Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

εἰς ταῦτα ἔστιν ἀποβλέποντας τὰ ὑπὲρ ἡμᾶς ἀγαπᾶν τὴν Ἑλληνικὴν πενίαν, λαμβάνοντας πρὸ ὀφθαλμῶν καὶ τὰ παρὰ Θηβαίοις δεῖπνα, περὶ ὧν Κλείταρχος ἐν τῇ πρώτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν (p. 76 M), διηγούμενος καὶ ὅτι ‘ὁ πᾶς αὐτῶν πλοῦτος ηὑρέθη μετὰ τὴν ὑπ’ Ἀλεξάνδρου τῆς πόλεως κατασκαφὴν ἐν ταλάντοις τετρακοσίοις τεσσαράκοντα, φησὶν ὅτι τε μικρόψυχοι ἦσαν καὶ τὰ περὶ τὴν τροφὴν λίχνοι, παρασκευάζοντες ἐν τοῖς δείπνοις θρῖα καὶ ἑψητοὺς καὶ ἀφύας καὶ ἐγκρασιχόλους καὶ ἀλλᾶντας καὶ σχελίδας καὶ ἔτνος· οἷσι Μαρδόνιον εἱστίασε μετὰ τῶν ἄλλων πεντήκοντα Περσῶν Ἀτταγῖνος ὁ Φρύνωνος, ὅν φησιν Ἡρόδοτος ἐν τῇ ἐνάτῃ (c. 16) μεγάλως πλούτῳ παρεσκευάσθαι. ἡγοῦμαι δ᾽ ὅτι οὐκ ἂν περιεγένοντο οὐδ’ ἂν ἐδέησε τοῖς Ἕλλησι περὶ Πλαταιὰς παρατάττεσθαι ἀπολωλόσιν ἤδη ὑπὸ τῶν τοιούτων τροφῶν.’

Ἀρκαδικὸν δὲ δεῖπνον διαγράφων ὁ Μιλήσιος Ἑκαταῖος ἐν τῇ τρίτῃ τῶν Γενεαλογιῶν (FHG I 28) μάζας φησὶν εἶναι καὶ ὕεα κρέα. Ἁρμόδιος δὲ ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων

v.1.p.338
(FHG IV 411) ‘ὁ κατασταθείς, φησί, παρὰ Φιγαλεῦσι σίταρχος ἔφερε τῆς ἡμέρας οἴνου τρεῖς χόας καὶ ἀλφίτων μέδιμνον καὶ τυροῦ πεντάμνουν καὶ τἄλλα τὰ πρὸς τὴν ἄρτυσιν τῶν ἱερείων ἁρμόττοντα. ἡ δὲ πόλις παρεῖχεν ἑκατέρῳ τῶν χορῶν τρία πρόβατα καὶ μάγειρον ὑδριαφόρον τε καὶ τραπέζας καὶ βάθρα πρὸς τὴν καθέδραν καὶ τὴν τοιαύτην ἅπασαν παρασκευήν, τὴν δὲ τῶν περὶ τὸν μάγειρον σκευῶν ὁ χορηγός. τὸ δὲ δεῖπνον ἦν τοιοῦτο· τυρὸς καὶ φυστὴ μᾶζα νόμου χάριν ἐπὶ χαλκῶν κανῶν τῶν παρά τισι καλουμένων μαζονόμων, ἀπὸ τῆς χρείας εἰληφότων τὴν ἐπωνυμίαν· ὁμοῦ δὲ τῇ μάζῃ καὶ τῷ τυρῷ σπλάγχνον καὶ ἅλες προσφαγεῖν. καθαγισάντων δὲ ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρόν, καὶ ὁ προσφέρων ἂν εἶπεν ‘εὐδειπνίας’. εἶτα δ’ εἰς τὸ κοινὸν ζωμὸς καὶ περίκομμα, πρόσχερα δὲ ἑκάστῳ δύο κρέα. ἐνόμιζον δ’ ἐν ἅπασι τοῖς δείπνοις, μάλιστα δὲ τοῖς λεγομένοις μαζῶσι — τοῦτο γὰρ ἔτι καὶ νῦν ἡ Διονυσιακὴ σύνοδος ἔχει τοὔνομα — τοῖς ἐσθίουσι τῶν νέων ἀνδρικώτερον ζωμόν τ’ ἐγχεῖν πλείω καὶ μάζας καὶ ἄρτους παραβάλλειν. γενναῖος γὰρ ὁ τοιοῦτος ἐκρίνετο καὶ ἀνδρώδης ὑπάρχειν· θαυμαστὸν γὰρ ἦν καὶ περιβόητον παρ’ αὐτοῖς ἡ πολυφαγία. μετὰ δὲ τὸ δεῖπνον σπονδὰς ἐποιοῦντο οὐκ ἀπονιψάμενοι τὰς χεῖρας, ἀλλ᾽ ἀποματτόμενοι τοῖς ψωμοῖς καὶ τὴν ἀπομαγδαλίαν ἕκαστος ἀπέφερε, τοῦτο ποιοῦντες ἕνεκα τῶν ἐν ταῖς ἀμφόδοις γινομένων νυκτερινῶν φόβων. ἀπὸ δὲ τῶν σπονδῶν
v.1.p.339
παιὰν ᾄδεται. ὅταν δὲ τοῖς ἥρωσι θύωσι, βουθυσία μεγάλη γίνεται καὶ ἑστιῶνται πάντες μετὰ τῶν δούλων· οἱ δὲ παῖδες ἐν ταῖς ἑστιάσεσι μετὰ τῶν πατέρων ἐπὶ λίθων καθήμενοι γυμνοὶ συνδειπνοῦσιν.’ Θεόπομπος δ’ ἐν τῇ ἕκτῃ καὶ τεσσαρακοστῇ τῶν Φιλιππικῶν (FHG I 319) ‘οἱ Ἀρκάδες, φησίν, ἐν ταῖς ἑστιάσεσιν ὑποδέχονται τοὺς δεσπότας καὶ τοὺς δούλους καὶ μίαν πᾶσι τράπεζαν παρασκευάζουσι καὶ τὰ σιτία πᾶσιν εἰς τὸ μέσον παρατιθέασι καὶ κρατῆρα τὸν αὐτὸν πᾶσι κιρνᾶσι.’

