Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ταῦτ’ εἰπὼν ὁ Κύνουλκος, ἐπεὶ μὴ ἐκροταλίσθη, θυμωθεὶς ‘ἀλλ’ ἐπειδὴ οὗτοι, ἔφη, ὦ συμποσίαρχε, ὑπὸ λογοδιαρροίας ἐνοχλούμενοι μὴ πεινῶσιν ἢ τὰ περὶ τῆς φακῆς λεχθέντα χλευάζουσιν, ἐν νῷ ἔχοντες τὰ εἰρημένα Φερεκράτει ἐν Κοριαννοῖ (I 163 K)·

  1. φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν .. φέρε
  2. καὶ κύλικα κἀντραγεῖν, ἵν’ ἥδιον πίω.
  3. Β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί.
  4. Α. μή μοι φακούς, μὰ τὸν Δί᾽· οὐ γὰρ ἥδομαι.
  5. ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν —
ἐπεὶ οὖν διὰ τοῦτο φυλάττονται οἱ σοφοὶ οὗτοι τοὺς φακούς, ἀλλ’ ἡμῖν γε ποίησον δοθῆναι ἄρτον, μεθ’
v.1.p.361
ὧν μηδὲν τῶν πολυτελῶν, ἀλλὰ κἂν τὴν πολυθρύλητον ἔχῃς φακῆν ἢ τὸν καλούμενον κόγχον.’ γελασάντων δὲ πάντων καὶ ἐπὶ τῷ κόγχῳ μάλιστα ‘ἀπαίδευτοί ἐστε, ἔφη, ἄνδρες δαιτυμόνες, οὐκ ἀναγινώσκοντες βιβλία ἃ μόνα παιδεύει τούς γε ἐπιθυμοῦντας τῶν καλῶν· λέγω δὲ τὰ Τίμωνος τοῦ Πυρρωνείου τῶν σίλλων. οὗτος γάρ ἐστιν ὃς καὶ τοῦ κόγχου μνημονεύει ἐν τῷ βʹ τῶν σίλλων λέγων οὕτως (fr. 44 W)·
  1. οὔτε μοι ἡ Τεΐη μᾶζ’ ἁνδάνει οὔτε καρύκκη
  2. ἡ Λυδῶν, λειτῇ δὲ καὶ αὐαλέῃ ἐνὶ κόγχῳ
  3. Ἑλλήνων ἡ πᾶσα περισσοτρύφητος ὀιζύς.
διαφόρων γὰρ οὐσῶν καὶ τῶν ἐκ Τέω μαζῶν (ὡς καὶ τῶν ἐξ Ἐρετρίας, ὡς Σώπατρος ἐν Βακχίδος μνηστῆρσι· φησὶν γάρ·
  1. Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον)
καὶ τῶν Λυδίων καρυκκῶν προκρίνει ἀμφοτέρων ὁ Τίμων τὸν κόγχον.’

πρὸς ταῦτα ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος καὶ αὐτὸς ἔφη· ‘ὦ ἄνδρες κύνες οἱ .... κατὰ τὴν Στράττιδος τοῦ κωμῳδιοποιοῦ Ἰοκάστην, ἥτις ἐν ταῖς ἐπιγραφομέναις Φοινίσσαις φησίν (I 724 K)·

