Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

κατὰ δὲ τὸ εἰκὸς οἳ μὲν δακρύουσιν, ἡ δ’ Ἑλένη Διὸς οὖσα θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμαθηκυῖα πολλοὺς λόγους εἰς τὸν οἶνον ἐμβάλλει πανακὲς τῷ ὄντι φάρμακον καὶ ἄρχεται διηγεῖσθαι τὰ περὶ τοῦ Ὀδυσσέως μεταξὺ ταλασιουργίας ἁπτομένη, οὐ δι’ ἀρέσκειαν τοῦτο πράττουσα, ἀλλ’ οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἵρεσιν. ἡ γοῦν

v.1.p.425
Ἀφροδίτη ἐρχομένη πρὸς αὐτὴν μετὰ τὸ μονομάχιον εἰκάζεται· Il. 3.386
  1. γρηὶ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν
  2. εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιεταούσῃ
  3. ἤσκειν εἴρια καλά.
ἐμφανίζεται δ’ αὐτῆς οὐ παρέργως τὸ φίλεργον κἀκ τούτων· Od. 4.123
  1. τῇ δ’ ἄρ’ ἅμ’ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν·
  2. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  3. Φυλὼ δ’ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν
  4. Ἀλκάνδρη, Πολύβοιο δάμαρ.
  5. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  6. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐν αὐτῷ
  7. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς καλλιτεχνίαν συνορᾶν. τῷ γοῦν Τηλεμάχῳ πέπλον τινὰ δωρουμένη φησί· Od. 15.125
  1. δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
  2. μνῆμ’ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
  3. σῇ δ’ ἀλόχῳ φορέειν.
αὕτη δ’ ἡ φιλεργία τὴν σωφροσύνην αὐτῆς καταμηνύει· οὐ χλιδῶσα γὰρ οὐδὲ θρυπτομένη διὰ τὸ κάλλος εἰσάγεται. εὑρίσκεται γοῦν περὶ ἱστὸν ὑφαίνουσα καὶ ποικίλλουσα· Il. 3.125
  1. τὴν δ’ εὗρ’ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε,
  2. δίπλακα μαρμαρέην· πολέας δ’ ἐνέπασσεν ἀέθλους
  3. Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  4. οὓς ἕθεν εἵνεκ’ ἔπασχον ὑπ’ Ἄρηος παλαμάων.

διδάσκει δ’ ἡμᾶς Ὅμηρος ὅτι δεῖ καὶ τοὺς

v.1.p.426
κεκλημένους ἐφ’ ἑστίασιν παρακαλεῖν ἀπανίστασθαι τοὺς κεκληκότας. ὁ μὲν Τηλέμαχος τὸν Μενέλαον· Od. 4.294
  1. ἀλλ’ ἄγετ’ εἰς εὐνὴν τράπεθ’ ἡμέας, ὄφρα καὶ ἤδη
  2. ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
ἡ δὲ προσποιουμένη Μέντωρ εἶναι Ἀθηνᾶ πρὸς τὸν Νέστορα· Od. 3.332
  1. ἀλλ’ ἄγε τάμνετε μὲν γλώσσας, κεράσασθε δὲ οἶνον,
  2. ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
  3. σπείσαντες κοίτοιο μεδώμεδα· τοῖο γὰρ ὥρη.
ἐν δὲ ταῖς τῶν θεῶν ἑορταῖς οὐδ’ ὅσιον εἶναι δοκεῖ πλείω χρόνον παραμένειν. γνωμικῶς γοῦν φησιν παρὰ τῷ Ὁμήρῳ ἡ Ἀθηνᾶ· Od. 3.335
  1. ἤδη γὰρ φάος οἴχεθ’ ὑπὸ ζόφον, οὐδὲ ἔοικε
  2. δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
καὶ νῦν δὴ νόμος ἐκ θυσιῶν τινων πρὸ ἡλίου δύνοντος ἀπιέναι. καὶ παρ’ Αἰγυπτίοις δὲ τὸ παλαιὸν σωφρονικῶς διεξήγετο τὸ τῶν συμποσίων γένος, καθάπερ εἴρηκεν Ἀπολλώνιος ὁ περὶ τούτων γεγραφώς. καθήμενοι μὲν γὰρ ἐδείπνουν, τροφῇ τῇ λιτοτάτῃ καὶ ὑγιεινοτάτῃ χρώμενοι καὶ οἴνῳ τοσούτῳ ὅσος ἱκανὸς ἂν γένοιτο πρὸς εὐθυμίαν, ἣν ὁ Πίνδαρος αἰτεῖται παρὰ τοῦ Διός (fr. 155)·
  1. τί ἔρδων φίλος
  2. σοί τε, καρτερόβροντα Κρονίδα, φίλος δὲ Μοίσαις
  3. Εὐθυμίᾳ τε μέλων κεν εἴην,
  4. τοῦτ’ αἴτημί σε.
τὸ δὲ Πλάτωνος συμπόσιον οὐ συνέδριόν ἐστιν, οὐ βουλευτήριον, οὐ λέσχη φιλοσόφων. Σωκράτης γὰρ
v.1.p.427
οὐδὲ τοῦ συμποσίου ἀποστῆναι θέλει καίτοι Ἐρυξιμάχου καὶ Φαίδρου καὶ ἄλλων τινῶν ἀποστάντων, ἀλλ’ ἐγρήγορε μετ’ Ἀγάθωνος καὶ Ἀριστοφάνους καὶ πίνει ἐξ ἀργυροῦ φρέατοσ — καλῶς γάρ τις (Chamael. XI 461 c) τὰ μεγάλα ποτήρια οὕτως ὠνόμασε — πίνει τ’ ἐκ τῆς φιάλης ἐπιδέξια. φησὶ δὲ καὶ μετὰ τοῦτο τοὺς μὲν δύο νυστάζειν, καταδαρθεῖν δὲ πρότερον τὸν Ἀριστοφάνη, ἤδη δὲ ἡμέρας ὑποφαινούσης τὸν Ἀγάθωνα· καὶ τὸν Σωκράτη κατακοιμήσαντα ἐκείνους ἀναστάντα ἀπιέναι εἰς τὸ Λύκειον, ἐξόν, φησὶν ὁ Ἡρόδικος, εἰς τοὺς Ὁμήρου Λαιστρυγόνας (Od. 10.84),
  1. ἔνθα κ’ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.

πᾶσα δὲ συμποσίου συναγωγὴ παρὰ τοῖς ἀρχαίοις τὴν αἰτίαν εἰς θεὸν ἀνέφερε, καὶ στεφάνοις ἐχρῶντο τοῖς οἰκείοις τῶν θεῶν καὶ ὕμνοις καὶ ᾠδαῖς. καὶ δοῦλος οὐδεὶς ἦν ὁ διακονήσων, ἀλλ’ οἱ νέοι τῶν ἐλευθέρων ᾠνοχόουν, ὡς ὁ τοῦ Μενελάου υἱὸς καίτοι νυμφίος ὑπάρχων καὶ ἐν αὐτοῖς τοῖς γάμοις. παρὰ δὲ τῇ καλῇ Σαπφοῖ (fr. 51 B) καὶ ὁ Ἑρμῆς οἰνοχοεῖ τοῖς θεοῖς. καὶ τἄλλα δὲ πάντα παρεσκεύαζον τοῖς δειπνοῦσιν ἐλεύθεροι. καὶ οἱ δειπνήσαντες ἀπελύοντο φωτὸς ὄντος. ἐν ἐνίοις δὲ καὶ τῶν Περσικῶν συμποσίων ἐγίνοντό τινες καὶ βουλαί, καθάπερ ἐν τῷ τοῦ Ἀγαμέμνονος κατὰ τὴν στρατείαν. τὸ δὲ τοῦ Ἀλκινόου συμπόσιον, πρὸς ὃ ἀποτέταται ὁ τοῦ Ὀδυσσέως λόγος· Od. 9.5

  1. οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι
  2. ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
  3. δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ,
    v.1.p.428
ξένου ὑποδοχὴν ἔχει, ὄντων καὶ αὐτῶν τῶν Φαιάκων τρυφερῶν. ὅπερ συμβάλλων τις πρὸς τὰ τῶν φιλοσόφων συμπόσια κοσμιώτερον ἂν εὕροι, καίτοι τοῦτο περιέχον καὶ ἱλαρότητα καὶ παιδιὰν εὐσχήμονα. μετὰ γὰρ τὸν ἀγῶνα τὸν γυμνικὸν ᾄδει ὁ ᾠδὸς (Od. 8.267) ‘ἀμφ᾽ Ἄρεος φιλότητα’ μῦθόν τινα χλεύῃ κεκραμένον, καίτοι εἰς τὴν μνηστηροφονίαν ὑποθηκῶν ὑποτιθεμένων τῷ Ὀδυσσεῖ, ὡς τοῦ Ἡφαίστου καὶ τοῦ Κυλλοποδίωνος τὸν ἀνδρειότατον Ἄρη καταγωνισαμένου.