  1. ‘παρὰ δὲ Ναυκρατίταις,’ ὥς φησιν Ἑρμείας
ἐν τῷ δευτέρῳ τῶν περὶ τοῦ Γρυνείου Ἀπόλλωνος (FHG II 80), ‘ἐν τῷ πρυτανείῳ δειπνοῦσι γενεθλίοις Ἑστίας Πρυτανίτιδος καὶ Διονυσίοις, ἔτι δὲ τῇ τοῦ Κωμαίου Ἀπόλλωνος πανηγύρει, εἰσιόντες πάντες ἐν στολαῖς λευκαῖς, ἃς μέχρι καὶ νῦν καλοῦσι πρυτανικὰς ἐσθῆτας. καὶ κατακλιθέντες ἐπανίστανται εἰς γόνατα τοῦ ἱεροκήρυκος τὰς πατρίους εὐχὰς καταλέγοντος συσπένδοντες. μετὰ δὲ ταῦτα κατακλιθέντες λαμβάνουσιν ἕκαστος οἴνου κοτύλας δύο πλὴν τῶν ἱερέων τοῦ τε Πυθίου Ἀπόλλωνος καὶ τοῦ Διονύσου· τούτων γὰρ ἑκατέρῳ διπλοῦς ὁ οἶνος μετὰ καὶ τῶν ἄλλων μερίδων δίδοται. ἔπειτα ἑκάστῳ παρατίθεται ἄρτος καθαρὸς εἰς πλάτος πεποιημένος, ἐφ’ ᾧ ἐπίκειται ἄρτος ἕτερος, ὃν κριβανίτην καλοῦσι, καὶ κρέας ὕειον καὶ λεκάριον πτισάνης ἢ λαχάνου τοῦ κατὰ καιρὸν γινομένου ᾠά τε δύο καὶ τυροῦ τροφαλὶς σῦκά τε ξηρὰ καὶ πλακοῦς καὶ στέφανος. καὶ ὃς ἂν ἔξω τι τούτων ἱεροποιὸς παρασκευάσῃ ὑπὸ τῶν τιμούχων ζημιοῦται, ἀλλὰ μὴν
v.1.p.340
οὐδὲ τοῖς σιτουμένοις ἐν πρυτανείῳ ἔξωθεν προσεισφέρειν τι βρώσιμον ἔξεστι, μόνα δὲ ταῦτα καταναλίσκουσι, τὰ ὑπολειπόμενα τοῖς οἰκέταις μεταδιδόντες. ταῖς δ’ ἄλλαις ἡμέραις πάσαις τοῦ ἐνιαυτοῦ ἔξεστι τῶν σιτουμένων τῷ βουλομένῳ ἀνελθόντι εἰς τὸ πρυτανεῖον δειπνεῖν, οἴκοθεν παρασκευάσαντα αὑτῷ λάχανόν τι ἢ τῶν ὀσπρίων καὶ τάριχος ἢ ἰχθύν, κρέως δὲ χοιρείου βραχύτατον, καὶ τούτων μεταλαμβάνων ... κοτύλην οἴνου. γυναικὶ δὲ οὐκ ἔξεστιν εἰσιέναι εἰς τὸ πρυτανεῖον ἢ μόνῃ τῇ αὐλητρίδι. οὐκ εἰσφέρεται δὲ οὐδὲ ἀμὶς εἰς τὸ πρυτανεῖον. ἐὰν δέ τις Ναυκρατιτῶν γάμους ἑστιᾷ, ὡς ἐν τῷ γαμικῷ νόμῳ γέγραπται, ἀπείρηται ᾠὰ καὶ μελίπηκτα δίδοσθαι.’ τίς δὲ ἡ τούτων αἰτία Οὐλπιανὸς ἡμᾶς διδάσκειν δίκαιος.

Λυκέας δ’ ἐν τοῖς Αἰγυπτιακοῖς προκρίνων τὰ Αἰγυπτιακὰ δεῖπνα τῶν Περσικῶν ‘Αἰγυπτίων ἐπιστρατευσάντων, φησίν, ἐπὶ Ὦχον τὸν Περσῶν βασιλέα καὶ νικηθέντων ἐπεὶ ἐγένετο αἰχμάλωτος ὁ τῶν Αἰγυπτίων βασιλεύς, ὁ Ὦχος αὐτὸν φιλανθρώπως ἄγων ἐκάλεσε καὶ ἐπὶ δεῖπνον. τῆς οὖν παρασκευῆς γενομένης λαμπρᾶς ὁ Αἰγύπτιος κατεγέλα ὡς εὐτελῶς τοῦ Πέρσου διαιτωμένου. ‘εἰ δὲ θέλεις εἰδέναι, ἔφη, ὦ βασιλεῦ, πῶς δεῖ σιτεῖσθαι τοὺς εὐδαίμονας βασιλέας, ἐπίτρεψον τοῖς ἐμοῖς ποτε γενομένοις μαγείροις παρασκευάσαι σοι Αἰγύπτιον δεῖπνον.’ καὶ κελεύσαντος ἐπεὶ παρεσκευάσθη, ἡσθεὶς ὁ Ὦχος τῷ δείπνῳ ‘κακὸν κακῶς σε, ἔφη, ὦ Αἰγύπτιε, ἀπολέσειαν οἱ θεοί, ὅστις δεῖπνα τοιαῦτα καταλιπὼν ἐπεθύμησας θοίνης

v.1.p.341
εὐτελεστέρας.’ τίνα δ᾽ ἦν τὰ Αἰγύπτια δεῖπνα Πρωταγορίδης ἐν τῷ αʹ περὶ Δαφνικῶν ἀγώνων διδάσκει ἡμᾶς λέγων οὕτως (FHG IV 484)· ‘τρίτη δέ ἐστιν ἰδέα δείπνων Αἰγυπτιακὴ τραπεζῶν μὲν οὐ παρατιθεμένων, πινάκων δὲ περιφερομένων.’

παρὰ δὲ Γαλάταις φησὶ Φύλαρχος ἐν τῇ ἕκτῃ (FHG I 336) ἐπὶ ταῖς τραπέζαις ἄρτους πολλοὺς κατακεκλασμένους παρατίθεσθαι χύδην καὶ κρέατα ἐκ τῶν λεβήτων, ὧν οὐδεὶς γεύεται εἰ μὴ πρότερον θεάσηται τὸν βασιλέα εἰ ἥψατο τῶν παρακειμένων. ἐν δὲ τῇ τρίτῃ ὁ αὐτὸς Φύλαρχος Ἀριάμνην φησὶ (ib. 334) τὸν Γαλάτην πλουσιώτατον ὄντα ἐπαγγείλασθαι ἑστιᾶσαι Γαλάτας πάντας ἐνιαυτὸν καὶ τοῦτο συντελέσαι ποιήσαντα οὕτως. κατὰ τόπους τῆς χώρας καὶ τὰς ἐπικαιροτάτας τῶν ὁδῶν διέλαβε σταθμοῖς ἐπί τε τούτοις ἐκ χαράκων καὶ τῶν καλάμων τῶν τε οἰσυίνων ἐπεβάλλετο σκηνὰς χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας καὶ πλείους ἔτι, καθὼς ἂν ἐκποιῶσιν οἱ τόποι τό τ’ ἀπὸ τῶν πόλεων δέξασθαι καὶ τῶν κωμῶν μέλλον ἐπιρρεῖν πλῆθος. ἐνταῦθα δὲ λέβητας ἐπέστησε κρεῶν παντοδαπῶν μεγάλους, οὓς πρὸ ἐνιαυτοῦ καὶ πρὸ τοῦ μέλλειν μεταπεμψάμενος τεχνίτας ἐξ ἄλλων πόλεων ἐχαλκεύσατο. θύματα δὲ καταβάλλεσθαι ταύρων καὶ συῶν καὶ προβάτων τε καὶ τῶν λοιπῶν κτηνῶν ἑκάστης ἡμέρας πολλά, πίθους τε οἴνου παρεσκευάσθαι καὶ πλῆθος ἀλφίτων πεφυραμένων. ‘καὶ οὐ μόνον, φησίν, οἱ παραγινόμενοι τῶν Γαλατῶν ἀπὸ τῶν κωμῶν

v.1.p.342
καὶ τῶν πόλεων ἀπέλαυον, ἀλλὰ καὶ οἱ παριόντες ξένοι ὑπὸ τῶν ἐφεστηκότων παίδων οὐκ ἠφίεντο ἕως ἂν μεταλάβωσι τῶν παρασκευασθέντων.’