  1. παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν·
  2. ὅταν φακῆν ἕψητε, μὴ ᾽πιχεῖν μύρον.
καὶ ὁ Σώπατρος δέ, οὗ τὰ νῦν μέμνησαι, ἐν Νεκυίᾳ μνημονεύει οὕτως·
  1. Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῇ φακῇ μύρον,
  2. πάρεστι· θάρσει, θυμέ.
    v.1.p.362
Κλέαρχος δὲ ὁ ἀπὸ τοῦ περιπάτου ἐν τοῖς περὶ παροιμιῶν (FHG II 320) ὡς παροιμίαν ἀναγράφει τὸ ἐπὶ τῇ φακῇ μύρον, ἧς μέμνηται καὶ ὁ ἐμὸς προπάτωρ Οὐάρρων ὁ Μενίππειος ἐπικαλούμενος (p. 219 Bue)· καὶ οἱ πολλοὶ τῶν γραμματικῶν τῶν Ῥωμαικῶν οὐχ ὁμιλήσαντες πολλοῖς Ἑλληνικοῖς ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἴσασιν ὅθεν εἴληφεν ὁ Οὐάρρων τὸ ἰαμβεῖον. σὺ δέ μοι δοκεῖς, ὦ Κύνουλκε (τούτῳ γὰρ χαίρεις τῷ ὀνόματι, οὐ λέγων ὃ ἐκ γενετῆς σε ἡ μήτηρ κέκληκε) κατὰ τὸν σὸν Τίμωνα (fr. 31 W) εἶναί ‘μοι καλός τε μέγας τε,’ οὐκ ἐπιστάμενος ὅτι κόγχος παρὰ προτέρῳ μνήμης τετύχηκεν Ἐπιχάρμῳ ἐν τᾷ Ἑορτᾷ καὶ Νάσοις (p. 229 L) Ἀντιφάνει τε τῷ κωμικῷ, ὃς ὑποκοριστικώτερον αὐτὸν ὠνόμασεν ἐν Γάμῳ οὕτως (II 40 K)·
  1. κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον.’
ἑξῆς ἁρπάσας τὸν λόγον ὁ Μάγνος ‘ὁ μὲν πάντα ἄριστος, ἔφη, Λαρήνσιος ὀξέως καὶ καλῶς ἀπήντησε τῷ γάστριδι κυνὶ περὶ τοῦ κόγχου. ἐγὼ δὲ κατὰ τοὺς τοῦ Παφίου Σωπάτρου Γαλάτας,
  1. παρ’ οἷς ἔθος ἐστίν, ἡνίκ’ ἂν προτέρημά τι
  2. ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς
  3. τοὺς αἰχμαλώτους, τοὺσ Γαλάτας μιμούμενος
  4. κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι
  5. διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων.
  6. καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τ’ ἀκηκοὼς
  7. ὑμᾶς ἐπιμελῶς καρτερεῖν θ’ αἱρουμένους,
    v.1.p.363
  8. τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων,
  9. πρῶτον καπνίζων· εἶτ’ ἐὰν ὀπτωμένων
  10. ἴδω τιν’ ὑμῶν συσπάσαντα τὸ σκέλος,
  11. Ζηνωνικῷ πραθήσεθ’ οὗτος κυρίῳ
  12. ἐπ’ ἐξαγωγῇ, τὴν φρόνησιν ἀγνοῶν.

μετὰ παρρησίας γὰρ ἐρῶ πρὸς αὐτούς· εἰ αὐτάρκειαν ἀσπάζῃ, φιλόσοφε, τί οὐ τοὺς Πυθαγορικοὺς ἐκείνους ζηλοῖς, περὶ ὧν φησιν Ἀντιφάνης μὲν ἐν Μνήμασι τάδε (II 76 K)·

  1. τῶν Πυθαγορικῶν δ’ ἔτυχον ἄθλιοί τινες
  2. ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ
  3. τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ.
κἀν τῷ κυρίως Κωρύκῳ δ’ ἐπιγραφομένῳ φησί (ib. 67)·
  1. πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει
  2. ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ
  3. μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει.
Ἄλεξις δ’ ἐν Ταραντίνοις (ib. 378)·
  1. οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν,
  2. οὔτ’ ὄψον ἐσθίουσιν οὔτ’ ἄλλ’ οὐδὲ ἓν
  3. ἔμψυχον, οἶνόν τ’ οὐχὶ πίνουσιν μόνοι.
  4. Β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει,
  5. τῶν Πυθαγορείων εἷς. Α. ἀποκτείνας γέ που·
  6. οὐκ ἔτι γάρ ἐστ’ ἔμψυχον.
προελθών τέ φησι·
  1. πυθαγορισμοὶ καὶ λόγοι
  2. λεπτοὶ διεσμιλευμέναι τε φροντίδες
    v.1.p.364
  3. τρέφουσ’ ἐκείνους, τὰ δὲ καθ’ ἡμέραν τάδε·
  4. ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον
  5. ὕδατος· τοσαῦτα ταῦτα. Β. δεσμωτηρίου
  6. λέγεις δίαιταν· πάντες οὕτως οἱ σοφοὶ
  7. διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που;
  8. Α. τρυφῶσιν οὗτοι πρὸς ἑτέρους. ἆρ’ οἶσθ’ ὅτι
  9. Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων
  10. καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ δι’ ἡμέρας
  11. δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν.
καὶ ἐν Πυθαγοριζούσῃ (ib. 370)·
  1. ἡ δ’ ἑστίασις ἰσχάδες καὶ στέμφυλα
  2. καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος
  3. τοῖς Πυθαγορείοις. Β. νὴ Δί᾽, ἱερεῖον μὲν οὖν
  4. ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ᾽, ἔχῃ.
καὶ μετ’ ὀλίγα·
  1. ἔδει θ’ ὑπομεῖναι μικροσιτίαν, ῥύπον,
  2. ῥῖγος, σιωπήν, στυγνότητ᾽, ἀλουσίαν.