ἐκαθέζοντο δὲ καὶ δειπνοῦντες οἱ τότε. πολλαχοῦ γοῦν ὁ Ὅμηρός φησιν· Od. 1.145

  1. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.
ὁ γὰρ θρόνος αὐτὸ μόνον ἐλευθέριός ἐστιν καθέδρα σὺν ὑποποδίῳ, ὅπερ θρῆνυν καλοῦντες ἐντεῦθεν αὐτὸν ὠνόμασαν θρόνον τοῦ θρήσασθαι χάριν, ὅπερ ἐπὶ τοῦ καθέζεσθαι τάσσουσιν, ὡς Φιλητᾶς (fr. 21 Bach)·
  1. θρήσασθαι δὲ πλατάνῳ γαίῃ ὕπο.
ὁ δὲ κλισμὸς περιττοτέρως κεκόσμηται ἀνακλίσει. τούτων δ’ εὐτελέστερος ἦν ὁ δίφρος· τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ εἶναι δοκοῦντι ‘δίφρον ἀεικέλιον, φησί (Od. 20.259), καταθεὶς ὀλίγην τε τράπεζαν.’

οἱ δὲ κρατῆρες αὐτοῖς, ὥσπερ ἔχει καὶ τοὔνομα, κεκραμένοι παρεστήκεσαν, ἐξ ὧν οἱ κοῦροι διακονούμενοι τοῖς μὲν ἐντιμοτάτοις ἀεὶ πλῆρες παρεῖχον τὸ ποτήριον, τοῖς δ᾽ ἄλλοις ἐξ ἴσου διένεμον. ὁ γοῦν Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα φησί (Il. 4.262)·

v.1.p.429
  1. σὸν δὲ πλεῖον δέπας αἰεὶ
  2. ἕστηχ’ ὥσπερ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
προέπινον δ’ ἀλλήλοις οὐχ ὥσπερ ἡμεῖς (τοῦτο γὰρ προεκπιεῖν ἐστιν), ἀλλὰ μεστὸν τὸν σκύφον· Il. 9.224
  1. πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα.
ὁσάκις δὲ καὶ τροφὰς ἐλάμβανον, προειρήκαμεν ἤδη (I 11 b) ὅτι δὴ τρεῖς ἦσαν διὰ τὸ τὸ αὐτό ποτε μὲν ἄριστον, ποτὲ δὲ δεῖπνον ὀνομάζεσθαι. γελοῖοι γάρ εἰσιν οἱ φάσκοντες ὅτι καὶ τέσσαρας ἐλάμβανον, ἐπεὶ ὁ ποιητὴς ἔφη (Od. 17.599) ‘σὺ δ’ ἔρχεο δειελιήσας,’ οὐ νοοῦντες ὅτι λέγει τὸν δειλινὸν διατρίψας χρόνον. ὅμως δὲ οὐδεὶς δείξει παρὰ τῷ ποιητῇ τρίς τινα λαμβάνοντα τροφάς. διαμαρτάνουσι δὲ πολλοὶ παρὰ τῷ ποιητῇ ἐφεξῆς τιθέντες τούτους τοὺς στίχους· Od. 4.55
  1. σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  2. εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  3. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.
εἰ γὰρ εἴδατα παρέθηκεν ἡ ταμίη, δῆλον ὡς κρεάτων λείψανα τυγχάνοντα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. διόπερ τὸ δίστιχον ἀπαρκεῖ. ἀπαλλαγέντων δὲ τῶν δειπνούντων αἱ τράπεζαι ἐβαστάζοντο, ὥσπερ παρὰ τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν, ἐφ’ ὧν καὶ λέγει · Od. 7.232
  1. ἀμφίπολοι δ’ ἀπεκόσμεον ἔντεα δαιτός,
δῆλον ὡς τὰ ἀγγεῖα. καὶ γὰρ τῶν ὅπλων τὰ σκεπαστικά, θώρακα καὶ κνημῖδας καὶ τὰ τούτοις ἐμφερῆ λέγουσιν ἔντη, καθάπερ ἀγγεῖα τῶν τοῦ σώματος μερῶν ὄντα. τῶν δὲ ἡρωικῶν οἴκων τοὺς μείζονας Ὅμηρος μέγαρα
v.1.p.430
καλεῖ καὶ δώματα καὶ κλισίας, οἱ δὲ νῦν ξενῶνας καὶ ἀνδρῶνας ὀνομάζουσι.

τί οὖν ὀνομάσομεν, ἄνδρες φίλοι, τὸ συμπόσιον ὅπερ Ἀντίοχος ὁ Ἐπιφανὴς μὲν κληθείς, Ἐπιμανὴς δ’ ἐκ τῶν πράξεων ὀνομασθείς; βασιλεὺς δ’ ἦν οὗτος τῶν Συριακῶν τῶν ἀπὸ Σελεύκου εἷς· περὶ οὗ φησι Πολύβιος (26, 1) τάδε, ὡς ‘ἀποδιδράσκων ἐκ τῆς αὐλῆς ἐνίοτε τοὺς θεραπεύοντας οὗ τύχοι τῆς πόλεως ἀλύων ἐφαίνετο δεύτερος καὶ τρίτος· μάλιστα δὲ πρὸς τοῖς ἀργυροκοπείοις εὑρίσκετο καὶ χρυσοχοείοις εὑρησιλογῶν καὶ φιλοτεχνῶν πρὸς τοὺς τορευτὰς καὶ τοὺς ἄλλους τεχνίτας. ἔπειτα καὶ μετὰ δημοτῶν ἀνθρώπων συγκαταβαίνων ὡμίλει ᾧ τύχοι καὶ μετὰ τῶν παρεπιδημούντων συνέπινε τῶν εὐτελεστάτων. ὅτε δὲ τῶν νεωτέρων αἴσθοιτό τινας συνευωχουμένους, οὐδεμίαν ἔμφασιν ποιήσας παρῆν ἐπικωμάζων μετὰ κερατίου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀφισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος, τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὑτῷ τὴν ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ δὲ καὶ ὡς δήμαρχος. τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος διήκουε τῶν κατὰ τὴν ἀγορὰν γινομένων συναλλαγμάτων καὶ

v.1.p.431
διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας. ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς· οἳ μὲν γὰρ ἀφελῆ τινα αὐτὸν εἶναι ὑπελάμβανον, οἳ δὲ μαινόμενον. καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος· ἐδίδου γὰρ τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ φοινικοβαλάνους, ἄλλοις δὲ χρυσίον. καὶ ἐξ ἀπαντήσεως δέ τισι συντυγχάνων οὓς μὴ ἑωράκει ποτὲ ἐδίδου δωρεὰς ἀπροσδοκήτους. ἐν δὲ ταῖς πρὸς τὰς πόλεις θυσίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς πάντας ὑπερέβαλλε τοὺς βεβασιλευκότας. τοῦτο δ’ ἄν τις τεκμήραιτο ἔκ τε τοῦ παρ᾽ Ἀθηναίοις Ὀλυμπιείου καὶ τῶν περὶ τὸν ἐν Δήλῳ βωμὸν ἀνδριάντων. ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βαλανείοις ὅτε δημοτῶν ἦν τὰ βαλανεῖα πεπληρωμένα, κεραμίων εἰσφερομένων αὐτῷ μύρων τῶν πολυτελεστάτων. ὅτε καί τινος εἰπόντος ‘μακάριοί ἐστε ὑμεῖς οἱ βασιλεῖς οἱ καὶ τούτοις χρώμενοι καὶ ὀδωδότες ἡδύ,’ καὶ μηδὲν τὸν ἄνθρωπον προσειπὼν ὅπου ᾽κεῖνος τῇ ἑξῆς ἐλούετο ἐπεισελθὼν ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον κεράμιον πολυτελεστάτου μύρου τῆς στακτῆς καλουμένης, ὡς πάντας ἀναστάντας κυλίεσθαι τοὺσ λουομένους τῷ μύρῳ καὶ διὰ τὴν γλισχρότητα καταπίπτοντας γέλωτα παρέχειν, καθάπερ καὶ αὐτὸν τὸν βασιλέα.