Θρᾳκίων δὲ δείπνων μνημονεύει Ξενοφῶν ἐν ζʹ Ἀναβάσεως (c. 3, 21) τὸ παρὰ Σεύθῃ διαγράφων συμπόσιον ἐν τούτοις· ‘ἐπειδὴ δὲ εἰσῆλθον ἐπὶ τὸ δεῖπνον πάντες (τὸ δὲ δεῖπνον ἦν καθημένοις κύκλῳ), ἔπειτα δὲ τρίποδες εἰσηνέχθησαν πᾶσιν. οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων καὶ ἄρτοι ζύμητες μεγάλοι προσπεπερονημένοι ἦσαν πρὸς τοῖς κρέασι. μάλιστα δ’ αἱ τράπεζαι κατὰ τοὺς ξένους αἰεὶ ἐτίθεντο· νόμος γὰρ ἦν. καὶ πρῶτος τοῦτ’ ἐποίει Σεύθης· ἀνελόμενος τοὺς παρ’ αὑτῷ κειμένους ἄρτους διέκλα κατὰ μικρὰ καὶ διερρίπτει οἷς αὐτῷ ἐδόκει καὶ τὰ κρέα ὡσαύτως, ὅσον μόνον γεύσασθαι ἑαυτῷ καταλιπών. καὶ οἱ ἄλλοι δὲ κατὰ τὰ αὐτὰ ἐποίουν, καθ’ οὓς καὶ αἱ τράπεζαι ἔκειντο. Ἀρκὰς δέ τις Ἀρύστας ὄνομα, φαγεῖν δεινός, τὸ μὲν διαρριπτεῖν εἴα χαίρειν, λαβὼν δ’ εἰς τὴν χεῖρα ὅσον τριχοίνικον ἄρτον καὶ κρέα θέμενος ἐπὶ τὰ γόνατα ἐδείπνει. κέρατα δὲ οἴνου περιέφερον καὶ πάντες ἐδέχοντο. ὁ δὲ Ἀρύστας ἐπεὶ παρ’ αὐτὸν φέρων τὸ κέρας ὁ οἰνοχόος ἦν, εἶπεν ἰδὼν τὸν Ξενοφῶντα οὐκ ἔτι δειπνοῦντα· ‘ἐκείνῳ, ἔφη, δός· σχολάζει γὰρ ἤδη, ἐγὼ δ’ οὔπω.’ ἐνταῦθα μὲν δὴ γέλως ἐγένετο. ἐπεὶ δὲ προὐχώρει ὁ πότος, εἰσῆλθεν ἀνὴρ Θρᾷξ ἵππον ἔχων λευκὸν καὶ λαβὼν κέρας μεστὸν ‘προπίνω σοι, ὦ Σεύθη, ἔφη, καὶ τὸν ἵππον δωροῦμαι, ἐφ’ οὗ καὶ διώκων ὃν ἂν θέλῃς αἱρήσεις καὶ

v.1.p.343
ἀποχωρῶν οὐ μὴ δείσῃς τὸν πολέμιον.’ ἄλλος παῖδα εἰσαγαγὼν οὕτως ἐδωρήσατο προπίνων καὶ ἄλλος ἱμάτια τῇ γυναικί, καὶ Τιμασίων προπίνων φιάλην τε ἀργυρᾶν καὶ κοπίδα ἀξίαν δέκα μνῶν. Γνήσιππος δέ τις Ἀθηναῖος ἀναστὰς εἶπεν ὅτι ἀρχαῖος εἴη νόμος κάλλιστος τοὺς μὲν ἔχοντας διδόναι τῷ βασιλεῖ τιμῆς ἕνεκα, τοῖς δὲ μὴ ἔχουσι διδόναι τὸν βασιλέα. Ξενοφῶν δὲ ἀνέστη θαρσαλέως καὶ δεξάμενος τὸ κέρας εἶπεν· ‘ἐγώ σοι, ὦ Σεύθη, δίδωμι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς τούτους ἑταίρους φίλους εἶναι πιστοὺς καὶ οὐδένα ἄκοντα. καὶ νῦν πάρεισιν οὐδέν σε προσαιτοῦντες, ἀλλὰ καὶ πονεῖν ὑπὲρ σοῦ καὶ προκινδυνεύειν βουλόμενοι.’ καὶ ὁ Σεύθης ἀναστὰς συνέπιε καὶ συγκατεσκεδάσατο μετ᾽ αὐτοῦ τὸ κέρας. μετὰ δὲ ταῦτα εἰσῆλθον κέρασί τε οἵοις σημαίνουσιν αὐλοῦντες καὶ σάλπιγξιν ὠμοβοείαις ῥυθμούς τε καὶ οἱονεὶ μάγαδιν σαλπίζοντες.’

Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς στοᾶς ἐν ταῖς ἱστορίαις, αἷς συνέθηκεν οὐκ ἀλλοτρίως ἧς προῄρητο φιλοσοφίας πολλὰ παρὰ πολλοῖς ἔθιμα καὶ νόμιμα ἀναγράφων (FHG III 260) ‘Κελτοί, φησί, τὰς τροφὰς προτίθενται χόρτον ὑποβάλλοντες καὶ ἐπὶ τραπεζῶν ξυλίνων μικρὸν ἀπὸ τῆς γῆς ἐπηρμένων. ἡ τροφὴ δ’ ἐστὶν ἄρτοι μὲν ὀλίγοι, κρέα δὲ πολλὰ ἐν ὕδατι καὶ ὀπτὰ ἐπ’ ἀνθράκων ἢ ὀβελίσκων. προσφέρονται δὲ ταῦτα καθαρείως μέν, λεοντωδῶς δέ, ταῖς χερσὶν ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἐὰν δὲ ᾖ τι δυσαπόσπαστον, μαχαιρίῳ μικρῷ παρατέμνοντες, ὃ

v.1.p.344
τοῖς κολεοῖς ἐν ἰδίᾳ θήκῃ παράκειται. προσφέρονται δὲ καὶ ἰχθῦς οἵ τε παρὰ τοὺς ποταμοὺς οἰκοῦντες καὶ παρὰ τὴν ἐντὸς καὶ τὴν ἔξω θάλασσαν, καὶ τούτους δὲ ὀπτοὺς μετὰ ἁλῶν καὶ ὄξους καὶ κυμίνου· τοῦτο δὲ καὶ εἰς τὸ ποτὸν ἐμβάλλουσιν. ἐλαίῳ δ’ οὐ χρῶνται διὰ σπάνιν καὶ διὰ τὸ ἀσύνηθες ἀηδὲς αὐτοῖς φαίνεται. ὅταν δὲ πλείονες συνδειπνῶσι, κάθηνται μὲν ἐν κύκλῳ, μέσος δὲ ὁ κράτιστος ὡς ἂν κορυφαῖος χοροῦ, διαφέρων τῶν ἄλλων ἢ κατὰ τὴν πολεμικὴν εὐχέρειαν ἢ κατὰ γένος ἢ κατὰ πλοῦτον. ὁ δ᾽ ὑποδεχόμενος παρ’ αὐτόν, ἐφεξῆς δ’ ἑκατέρωθε κατ’ ἀξίαν ἧς ἔχουσιν ὑπεροχῆς. καὶ οἱ μὲν τοὺς θυρεοὺς ὁπλοφοροῦντες ἐκ τῶν ὀπίσω παρεστᾶσιν, οἱ δὲ δορυφόροι κατὰ τὴν ἀντικρὺ καθήμενοι κύκλῳ καθάπερ οἱ δεσπόται συνευωχοῦνται. τὸ δὲ ποτὸν οἱ διακονοῦντες ἐν ἀγγείοις περιφέρουσιν ἐοικόσι μὲν ἀμβίκοις, ἢ κεραμέοις ἢ ἀργυροῖς· καὶ γὰρ τοὺς πίνακας ἐφ᾽ ὧν τὰς τροφὰς προτίθενται τοιούτους ἔχουσιν· οἳ δὲ χαλκοῦς, οἳ δὲ κάνεα ξύλινα καὶ πλεκτά. τὸ δὲ πινόμενόν ἐστι παρὰ μὲν τοῖς πλουτοῦσιν οἶνος ἐξ Ἰταλίας καὶ τῆς Μασσαλιητῶν χώρας παρακομιζόμενος, ἄκρατος δ’ οὗτος· ἐνίοτε δὲ ὀλίγον ὕδωρ παραμίγνυται· παρὰ δὲ τοῖς ὑποδεεστέροις ζύθος πύρινον μετὰ μέλιτος ἐσκευασμένον, παρὰ δὲ τοῖς πολλοῖς καθ’ αὑτό· καλεῖται δὲ κόρμα. ἀπορροφοῦσι δὲ ἐκ τοῦ αὐτοῦ ποτηρίου κατὰ μικρόν, οὐ πλεῖον κυάθου· πυκνότερον δὲ τοῦτο ποιοῦσι. περιφέρει δὲ ὁ παῖς ἐπὶ τὰ δεξιὰ καὶ τὰ λαιά· οὕτως διακονοῦνται. καὶ τοὺς θεοὺς
v.1.p.345
προσκυνοῦσιν ἐπὶ τὰ δεξιὰ στρεφόμενοι.’

