴν ξενίαν αὐτὴν τιμῶντες, ἀλλ’ οὐ τοὺς ἐν μέρει καὶ καθ’ ἕκαστον ἡμῶν. τῶν δὲ νῦν δείπνων προνοοῦντες οἱ νομοθέται τά τε φυλετικὰ δεῖπνα καὶ τὰ δημοτικὰ προσέταξαν, ἔτι δὲ τοὺς θιάσους καὶ τὰ φρατρικὰ καὶ πάλιν τὰ ὀργεωνικὰ λεγόμενα. πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι τῶν μὲν Διογενιστῶν, τῶν δὲ Ἀντιπατριστῶν λεγομένων, τῶν δὲ Παναιτιαστῶν. κατέλιπε δὲ καὶ Θεόφραστος εἰς τὴν τοιαύτην σύνοδον χρήματα, μὰ Δί’ οὐχ ἵνα ἀκολασταίνωσι

v.1.p.405
συνιόντες, ἀλλ’ ἵνα τὰ κατὰ τὸν τοῦ συμποσίου νόμον σωφρόνως καὶ πεπαιδευμένως διεξάγωσι. συνεδείπνουν δ’ ὁσημέραι οἱ περὶ πρύτανιν σώφρονα καὶ σωτήρια τῶν πόλεων σύνδειπνα. πρὸς γοῦν τοιοῦτο συμπόσιόν φησιν ὁ Δημοσθένης ἀνενηνέχθαι τὴν Ἐλατείας κατάληψιν (18, 169)· ‘ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δὲ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται.’ καὶ τοῖς φιλοσόφοις δὲ ἐπιμελὲς ἦν συνάγουσι τοὺς νέους μετ’ αὐτῶν πρός τινα τεταγμένον νόμον εὐωχεῖσθαι. τοῦ γοῦν Ξενοκράτους ἐν Ἀκαδημείᾳ καὶ πάλιν Ἀριστοτέλους (fr. 167 R) συμποτικοί τινες ἦσαν νόμοι. τὰ δ’ ἐν Σπάρτῃ φιδίτια καὶ τὰ παρὰ τοῖς Κρησὶν ἀνδρεῖα μετὰ πάσης ἐπιμελείας αἱ πόλεις συνῆγον. διὸ καί τις οὐ κακῶς ἔφη (P. L. II 73 B)·
  1. οὐ χρὴ συμποσίοιο φίλους ἀπέχεσθαι ἑταίρους
  2. δηρόν· ἀνάμνησις δὲ πέλει χαριεστάτη αὕτη.
Ἀντίπατρος δ’ ὁ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσιν. Ἀρκεσίλαον δέ φησιν εἰς συμπόσιον παρακληθέντα καὶ συγκατακλιθέντα ἑνὶ τῶν βορῶς ἐσθιόντων, αὐτὸν δὲ μηδενὸς ἀπολαῦσαι δυνάμενον, ἐπεί τις αὐτῷ τῶν παρόντων ἐξέτεινεν, φάναι (Eur. fr. 702)·
  1. εὖ σοι γένοιτο, Τηλέφῳ δ’ ἁγὼ νοῶ·
ἔτυχε δ’ ὁ κατοψοφαγῶν Τήλεφος καλούμενος. ὁ δὲ Ζήνων ἐπεί τις τῶν παρόντων ὀψοφάγων ἀπέσυρεν ἅμα τῷ παρατεθῆναι τὸ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρεν ἐπιλέγων (Eur. Bacch. 1129)·
v.1.p.406
  1. Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξειργάζετο.
Σωκράτης δ’ ἰδών τινα ἀμέτρως τῇ ἐποψήσει χρώμενον ‘ὦ παρόντες, ἔφη, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ χρῆται, τῷ δ᾽ ὄψῳ ὡς ἄρτῳ.’

ἡμεῖς δὲ νῦν περὶ τῶν Ὁμηρικῶν συμποσίων λέξομεν. ἀφορίζει γὰρ αὐτῶν ὁ ποιητὴς χρόνους, πρόσωπα, αἰτίας. τοῦτο δὲ ὀρθῶς ἀπεμάξατο ὁ Ξενοφῶν καὶ Πλάτων, οἳ κατ’ ἀρχὰς τῶν ξυγγραμμάτων ἐκτίθενται τὴν αἰτίαν τοῦ συμποσίου καὶ τίνες οἱ παρόντες. Ἐπίκουρος δὲ οὐ τόπον, οὐ χρόνον ἀφορίζει, οὐ προλέγει οὐδέν. δεῖ οὖν μαντεύσασθαι πῶς ποτ’ ἄνθρωπος ἐξαπίνης ἔχων κύλικα προβάλλει ζητήματα καθάπερ ἐν διατριβῇ λέγων. Ἀριστοτέλης δὲ ἄλουτον καὶ κονιορτοῦ ἥκειν πλήρη τινὰ ἐπὶ τὸ συμπόσιόν φησιν .... ἔπειθ’ ὁ μὲν Ὅμηρος ἐκδιδάσκει τίνας κλητέον, εἰπὼν ὡς τοὺς ἀρίστους τε καὶ ἐντίμους χρὴ καλεῖν· Il. 2.404