ὁ δ’ αὐτὸς οὗτος βασιλεὺς (Polyb. 31, 3) ἀκούσας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βουλόμενος τῇ μεγαλοδωρίᾳ ὑπερᾶραι τὸν Παῦλον

v.1.p.432
ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπὸ αὐτοῦ ἐπὶ Δάφνης· ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν ὡς αὐτὸν ἄφιξιν. ἀρχὴν δ’ ἐποιήσατο τῆς πανηγύρεως τὴν πομπείαν οὕτως ἐπιτελεσθεῖσαν. καθηγοῦντό τινες Ῥωμαικὸν ἔχοντες καθοπλισμὸν ἐν θώραξιν ἀλυσιδωτοῖς, ἄνδρες ἀκμάζοντες ταῖς ἡλικίαις πεντακισχίλιοι· μεθ’ οὓς Μυσοὶ πεντακισχίλιοι. συνεχεῖς δ’ ἦσαν Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους. ἐπὶ δὲ τούτοις Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχίλιοι. τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, ἄλλοι δὲ ἀργυράσπιδες· οἷς ἐπηκολούθει μονομάχων ζεύγη διακόσια τεσσαράκοντα. τούτων κατόπιν ἦσαν ἱππεῖς Νισαῖοι μὲν χίλιοι, πολιτικοὶ δὲ τρισχίλιοι, ὧν οἱ μὲν πλείους ἦσαν χρυσοφάλαροι καὶ χρυσοστέφανοι, οἱ δ᾽ ἄλλοι ἀργυροφάλαροι. μετὰ δὲ τούτους ἦσαν οἱ λεγόμενοι ἑταῖροι ἱππεῖς· οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τούτοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα, ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον. ἐπὶ δὲ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει τὸ καλούμενον ἄγημα, κράτιστον εἶναι δοκοῦν σύστημα τῶν ἱππέων, περὶ χιλίους. τελευταία δ’ ἦν ἡ κατάφρακτος ἵππος, οἰκείως τῇ προσηγορία τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκεπασμένων τοῖς ὅπλοις· ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι καὶ πεντακόσιοι. πάντες δ’
v.1.p.433
οἱ προειρημένοι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς. ἐπὶ δὲ τούτοις ἕξιππα μὲν ἦν ἑκατόν, τέθριππα δὲ τεσσαράκοντα· ἔπειτα ἐλεφάντων ἅρμα καὶ συνωρίς· καθ’ ἕνα δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ.

τὴν δ’ ἄλλην πομπὴν λέγειν ἐστὶ δυσέφικτον, ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον. ἔφηβοι μὲν γὰρ ἐπόμπευσαν εἰς ὀκτακοσίους, χρυσοῦς ἔχοντες στεφάνους, βόες δ’ εὐτραφεῖς περὶ χιλίους, θεωρίδες δὲ βραχὺ λείπουσαι τριακοσίων, ἐλεφάντων δὲ ὀδόντες ὀκτακόσιοι. τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι· πάντων γὰρ τῶν παρ’ ἀνθρώποις λεγομένων ἢ νομιζομένων θεῶν ἢ δαιμόνων, προσέτι δὲ ἡρώων εἴδωλα διήγετο, τὰ μὲν κεχρυσωμένα, τὰ δ’ ἠμφιεσμένα στολαῖς διαχρύσοις. καὶ πᾶσι τούτοις οἱ προσήκοντες μῦθοι κατὰ τὰς παραδεδομένας ἱστορίας ἐν διασκευαῖς πολυτελέσι παρέκειντο. εἵπετο δ’ αὐτοῖς καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ, καὶ Ἠοῦς καὶ Μεσημβρίας. τὸ δὲ τῶν χρυσωμάτων καὶ ἀργυρωμάτων πλῆθος οὕτως ἄν τις ὑπονοήσειεν ὅσον ἦν· ἑνὸς γὰρ τῶν φίλων Διονυσίου τοῦ ἐπιστολιαγράφου χίλιοι παῖδες ἐπόμπευσαν ἀργυρώματα ἔχοντες, ὧν οὐδὲν ἐλάττον’ ὁλκὴν εἶχεν δραχμῶν χιλίων. βασιλικοὶ δὲ παῖδες παρῆλθον ἑξακόσιοι χρυσώματα ἔχοντες. ἔπειτα γυναῖκες ἐκ χρυσῶν καλπίδων μύροις ἔραινον εἰς διακοσίας. ταύταις δ’ ἑξῆς ἐπόμπευον ἐν χρυσόποσι μὲν φορείοις ὀγδοήκοντα γυναῖκες, ἐν

v.1.p.434
ἀργυρόποσι δὲ πεντακόσιαι καθήμεναι, πολυτελῶς διεσκευασμέναι. καὶ τῆς μὲν πομπῆς τὰ ἐπιφανέστατα ταῦτα ἦν.

ἐπιτελεσθέντων δὲ τῶν ἀγώνων καὶ μονομαχιῶν καὶ κυνηγεσίων κατὰ τριάκονθ’ ἡμέρας, ἐν αἷς τὰς θέας συνετέλει, πέντε μὲν τὰς πρώτας ἐν τῷ γυμνασίῳ πάντες ἐκ χρυσῶν ὁλκείων ἠλείφοντο κροκίνῳ μύρῳ· ἦν δὲ ταῦτα πεντεκαίδεκα, καὶ κινναμωμίνου τὰ ἴσα καὶ ναρδίνου. παραπλησίως δὲ καὶ ταῖς ἑξῆς εἰσεφέρετο τήλινον, ἀμαράκινον, ἴρινον, πάντα διαφέροντα ταῖς εὐωδίαις. ἔστρωτο δὲ εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια μετὰ τῆς πολυτελεστάτης διασκευῆς. ὁ δὲ χειρισμὸς ἐγίνετο τῶν πραγμάτων δι’ αὐτοῦ τοῦ βασιλέως. ἵππον γὰρ ἔχων εὐτελῆ παρέτρεχε παρὰ τὴν πομπήν, τοὺς μὲν προάγειν κελεύων, τοὺς δὲ ἐπέχειν. κατὰ δὲ τοὺς πότους αὐτὸς ἐπὶ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν, οὓς δ’ ἀνέκλινε, καὶ τοὺς διακόνους δὲ τοὺς τὰς παραθέσεις φέροντας αὐτὸς εἰσῆγε. καὶ περιπορευόμενος οὗ μὲν προσεκάθιζεν, οὗ δὲ προσανέπιπτε· καί ποτε μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν πότον προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρ’ ἄλλοις, ἅμα δὲ καὶ τοῖς ἀκροάμασι προσπαίζων. προιούσης δ’ ἐπὶ πολὺ τῆς συνουσίας καὶ πολλῶν ἤδη κεχωρισμένων ὑπὸ τῶν μίμων ὁ βασιλεὺς εἰσεφέρετο ὅλος κεκαλυμμένος καὶ εἰς τὴν γῆν ἐτίθετο ὡς εἷς ὢν δῆτα τῶν μίμων· καὶ τῆς συμφωνίας προκαλουμένης ἀναπηδήσας ὠρχεῖτο καὶ

v.1.p.435
ὑπεκρίνετο μετὰ τῶν γελωτοποιῶν, ὥστε πάντας αἰσχυνομένους φεύγειν. ταῦτα δὲ πάντα συνετελέσθη ἐξ ὧν τὰ μὲν ἐκ τῆς Αἰγύπτου ἐνοσφίσατο παρασπονδήσας τὸν Φιλομήτορα βασιλέα παιδίσκον ὄντα, τὰ δὲ καὶ τῶν φίλων συμβαλλομένων. ἱεροσυλήκει δὲ καὶ τὰ πλεῖστα τῶν ἱερῶν.’

θαυμασάντων δὲ τῶν δαιτυμόνων τήν τε τοῦ βασιλέως διάνοιαν ὡς οὐκ ἐπιφανής, ἀλλ’ ὄντως ἐπιμανὴς ὑπῆρχε, .... Προσέθηκεν ὁ Μασούριος περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γεγενημένης ὑπὸ τοῦ πάντα ἀρίστου Πτολεμαίου τοῦ Φιλαδέλφου βασιλέως πομπῆς Καλλίξεινον τὸν Ῥόδιον ἱστοροῦντα ἐν τῷ τετάρτῳ περὶ Ἀλεξανδρείας, ὅς φησι (FHG III 58)· ‘πρὸ δὲ τοῦ ἄρξασθαι τὴν κατασκευασθεῖσαν σκηνὴν ἐν τῷ τῆς ἄκρας περιβόλῳ χωρὶς τῆς τῶν στρατιωτῶν καὶ τεχνιτῶν καὶ παρεπιδήμων ὑποδοχῆς ἐξηγήσομαι· καλὴ γὰρ εἰς ὑπερβολὴν ἀξία τε ἀκοῆς ἐγενήθη. τὸ μὲν οὖν μέγεθος αὐτῆς ἑκατὸν τριάκοντα κλίνας ἐπιδεχόμενον κύκλῳ, διασκευὴν δ’ εἶχε τοιαύτην. κίονες διεστάθησαν ξύλινοι πέντε μὲν κατὰ πλευρὰν ἑκάστην τοῦ μήκους πεντηκονταπήχεις πρὸς ὕψος, ἑνὶ δὲ ἐλάττους κατὰ πλάτος· ἐφ’ ὧν ἐπιστύλιον καθηρμόσθη τετράγωνον, ὑπερεῖδον τὴν σύμπασαν τοῦ συμποσίου στέγην. αὕτη δ’ ἐνεπετάσθη κατὰ μέσον οὐρανίσκῳ κοκκινοβαφεῖ περιλεύκῳ, καθ’ ἑκάτερον δὲ μέρος εἶχε δοκοὺς μεσολεύκοις ἐμπετάσμασι πυργωτοῖς κατειλημένας, ἐν αἷς φατνώματα γραπτὰ