ἔτι ὁ Ποσειδώνιος διηγούμενος καὶ τὸν Λουερνίου τοῦ Βιτύιτος πατρὸς πλοῦτον τοῦ ὑπὸ Ῥωμαίων καθαιρεθέντος, φησὶ δημαγωγοῦντα αὐτὸν τοὺς ὄχλους ἐν ἅρματι φέρεσθαι διὰ τῶν πεδίων καὶ διασπείρειν χρυσίον καὶ ἀργύριον ταῖς ἀκολουθούσαις τῶν Κελτῶν μυριάσι φράγμα τε ποιεῖν δωδεκαστάδιον τετράγωνον, ἐν ᾧ πληροῦν μὲν ληνοὺς πολυτελοῦς πόματος, παρασκευάζειν δὲ τοσοῦτο βρωμάτων πλῆθος ὥστε ἐφ’ ἡμέρας πλείονας ἐξεῖναι τοῖς βουλομένοις εἰσερχομένοις τῶν παρασκευασθέντων ἀπολαύειν ἀδιαλείπτως διακονουμένους. ἀφορίσαντος δ’ αὐτοῦ προθεσμίαν ποτὲ τῆς θοίνης ἀφυστερήσαντά τινα τῶν βαρβάρων ποιητὴν ἀφικέσθαι καὶ συναντήσαντα μετὰ ᾠδῆς ὑμνεῖν αὐτοῦ τὴν ὑπεροχήν, ἑαυτὸν δ’ ἀποθρηνεῖν ὅτι ὑστέρηκε, τὸν δὲ τερφθέντα θυλάκιον αἰτῆσαι χρυσίου καὶ ῥῖψαι αὐτῷ παρατρέχοντι. ἀνελόμενον δ’ ἐκεῖνον πάλιν ὑμνεῖν λέγοντα διότι τὰ ἴχνη τῆς γῆς ἐφ’ ἧς ἁρματηλατεῖ χρυσὸν καὶ εὐεργεσίας ἀνθρώποις φέρει. ταῦτα μὲν οὖν ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ ἱστόρησεν.

ἐν δὲ τῇ πέμπτῃ περὶ Πάρθων διηγούμενός φησιν (ib. 254)· ‘ὁ δὲ καλούμενος φίλος τραπέζης μὲν οὐ κοινωνεῖ, χαμαὶ δ’ ὑποκαθήμενος ἐφ’ ὑψηλῆς κλίνης κατακειμένῳ τῷ βασιλεῖ τὸ παραβληθὲν ὑπ’ αὐτοῦ κυνιστὶ σιτεῖται καὶ πολλάκις διὰ τὴν τυχοῦσαν

v.1.p.346
αἰτίαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς δείπνου ῥάβδοις καὶ ἱμᾶσιν ἀστραγαλωτοῖς μαστιγοῦται καὶ γενόμενος αἱμόφυρτος τὸν τιμωρησάμενον ὡς εὐεργέτην ἐπὶ τὸ ἔδαφος πρηνὴς προσπεσὼν προσκυνεῖ.’ ἐν δὲ τῇ ιϚʹ περὶ Σελεύκου διηγούμενος τοῦ βασιλέως, ὡς εἰς Μηδίαν ἀνελθὼν καὶ πολεμῶν Ἀρσάκει ᾐχμαλωτίσθη ὑπὸ τοῦ βαρβάρου καὶ ὡς πολὺν χρόνον παρὰ τῷ Ἀρσάκει διέτριψεν ἀγόμενος βασιλικῶς, γράφει καὶ ταῦτα (ib. 258)· ‘παρὰ Πάρθοις ἐν τοῖς δείπνοις ὁ βασιλεὺς τήν τε κλίνην ἐφ’ ἧς μόνος κατέκειτο μετεωροτέραν τῶν ἄλλων καὶ κεχωρισμένην εἶχε καὶ τὴν τράπεζαν μόνῳ καθάπερ ἥρωι πλήρη βαρβαρικῶν θοιναμάτων παρακειμένην.’ ἱστορῶν δὲ καὶ περὶ Ἡρακλέωνος τοῦ Βεροιαίου, ὃς ὑπὸ τοῦ Γρυποῦ καλουμένου Ἀντιόχου τοῦ βασιλέως προαχθεὶς μικροῦ δεῖν τῆς βασιλείας ἐξέβαλε τὸν εὐεργέτην, γράφει ἐν τῇ λδʹ τῶν ἱστοριῶν τάδε (ib. 264)· ‘ἐποιεῖτό τε τῶν στρατιωτῶν τὰς κατακλίσεις ἐπὶ τοῦ ἐδάφους ἐν ὑπαίθρῳ ἀνὰ χιλίους δειπνίζων. τὸ δὲ δεῖπνον ἦν ἄρτος μέγας καὶ κρέας, τὸ δὲ ποτὸν κεκραμένος οἶνος οἷος δήποτε ὕδατι ψυχρῷ. διηκόνουν δὲ ἄνδρες μαχαιροφόροι καὶ σιωπὴ ἦν εὔτακτος.’ ἐν δὲ τῇ βʹ (ib. 252) ‘ἐν τῇ Ῥωμαίων, φησίν, πόλει ὅταν εὐωχῶνται ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ, δειπνίζοντος τοῦ κατὰ καιρὸν θριαμβεύοντος, καὶ ἡ παρασκευὴ τῆς εὐωχίας Ἡρακλεωτική ἐστι. διοινοχοεῖται μὲν γὰρ οἰνόμελι, τὰ δὲ βρώματα ἄρτοι μεγάλοι καὶ καπνιστὰ κρέα ἑφθὰ καὶ τῶν προσφάτως
v.1.p.347
καθιερευθέντων ὀπτὰ δαψιλῆ. παρὰ δὲ Τυρρηνοῖς δὶς τῆς ἡμέρας τράπεζαι πολυτελεῖς παρασκευάζονται ἀνθιναί τε στρωμναὶ καὶ ἐκπώματα ἀργυρᾶ παντοδαπά, καὶ δούλων πλῆθος εὐπρεπῶν παρέστηκεν ἐσθήσεσι πολυτελέσι κεκοσμημένων.’ Τίμαιος δ’ ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν (FHG I 196) καὶ τὰς θεραπαίνας φησὶ παρ’ αὐτοῖς μέχρι οὗ ἂν αὐξηθῶσι γυμνὰς διακονεῖσθαι.