  1. κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν.
οὐχ ὃν τρόπον Ἡσίοδος· οὗτος γὰρ ἀξιοῖ καὶ τοὺς γείτονας (opp. 341)·
  1. μάλιστα καλεῖν ὅστις σέθεν ἐγγύθι ναίει.
τοῦτο γὰρ ὡς ἀληθῶς Βοιωτικῆς ἐστιν ἀναισθησίας συμπόσιον καὶ τῇ μισανθρωποτάτῃ τῶν παροιμιῶν ἁρμόττον (fr. ad. 67 N)·
  1. τηλοῦ φίλοι ναίοντες οὔκ εἰσιν φίλοι.
πῶς γὰρ οὐκ ἄλογον τόπῳ τὴν φιλίαν καὶ οὐ τρόπῳ κρίνεσθαι; τοιγαροῦν παρ’ Ὁμήρῳ μετὰ τὸ πιεῖν (Il. 7.324)·
v.1.p.407
  1. τοῖς δ’ ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν,
παρὰ δὲ τοῖς οὐ τὰ σώφρονα συμπόσια συνάγουσι·
  1. τοῖς δ’ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον.
ἔτι δὲ ὁ μὲν Ὅμηρος ἡλικίαις εἰσάγει διαφέροντας καὶ ταῖς προαιρέσεσι τοὺς κεκλημένους, Νέστορα καὶ Αἴαντα καὶ Ὀδυσσέα, τὸ μὲν καθόλου σύμπαντας τῆς ἀρετῆς ἀντεχομένους, εἴδει δὲ διαφόροις ὁδοῖς ὡρμηκότας ἐπ’ αὐτήν. ὁ δ’ Ἐπίκουρος ἅπαντας εἰσήγαγε προφήτας ἀτόμων καὶ ταῦτ᾽ ἔχων παραδείγματα τήν τε τοῦ ποιητοῦ τῶν συμποσίων ποικιλίαν καὶ τὴν Πλάτωνός τε καὶ Ξενοφῶντος χάριν. ὧν ὁ μὲν Πλάτων τὸν μὲν Ἐρυξίμαχον ἰατρόν, τὸν δὲ Ἀριστοφάνη ποιητήν, ἄλλον δ’ ἀπ’ ἄλλης προαιρέσεως σπουδάζοντας εἰσήγαγεν, Ξενοφῶν δὲ καί τινας ἰδιώτας συνανέμιξε. πολλῷ τοίνυν κάλλιον Ὅμηρος ἐποίησε καὶ διάφορα παρατιθέμενος συμπόσια. πᾶν γὰρ ἐξ ἀντιπαραβολῆς ὁρᾶται μᾶλλον. ἐστὶν γὰρ αὐτῷ τὸ μὲν τῶν μνηστήρων οἷον ἂν γένοιτο νεανίσκων μέθαις καὶ ἔρωσιν ἀνακειμένων, τὸ δὲ τῶν Φαιάκων εὐσταθέστερον μὲν τούτων, φιλήδονον δέ. τούτοις δ’ ἀντέθηκε τὰ μὲν ἐπὶ στρατιᾶς, τὰ δὲ πολιτικώτερον τελούμενα σωφρόνως. καὶ πάλιν αὖ διεῖλεν τὰ μὲν δημοθοινίαν ἔχοντα, τὰ δ’ οἰκείων σύνοδον. Ἐπίκουρος δὲ συμπόσιον φιλοσόφων μόνων πεποίηται.

ἐδίδαξεν δ’ Ὅμηρος καὶ οὓς οὐ δεῖ καλεῖν, ἀλλ’ αὐτομάτους ἰέναι, πρεπόντως ἐξ ἑνὸς τῶν

v.1.p.408
ἀναγκαίων δεικνὺς τὴν τῶν ὁμοίων παρουσίαν· Il. 2.408
  1. αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.
δῆλον γὰρ ὡς οὔτε ἀδελφὸν οὔτε γονέας οὔτε γυναῖκα κλητέον οὔτ’ εἴ τις ἰσοτίμως τινὰς τούτοις ἄγει· καὶ γὰρ ἂν ψυχρὸν εἴη καὶ ἄφιλον. καίτοι τινὲς στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες (409)·
  1. ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο,
ὥσπερ δέον εἰπεῖν αἰτίαν δι’ ἣν ἀδελφὸς αὐτόματος ἂν ἥκοι πρὸς δεῖπνον, οὐδὲ πιθανῆς τῆς αἰτίας ἀποδιδομένης. πότερον γάρ φησιν ὡς οὐκ ᾔδει τὸν ἀδελφὸν ἑστιῶντα; καὶ πῶς οὐ γελοῖον, ὁπότε περιφανὴς ἦν ἡ βουθυσία καὶ πᾶσι γνώριμος; πῶς δ’ ἂν ἦλθεν, εἰ μὴ ᾔδει; ἢ νὴ Δία περισπώμενον, φησίν, αὐτὸν εἰδὼς συνεγνωμόνει ὅτι μὴ κέκληκε καὶ συμπεριφερόμενος ἦλθεν αὐτόματος; ὥσπερ ὁ φήσας ἄκλητον ἥκειν, ἵνα μὴ πρωίας ὑποβλέπωσιν ἀλλήλους, ὃ μὲν αἰδούμενος, ὃ δὲ μεμφόμενος. ἀλλὰ γελοῖον ἦν ἐπιλαθέσθαι τὸν Ἀγαμέμνονα τοῦ ἀδελφοῦ, καὶ ταῦτα δι’ ἐκεῖνον οὐ μόνον εἰς τὸ παρὸν θύοντα, ἀλλὰ καὶ τὸν πόλεμον ἀναδεδεγμένον, καὶ κεκληκότα τοὺς μήτε γένει προσήκοντας μήτε πατρίδι προσῳκειωμένους. Ἀθηνοκλῆς δ’ ὁ Κυζικηνὸς μᾶλλον Ἀριστάρχου κατακούων τῶν Ὁμηρικῶν ἐπῶν εὐπαιδευτότερον ἡμῖν φησι τοῦτον Ὅμηρον καταλιπεῖν, ὅσῳ τῆς ἀνάγκης ὁ Μενέλεως οἰκειοτέρως εἶχεν. Δημήτριος δ’ ὁ
v.1.p.409
Φαληρεὺς ἐπαρίστερον τὴν τοῦ στίχου παράληψιν ἐπειπὼν καὶ τῆς ποιήσεως ἀλλοτρίαν, τὸν
  1. ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο
μικρολογίαν ἐμβάλλειν τοῖς ἤθεσιν. ‘οἶμαι γάρ, φησίν, ἕκαστον τῶν χαριέντων ἀνθρώπων ἔχειν καὶ οἰκεῖον καὶ φίλον πρὸς ὃν ἂν ἔλθοι θυσίας οὔσης τὸν καλοῦντα μὴ περιμείνας.’