v.1.p.436
κατὰ μέσον ἐτέτακτο. τῶν δὲ κιόνων οἱ μὲν τέσσαρες ὡμοίωντο φοίνιξιν, οἱ δ’ ἀνὰ μέσον θύρσων εἶχον φαντασίαν. τούτων δ’ ἐκτὸς περίστυλος ἐπεποίητο σῦριγξ ταῖς τρισὶ πλευραῖς καμαρωτὴν ἔχουσα στέγην, ἐν ᾗ τὴν τῶν κατακειμένων ἀκολουθίαν ἑστάναι συνέβαινεν. ἧς τὸ μὲν ἐντὸς αὐλαίαις περιείχετο φοινικίναις, ἐπὶ δὲ τῶν ἀνὰ μέσον χωρῶν δοραὶ θηρίων παράδοξοι καὶ τῇ ποικιλίᾳ καὶ τοῖς μεγέθεσιν ἐκρέμαντο. τὸ δὲ περιέχον αὐτὴν ὕπαιθρον μυρρίναις καὶ δάφναις ἄλλοις τε ἐπιτηδείοις ἔρνεσιν ἐγεγόνει συνηρεφές. τὸ δ’ ἔδαφος πᾶν ἄνθεσι κατεπέπαστο παντοίοις. ἡ γὰρ Αἴγυπτος καὶ διὰ τὴν τοῦ περιέχοντος ἀέρος εὐκρασίαν καὶ διὰ τοὺς κηπεύοντας τὰ σπανίως καὶ καθ’ ὥραν ἐνεστηκυῖαν ἐν ἑτέροις φυόμενα τόποις ἄφθονα γεννᾷ καὶ διὰ παντός, καὶ οὔτε ῥόδον οὔτε λευκόιον οὔτ’ ἄλλο ῥᾳδίως ἄνθος ἐκλιπεῖν οὐθὲν οὐδέποτ’ εἴωθεν. διὸ δὴ καὶ κατὰ μέσον χειμῶνα τῆς ὑποδοχῆς τότε γενηθείσης παράδοξος ἡ φαντασία τότε τοῖς ξένοις κατέστη. τὰ γὰρ εἰς μίαν εὑρεθῆναι στεφάνωσιν οὐκ ἂν δυνηθέντα ἐν ἄλλῃ πόλει ῥᾳδίως, ταῦτα καὶ τῷ πλήθει τῶν κατακειμένων ἐκεχορήγητο εἰς τοὺς στεφάνους ἀφθόνως καὶ εἰς τὸ τῆς σκηνῆς ἔδαφος κατεπέπαστο χύδην, θείου τινὸς ὡς ἀληθῶς ἀποτελοῦντα λειμῶνος πρόσοψιν.

διέκειτο δὲ ἐπὶ μὲν τῶν τῆς σκηνῆς παραστάδων ζῷα μαρμάρινα τῶν πρώτων τεχνιτῶν ἑκατόν. ἐν δὲ ταῖς ἀνὰ μέσον χώραις πίνακες τῶν Σικυωνικῶν ζωγράφων, ἐναλλὰξ δ’

v.1.p.437
ἐπίλεκτοι εἰκασίαι παντοῖαι καὶ χιτῶνες χρυσοϋφεῖς ἐφαπτίδες τε κάλλισται, τινὲς μὲν εἰκόνας ἔχουσαι τῶν βασιλέων ἐνυφασμένας, αἳ δὲ μυθικὰς διαθέσεις. ὑπεράνω δὲ τούτων θυρεοὶ περιέκειντο ἐναλλὰξ ἀργυροῖ τε καὶ χρυσοῖ. ἐν δὲ ταῖς ἐπάνω τούτων χώραις οὔσαις ὀκταπήχεσιν ἄντρα κατεσκεύαστο κατὰ μὲν τὸ μῆκος τῆς σκηνῆς ἓξ ἐν ἑκατέρᾳ πλευρᾷ, κατὰ πλάτος δὲ τέτταρα· συμπόσιά τε ἀντία ἀλλήλων ἐν αὐτοῖς τραγικῶν τε καὶ κωμικῶν καὶ σατυρικῶν ζῴων ἀληθινὸν ἐχόντων ἱματισμόν, οἷς παρέκειτο καὶ ποτήρια χρυσᾶ. κατὰ μέσον δὲ τῶν ἄντρων νύμφαι ἐλείφθησαν, ἐν αἷς ἔκειντο Δελφικοὶ χρυσοῖ τρίποδες ὑποστήματ’ ἔχοντες. κατὰ δὲ τὸν ὑψηλότατον τόπον τῆς ὀροφῆς ἀετοὶ κατὰ πρόσωπον ἦσαν ἀλλήλων χρυσοῖ, πεντεκαιδεκαπήχεις τὸ μέγεθος. ἔκειντο δὲ κλῖναι χρυσαῖ σφιγγόποδες ἐν ταῖς δυσὶ πλευραῖς ἑκατόν· ἡ γὰρ κατὰ πρόσωπον ἁψὶς ἀφεῖτ᾽ ἀναπεπταμένη. ταύταις δ’ ἀμφίταποι ἁλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἐρέας, καὶ περιστρώματα ποικίλα διαπρεπῆ ταῖς τέχναις ἐπῆν. ψιλαὶ δὲ Περσικαὶ τὴν ἀνὰ μέσον τῶν ποδῶν χώραν ἐκάλυπτον, ἀκριβῆ τὴν εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζῳδίων. παρετέθησαν δὲ καὶ τρίποδες τοῖς κατακειμένοις χρυσοῖ διακόσιοι τὸν ἀριθμόν, ὥστ’ εἶναι δύο κατὰ κλίνην, ἐπ’ ἀργυρῶν διέδρων. ἐκ δὲ τῶν ὄπισθεν πρὸς τὴν ἀπόνιψιν ἑκατὸν ἀργυραῖ λεκάναι καὶ καταχύσεις ἴσαι παρέκειντο. ἐπεπήγει δὲ
v.1.p.438
τοῦ συμποσίου καταντικρὺ καὶ ἑτέρα κλίνη πρὸς τὴν τῶν κυλίκων καὶ ποτηρίων τῶν τε λοιπῶν τῶν πρὸς τὴν χρῆσιν ἀνηκόντων καὶ κατασκευασμάτων ἔκθεσιν· ἃ δὴ πάντα χρυσᾶ τε ἦν καὶ διάλιθα, θαυμαστὰ ταῖς τέχναις. τούτων δὲ τὴν μὲν κατὰ μέρος κατασκευὴν καὶ τὰ γένη μακρὸν ἐπεφαίνετό μοι δηλοῦν· τὸ δὲ τοῦ σταθμοῦ πλῆθος εἰς μύρια τάλαντα ἀργυρίου τὴν σύμπασαν εἶχε κατασκευήν.

ἡμεῖς δὲ ἐπειδὴ τὰ κατὰ τὴν σκηνὴν διεληλύθαμεν, ποιησόμεθα καὶ τὴν τῆς πομπῆς ἐξήγησιν. ἤγετο γὰρ διὰ τοῦ κατὰ τὴν πόλιν σταδίου. πρώτη δ’ ἐβάδιζεν ἡ Ἑωσφόρου· καὶ γὰρ ἀρχὴν εἶχεν ἡ πομπὴ καθ’ ὃν ὁ προειρημένος ἀστὴρ φαίνεται χρόνον. ἔπειθ’ ἡ τοῖς τῶν βασιλέων γονεῦσι κατωνομασμένη. μετὰ δὲ ταύτας αἱ τῶν θεῶν ἁπάντων, οἰκείαν ἔχουσαι τῆς περὶ ἕκαστον αὐτῶν ἱστορίας διασκευήν. τὴν δὲ τελευταίαν Ἑσπέρου συνέβαινεν εἶναι, τῆς ὥρας εἰς τοῦτον συναγούσης τὸν καιρόν. τὰ δὲ κατὰ μέρος αὐτῶν εἴ τις εἰδέναι βούλεται, τὰς τῶν πεντετηρίδων γραφὰς λαμβάνων ἐπισκοπείτω. τῆς δὲ Διονυσιακῆς πομπῆς πρῶτοι μὲν προῄεσαν οἱ τὸν ὄχλον ἀνείργοντες Σιληνοί, πορφυρᾶς χλαμύδας, οἳ δὲ φοινικίδας ἠμφιεσμένοι. τούτοις δ’ ἐπηκολούθουν Σάτυροι καθ’ ἕκαστον τοῦ σταδίου μέρος εἴκοσι, λαμπάδας φέροντες κισσίνας διαχρύσους. μεθ’ οὓς Νῖκαι