Μεγασθένης δ’ ἐν τῇ δευτέρᾳ τῶν Ἰνδικῶν (FHG II 423) τοῖς Ἰνδοῖς φησιν ἐν τῷ δείπνῳ παρατίθεσθαι ἑκάστῳ τράπεζαν, ταύτην δ’ εἶναι ὁμοίαν ταῖς ἐγγυθήκαις, καὶ ἐπιτίθεσθαι ἐπ’ αὐτῇ τρυβλίον χρυσοῦν, εἰς ὃ ἐμβάλλειν αὐτοὺς πρῶτον μὲν τὴν ὄρυζαν ἑφθὴν ὡς ἄν τις ἑψήσειε χόνδρον, ἔπειτα ὄψα πολλὰ κεχειρουργημένα ταῖς Ἰνδικαῖς σκευασίαις. Γερμανοὶ δέ, ὡς ἱστορεῖ Ποσειδώνιος ἐν τῇ τριακοστῇ (FHG III 264), ἄριστον προσφέρονται κρέα μεληδὸν ὠπτημένα καὶ ἐπιπίνουσι γάλα καὶ τὸν οἶνον ἄκρατον. Καμπανῶν δέ τινες παρὰ τὰ συμπόσια μονομαχοῦσι. Νικόλαος δ’ ὁ Δαμασκηνός, εἷς τῶν ἀπὸ τοῦ περιπάτου φιλοσόφων, ἐν τῇ δεκάτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν Ῥωμαίους ἱστορεῖ (FHG III 416) παρὰ τὸ δεῖπνον συμβάλλειν μονομαχίας, γράφων οὕτως· ‘τὰς τῶν μονομάχων θέας οὐ μόνον ἐν πανηγύρεσι καὶ θεάτροις ἐποιοῦντο Ῥωμαῖοι, παρὰ Τυρρηνῶν παραλαβόντες τὸ ἔθος, ἀλλὰ κἀν ταῖς ἑστιάσεσιν. ἐκάλουν γοῦν τινες πολλάκις ἐπὶ δεῖπνον τοὺς φίλους ἐπί τε ἄλλοις καὶ ὅπως ἂν δύο ἢ τρία ζεύγη ἴδοιεν

v.1.p.348
μονομάχων, ὅτε καὶ κορεσθέντες δείπνου καὶ μέθης εἰσεκάλουν τοὺς μονομάχους. καὶ ὃ μὲν ἅμα ἐσφάττετο, αὐτοὶ δ’ ἐκρότουν ἐπὶ τούτῳ ἡδόμενοι. ἤδη δέ τις κἀν ταῖς διαθήκαις γέγραφεν γυναῖκας εὐπρεπεστάτας μονομαχῆσαι ἃς ἐκέκτητο, ἕτερος δὲ παῖδας ἀνήβους ἐρωμένους ἑαυτοῦ. ἀλλὰ γὰρ οὐκ ἠνέσχετο ὁ δῆμος τὴν παρανομίαν ταύτην, ἀλλ’ ἄκυρον τὴν διαθήκην ἐποίησεν.’ Ἐρατοσθένης δ᾽ ἐν πρώτῳ Ὀλυμπιονικῶν (fr. 22 Muell) τοὺς Τυρρηνούς φησι πρὸς αὐλὸν πυκτεύειν.

Ποσειδώνιος δ’ ἐν τρίτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν (FHG III 259) ‘Κελτοί, φησίν, ἐνίοτε παρὰ τὸ δεῖπνον μονομαχοῦσιν. ἐν γὰρ τοῖς ὅπλοις ἀγερθέντες σκιαμαχοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, ποτὲ δὲ καὶ μέχρι τραύματος προίασιν καὶ ἐκ τούτου ἐρεθισθέντες, ἐὰν μὴ ἐπισχῶσιν οἱ παρόντες, καὶ ἕως ἀναιρέσεως ἔρχονται. τὸ δὲ παλαιόν, φησίν, ὅτι παρατεθέντων κωλήνων τὸ μηρίον ὁ κράτιστος ἐλάμβανεν· εἰ δέ τις ἕτερος ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες μέχρι θανάτου. ἄλλοι δ’ ἐν θεάτρῳ λαβόντες ἀργύριον ἢ χρυσίον, οἳ δὲ οἴνου κεραμίων ἀριθμόν τινα, καὶ πιστωσάμενοι τὴν δόσιν καὶ τοῖς ἀναγκαίοις φίλοις διαδωρησάμενοι ὕπτιοι ἐκταθέντες ἐπὶ θυρεῶν κεῖνται, καὶ παραστάς τις ξίφει τὸν λαιμὸν ἀποκόπτει. Εὐφορίων δ’ ὁ Χαλκιδεὺς ἐν ἱστορικοῖς ὑπομνήμασιν (fr. 23 M) οὕτω γράφει· ‘παρὰ δὲ τοῖς Ῥωμαίοις προτίθεσθαι πέντε μνᾶς τοῖς ὑπομένειν

v.1.p.349
βουλομένοις τὴν κεφαλὴν ἀποκοπῆναι πελέκει, ὥστε τοὺς κληρονόμους κομίσασθαι τὸ ἆθλον· καὶ πολλάκις ἀπογραφομένους πλείους δικαιολογεῖσθαι καθ’ ὃ δικαιότατός ἐστιν ἕκαστος αὐτῶν ἀποτυμπανισθῆναι.’

Ἕρμιππος δ’ ἐν αʹ περὶ νομοθετῶν (FHG III 36) τῶν μονομαχούντων εὑρετὰς ἀποφαίνει Μαντινεῖς Δημώνακτος ἑνὸς τῶν πολιτῶν συμβουλεύσαντος, καὶ ζηλωτὰς τούτων γενέσθαι Κυρηναίους. Ἔφορος δ’ ἐν ἕκτῃ ἱστοριῶν (FHG I 261) ‘ἤσκουν, φησί, τὰ πολεμικὰ οἱ Μαντινεῖς καὶ Ἀρκάδες, τήν τε στολὴν τὴν πολεμικὴν καὶ τὴν ὅπλισιν τὴν ἀρχαίαν ὡς εὑρόντων ἐκείνων ἔτι καὶ νῦν Μαντινικὴν ἀποκαλοῦσι. πρὸς δὲ τούτοις καὶ ὁπλομαχίας καθέσεις ἐν Μαντινείᾳ πρῶτον εὑρέθησαν Δημέου τὸ τέχνημα καταδείξαντος.’ ὅτι δὲ ἀρχαῖον ἦν τὸ περὶ τοὺς μονομάχους καὶ Ἀριστοφάνης εἴρηκεν ἐν Φοινίσσαις οὕτως (I 533 K)·

  1. ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,
  2. Ἄρης κατέσκηψ᾽, ἔς τε μονομάχου πάλης
  3. ἀγῶνα νῦν ἑστᾶσιν.
ἔοικεν δὲ πεποιῆσθαι τὸ ὄνομα οὐκ ἐκ τοῦ μάχη, ἀλλ’ ἐκ ῥήματος τοῦ μάχεσθαι μᾶλλον συγκεῖσθαι. ὁπότε γὰρ τὸ μάχη συντιθέμενον τὸ τέλος εἰς οσ τρέπει, ὡς ἐν τῷ σύμμαχος, πρωτόμαχος, ἐπίμαχος, ἀντίμαχος, ‘φιλόμαχον γένος ἐκ Περσέος’ παρὰ Πινδάρῳ (fr. 164B4), τηνικαῦτα προπαροξύνεται· ὁπότε δὲ παροξύνεται, τὸ μάχεσθαι ῥῆμα περιέχει, ὡς ἐν τῷ πυγμάχος,
v.1.p.350
ναυμάχος, ‘αὐτόν σε πυλαμάχε πρῶτον’ παρὰ Στησιχόρῳ (fr. 48), ὁπλομάχος, τειχομάχος, πυργομάχος.

ὁ δὲ κωμῳδιοποιὸς Ποσείδιππος ἐν Πορνοβοσκῷ φησιν (IV 520 M)·

  1. ὁ μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακόν·
  2. τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι.
ὅτι δὲ καὶ οἱ ἔνδοξοι καὶ οἱ ἡγεμόνες ἐμονομάχουν καὶ ἐκ προκλήσεως τοῦτ’ ἐποίουν ἐν ἄλλοις εἰρήκαμεν. Δίυλλος δ’ ὁ Ἀθηναῖος ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν φησιν (FHG II 361) ὡς Κάσανδρος ἐκ Βοιωτίας ἐπανιὼν καὶ θάψας τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἐν Αἰγαίαις καὶ μετ’ αὐτῶν τὴν Κύνναν τὴν Εὐρυδίκης μητέρα καὶ τοῖς ἄλλοις τιμήσας οἷς προσήκει καὶ μονομαχίας ἀγῶνα ἔθηκεν, εἰς ὃν κατέβησαν τέσσαρες τῶν στρατιωτῶν.

Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ ιεʹ τοῦ Τρωικοῦ διακόσμου (fr. 7 Gaede) ‘παρὰ Ἀντιόχῳ, φησί, τῷ βασιλεῖ τῷ μεγάλῳ προσαγορευθέντι ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὠρχοῦντο οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεύς. ἐπεὶ δὲ καὶ εἰς Ἡγησιάνακτα τὸν Ἀλεξανδρέα ἀπὸ Τρῳάδος τὸν τὰς ἱστορίας γράψαντα ἡ τῆς ὀρχήσεως τάξις ἐγένετο, ἀναστὰς εἶπε· ‘πότερον, ὦ βασιλεῦ, κακῶς ὀρχούμενόν με θεάσασθαι βούλει ἢ καλῶς ἀπαγγέλλοντός μου ἴδια ποιήματα θέλεις ἀκροάσασθαι;’ κελευσθεὶς οὖν λέγειν οὕτως ἧσε τὸν βασιλέα ὥστ’ ἐράνου τε ἀξιωθῆναι καὶ τῶν φίλων εἷς γενέσθαι.’ Δοῦρις δ’ ὁ Σάμιος ἐν τῇ τῶν ἱστοριῶν ιζʹ (FHG II 476) Πολυσπέρχοντά φησιν εἰ

v.1.p.351
μεθυσθείη καίτοι πρεσβύτερον ὄντα ὀρχεῖσθαι, οὐδενὸς Μακεδόνων ὄντα δεύτερον οὔτε κατὰ τὴν στρατηγίαν οὔτε κατὰ τὴν ἀξίωσιν, καὶ ἐνδυόμενον αὐτὸν κροκωτὸν καὶ ὑποδούμενον Σικυώνια διατελεῖν ὀρχούμενον. Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν ὀγδόῃ Ἀσιατικῶν ἱστορεῖ (FHG III 196) ὡς οἱ ἑστιῶντες Ἀλέξανδρον τὸν Φιλίππου τῶν φίλων τὸ μέλλον παρατεθήσεσθαι τῶν τραγημάτων περιεχρύσουν· ὅτε δὲ θέλοιεν ἀναλίσκειν, περιελόντες τὸν χρυσὸν ἅμα τοῖς ἄλλοις ἐξέβαλλον, ἵνα τῆς μὲν πολυτελείας οἱ φίλοι θεαταὶ γίνωνται, οἱ δ’ οἰκέται κύριοι. ἐπιλελησμένοι δ’ ἦσαν οὗτοι, ὡς καὶ Δοῦρις ἱστορεῖ (FHG II 470), ὅτι καὶ Φίλιππος ὁ τοῦ Ἀλεξάνδρου πατὴρ ποτήριον χρυσοῦν ὁλκὴν ἄγον πεντήκοντα δραχμὰς κεκτημένος τοῦτο ἐλάμβανε κοιμώμενος ἀεὶ καὶ πρὸς κεφαλὴν αὑτοῦ κατετίθετο. Σέλευκος δὲ (FHG III 500) Θρᾳκῶν φησί τινας ἐν τοῖς συμποσίοις ἀγχόνην παίζειν βρόχον ἀρτήσαντας ἔκ τινος ὕψους στρογγύλον, πρὸς ὃν κατὰ κάθετον ὑποτίθεσθαι λίθον εὐπερίτρεπτον τοῖς ἐπιβαίνουσι. διαλαγχάνειν οὖν αὐτοὺς καὶ τὸν λαχόντα ἔχοντα δρεπάνιον ἐπιβαίνειν τῷ λίθῳ καὶ τὸν τράχηλον εἰς τὸν βρόχον ἐντιθέναι· παρερχόμενον δὲ ἄλλον ἐγείρειν τὸν λίθον· καὶ ὁ κρεμάμενος ὑποτρέχοντος τοῦ λίθου, ἐὰν μὴ ταχὺ φθάσας ἀποτέμῃ τῷ δρεπάνῳ, τέθνηκε, καὶ οἱ ἄλλοι γελῶσι παιδιὰν ἔχοντες τὸν ἐκείνου θάνατον.’
v.1.p.352

ταῦτ’ εἰπεῖν εἶχον, ἄνδρες φίλοι καὶ συμπόται (Arist. Plut. 254) τῶν Ἑλλήνων πολὺ πρῶτοι, περὶ ἀρχαίων συμποσίων ἐπιστάμενος. ἀκριβῶς δ’ ὁ σοφὸς Πλάτων ἐν τῷ πρώτῳ Νόμων περὶ συμποσίων διηγεῖται λέγων οὕτως (p. 637a)· ‘καὶ οὔτ’ ἂν ἐπ’ ἀγρῶν ἴδοις οὔτ’ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει συμπόσια οὐδ’ ὁπόσα τούτοις ξυνεπόμενα πάσας ἡδονὰς κινεῖ κατὰ δύναμιν. οὐδ’ ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι μετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη καὶ οὐδ’ ἂν Διονύσια πρόφασιν ἔχοντ’ αὐτὸν ῥύσαιτο, ὥσπερ ἐν ἁμάξαις εἶδον παρ’ ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν τὴν πόλιν ἐθεασάμην περὶ τὰ Διονύσια μεθύουσαν. ἐν Λακεδαίμονι οὐκ ἔστ’ οὐδὲν τοιοῦτον.’

καὶ ὁ Κύνουλκος ‘ἀλλ’ ὡς ὤφελον, ἔφη, τὴν Θρᾴκιον ταύτην παίξας παιδιὰν διεφθάρης· ἀνέτεινες γὰρ ἡμᾶς ὥσπερ νηστείαν ἄγοντας καὶ περιμένοντας τὸ ἀνατέλλον ἄστρον, οὗ φασι μὴ φανέντος οἱ τὴν χρηστὴν ταύτην φιλοσοφίαν εὑρόντες νόμιμον εἶναι μηδενὸς γεύεσθαι. ‘ἐγὼ δ’ ὁ τάλας’ κατὰ τὸν κωμῳδιοποιὸν Δίφιλον (II 558 K)·

  1. κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
ἐπελάθεσθε δὲ καὶ ὑμεῖς τῶν τοῦ ποιητοῦ καλῶν, ὃς ἔφη (Od. 17.176)·
v.1.p.353
  1. οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
καὶ ὁ καλὸς δ’ Ἀριστοφάνης ἐν Κωκάλῳ ἔφη (I 484 K)·
  1. ἀλλ’ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία,
  2. ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
ἐμοί τε πολλῷ ἦν ἄμεινον κατὰ τὸ Παρμενίσκου τῶν κυνικῶν συμπόσιον δειπνεῖν ἢ ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας περιφερόμενα ὁρᾶν.’ γελασάντων δὲ ἡμῶν ἔφη τις· ‘ἀλλ’ ὦ λῷστε ἀνδρῶν, μὴ φθονήσῃς ἡμῖν τὸ Παρμενίσκειον ἐκεῖνο διελθεῖν συμπόσιον.’ καὶ ὃς μετέωρον αὑτὸν παραναστήσας ἔφη· ‘ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, κατὰ τὸν ἡδὺν Ἀντιφάνη, ὃς ἐν τῇ Παρεκδιδομένῃ ἔφη (II 88 K)·
  1. ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν,
  2. ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται,
  3. ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον
  4. ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν.
  5. ῥοφεῖν φακῆν ἐσθ’ ἡδὺ μὴ δεδοικότα,
  6. μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.