Πλάτων δ’ ἐν τῷ Συμποσίῳ περὶ τῶν αὐτῶν λέγει οὕτως (p. 174 b)· ‘ἵνα καὶ τὴν παροιμίαν (φησι) διαφθείρωμεν μεταβάλλοντες, ὡς ἄρα καὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί. Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι, ἀλλὰ καὶ ὑβρίσαι εἰς αὐτήν· ποιήσας γὰρ τὸν Ἀγαμέμνονα ἀγαθὸν τὰ πολεμικά, τὸν Μενέλαον δὲ μαλθακὸν αἰχμητήν, θυσίαν ποιουμένου τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν χείρονα ἐπὶ τὴν τοῦ ἀμείνονος δίαιταν.’ Βακχυλίδης δὲ περὶ τοῦ Ἡρακλέους λέγων ὡς ἦλθεν ἐπὶ τὸν τοῦ Κήυκος οἶκόν φησιν (fr. 33 B)·

  1. ἔστη δ’ ἐπὶ λάινον οὐδόν, τοὶ δὲ θοίνας ἔντυον,
  2. ὧδέ τ’ ἔφα·
  3. αὐτόματοι δ’ ἀγαθῶν δαῖτας εὐόχθους ἐπέρχονται
  4. δίκαιοι
  5. φῶτες.
αἱ δὲ παροιμίαι ἣ μέν φησιν·
  1. αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν,
ἣ δέ·
  1. αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.
    v.1.p.410
οὐ δεόντως γοῦν Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν, ὃν ἀρηίφιλον Ὅμηρος λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα (Il. 17.1) καὶ τῷ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν (Il. 7.94), καίπερ ὄντα τῇ ῥώμῃ καταδεέστερον, ἐφ’ οὗ μόνου τῶν στρατευσαμένων εἴρηκεν· Il. 2.588
  1. ἐν δ’ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς.
εἰ δὲ ὁ ἐχθρὸς ὁ βλασφημῶν αὐτὸν εἴρηκε μαλθακὸν αἰχμητὴν (Il. 17.588) καὶ διὰ τοῦτο Πλάτων τῷ ὄντι μαλθακὸν αὐτὸν ὑπολαμβάνει, οὐκ ἂν φθάνοι καὶ τὸν Ἀγαμέμνονα τιθεὶς ἐν τοῖς φαύλοις, ὃν αὐτός φησιν εἶναι ἀγαθόν, εἴπερ εἰς αὐτὸν εἴρηται τοῦτο τὸ ἔπος· Il. 1.255
  1. οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ᾽ ἐλάφοιο.
οὐ γὰρ εἴ τι λέγεται παρ’ Ὁμήρῳ, τοῦθ’ Ὅμηρος λέγει. πῶς γὰρ ἂν εἴη μαλθακὸς Μενέλαος ὁ τὸν Ἕκτορα μόνος ἀπείρξας τοῦ Πατρόκλου καὶ Εὔφορβον ἀποκτείνας τε καὶ σκυλεύσας ἐν μέσοις τοῖς Τρωσί. τὸ δὲ μηδὲ τὸν στίχον ὃν ᾐτιᾶτο τελείως κατανοῆσαι ἄτοπον, δι’ οὗ βοὴν ἀγαθὸς Μενέλαος λέγεται. τοῖς γὰρ ἀνδρειοτάτοις Ὅμηρος εἴωθεν ἐπιφωνεῖν, καλούντων τῶν παλαιῶν τὸν πόλεμον βοήν.

πάντα δ’ ὢν ἀκριβὴς Ὅμηρος καὶ τὸ μικρὸν τοῦτο οὐ παρέλιπε τὸ δεῖν θεραπεύσαντα τὸ σωμάτιον καὶ λουσάμενον ἰέναι πρὸς τὸ δεῖπνον. ἐπὶ γοῦν τοῦ Ὀδυσσέως εἶπε πρὸ τῆς παρὰ Φαίαξι θοίνης· Od. 8.449

  1. αὐτόδιον δ’ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν.
ἐπὶ δὲ τῶν περὶ Τηλέμαχον· Od. 4.48
  1. ἔς ῥ’ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
    v.1.p.411
‘ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης (fr. 165 R), ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ.’ δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθ’ Ἡράκλειτον (fr. 54 Byw). δεῖ δὲ καὶ τὸν πρῶτον εἰς ἀλλοτρίαν οἰκίαν ἐρχόμενον ἐπὶ δεῖπνον μὴ γαστρισόμενον εὐθὺς ἐπὶ τὸ συμπόσιον χωρεῖν, ἀλλά τι δοῦναι πρότερον τῷ φιλοθεάμονι καὶ κατανοῆσαι τὴν οἰκίαν. οὐδὲ γὰρ τοῦτο παρέλιπεν ὁ ποιητής· Od. 4.43
  1. αὐτοὶ δ’ εἰσῆλθον θεῖον δόμον· οἳ δὲ ἰδόντες
  2. θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος.
  3. ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  4. δῶμα καθ’ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
καὶ Ἀριστοφάνης ἐν Σφηξὶ ποιεῖ τὸν ἄγριον γέροντα καὶ φιλοδικαστὴν καταρρυθμιζόμενον εἰς βίον ἥμερον ὑπὸ τοῦ παιδός (1208)·
  1. παῦ᾽· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
  2. ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
διδάξας τε αὐτὸν ὡς δεῖ κατακλίνεσθαί φησιν (1214)·
  1. ἔπειτ’ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
  2. ὀροφὴν θέασαι, κρεκάδι’ αὐλῆς θαύμασον.

καὶ πρὸ τοῦ θοινᾶσθαι δὲ ἃ δεῖ ποιεῖν ἡμᾶς διδάσκει πάλιν Ὅμηρος, ἀπαρχὰς τῶν βρωμάτων νέμειν τοῖς θεοῖς. οἱ γοῦν περὶ τὸν Ὀδυσσέα καίπερ ὄντες ἐν τῷ τοῦ Κύκλωπος σπηλαίῳ· Od. 9.231

  1. ἔνθα δὲ πῦρ κείαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
  2. τυρῶν αἰνύμενοι φάγομεν.
καὶ ὁ Ἀχιλλεὺς καίπερ ἐπειγομένων τῶν πρέσβεων ὡς ἐν μέσαις νυξὶν ἡκόντων ὅμως· Il. 9.219
v.1.p.412
  1. θεοῖσι δὲ θῦσαι ἀνώγει
  2. Πάτροκλον ὃν ἑταῖρον· ὃ δ’ ἐν πυρὶ βάλλε θυηλάς.
καὶ σπονδοποιεῖταί γε τοὺς δαιτυμόνας (ib. 175)·
  1. κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  2. νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  3. αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽.
ἅπερ καὶ Πλάτων φυλάσσει κατὰ τὸ συμπόσιον. μετὰ γὰρ τὸ δειπνῆσαι σπονδάς τέ φησιν (p. 176a) ποιῆσαι καὶ τὸν θεὸν παιωνίσαντας τοῖς νομιζομένοις γέρασι ... παραπλησίως δὲ καὶ Ξενοφῶν. παρὰ δ’ Ἐπικούρῳ οὐ σπονδή, οὐκ ἀπαρχὴ θεοῖς, ἀλλ’ ὥσπερ Σιμωνίδης ἔφη περὶ τῆς ἀκόσμου γυναικός (fr. 7, 56),
  1. ἄθυστα δ’ ἱρὰ πολλάκις κατεσθίει ....