v.1.p.439
χρυσᾶς ἔχουσαι πτέρυγας. ἔφερον δ’ αὗται θυμιατήρια ἑξαπήχη κισσίνοις διαχρύσοις κλωσὶ διακεκοσμημένα, ζῳωτοὺς ἐνδεδυκυῖαι χιτῶνας, αὐταὶ δὲ πολὺν κόσμον χρυσοῦν περικείμεναι. μετὰ δὲ ταύτας εἵπετο βωμὸς ἑξάπηχυς διπλοῦς κισσίνῃ φυλλάδι διαχρύσῳ πεπυκασμένος, ἔχων ἀμπέλινον χρυσοῦν στέφανον μεσολεύκοις μίτραις διειλημμένον. ἐπηκολούθουν δ’ αὐτῷ παῖδες ἐν χιτῶσι πορφυροῖς, λιβανωτὸν καὶ σμύρναν, ἔτι δὲ κρόκον ἐπὶ χρυσῶν μαζονόμων φέροντες ἑκατὸν εἴκοσι. μεθ’ οὓς Σάτυροι τεσσαράκοντα ἐστεφανωμένοι κισσίνοις χρυσοῖς στεφάνοις· τὰ δὲ σώματα οἳ μὲν ἐκέχριντο ὀστρείῳ, τινὲς δὲ μίλτῳ καὶ χρώμασιν ἑτέροις. ἔφερον δὲ καὶ οὗτοι στέφανον χρυσοῦν ἐξ ἀμπέλου καὶ κισσοῦ εἰργασμένον. μεθ’ οὓς Σιληνοὶ δύο ἐν πορφυραῖς χλαμύσι καὶ κρηπῖσι λευκαῖς. εἶχε δ’ αὐτῶν ὃ μὲν πέτασον καὶ κηρύκειον χρυσοῦν, ὃ δὲ σάλπιγγα. μέσος δὲ τούτων ἐβάδιζεν ἀνὴρ μείζων ἢ τετράπηχυς ἐν τραγικῇ διαθέσει καὶ προσώπῳ, φέρων χρυσοῦν Ἀμαλθείας κέρας· ὃς προσηγορεύετο Ἐνιαυτός. ᾧ γυνὴ περικαλλεστάτη κατὰ τὸ μέγεθος εἵπετο πολλῷ χρυσῷ καὶ διαπρεπεῖ .... κεκοσμημένη, φέρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσαίας, τῇ δ’ ἑτέρᾳ ῥάβδον φοίνικος· ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς. ταύτῃ δ’ ἐπηκολούθουν Ὧραι αἱ τέσσαρες διεσκευασμέναι
v.1.p.440
καὶ ἑκάστη φέρουσα τοὺς ἰδίους καρπούς. ἐχόμενα τούτων θυμιατήρια δύο κίσσινα ἐκ χρυσοῦ ἑξαπήχη καὶ βωμὸς ἀνὰ μέσον τούτων τετράγωνος χρυσοῦ. καὶ πάλιν Σάτυροι στεφάνους ἔχοντες κισσίνους χρυσοῦς, φοινικίδας περιβεβλημένοι· ἔφερον δ’ οἳ μὲν οἰνοχόην χρυσῆν, οἳ δὲ καρχήσιον. μεθ’ οὓς ἐπορεύετο Φιλίσκος ὁ ποιητὴς ἱερεὺς ὢν Διονύσου καὶ πάντες οἱ περὶ τὸν Διόνυσον τεχνῖται. τούτων δ’ ἐφεξῆς ἐφέροντο Δελφικοὶ τρίποδες, ἆθλα τοῖς τῶν ἀθλητῶν χορηγοῖς, ὁ μὲν παιδικὸς ἐννέα πηχῶν τὸ ὕψος, ὃ δὲ πηχῶν δώδεκα ὁ τῶν ἀνδρῶν.

μετὰ τούτους τετράκυκλος πηχῶν τεσσαρεσκαίδεκα, ὀκτὼ δὲ τὸ πλάτος, ἤγετο ὑπὸ ἀνδρῶν ὀγδοήκοντα καὶ ἑκατόν, ἐπὶ δὲ ταύτης ἐπῆν ἄγαλμα Διονύσου δεκάπηχυ σπένδον ἐκ καρχησίου χρυσοῦ, χιτῶνα πορφυροῦν ἔχον διάπεζον καὶ ἐπ’ αὐτοῦ κροκωτὸν διαφανῆ· περιεβέβλητο δὲ ἱμάτιον πορφυροῦν χρυσοποίκιλον. προέκειτο δὲ αὐτοῦ κρατὴρ Λακωνικὸς χρυσοῦς μετρητῶν δεκαπέντε καὶ τρίπους χρυσοῦς, ἐφ’ οὗ θυμιατήριον χρυσοῦν καὶ φιάλαι δύο χρυσαῖ, κασσίας μεσταὶ καὶ κρόκου. περιέκειτο δ’ αὐτῷ καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπώρας κεκοσμημένη, προσήρτηντο δὲ καὶ στέφανοι καὶ ταινίαι καὶ θύρσοι καὶ τύμπανα καὶ μίτραι πρόσωπά τε σατυρικὰ καὶ κωμικὰ καὶ τραγικά. τῇ δὲ τετρακύκλῳ .... ἱερεῖς καὶ ἱέρειαι καὶ ἱεροστολισταὶ καὶ θίασοι παντοδαποὶ καὶ τὰ λῖκνα φέρουσαι. μετὰ δὲ ταύτας Μακέται αἱ καλούμεναι Μιμαλλόνες

v.1.p.441
καὶ Βασσάραι καὶ Λυδαί, κατακεχυμέναι τὰς τρίχας καὶ ἐστεφανωμέναι τινὲς μὲν ὄφεσιν, αἳ δὲ μίλακι καὶ ἀμπέλῳ καὶ κισσῷ· κατεῖχον δὲ ταῖς χερσὶν αἳ μὲν ἐγχειρίδια, αἳ δὲ ὄφεις. μετὰ δὲ ταύτας ἤγετο τετράκυκλος πηχῶν ὀκτὼ πλάτος ὑπὸ ἀνδρῶν ἑξήκοντα, ἐφ’ ἧς ἄγαλμα Νύσης ὀκτάπηχυ καθήμενον, ἐνδεδυκὸς μὲν θάψινον χιτῶνα χρυσοποίκιλον, ἱμάτιον δὲ ἠμφίεστο Λακωνικόν. ἀνίστατο δὲ τοῦτο μηχανικῶς οὐδενὸς τὰς χεῖρας προσάγοντος καὶ σπεῖσαν ἐκ χρυσῆς φιάλης γάλα πάλιν ἐκάθητο. εἶχε δὲ ἐν τῇ ἀριστερᾷ θύρσον ἐστεμμένον μίτραις. αὕτη δ’ ἐστεφάνωτο κισσίνῳ χρυσῷ καὶ βότρυσι διαλίθοις πολυτελέσιν. εἶχε δὲ σκιάδα καὶ ἐπὶ τῶν γωνιῶν τῆς τετρακύκλου κατεπεπήγεσαν λαμπάδες διάχρυσοι τέτταρες. ἑξῆς εἵλκετο ἄλλη τετράκυκλος μῆκος πηχῶν εἴκοσι, πλάτος ἑκκαίδεκα, ὑπὸ ἀνδρῶν τριακοσίων· ἐφ’ ἧς κατεσκεύαστο ληνὸς πηχῶν εἴκοσι τεσσάρων, πλάτος πεντεκαίδεκα, πλήρης σταφυλῆς. ἐπάτουν δὲ ἑξήκοντα Σάτυροι πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον, ἐφειστήκει δ’ αὐτοῖς Σιληνός· καὶ δι’ ὅλης τῆς ὁδοῦ τὸ γλεῦκος ἔρρει. ἑξῆς ἐφέρετο τετράκυκλος μῆκος πηχῶν εἴκοσι πέντε, πλάτος τεσσαρεσκαίδεκα· ἤγετο δὲ ὑπὸ ἀνδρῶν ἑξακοσίων· ἐφ’ ἧς ἦν ἀσκὸς τρισχιλίους ἔχων μετρητάς, ἐκ παρδαλῶν δερμάτων ἐρραμμένος· ἔρρει δὲ καὶ οὗτος κατὰ μικρὸν ἀνιέμενος κατὰ πᾶσαν τὴν ὁδόν. ἠκολούθουν
v.1.p.442
δ’ αὐτῷ Σάτυροι καὶ Σιληνοὶ ἑκατὸν εἴκοσι ἐστεφανωμένοι, φέροντες οἳ μὲν οἰνοχόας, οἳ δὲ φιάλας, οἳ δὲ θηρικλείους μεγάλας, πάντα χρυσᾶ.