ἀλλ’ ὅ γε Παρμενίσκος οὕτως ὑπήρξατο· ‘Παρμενίσκος Μόλπιδι χαίρειν. πλεονάζων ἐν ταῖς προσφωνήσεσι πρὸς σὲ περὶ τῶν ἐπιφανῶν κλήσεων ἀγωνιῶ μή ποτε εἰς πληθώραν ἐμπεσὼν μεμψιμοιρήσῃς. διὸ καὶ μεταδοῦναί σοι βούλομαι τοῦ παρὰ Κέβητι τῷ Κυζικηνῷ δείπνου· προπιὼν δ’ ὑσώπου τὴν ὤραν ἐπάναγε ἐπὶ τὴν ἑστίασιν. Διονυσίων γὰρ ὄντων Ἀθήνησι παρελήφθην πρὸς αὐτόν. κατέλαβον δὲ κυνικοὺς μὲν ἀνακειμένους ἕξ, ἕνα δὲ κύνουλκον

v.1.p.354
Καρνεῖον τὸν Μεγαρικόν. τοῦ δείπνου δὲ χρονίζοντος λόγος ἐγένετο ποῖον τῶν ὑδάτων ἥδιστόν ἐστιν. καὶ τῶν μὲν ἐγκωμιαζόντων τὸ ἀπὸ τῆς Λέρνης, ἄλλων δὲ τὸ ἀπὸ τῆς Πειρήνης, ὁ Καρνεῖος κατὰ Φιλόξενον εἶπε (fr. 2 v. 39 B4?) ‘τὸ κατὰ χειρῶν.’ καὶ τῆς τραπέζης παρατεθείσης ἐδειπνοῦμεν ‘καὶ τὴν μὲν ἐξηντλοῦμεν φακῆν, ἣ δ’ ἐπεισέρρει (Nauck fr. ad. 62).’ εἶτα πάλιν φακοὶ προσηνέχθησαν ὄξει βεβρεγμένοι, καὶ ὁ Διιτρέφης δραξάμενος ἔφη·
  1. Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος φακῶν (Eur. Med. 326).
καὶ ἄλλος ἑξῆς ἀνεβόησε (Nauck fr. ad. 65)·
  1. φακός σε δαίμων καὶ φακὴ τύχη λάβοι.
(ἐμοὶ δὲ κατὰ τὸν κωμικὸν Δίφιλον, φησὶν δ’ οὗτος ἐν Πελιάσι (II 562 K)·
  1. τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα·
  2. φακῆς κατ’ ἄνδρα τρυβλίον μεστὸν μέγα.
  3. Β. πρώτιστον οὐκ ἀνθηρόν. Α. ἐπὶ ταύτῃ φέρων
  4. εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας
  5. ὑπό τι δυσώδης οὗτος ηρος ἀνθίαν,
  6. ὃν πολλὰ ταῖς κίχλαις ἤδη λέγει.ʼ
γέλωτος οὖν ἐπιρραγέντος παρῆν ἡ θεατροτορύνη Μέλισσα καὶ ἡ κυνάμυια Νίκιον· αὗται δ’ ἦσαν τῶν οὐκ ἀσήμων ἑταιρίδων. ἀποβλέψασαι οὖν αὗται εἰς τὰ παρακείμενα καὶ θαυμάσασαι ἐγέλων. καὶ ἡ Νίκιον ἔφη· ‘οὐδεὶς ὑμῶν, ἄνδρες γενειοσυλλεκτάδαι, ἰχθὺν
v.1.p.355
ἐσθίει; ἢ καθάπερ ὁ πρόγονος ὑμῶν Μελέαγρος ὁ Γαδαρεὺς ἐν ταῖς Χάρισιν ἐπιγραφομέναις ἔφη τὸν Ὅμηρον Σύρον ὄντα τὸ γένος κατὰ τὰ πάτρια ἰχθύων ἀπεχομένους ποιῆσαι τοὺς Ἀχαιοὺς δαψιλείας πολλῆς οὔσης κατὰ τὸν Ἑλλήσποντον; ἢ μόνον ἀνέγνωτε συγγραμμάτων αὐτοῦ τὸ περιέχον λεκίθου καὶ φακῆς σύγκρισιν; ὁρῶ γὰρ πολλὴν παρ’ ὑμῖν τῆς φακῆς τὴν σκευήν· εἰς ἣν ἀποβλέπουσα συμβουλεύσαιμ’ ἂν ὑμῖν κατὰ τὸν Σωκρατικὸν Ἀντισθένην ἐξάγειν ἑαυτοὺς τοῦ βίου τοιαῦτα σιτουμένους.’ πρὸς ἣν ὁ Καρνεῖος ἔφη· ‘Εὐξίθεος ὁ Πυθαγορικός, ὦ Νίκιον, ὥς φησι Κλέαρχος ὁ περιπατητικὸς ἐν δευτέρῳ βίων (FHG II 303), ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ τῷ δεῦρο βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις, ἕως ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλείοσι καὶ μείζοσιν ἐμπεσοῦνται τότε λύμαις. διὸ πάντας εὐλαβουμένους τὴν τῶν κυρίων ἀνάτασιν φοβεῖσθαι τοῦ ζῆν ἑκόντας ἐκβῆναι μόνον τε τὸν ἐν τῷ γήρᾳ θάνατον ἀσπασίως προσίεσθαι, πεπεισμένους τὴν ἀπόλυσιν τῆς ψυχῆς μετὰ τῆς τῶν κυρίων γίγνεσθαι γνώμης.’ τούτοις τοῖς δόγμασιν ἡμεῖς πειθόμεθα. — ὑμῖν δὲ φθόνος οὐδὲ εἷς ἑλέσθαι ἕν τι τῶν τριῶν ἔχειν κακῶν. οὐ γὰρ ἐπίστασθε, ὦ ταλαίπωροι, ὅτι αἱ βαρεῖαι αὗται τροφαὶ φράττουσι τὸ ἡγεμονικὸν καὶ οὐκ ἐῶσι τὴν φρόνησιν ἐν αὑτῇ εἶναι.’
v.1.p.356

  1. Θεόπομπος οὖν ἐν εʹ Φιλιππικῶν (FHG I 286)
φησι· ‘τὸ γὰρ ἐσθίειν πολλὰ καὶ κρεαφαγεῖν τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι.’ καὶ ὁ θαυμάσιος δὲ Ξενοφῶν φησιν (Cyr. 1, 2, 11) ὡς ἡδὺ μὲν μᾶζαν καὶ κάρδαμα φαγεῖν πεινῶντι, ἡδὺ δὲ ὕδωρ ἀρυσάμενον ἐκ ποταμοῦ διψῶντα πιεῖν. Σωκράτης δὲ καὶ πολλάκις κατελαμβάνετο διαπεριπατῶν ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας καὶ πρὸς τοὺς πυνθανομένους ‘τί τηνικάδε;’ ἔλεγεν ὄψον συνάγειν πρὸς τὸ δεῖπνον.ʼ ‘ἡμῖν δὲ αὐτάρκης μερὶς ἣν ἂν παρ’ ὑμῶν λάβωμεν, καὶ οὐ χαλεπαίνομεν ὡς ἔλαττον φερόμενοι, καθάπερ ὁ παρὰ Ἀντικλείδῃ Ἡρακλῆς. φησὶ γὰρ οὗτος ἐν τῷ βʹ τῶν Νόστων (p. 148 M)· ‘μετὰ τὸ συντελέσαι τοὺς ἄθλους Ἡρακλέα Εὐρυσθέως θυσίαν τινὰ ἐπιτελοῦντος συμπαραληφθέντα καὶ τῶν τοῦ Εὐρυσθέως υἱῶν τὰς μερίδας ἑκάστῳ παρατιθέντων, τῷ δ᾽ Ἡρακλεῖ ταπεινοτέραν παραθέντων, ὁ Ἡρακλῆς ἀτιμάζεσθαι ὑπολαβὼν ἀπέκτεινε τρεῖς τῶν παίδων Περιμήδην, Εὐρύβιον, Εὐρύπυλον.’ οὐ τοιοῦτοι οὖν τὸν θυμὸν ἡμεῖς, εἰ καὶ πάντα Ἡρακλέους ζηλωταί.’