τὴν γὰρ σύμμετρον κρᾶσιν τοῦ οἴνου ὑπὸ Ἀμφικτύονος βασιλεύσαντος διδαχθῆναί φασιν Ἀθηναίους, καὶ διὰ τοῦτο ἱερὸν Διονύσου ὀρθοῦ ἱδρύσασθαι. τότε γὰρ ὀρθός ἐστι τῷ ὄντι καὶ οὐ σφαλερός, ὅταν συμμέτρως καὶ κεκραμένως πίνηται.

  1. οἶνος γὰρ ἀνώγει
  2. ἠλεός, ὅς τ’ ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι
  3. καί θ’ ἁπαλὸν γελάσαι καί τ’ ὀρχήσασθαι ἀνῆκεν
  4. καί τε ἔπος προέηκεν ὅπερ τ’ ἄρρητον ἄμεινον (Od. 14.463).
τὸν γὰρ οἶνον Ὅμηρος οὐκ ἠλεὸν ὥσπερ ἠλίθιον καλεῖ καὶ ματαιοποιόν, οὐδὲ κελεύει σκυθρωπὸν εἶναι μήτε ᾄδοντα μήτε γελῶντα μήτ’ ἐρρύθμως ποτὲ καὶ πρὸς
v.1.p.413
ὄρχησιν τρεπόμενον· οὐχ οὕτως ἀγροῖκος οὐδ’ ἐπαρίστερός ἐστιν, ἀλλ’ ᾔδει τούτων ἑκάστου καὶ ποσότητος καὶ ποιότητος διαφοράν. ὅθεν οὐκ εἶπεν ὡς ἄρα τὸν πολύφρονα ὁ οἶνος ποιεῖ ᾆσαι, ἀλλὰ μάλ’ ἀεῖσαι, τουτέστιν ἀμέτρως καὶ ἐπὶ πλεῖον ὥστε προσοχλεῖν· οὐδέ τι γελάσαι μὰ Δί’ οὐδ’ ὀρχήσασθαι· κοινὸν δ’ ἐπ’ ἀμφοτέρων λαβὼν τὸ ἁπαλὸν τὴν ἄνανδρον εἰς τοῦτο πρόπτωσιν ἐπιστομίζει·
  1. καί θ’ ἁπαλὸν γελάσαι καί τ’ ὀρχήσασθαι ἀνῆκεν.
παρὰ δὲ τῷ Πλάτωνι τούτων οὐδὲν ἔμμετρον, ἀλλὰ πίνουσι μὲν τοσοῦτον ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι. ὅρα γὰρ τὸν ἐπίκωμον Ἀλκιβιάδην ὡς ἀσχημονεῖ· οἱ δ’ ἄλλοι τὸν ὀκτακότυλον ψυκτῆρα πίνουσι (p. 214a), προφάσεως λαβόμενοι ἐπείπερ αὐτοὺς προείλκυσεν Ἀλκιβιάδης, οὐχ ὥσπερ οἱ παρ’ Ὁμήρῳ·
  1. αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός.
τούτων οὖν ἃ μὲν καθάπαξ περιγραπτέον, οἷς δὲ συμμέτρως χρηστέον ὥσπερ ἀναθήμασί τισι μικρὸν προσαποβλέψαντας, καθάπερ Ὅμηρος εἴρηκεν· Od. 1.152
  1. μολπή τ’ ὀρχηστύς τε· τὰ γάρ τ’ ἀναθήματα δαιτός.

τὸ δ’ ὅλον τὸ πρὸς τὰ τοιαῦτα νενευκὸς τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν ἔνειμεν, ἀλλ’ οὐχὶ Νέστορι οὐδὲ Μενελάῳ· οὗ ἐν τῇ γαμοποιίᾳ μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι συνεχοῦς οὔσης τῆς ἑστιάσεως καὶ τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν, ἐν αἷς παρείληπτο μὲν ἡ γαμουμένη πρὸς τοῦ νυμφίου, πέρας δ’

v.1.p.414
εἶχεν ὁ τοῦ Μεγαπένθους γάμος, αὐτοὶ δὲ μονάζοντες διῃτῶντο ὅ τε Μενέλαος καὶ ἡ Ἑλένη, μὴ συνέντες, ἀλλ’ ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου ἔπους· Od. 4.3
  1. τὸν δ’ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν,
προσσυνῆψαν τοιούτους τινὰς στίχους· Od. 4.15
  1. ὣς οἳ μὲν δαίνυντο καθ’ ὑψερεφὲς μέγα δῶμα
  2. γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο
  3. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  4. φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς
  5. μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους,
μετενεγκόντες ἐκ τῆς Ὁπλοποιίας (Il. 18.604) σὺν αὐτῷ γε τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντες οἱ κυβιστητῆρες, ἀλλ’ ἐξάρχοντος τοῦ ᾠδοῦ πάντως ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν τῆς φόρμιγγος ἴδιον. διόπερ ὁ μὲν Ἡσίοδός φησιν ἐν τῇ Ἀσπίδι (205)·
  1. θεαὶ δ’ ἐξῆρχον ἀοιδῆς
  2. Μοῦσαι Πιερίδες,
καὶ ὁ Ἀρχίλοχος (fr. 76 B)·
  1. αὐτὸς ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα.
καλεῖ δὲ Στησίχορος μὲν (fr. 77 B) τὴν Μοῦσαν ἀρχεσίμολπον, Πίνδαρος δ’ (Pyth. 1, 4) ἀγησίχορα τὰ προοίμια. Διόδωρος δ’ ὁ Ἀριστοφάνειος ὅλον τὸν γάμον περιέγραψε τοπάζων πρώτας ἡμέρας εἶναι, καὶ τὸ λῆγον αὐτῶν, ἔτι δὲ καὶ τὸ ἕωλον τῆς συμποσίας οὐκ ἐπιλογιζόμενος. ἔπειτα κελεύει γράφειν· ‘δοιὼ δὲ κυβιστητῆρε καθ’ αὑτοὺς’ ἐν τῷ δασεῖ γράμματι, σολοικίζειν ἀναγκάζων. τὸ μὲν γὰρ κατ’ αὐτοὺς κατὰ σφᾶς ἐστιν αὐτούς, τὸ δὲ λέγειν ἑαυτοὺς σόλοικον.