ἐχόμενος ἤγετο κρατὴρ ἀργυροῦς ἑξακοσίους χωρῶν μετρητὰς ἐπὶ τετρακύκλου ἑλκομένης ὑπὸ ἀνδρῶν ἑξακοσίων. εἶχε δὲ ὑπὸ τὰ χείλη καὶ τὰ ὦτα καὶ ὑπὸ τὴν βάσιν ζῷα τετορευμένα καὶ διὰ μέσου ἐστεφάνωτο στεφάνῳ χρυσῷ διαλίθῳ. ἑξῆς ἐφέρετο κυλικεῖα ἀργυρᾶ δωδεκαπήχη δύο, ὕψος πηχῶν ἕξ· ταῦτα δ᾽ εἶχεν ἄνω τε ἀκρωτήρια καὶ ἐν ταῖς γάστραις κύκλῳ καὶ ἐπὶ τῶν ποδῶν ζῷα τριημιπήχη καὶ πηχυαῖα πλήθει πολλά. καὶ λουτῆρες μεγάλοι δέκα καὶ κρατῆρες ἑκκαίδεκα, ὧν οἱ μείζους ἐχώρουν μετρητὰς τριάκοντα, οἱ δ’ ἐλάχιστοι πέντε. εἶτα λέβητες ἓξ βαλανωτοὶ εἴκοσι τέσσαρες ἐπ᾽ ἐγγυθήκαις πάντες καὶ ληνοὶ ἀργυραῖ δύο, ἐφ’ ὧν ἦσαν βῖκοι εἴκοσι τέσσαρες, τράπεζά τε ὁλάργυρος δωδεκάπηχυς καὶ ἄλλαι ἑξαπήχεις τριάκοντα. πρὸς δὲ τούτοις τρίποδες τέσσαρες, ὧν εἷς μὲν εἶχε τὴν περίμετρον πηχῶν ἑκκαίδεκα, κατάργυρος ὢν ὅλος, οἱ δὲ τρεῖς ἐλάττονες ὄντες διάλιθοι κατὰ μέσον ὑπῆρχον. μετὰ τούτους ἐφέροντο Δελφικοὶ τρίποδες ἀργυροῖ ὀγδοήκοντα τὸν ἀριθμόν, ἐλάττους τῶν προειρημένων, ὧν αἱ γωνίαι ...., τετράμετροι· ὑδρίαι εἴκοσι καὶ ἕξ, ἀμφορεῖς Παναθηναικοὶ δεκαέξ, ψυκτῆρες ἑκατὸν

v.1.p.443
ἑξήκοντα· τούτων ὁ μέγιστος ἦν μετρητῶν ἕξ, ὁ δὲ ἐλάχιστος δύο. ταῦτα μὲν οὖν ἦν ἅπαντα ἀργυρᾶ.

ἐχόμενοι δὲ τούτων ἐπόμπευον οἱ τὰ χρυσώματα φέροντες, κρατῆρας Λακωνικοὺς τέτταρας ἔχοντας στεφάνους ἀμπελίνους .... τετραμέτρητοι ἕτεροι, Κορινθιουργεῖς δύο — οὗτοι δ᾽ εἶχον ἄνωθεν καθήμενα περιφανῆ τετορευμένα ζῷα καὶ ἐν τῷ τραχήλῳ καὶ ἐν ταῖς γάστραις πρόστυπα ἐπιμελῶς πεποιημένα· ἐχώρει δ’ ἕκαστος μετρητὰς ὀκτώ — ἐπ’ ἐγγυθήκαις. καὶ ληνός, ἐν ᾗ ἦσαν βῖκοι δέκα, ὁλκεῖα δύο, ἑκάτερον χωροῦν μετρητὰς πέντε, κώθωνες διμέτρητοι δύο, ψυκτῆρες εἴκοσι δύο, ὧν ὁ μέγιστος ἐχώρει μετρητὰς τριάκοντα, ὁ δὲ ἐλάχιστος μετρητήν. ἐπόμπευσαν δὲ τρίποδες χρυσοῖ μεγάλοι τέτταρες· καὶ χρυσωματοθήκη χρυσῆ διάλιθος πηχῶν δέκα ὕψος, ἔχουσα βασμοὺς ἕξ, ἐν οἷς καὶ ζῷα τετραπάλαιστα ἐπιμελῶς πεποιημένα, πολλὰ τὸν ἀριθμόν· καὶ κυλικεῖα δύο καὶ ὑάλινα διάχρυσα δύο· ἐγγυθῆκαι χρυσαῖ τετραπήχεις δύο, ἄλλαι ἐλάττους τρεῖς, ὑδρίαι δέκα, βωμὸς τρίπηχυς, μαζονόμια εἴκοσι πέντε. μετὰ δὲ ταῦτα ἐπορεύοντο παῖδες χίλιοι καὶ ἑξακόσιοι ἐνδεδυκότες χιτῶνας λευκούς, ἐστεφανωμένοι οἳ μὲν κισσῷ, οἳ δὲ πίτυι· ὧν διακόσιοι μὲν καὶ πεντήκοντα χοεῖς εἶχον χρυσοῦς, τετρακόσιοι δὲ ἀργυροῦς, ἕτεροι δὲ τριακόσιοι καὶ εἴκοσι ψυκτήρια ἔφερον χρυσᾶ, οἳ δὲ ἀργυρᾶ. μεθ’ οὓς ἄλλοι παῖδες

v.1.p.444
ἔφερον κεράμια πρὸς τὴν τοῦ γλυκισμοῦ χρείαν, ὧν εἴκοσι μὲν ἦν χρυσᾶ, πεντήκοντα δὲ ἀργυρᾶ, τριακόσια δὲ κεκηρογραφημένα χρώμασι παντοίοις. καὶ κερασθέντων ἐν ταῖς ὑδρίαις καὶ πίθοις πάντες κοσμίως ἐγλυκάνθησαν οἱ ἐν τῷ σταδίῳ.’

ἑξῆς τούτοις καταλέγει τετραπήχεις τραπέζας .... ἐφ’ ὧν πολλὰ θέας ἄξια πολυτελῶς κατεσκευασμένα περιήγετο θεάματα. ἐν οἷς καὶ ὁ τῆς Σεμέλης θάλαμος, ἐν ᾧ ἔχουσαι χιτῶνας τινὲς διαχρύσους καὶ λιθοκολλήτους τῶν πολυτιμήτων. οὐκ ἄξιον δ’ ἦν παραλιπεῖν τήνδε ‘τὴν τετράκυκλον, μῆκος οὖσαν πηχῶν εἴκοσι δύο, πλάτος δεκατεσσάρων, ὑπὸ ἀνδρῶν ἑλκομένην πεντακοσίων· ἐφ’ ἧς ἄντρον ἦν βαθὺ καθ’ ὑπερβολὴν κισσῷ καὶ μίλῳ. ἐκ τούτου περιστεραὶ καὶ φάσσαι καὶ τρυγόνες καθ᾽ ὅλην ἐξίπταντο τὴν ὁδόν, λημνίσκοις τοὺς πόδας δεδεμέναι πρὸς τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. ἀνέβλυζον δὲ ἐξ αὐτοῦ καὶ κρουνοὶ δύο, ὃ μὲν γάλακτος, ὃ δὲ οἴνου. πᾶσαι δ᾽ αἱ περὶ αὐτὸν Νύμφαι στεφάνους εἶχον χρυσοῦς, ὁ δὲ Ἑρμῆς καὶ κηρύκειον χρυσοῦν, ἐσθῆτας δὲ πολυτελεῖς. ἐπὶ δὲ ἄλλης τετρακύκλου, ἣ περιεῖχε τὴν ἐξ Ἰνδῶν κάθοδον Διονύσου, Διόνυσος ἦν δωδεκάπηχυς ἐπ’ ἐλέφαντος κατακείμενος, ἠμφιεσμένος προφυρίδα καὶ στέφανον κισσοῦ καὶ ἀμπέλου χρυσοῦν ἔχων· εἶχε δ’ ἐν ταῖς χερσὶ θυρσόλογχον χρυσοῦν, ὑπεδέδετο δ’

v.1.p.445
ἐμβάδας χρυσορραφεῖς. προεκάθητο δ’ αὐτοῦ ἐπὶ τῷ τραχήλῳ τοῦ ἐλέφαντος Σατυρίσκος πεντάπηχυς ἐστεφανωμένος πίτυος στεφάνῳ χρυσῷ, τῇ δεξιᾷ χειρὶ αἰγείῳ κέρατι χρυσῷ σημαίνων. ὁ δὲ ἐλέφας σκευὴν εἶχε χρυσῆν καὶ περὶ τῷ τραχήλῳ κίσσινον χρυσοῦν στέφανον. ἠκολούθουν δὲ τούτῳ παιδίσκαι πεντακόσιαι κεκοσμημέναι χιτῶσι πορφυροῖς, χρυσῷ διεζωσμέναι. ἐστεφάνωντο δὲ αἱ μὲν ἡγούμεναι ἑκατὸν εἴκοσι χρυσοῖς πιτυίνοις στεφάνοις, ἠκολούθουν δ’ αὐταῖς Σάτυροι ἑκατὸν εἴκοσι, πανοπλίας οἳ μὲν ἀργυρᾶς, οἳ δὲ χαλκᾶς ἔχοντες. μετὰ δὲ τούτους ἐπορεύοντο ὄνων ἶλαι πέντε, ἐφ’ ὧν ἦσαν Σιληνοὶ καὶ Σάτυροι ἐστεφανωμένοι. τῶν δὲ ὄνων οἳ μὲν χρυσᾶς, οἳ δὲ ἀργυρᾶς προμετωπίδας καὶ σκευασίας εἶχον.