  1. τραγικὸν γὰρ ἡ φακῆ ᾽στιν, Ἀρχάγαθος ἔφη
  2. ποτὲ
  3. γεγραφέναι ῥοφοῦντ’ Ὀρέστην τῆς νόσου πεπαυμένον,
    v.1.p.357
φησὶ Σώφιλος ὁ κωμῳδιοποιός (II 447 K). στωικὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα εὖ ποιήσει ὁ σοφὸς καὶ φακῆν φρονίμως ἀρτύσει. διὸ καὶ Τίμων ὁ Φλιάσιος ἔφη (fr. 22 W)· ‘καὶ Ζηνώνειόν γε φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν,’ ὡς οὐκ ἄλλως δυναμένης ἑψηθῆναι φακῆς εἰ μὴ κατὰ τὴν Ζηνώνειον ὑφήγησιν, ὃς ἔφη (fr. 21 W)·
  1. εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου.
καὶ Κράτης δ’ ὁ Θηβαῖος ἔλεγεν (fr. 10 B)·
  1. μὴ πρὸ φακῆς λοπάδ’ αὔξων
  2. εἰς στάσιν ἄμμε βάλῃς,
Χρύσιππός τε ἐν τῷ περὶ τοῦ καλοῦ γνώμας τινὰς ἡμῖν εἰσφέρων φησί·
  1. μηδέποτ’ ἐλαίαν ἔσθι᾽, ἀκαλήφην ἔχων.
  2. χειμῶνος ὥρᾳ βολβοφακῆν, βαβαί, βαβαί.
  3. βολβοφακῆ δ’ οἷον ἀμβροσίη ψύχους κρυόεντος.
ὁ χαρίεις τε Ἀριστοφάνης ἐν Γηρυτάδῃ ἔφη (I 431 K)·
  1. πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν.
καὶ ἐν Ἀμφιαράῳ (I 398 K)·
  1. ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς.
Ἐπίχαρμος δ’ ἐν Διονύσοις (p. 225 L)·
  1. χύτρα δὲ φακέας ἥψετο.
Ἀντιφάνης Ὁμοίαις (II 82 K)·
  1. εὖ δ’ ἐγίνεθ᾽, εἰ φακῆν
  2. ἕψειν μ’ ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς.
οἶδα δὲ καὶ τὴν Ὀδυσσέως τοῦ φρονιμωτάτου καὶ
v.1.p.358
συνετωτάτου ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν (FHG III 152) φησιν Λυσίμαχος ἐν τρίτῳ Νόστων (ib. 339).’

ἐπὶ τούτοις γελάσαντος πάνυ ἔκλαμπρον τοῦ Πλουτάρχου οὐκ ἐνέγκας ὁ κύων παροραθεῖσαν τὴν περὶ τῆς φακῆς πολυμάθειαν ‘ἀλλ’ ὑμεῖς γε, ἔφη, οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας, ὦ Πλούταρχε, σύντροφοί ἐστε τῷ φακίνῳ βρώματι καὶ πᾶσα ὑμῶν ἡ πόλις πλήρης ἐστὶ φακίνων· ὧν καὶ Σώπατρος ὁ Φάκιος παρῳδὸς μέμνηται ἐν δράματι Βακχίδι λέγων οὕτως·

  1. οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον
  2. μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν.
‘ἐπεὶ τί δεῖ βροτοῖσι’ κατὰ τὸν σὸν Εὐριπίδην (fr. 884 N), γραμματικώτατε, ‘πλὴν δυοῖν μόνον,’
  1. Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου;
  2. ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν.
  3. ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ γέ τοι
  4. ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.
κἀν ἄλλοις δέ φησιν ὁ σκηνικὸς οὗτος φιλόσοφος (fr. 885)·
  1. ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης,
  2. τὸ δ’ ἄκαιρον ἅπαν ... ὑπερβάλλον τε μὴ προσείμαν.
καὶ ὁ Σωκράτης δ’ ἔλεγεν τῶν ἄλλων ἀνθρώπων διαφέρειν καθ’ ὅσον οἳ μὲν ζῶσιν ἵν’ ἐσθίωσιν, αὐτὸς δ᾽ ἐσθίει ἵνα ζῇ. Διογένης τε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριβομένῳ ἔλεγεν· ‘εἴθ’ ἠδυνάμην καὶ τὴν
v.1.p.359
γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι.’ ὁ δ’ Εὐριπίδης ἐν Ἱκέτισι περὶ τοῦ Καπανέως φησίν·
  1. Καπανεὺς ὅδ’ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς,
  2. ἥκιστα δ’ ὄλβῳ γαῦρος ἦν, φρόνημα δὲ
  3. οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
  4. ψέγων τραπέζαις εἴ τις ἐξογκοῖτ’ ἄγαν,
  5. τἀρκοῦν ἐπαινῶν· οὐ γὰρ ἐν γαστρὸς βορᾷ
  6. τὸ χρηστὸν εἶναι, μέτρια δ’ ἐξαρκεῖν ἔφη.

οὐκ ἦν γὰρ τοιοῦτος ὁ Καπανεὺς οἷον ὁ καλὸς Χρύσιππος διαγράφει ἐν τῷ περὶ τῶν μὴ δι’ αὑτὰ αἱρετῶν λέγων ὧδε· ‘ἐπὶ τοσοῦτόν τινες ἐκπίπτουσι πρὸς τὸ φιλάργυρον ὥστε ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινα μὲν καταπιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν, τὸν δὲ ἕτερον ῥαψάμενον εἴς τινα χιτῶνα καὶ ἐνδύντα αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως μήτε καύσαντας μήτε θεραπεύσαντας.’ οὗτοι γὰρ καὶ οἱ τοιοῦτοι μονονουχὶ βοῶντες ἀποθνῄσκουσιν (Eur. fr. 326 N)·

  1. ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,
  2. ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ’ ἔχει,
  3. οὐ παῖδες ἐν δόμοισιν, οὐ φίλος πατήρ,
  4. οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι.
  5. εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
  6. οὐ θαῦμ’ Ἔρωτας μυρίους αὐτὴν ἔχειν.
τοιαύτη τις ἦν ἡ φιλοχρηματία παρὰ τοῖς τότε· περὶ ἧς Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί οἱ Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ εἶπεν ‘πρὸς τὸ ἀριθμεῖν.’ Διογένης δ’ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι
v.1.p.360
νομοθετεῖ ἀστραγάλους. καλῶς γὰρ καὶ ταῦτα ὁ Εὐριπίδης εἴρηκε (fr. 20 N)·
  1. μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν,
  2. ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.
Χρύσιππος δ’ ἐν τῇ Εἰσαγωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα. πυνθανομένου δέ τινος αὐτοῦ ποδαπός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος. μήποτε τοῦ αὐτοῦ μνημονεύει καὶ Ἄλεξις ἐν Θηβαίοις λέγων ὧδε (II 326 K)·
  1. ἐστὶν δὲ ποδαπὸς τὸ γένος οὗτος; Β. πλούσιος·
  2. τούτους δὲ πάντες φασὶν εὐγενεστάτους,
  3. πένητα δ’ εὐπάτριδ’ οὐδὲ εἷς ὁρᾷ.’