ἀλλ’ ὅπερ εἶπον, ἡ τῶν ἀκροαμάτων εἰς τὸ σῶφρον τοῦτο συμπόσιον εἰσαγωγὴ παρέγγραφός ἐστιν

v.1.p.415
ἐκ τοῦ Κρητικοῦ χοροῦ μετενηνεγμένη, περὶ οὗ φησιν ἐν Ὁπλοποιίᾳ· Il. 18.590
  1. ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς Ἀμφιγυήεις,
  2. τῷ ἴκελον οἷόν ποτ’ ἐνὶ Κνωσσῷ εὐρείῃ
  3. Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
  4. ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
  5. ὠρχεῦντ᾽, ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι.
τούτοις γὰρ ἐπιβάλλει (603)·
  1. πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος
  2. τερπόμενος· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  3. φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς
  4. μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
τοῖς μὲν οὖν Κρησὶν ἥ τε ὄρχησις ἐπιχώριος καὶ τὸ κυβιστᾶν. διό φησι πρὸς τὸν Κρῆτα Μηριόνην· Il. 16.617
  1. Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
  2. ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ’ ἔβαλόν περ.
ὅθεν καὶ Κρητικὰ καλοῦσι τὰ ὑπορχήματα (Simon. fr. 31)·
  1. Κρῆτα μὲν καλέουσι τρόπον, τὸ δ’ ὄργανον Μολοσσόν.
‘οἱ δὲ λεγόμενοι Λακωνισταί, φησὶν ὁ Τίμαιος (FHG I 201), ἐν τετραγώνοις χοροῖς ᾖδον.’ καθόλου δὲ διάφορος ἦν ἡ μουσικὴ παρὰ τοῖς Ἕλλησι, τῶν μὲν Ἀθηναίων τοὺς Διονυσιακοὺς χοροὺς καὶ τοὺς κυκλίους προτιμώντων, Συρακοσίων δὲ τοὺς ἰαμβιστάς, ἄλλων δ’ ἄλλο τι. ὁ δ’ Ἀρίσταρχος οὐ μόνον εἰς τὸ τοῦ Μενελάου συμπόσιον ἐμβαλὼν οὓς οὐ προσῆκε στίχους καὶ τῆς Λακώνων παιδείας ἀλλότριον ἐποίησε καὶ τῆς τοῦ βασιλέως σωφροσύνης, ἀλλὰ καὶ τοῦ
v.1.p.416
Κρητικοῦ χοροῦ τὸν ᾠδὸν ἐξεῖλεν, ἐπιτεμὼν τὰ ποιήματα τὸν τρόπον τοῦτον·
  1. πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος
  2. τερπόμενος· δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς
  3. μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
ὥστ’ ἀνίατον γίνεσθαι παντάπασι τὸ ἐξάρχοντες, μηκέτι δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν ἀναφορᾶς σῴζεσθαι.

διότι δὲ οὐ πιθανὸν ἀκρόαμα παρὰ τῷ Μενελάῳ τυγχάνειν δῆλον ἐκ τοῦ δι’ ὁμιλίας ὅλον τὸ συμπόσιον περαίνεσθαι τῆς πρὸς ἀλλήλους, ὄνομα δὲ μηδὲν εἰρῆσθαι τοῦ ᾠδοῦ μηδὲ ᾠδὴν ἣν ᾖδε μηδὲ προσέχειν τοὺς περὶ Τηλέμαχον αὐτῷ, καθάπερ δ’ ἐν σιωπῇ τινι καὶ ἠρεμίᾳ κατανοεῖν μᾶλλον τὸν οἶκον· καίτοι γε πῶς οὐκ ἀπίθανον τοὺς τῶν φρονιμωτάτων υἱέας Ὀδυσσέως καὶ Νέστορος ἐπαριστέρους εἰσάγεσθαι, ὥστε τρόπον ἀγροίκων τινῶν μὴ προσέχειν τοῖς παρεσκευασμένοις ἀκροάμασιν; ὁ γοῦν Ὀδυσσεὺς προσέχει τοῖς τῶν Φαιάκων ᾀσματοποιοῖς· Od. 8.264

  1. αὐτὰρ Ὀδυσσεὺς
  2. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ,
καίπερ ἔχων πολλὰ τὰ περιέλκοντα καὶ δυνάμενος εἰπεῖν· Od. 8.154
  1. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἀοιδαί.
πῶς οὖν οὐκ ἂν ἀβέλτερος εἴη ὁ Τηλέμαχος ᾠδοῦ παρόντος καὶ κυβιστητῆρος προσκύπτων πρὸς τὸν Πεισίστρατον (Od. 4.70) καὶ τῶν σκευῶν διατιθέμενος; ἀλλ’ Ὅμηρος ὥσπερ ἀγαθὸς ζωγράφος πάντα ὅμοιον τῷ πατρὶ τὸν Τηλέμαχον παρίστησι. πεποίηκεν γοῦν
v.1.p.417
ἀμφοτέρους τὸν μὲν τῷ Ἀλκινόῳ (Od. 8.521), τὸν δὲ τῷ Μενελάῳ (Od. 4.113) διὰ δακρύων γνωριζομένους.