μετὰ δὲ τούτους ἐλεφάντων ἅρματα ἀφείθη εἴκοσι τέτταρα καὶ συνωρίδες τράγων ἑξήκοντα, κώλων δεκαδύο, ὀρύγων ἑπτά, βουβάλων δεκαπέντε, στρουθῶν συνωρίδες ὀκτώ, ὀνελάφων ἑπτά, καὶ συνωρίδες δʹ ὄνων ἀγρίων, ἅρματα τέσσαρα. ἐπὶ δὲ πάντων τούτων ἀνεβεβήκει παιδάρια χιτῶνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους. παρανεβεβήκει δὲ παιδισκάρια διεσκευασμένα πελταρίοις καὶ θυρσολόγχοις, κεκοσμημένα ἱματίοις καὶ χρυσίοις. ἐστεφάνωτο δὲ τὰ μὲν ἡνιοχοῦντα παιδάρια πίτυι, τὰ δὲ παιδισκάρια κισσῷ. ἐπῇσαν δὲ καὶ συνωρίδες καμήλων ἕξ, ἐξ ἑκατέρου μέρους τρεῖς· αἷς ἐπηκολούθουν ἀπῆναι ὑφ’ ἡμιόνων ἀγόμεναι. αὗται

v.1.p.446
δ’ εἶχον σκηνὰς βαρβαρικάς, ἐφ’ ὧν ἐκάθηντο γυναῖκες Ἰνδαὶ καὶ ἕτεραι κεκοσμημέναι ὡς αἰχμάλωτοι. κάμηλοι δ’ αἳ μὲν ἔφερον λιβανωτοῦ μνᾶς τριακοσίας, σμύρνης τριακοσίας, κρόκου καὶ κασίας καὶ κινναμώμου καὶ ἴριδος καὶ τῶν λοιπῶν ἀρωμάτων διακοσίας. ἐχόμενοι τούτων ἦσαν Αἰθίοπες δωροφόροι, ὧν οἳ μὲν ἔφερον ὀδόντας ἑξακοσίους, ἕτεροι δὲ ἐβένου κορμοὺς δισχιλίους, ἄλλοι χρυσίου καὶ ἀργυρίου κρατῆρας ἑξήκοντα καὶ ψήγματα χρυσοῦ. μεθ’ οὓς ἐπόμπευσαν κυνηγοὶ βʹ ἔχοντες σιβύνας ἐπιχρύσους. ἤγοντο δὲ καὶ κύνες δισχίλιοι τετρακόσιοι, οἳ μὲν Ἰνδοί, οἱ λοιποὶ δὲ Ὑρκανοὶ καὶ Μολοσσοὶ καὶ ἑτέρων γενῶν. ἑξῆς ἄνδρες ἑκατὸν πεντήκοντα φέροντες δένδρα, ἐξ ὧν ἀνήρτητο θηρία παντοδαπὰ καὶ ὄρνεα. εἶτ’ ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ ὄρνιθες καὶ ἄλλοι Αἰθιοπικοί, πλήθει πολλοί.’

εἰπὼν δὲ καὶ ἄλλα πλεῖστα καὶ καταλέξας ζῴων ἀγέλας ἐπιφέρει· ‘πρόβατα Αἰθιοπικὰ ἑκατὸν τριάκοντα, Ἀράβια τριακόσια, Εὐβοικὰ εἴκοσι, καὶ ὁλόλευκοι βόες Ἰνδικοὶ εἴκοσι ἕξ, Αἰθιοπικοὶ ὀκτώ, ἄρκτος λευκὴ μεγάλη μία, παρδάλεις ιδʹ, πάνθηροι ιϚʹ, λυγκία δʹ, ἄρκηλοι γʹ, καμηλοπάρδαλις μία, ῥινόκερως Αἰθιοπικὸς αʹ.

ἑξῆς ἐπὶ τετρακύκλου Διόνυσος περὶ τὸν

v.1.p.447
τῆς Ῥέας βωμὸν καταπεφευγὼς ὅτε ὑπὸ Ἥρας ἐδιώκετο, στέφανον ἔχων χρυσοῦν, Πριάπου αὐτῷ παρεστῶτος ἐστεφανωμένου χρυσῷ κισσίνῳ. τὸ δὲ τῆς Ἥρας ἄγαλμα στεφάνην εἶχε χρυσῆν. Ἀλεξάνδρου δὲ καὶ Πτολεμαίου ἀγάλματα ἐστεφανωμένα στεφάνοις κισσίνοις ἐκ χρυσοῦ. τὸ δὲ τῆς Ἀρετῆς ἄγαλμα τὸ παρεστὸς τῷ Πτολεμαίῳ στέφανον εἶχεν ἐλαίας χρυσοῦν. καὶ Πρίαπος δ’ αὐτοῖς συμπαρῆν ἔχων στέφανον κίσσινον ἐκ χρυσοῦ. Κόρινθος δ’ ἡ πόλις παρεστῶσα τῷ Πτολεμαίῳ ἐστεφάνωτο διαδήματι χρυσῷ. παρέκειντο δὲ πᾶσι τούτοις κυλικεῖον μεστὸν χρυσωμάτων κρατήρ τε χρυσοῦς μετρητῶν πέντε. τῇ δὲ τετρακύκλῳ ταύτῃ ἠκολούθουν γυναῖκες ἔχουσαι ἱμάτια πολυτελῆ καὶ κόσμον· προσηγορεύοντο δὲ πόλεις, αἵ τε ἀπ’ Ἰωνίας καὶ αἱ λοιπαὶ Ἑλληνίδες ὅσαι τὴν Ἀσίαν καὶ τὰς νήσους κατοικοῦσαι ὑπὸ τοὺς Πέρσας ἐτάχθησαν· ἐφόρουν δὲ πᾶσαι στεφάνους χρυσοῦς. ἐφέρετο καὶ ἐπ’ ἄλλων τετρακύκλων θύρσος ἐνενηκοντάπηχυς χρυσοῦς καὶ λόγχη ἀργυρᾶ ἑξηκοντάπηχυς καὶ ἐν ἄλλῃ φαλλὸς χρυσοῦς πηχῶν ρκʹ διαγεγραμμένος καὶ διαδεδεμένος στέμμασι διαχρύσοις, ἔχων ἐπ’ ἄκρου ἀστέρα χρυσοῦν, οὗ ἦν ἡ περίμετρος πηχῶν Ϛʹ. πολλῶν οὖν καὶ ποικίλων εἰρημένων ἐν ταῖς πομπαῖς ταύταις μόνα ἐξελεξάμεθα ἐν οἷς ἦν χρυσὸς καὶ ἄργυρος. καὶ γὰρ διαθέσεις πολλαὶ ἀκοῆς ἦσαν ἄξιαι καὶ θηρίων πλήθη καὶ ἵππων καὶ λέοντες παμμεγέθεις εἴκοσι καὶ τέσσαρες. ἦσαν δὲ καὶ ἄλλαι τετράκυκλοι οὐ μόνον εἰκόνας βασιλέων φέρουσαι, ἀλλὰ καὶ θεῶν πολλαί. μεθ’ ἃς
v.1.p.448
χορὸς ἐπόμπευσεν ἀνδρῶν ἑξακοσίων· ἐν οἷς κιθαρισταὶ συνεφώνουν τριακόσιοι, ἐπιχρύσους ἔχοντες ὅλας κιθάρας καὶ στεφάνους χρυσοῦς. μεθ’ οὓς ταῦροι διῆλθον δισχίλιοι ὁμοιοχρώματοι χρυσόκερῳ, προμετωπίδας χρυσᾶς καὶ ἀνὰ μέσον στεφάνους ὅρμους τε καὶ αἰγίδας πρὸ τῶν στηθῶν ἔχοντες· ἦν δ’ ἅπαντα ταῦτα χρυσᾶ.

καὶ μετὰ ταῦτα Διὸς ἤγετο πομπὴ καὶ ἄλλων παμπόλλων θεῶν καὶ ἐπὶ πᾶσιν Ἀλεξάνδρου, ὃς ἐφ’ ἅρματος ἐλεφάντων ἀληθινῶν ἐφέρετο χρυσοῦς, Νίκην καὶ Ἀθηνᾶν ἐξ ἑκατέρου μέρους ἔχων. ἐπόμπευσαν δὲ καὶ θρόνοι πολλοὶ ἐξ ἐλέφαντος καὶ χρυσοῦ κατεσκευασμένοι· ὧν ἐφ’ ἑνὸς ἔκειτο στεφάνη χρυσῆ, ἐπ᾽ ἄλλου δίκερας χρυσοῦν, ἐπ’ ἄλλου δὲ ἦν στέφανος χρυσοῦς, καὶ ἐπ’ ἄλλου δὲ κέρας ὁλόχρυσον. ἐπὶ δὲ τὸν Πτολεμαίου τοῦ Σωτῆρος θρόνον στέφανος ἐπέκειτο ἐκ μυρίων κατεσκευασμένος χρυσῶν. ἐπόμπευσε δὲ καὶ θυμιατήρια χρυσᾶ τριακόσια καὶ πεντήκοντα, καὶ βωμοὶ δὲ ἐπίχρυσοι ἐστεφανωμένοι χρυσοῖς στεφάνοις· ὧν ἑνὶ παρεπεπήγεσαν δᾷδες χρυσαῖ δεκαπήχεις τέσσαρες. ἐπόμπευσαν δὲ καὶ ἐσχάραι ἐπίχρυσοι βʹ, ὧν ἣ μὲν δωδεκάπηχυς τῇ περιμέτρῳ, τεσσαρακοντάπηχυς ὕψει, ἣ δὲ πηχῶν πεντεκαίδεκα. ἐπόμπευσαν δὲ καὶ Δελφικοὶ τρίποδες χρυσοῖ ἐννέα ἐκ πηχῶν τεσσάρων, ἄλλοι ὀκτὼ ἐκ πηχῶν ἕξ, ἄλλος πηχῶν τριάκοντα, ἐφ’ οὗ ἦν ζῷα χρυσᾶ πενταπήχη καὶ στέφανος κύκλῳ χρυσοῦς ἀμπέλινος. παρῆλθον δὲ καὶ φοίνικες ἐπίχρυσοι ὀκταπήχεις ἑπτὰ καὶ κηρύκειον ἐπίχρυσον πηχῶν τεσσαράκοντα πέντε καὶ κεραυνὸς ἐπίχρυσος

v.1.p.449
πηχῶν τεσσαράκοντα ναός τε ἐπίχρυσος, οὗ ἡ περίμετρος πηχῶν μʹ· δίκερας πρὸς τούτοις ὀκτάπηχυ. πολὺ δὲ καὶ ζῴων πλῆθος ἐπιχρύσων συνεπόμπευεν, ὧν ἦν τὰ πολλὰ δωδεκαπήχη· καὶ θηρία ὑπεράγοντα τοῖς μεγέθεσι καὶ ἀετοὶ πηχῶν εἴκοσι. στέφανοί τε χρυσοῖ ἐπόμπευσαν τρισχίλιοι διακόσιοι, ἕτερός τε μυστικὸς χρυσοῦς λίθοις πολυτελέσι κεκοσμημένος ὀγδοηκοντάπηχυς· οὗτος δὲ περιετίθετο τῷ τοῦ Βερενικείου θυρώματι· αἰγίς τε ὁμοίως χρυσῆ. ἐπόμπευσαν δὲ καὶ στεφάναι χρυσαῖ πάνυ πολλαί, ἃς ἔφερον παιδίσκαι πολυτελῶς κεκοσμημέναι· ὧν μία δίπηχυς εἰς ὕψος, τὴν δὲ περίμετρον ἔχουσα ἑκκαίδεκα πηχῶν. ἐπόμπευσε δὲ καὶ θώραξ χρυσοῦς πηχῶν δώδεκα καὶ ἕτερος ἀργυροῦς πηχῶν ιηʹ ἐννέα, ἔχων ἐφ’ ἑαυτοῦ κεραυνοὺς χρυσοῦς δεκαπήχεις δύο καὶ στέφανον δρυὸς διάλιθον· ἀσπίδες χρυσαῖ εἴκοσι, πανοπλίαι χρυσαῖ ξδʹ, κνημῖδες χρυσαῖ τριπήχεις βʹ, λεκάναι χρυσαῖ δεκαδύο, φιάλαι πολλαὶ πάνυ τὸν ἀριθμόν, οἰνοχόαι τριάκοντα, ἐξάλειπτρα μεγάλα δέκα, ὑδρίαι δεκαδύο, μαζονόμια πεντήκοντα, τράπεζαι διάφοροι, κυλικεῖα χρυσωμάτων πέντε, κέρας ὁλόχρυσον πηχῶν λʹ. ταῦτα δὲ τὰ χρυσώματα ἐκτὸς ἦν τῶν ἐν τῇ τοῦ Διονύσου πομπῇ διενεχθέντων. εἶτ’ ἀργυρωμάτων ἅμαξαι τετρακόσιαι καὶ χρυσωμάτων εἴκοσι, ἀρωμάτων δὲ ὀκτακόσιαι.

ἐπὶ δὲ πᾶσιν ἐπόμπευσαν αἱ δυνάμεις αἱ ἱππικαὶ καὶ πεζικαί, πᾶσαι καθωπλισμέναι θαυμασίως. πεζοὶ μὲν εἰς πέντε μυριάδας καὶ ἑπτακισχιλίους καὶ ἑξακοσίους, ἱππεῖς δὲ δισμύριοι τρισχίλιοι

v.1.p.450
διακόσιοι. πάντες δ’ οὗτοι ἐπόμπευσαν τὴν ἁρμόζουσαν ἑκάστῳ ἠμφιεσμένοι στολὴν καὶ τὰς προσηκούσας ἔχοντες πανοπλίας. ἐκτὸς δ’ ὧν πάντες οὗτοι εἶχον πανοπλιῶν καὶ ἄλλαι πλεῖσται ἦσαν ἀποκείμεναι, ὧν οὐδὲ τὸν ἀριθμὸν ἀναγράψαι ῥᾴδιον.’ κατέλεξε δ’ αὐτὸν ὁ Καλλίξεινος. ‘ἐστεφανώθησαν δ’ ἐν τῷ ἀγῶνι καὶ στεφάνοις χρυσοῖς καὶ εἰκόσι· Πτολεμαῖος δὲ ὁ πρῶτος καὶ Βερενίκη εἰκόσι τρισὶν ἐφ’ ἁρμάτων χρυσῶν καὶ τεμένεσιν ἐν Δωδώνῃ. καὶ ἐγένετο τὸ δαπάνημα τοῦ νομίσματος τάλαντα δισχίλια διακόσια τριάκοντα ἐννέα, μναῖ πεντήκοντα· καὶ ταῦτ’ ἠριθμήθη πάντα τοῖς οἰκονόμοις διὰ τὴν τῶν στεφανούντων προθυμίαν πρὸ τοῦ τὰς θέας παρελθεῖν. ὁ δὲ Φιλάδελφος Πτολεμαῖος υἱὸς αὐτῶν εἰκόσι χρυσαῖς δυσὶ μὲν ἐφ’ ἁρμάτων χρυσῶν, ἐπὶ δὲ κιόνων ἑξαπήχει μιᾷ, πενταπήχεσι πέντε, τετραπήχεσι ἕξ.’

ποία, ἄνδρες δαιτυμόνες, βασιλεία οὕτως γέγονε πολύχρυσος; οὐ γὰρ τὰ ἐκ Περσῶν καὶ Βαβυλῶνος λαβοῦσα χρήματα ἢ μέταλλα ἐργασαμένη ἢ Πακτωλὸν ἔχουσα χρυσοῦν ψῆγμα καταφέροντα. μόνος γὰρ ὡς ἀληθῶς ὁ χρυσορόας καλούμενος Νεῖλος μετὰ τροφῶν ἀφθόνων καὶ χρυσὸν ἀκίβδηλον καταφέρει ἀκινδύνως γεωργούμενον, ὡς πᾶσιν ἐξαρκεῖν ἀνθρώποις, δίκην Τριπτολέμου πεμπόμενον εἰς πᾶσαν

v.1.p.451
γῆν. διόπερ αὐτὸν καὶ ὁ Βυζάντιος ποιητὴς Παρμένων ἐπικαλούμενος (choliamb. p. 145) ‘Αἰγύπτιε Ζεῦ, φησί, Νεῖλε.’ πολλῶν δὲ ὁ Φιλάδελφος βασιλέων πλούτῳ διέφερε καὶ περὶ πάντα ἐσπουδάκει τὰ κατασκευάσματα φιλοτίμως, ὥστε καὶ πλοίων πλήθει πάντας ὑπερέβαλλεν. τὰ γοῦν μέγιστα τῶν πλοίων ἦν παρ’ αὐτῷ τριακοντήρεις δύο, εἰκοσήρης μία, τέσσαρες δὲ τρισκαιδεκήρεις, δωδεκήρεις δύο, ἑνδεκήρεις δεκατέσσαρες, ἐννήρεις λʹ, ἑπτήρεις λζʹ, ἑξήρεις εʹ, πεντήρεις δεκαεπτά· τὰ δ’ ἀπὸ τετρήρους μέχρι τριηρημιολίας διπλάσια τούτων. τὰ δ’ εἰς τὰς νήσους πεμπόμενα καὶ τὰς ἄλλας πόλεις ὧν ἦρχε καὶ τὴν Λιβύην πλείονα ἦν τῶν τετρακισχιλίων. περὶ δὲ βιβλίων πλήθους καὶ βιβλιοθηκῶν κατασκευῆς καὶ τῆς εἰς τὸ Μουσεῖον συναγωγῆς τί δεῖ καὶ λέγειν, πᾶσι τούτων ὄντων κατὰ μνήμην;