ἐν δὲ τῷ Ἐπικουρείῳ συμποσίῳ κολάκων ἐστὶν ἄγυρις ἀλλήλους ἐπαινούντων, τὸ δὲ Πλάτωνος πλῆρές ἐστιν μυκτηριστῶν ἀλλήλους τωθαζόντων· τὸν γὰρ περὶ Ἀλκιβιάδου λόγον σιωπῶ. παρὰ δ’ Ὁμήρῳ συγκεκρότηται τὰ σώφρονα συμπόσια. καί ποτε μὲν ἐπῄνεσέ τις φήσας πρὸς τὸν Μενέλαον ὡς οὐ τολμᾷ λέγειν Od. 4.160

  1. ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ’ αὐδῇ.
ὃ δ’ ἐπελάβετό τινος τῶν οὐκ ὀρθῶς λεγομένων ἢ γιγνομένων· Od. 4.193
  1. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἔγωγε
  2. τέρπομ’ ὀδυρόμενος μεταδόρπιος.
ὃ δὲ πάλιν· Od. 3.230
  1. Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
οὔτε γὰρ κόλακα πρέπον ἐστὶν εἶναι οὔτε μυκτηριστήν. πάλιν Ἐπίκουρος ἐν τῷ Συμποσίῳ ζητεῖ περὶ δυσπεψίας ὥστ᾽ οἰωνίσασθαι, εἶθ’ ἑξῆς περὶ πυρετῶν. τὴν μὲν γὰρ ἐπιτρέχουσαν τῇ λέξει ἀρρυθμίαν τί δεῖ καὶ λέγειν; Πλάτων δὲ — τὸν μὲν ὑπὸ τῆς λυγγὸς ὀχλούμενον καὶ θεραπευόμενον ἀνακογχυλιασμοῖς ὕδατος, ἔτι δὲ ταῖς ὑποθήκαις τοῦ κάρφους ἵνα τὴν ῥῖνα κινήσας πτάρῃ, παρίημι (p. 185 de)· κωμῳδεῖν γὰρ ἤθελε καὶ διασύρειν — χλευάζει τε τὰ ἰσόκωλα τὰ Ἀγάθωνος καὶ τὰ ἀντίθετα, καὶ τὸν Ἀλκιβιάδην δὲ
v.1.p.418
παράγει λέγοντα ὅτι πασχητιᾷ. ἀλλ’ ὅμως τοιαῦτα γράφοντες τὸν Ὅμηρον ἐκβάλλουσι τῶν πόλεων. ἀλλ᾽ οὔτε ἐκ θύμβρας, ἔφη Δημοχάρης, λόγχη οὔτ’ ἐκ τοιούτων λόγων ἀνὴρ ἀγαθὸς γίνεται. οὐ μόνον δ’ Ἀλκιβιάδην διασύρει, ἀλλὰ καὶ Χαρμίδην καὶ Εὐθύδημον (symp. p. 222 b) καὶ ἄλλους πολλοὺς τῶν νέων. τοῦτο δὲ κωμῳδοῦντός ἐστι τὴν Ἀθηναίων πόλιν, τὸ τῆς Ἑλλάδος μουσεῖον, ἣν ὁ μὲν Πίνδαρος ‘Ἑλλάδος ἔρεισμα’ (fr. 76 B) ἔφη, Θουκυδίδης δ’ ἐν τῷ εἰς Εὐριπίδην ἐπιγράμματι (AP VII 45) ‘Ἑλλάδος Ἑλλάδα,’ ὁ δὲ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων. διότι τοίνυν κατέψευσται τῶν νεανίσκων πάρεστι σκοπεῖν ἐξ αὐτοῦ τοῦ Πλάτωνος. τὸν μὲν γὰρ Ἀλκιβιάδην φησὶν ἐν τῷ ὁμωνύμῳ διαλόγῳ παρακμάσαντα τότε πρῶτον ἄρξασθαι Σωκράτει λαλεῖν ὅτε πάντες αὐτὸν κατέλιπον οἱ τοῦ σώματος ἐπιθυμηταί. λέγει γὰρ ταῦτα κατ’ ἀρχὰς τοῦ διαλόγου (p. 103a). τὰ δ’ ἐν τῷ Χαρμίδῃ ἐναντιώματα ἐξ αὐτοῦ τοῦ διαλόγου ὁ βουλόμενος εἴσεται. ποιεῖ γὰρ αὐτὸν ἀσυμφώνως ποτὲ μὲν σκοτοδινιῶντα καὶ μεθυσκόμενον τῷ τοῦ παιδὸς ἔρωτι καὶ γινόμενον ἔξεδρον καὶ καθάπερ νεβρὸν ὑποπεπτωκότα λέοντος ἀλκῇ (p. 155d), ἅμα δὲ καταφρονεῖν φησι τῆς ὥρας αὐτοῦ.

ἀλλὰ μὴν καὶ τὸ Ξενοφῶντος Συμπόσιον καίπερ ἐπαινούμενον οὐκ ἐλάττους ἔχει τούτων ἐπιλήψεις. Καλλίας μὲν γὰρ συνάγει τὸ συμπόσιον, ἐπειδήπερ τὰ παιδικὰ αὐτοῦ Αὐτόλυκος Παναθήναια παγκράτιον ἐστεφανώθη. καὶ εὐθὺς οἱ κατακλιθέντες τῷ παιδὶ προσέχουσι τὸν νοῦν καὶ ταῦτα τοῦ πατρὸς

v.1.p.419
παρακαθημένου. ‘ὥσπερ γὰρ (1, 9) ὅταν φέγγος ἐν νυκτὶ παρῇ πάντων προσάγεται τὰ ὄμματα, οὕτω καὶ τὸ Αὐτολύκου κάλλος πάντων ἐφέλκεται τὰς ὄψεις ἐφ’ ἑαυτό. ἔπειτα τῶν παρόντων οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ τι τὴν ψυχὴν ὑπ’ ἐκείνου· οἳ μέν γε σιωπηλότεροι ἐγίγνοντο, οἳ δὲ καὶ ἐσχηματίζοντό πως.’ ἀλλ᾽ οὐχ Ὅμηρος τοιοῦτόν τι εἰπεῖν ἐπεχείρησε καίπερ τῆς Ἑλένης παρούσης, περὶ ἧς τοῦ κάλλους τις τῶν ἐναντίων αὐτῇ τοιαῦτ᾽ εἶπεν ὑπὸ τῆς ἀληθείας ἐκνικώμενος· Il. 3.156
  1. οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς
  2. τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
  3. αἰνῶς ἀθανάτῃσι θεῇσ’ εἰς ὦπα ἔοικεν.
εἶτά φησιν·
  1. ἀλλὰ καὶ ὣς τοίηπερ ἐοῦσ’ ἐν νηυσὶ νεέσθω.
τὰ δὲ μειράκια τὰ ὡς τὸν Μενέλαον παραγενόμενα, ὁ Νέστορος υἱὸς καὶ ὁ Τηλέμαχος, ἐν οἴνῳ ὄντες καὶ ἐν γαμικῷ συμποσίῳ διατρίβοντες καὶ τῆς Ἑλένης παρακαθημένης, ὡς πρέπον ἐστίν, ἡσυχίαν ἄγοντες πρὸς τὸ περιβόητον ἐκκεκωφωμένοι κάλλος. ὁ δὲ Σωκράτης τίνος χάριν τῶν αὐλητρίδων ἀνεχόμενος καὶ τοῦ ὀρχουμένου παιδὸς καὶ κιθαρίζοντος, ἔτι δὲ καὶ τῆς κυβιστώσης γυναικὸς ἀπρεπῶς τὸ μύρον ἀπείπατο (Xen. 2, 3) ;ʼ οὐδεὶς γὰρ ἂν αὐτοῦ ἀγελαστὶ ἠνέσχετο κατὰ νοῦν ἔχων ταῦτα τὰ ἔπη (Ar. Nub. 103)·
  1. τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις,
  2. ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
    v.1.p.420
καὶ μὴν ἀσύμφωνα καὶ τὰ μετὰ ταῦτα τῇ αὐστηρότητι. ὁ γὰρ δὴ Κριτόβουλος, μειράκιον ἀστεῖον, γέροντα ὄντα καὶ διδάσκαλον αὑτοῦ τὸν Σωκράτη σκώπτει (4, 19) πολὺ τῶν Σιληνῶν αἰσχίονα λέγων εἶναι. ὃ δὲ αὐτῷ διαμορφοσκοπεῖται καὶ κριτὰς ἑλόμενος τόν τε παῖδα καὶ τὴν ὀρχηστρίδα προτίθησι νικητήρια φιλήματα τῶν κριτῶν. τίς οὖν τῶν νέων ἐντυχὼν τούτοις οὐκ ἐπιτριβήσεται μᾶλλον ἤπερ εἰς ἀρετὴν ἂν προαχθείη.

παρὰ δ’ Ὁμήρῳ ἐν τῷ τοῦ Μενελάου συμποσίῳ προβάλλουσιν ἀλλήλοις ὥσπερ ἐν διατριβῇ ζητήματα καὶ πολιτικῶς ὁμιλοῦντες τέρπουσιν ἀλλήλους καὶ ἡμᾶς. ὁ γοῦν Μενέλαος παραγενομένων ἐκ τοῦ λουτρῶνος τῶν περὶ τὸν Τηλέμαχον καὶ τῶν περὶ τὴν ἐδωδὴν παρατεθέντων παρακαλεῖ μεταλαμβάνειν λέγων τάδε· Od. 4.60

  1. σίτου δ’ ἅπτεσθον καὶ χαίρετον, αὐτὰρ ἔπειτα
  2. δείπνου παυσαμένω εἰρησόμεθ’ οἵτινες ἐστόν.
ἔπειτα προσεπιδίδωσι τῶν παρακειμένων αὐτῷ φιλανθρωπευόμενος (65)·
  1. ὣς φάτο καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
  2. ὄπτ’ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
φαγόντες δ’ ἐκεῖνοι μετὰ σιωπῆς, ὡς πρέπει νέοις, ἀλλήλοις ὁμιλοῦσιν ἠρέμα προσκύψαντες οὐ περὶ ἐδεσμάτων, φησίν, οὐδὲ τῶν θεραπαινῶν τοῦ κεκληκότος ὑφ’ ὧν ἐλούσαντο, περὶ δὲ τῶν κτημάτων τοῦ ὑποδεξαμένου (74)·
v.1.p.421
  1. Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται.
βέλτιον γὰρ οὕτως φησὶν ὁ Σέλευκος γράφεσθαι. Ἀρίσταρχος δὲ οὐ δεόντως γράφει·
  1. Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή.
οὐ γὰρ τῆς οἰκίας τὸ κάλλος μόνον ἀποθαυμάζουσι. πῶς γὰρ ἤλεκτρον καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοῖς τοίχοις ἦν; ἀλλὰ τὰ μὲν περὶ τοῦ οἴκου εἰρήκασιν, ὥς ἐστι ‘δώματα ἠχήεντα’ (72). τοιαῦτα γὰρ δὴ τὰ ὑψόροφα καὶ μεγάλα. περὶ δὲ τῶν σκευῶν τὸ (73)
  1. χρυσοῦ τ’ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ’ ἐλέφαντος.
οἷς εἰκότως ἐπιφέρεται·
  1. Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται,
  2. ὅσσα τάδ’ ἄσπετα πολλά· σέβας μ’ ἔχει εἰσορόωντα.
οὐκ ἐστὶν δ’ ἀκόλουθον τῷ
  1. Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλὴ
ἐπιφέρειν
  1. ὅσσα τάδ’ ἄσπετα πολλά,
σόλοικον ὂν τῷ ἀσυνήθει τῆς ἀναγνώσεως.

ἔτι τοίνυν οὐδ’ ἡ αὐλὴ ἁρμόττει ἐπὶ τοῦ οἴκου. ὁ γὰρ διαπνεόμενος τόπος αὐλὴ λέγεται, καὶ διαυλωνίζειν φαμὲν τὸ δεχόμενον ἐξ ἑκατέρου πνεῦμα χωρίον. ἔτι δὲ αὐλὸς μὲν τὸ ὄργανον, ὅτι διέρχεται τὸ πνεῦμα, καὶ πᾶν τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα αὐλὸν καλοῦμεν ὥσπερ τὸ στάδιον καὶ τὸν κρουνὸν τοῦ αἵματος· Od. 23.18

  1. αὐτίκα δ’ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθε,
καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ μέσου πρὸς ὀρθὸν ἀνατείνῃ αὐλῶπιν. λέγονται δὲ Ἀθήνησι καὶ ἱεροί τινες αὐλῶνες, ὧν μέμνηται Φιλόχορος ἐν τῇ
v.1.p.422
ἐνάτῃ (FHG I 409). καλοῦσι δ’ ἀρσενικῶς τοὺς αὐλῶνας, ὥσπερ Θουκυδίδης ἐν τῇ δʹ (c. 103) καὶ πάντες οἱ καταλογάδην συγγραφεῖς, οἱ δὲ ποιηταὶ θηλυκῶς. Καρκίνος μὲν Ἀχιλλεῖ (p. 619 N)·
  1. βαθεῖαν εἰς αὐλῶνα περίδρομον στρατοῦ.
καὶ Σοφοκλῆς Σκύθαις (fr. 503)·
  1. κρημνούς τε καὶ σήραγγας ἠδ’ ἐπακτίας
  2. αὐλῶνας.
ἐκδεκτέον οὖν καὶ τὸ παρὰ Ἐρατοσθένει ἐν τῷ Ἑρμῇ θηλυκῶς εἰρῆσθαι (fr. 8 Hi) ‘βαθὺς διαφύεται αὐλών’ ἀντὶ τοῦ βαθεῖα, καθάπερ λέγεται ‘θῆλυς ἐέρση’ (Hes. sc. 395). πᾶν οὖν τὸ τοιοῦτον αὐλή τε καὶ αὐλὼν λέγεται. νῦν δὲ τὰ βασίλεια λέγουσιν αὐλάς, ὥσπερ Μένανδρος (IV 307 M)·
  1. αὐλὰς θεραπεύειν καὶ σατράπας.
καὶ Δίφιλος (II 572 K)·
  1. αὐλὰς θεραπεύειν δ’ ἐστίν, ὡς ἐμοὶ δοκεῖ,
  2. ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου,
ἤτοι διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους ἢ τῷ παραυλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασιλείοις. Ὅμηρος δὲ τὴν αὐλὴν ἀεὶ τάττει ἐπὶ τῶν ὑπαίθρων τόπων, ἔνθα ἦν ὁ τοῦ ἑρκείου Ζηνὸς βωμός. ὁ μέντοι γε Πηλεὺς καταλαμβάνεται Il. 11.774
  1. αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον,
  2. σπένδων αἴθοπα οἶνον ἐπ’ αἰθομένοισ’ ἱεροῖσι·
ὁ δὲ Πρίαμος Il. 24.640
  1. αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
καὶ ὁ Ὀδυσσεὺς προστάττει τοῖς περὶ τὸν Φήμιον (Od. 23.375)·
v.1.p.423
  1. ἀλλ’ ἐξελθόντες μεγάρων εὖ ναιεταόντων
  2. ἐκ φόνου εἰς αὐλήν.
ὅτι δὲ ὁμοῦ τόν τε οἶκον καὶ τὰ κτήματα ἐπῄνεσεν ὁ Τηλέμαχος ἐμφανίζει ὁ Μενέλαος· Od. 4.78
  1. τέκνα φίλ᾽, ἦτοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
  2. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ’ ἔασιν.

ἀλλὰ γὰρ ἐπανιτέον ἐπὶ τὸ συμπόσιον, ἐν ᾧ Ὅμηρος ἐπιδεξίως ἀφορμὴν εὗρεν λόγων, ὥστε κτήμασιν κτῆσιν συγκρῖναι φίλου. οὐ γὰρ ὡς πρόβλημα προτείνει, ἀλλ᾽ ἐπιχαρίτως παρείρας ὁ Μενέλαος, ἐπειδὴ ἤκουσε τῶν ἐπαίνων, τὸ μὲν εἶναι πλούσιος οὐκ ἀρνεῖται· κἀνταῦθα δὲ περιελὼν τὸν φθόνον ‘πολλὰ γάρ φησιν παθὼν’ ἔχειν αὐτόν. οὐ μέντοι γε ἀξιοῖ ἑαυτὸν θεοῖς συγκρίνειν·

  1. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ’ ἔασιν.
ἐνδειξάμενος δὲ φιλάδελφον ἦθος καὶ μετ’ ἀνάγκης φήσας ζῆν τε καὶ πλουτεῖν ἀντιπαρέθηκε τὸν τῆς φιλίας λόγον (97)·
  1. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
  2. ναίειν, οἱ δ’ ἄνδρες σόοι ἔμμεναι οἳ τότ’ ὄλοντο
  3. Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
τίς ἂν οὖν τῶν ἐκγόνων ἐκείνων τῶν ὑπὲρ τοῦ τοιούτου τεθνηκότων οὐκ ἂν κατ’ ἀξίαν δόξειεν τὴν ἐπὶ τῇ στερήσει τοῦ πατρὸς λύπην τῇ τοῦ πατρὸς εὐχαρίστῳ μνήμῃ διορθουμένην; ὅπως δὲ μὴ δόξῃ κοινὸς
v.1.p.424
εἶναι πρὸς πάντας τοὺς παραπλησίως αὐτῷ τὴν εὔνοιαν ἐνδεδειγμένους, ἐπήνεγκεν (104)·
  1. τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ,
  2. ὡς ἑνὸς ὅστε μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδήν.
ἵνα δὲ μὴ φαίνηται μηδενὸς τῶν ἐκείνου παραμελῶν ἐμνήσθη κατ’ ὄνομα (110)·
  1. ὀδύρονται νύ που αὐτὸν
  2. Λαέρτης θ’ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
  3. Τηλέμαχός θ᾽, ὃν ἔλειπε νέον γεγαῶτ’ ἐνὶ οἴκῳ.
τοῦ δὲ δακρύσαντος πρὸς τὴν μνήμην ὃ μὲν ἐφίστησι κἀν τοσούτῳ .... τῇ τῆς Ἑλένης ἐπεισόδῳ κἀκείνης ἐκ τῆς ὁμοιότητος τεκμηραμένησ — πάνυ γὰρ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν ἀλλήλων σωφροσύνην δειναὶ τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας ἐλέγξαι — παρεμβάλλοντός τινα λόγον καὶ τοῦ Πεισιστράτου — χρὴ γὰρ καὶ τοῦτον μὴ παρεῖναι δορυφορήματος τρόπον — καὶ διαλεχθέντος εὐσχημόνως περὶ τῆς αἰδοῦς τοῦ Τηλεμάχου, πάλιν ἐπιβάλλει ὁ Μενέλαος περὶ τῆς τοῦ Ὀδυσσέως φιλίας ὅτι μετὰ μόνου καταγηράναι μάλιστ’ ἂν ἤθελεν ἐκείνου.