τούτων δ’ ὑμεῖς, ὦ φιλόσοφοι, οὐδὲν ἀσκεῖτε, ἀλλὰ καὶ τὸ πάντων χαλεπώτατον λαλεῖτε περὶ ὧν οὐκ οἴδατε καὶ ὡς κοσμίως ἐσθίοντες ποιεῖτε τὴν ἔνθεσιν κατὰ τὸν ἥδιστον Ἀντιφάνη· οὗτος γὰρ ἐν Δραπεταγωγῷ λέγει (II 46 K)·

  1. κοσμίως ποιῶν τὴν ἔνθεσιν
  2. μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ’ ἔνδοθεν
  3. τὴν χεῖρα, καθάπερ αἱ γυναῖκες, κατέφαγε
  4. πάμπολλα καὶ ταχύτατα,
    v.1.p.365
ἐξὸν κατὰ τὸν αὐτὸν τοῦτον ποιητὴν ἐν Βομβυλιῷ λέγοντα (ib. 37) δραχμῆς ὠνήσασθαι
  1. τὰς προσφόρους ὑμῖν τροφάς,
  2. σκορόδια, τυρόν, κρόμμυα, κάππαριν ...
  3. ἅπαντα ταῦτ’ ἐστὶν δραχμῆς.
Ἀριστοφῶν δ’ ἐν Πυθαγοριστῇ (II 279 K)·
  1. πρὸς τῶν θεῶν, οἰόμεθα τοὺς πάλαι ποτὲ
  2. τοὺς Πυθαγοριστὰς γινομένους ὄντως ῥυπᾶν
  3. ἑκόντας ἢ φορεῖν τρίβωνας ἡδέως;
  4. οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ·
  5. ἀλλ’ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν,
  6. τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν
  7. ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους.
  8. ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς ἢ κρέας,
  9. κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους,
  10. ἐθέλω κρέμασθαι δεκάκις.
οὐκ ἄκαιρον δ’ ἐστὶν μνημονεῦσαι καὶ τοῦ εἰς ὑμᾶς ποιηθέντος ἐπιγράμματος, ὅπερ παρέθετο ὁ Δελφὸς Ἡγήσανδρος ἐν ἕκτῳ ὑπομνημάτων (FHG IV 413)·
  1. ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι,
  2. σακκογενειοτρόφοι καὶ λοπαδαρπαγίδαι,
  3. εἱματανωπερίβαλλοι, ἀνηλιποκαιβλεπέλαιοι,
  4. νυκτιλαθραιοφάγοι, νυκτιπαταιπλάγιοι,
    v.1.p.366
  5. μειρακιεξαπάται καὶ συλλαβοπευσιλαληταί,
  6. δοξοματαιόσοφοι, ζηταρετησιάδαι.

Ἀρχέστρατός τε ὁ Γελῷος ἐν τῇ Γαστρολογίᾳ — ἣν μόνην ὑμεῖς ῥαψῳδίαν οἱ σοφοὶ ἀσπάζεσθε, μόνον τοῦτο πυθαγορίζοντες τὸ σιωπᾶν, δι’ ἀσθένειαν λόγων τοῦτο ποιοῦντες, ἔτι τε τὴν Σφοδρίου τοῦ κυνικοῦ τέχνην ἐρωτικὴν καὶ τὰς Πρωταγορίδου ἀκροάσεις ἐρωτικὰς Περσαίου τε τοῦ καλοῦ φιλοσόφου συμποτικοὺς διαλόγους συντεθέντας ἐκ τῶν Στίλπωνος καὶ Ζήνωνος ἀπομνημονευμάτων, ἐν οἷς ζητεῖ, ὅπως ἂν μὴ κατακοιμηθῶσιν οἱ συμπόται, καὶ πῶς ταῖς ἐπιχύσεσι χρηστέον πηνίκα τε εἰσακτέον τοὺς ὡραίους καὶ τὰς ὡραίας εἰς τὸ συμπόσιον καὶ πότε αὐτοὺς προσδεκτέον ὡραιζομένους καὶ πότε παραπεμπτέον ὡς ὑπερορῶντας, καὶ περὶ προσοψημάτων καὶ περὶ ἄρτων καὶ περὶ τῶν ἄλλων ὅσα τε περιεργότερον περὶ φιλημάτων εἴρηκεν ὁ Σωφρονίσκου φιλόσοφος, ὃς περὶ ταῦτα τὴν διάνοιαν ἀεὶ στρέφων πιστευθείς, ὥς φησιν Ἕρμιππος (FHG III 49), ὑπ’ Ἀντιγόνου τὸν Ἀκροκόρινθον κωθωνιζόμενος ἐξέπεσεν καὶ αὐτῆς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ Σικυωνίου Ἀράτου, ὁ πρότερον ἐν τοῖς διαλόγοις πρὸς Ζήνωνα διαμιλλώμενος ὡς ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός, μόνον τοῦτο διὰ τῶν ἔργων διαβεβαιωσάμενος ὁ καλὸς τοῦ Ζήνωνος οἰκετιεύς. χαριέντως γὰρ ἔφη Βίων ὁ Βορυσθενίτης θεασάμενος αὐτοῦ χαλκῆν εἰκόνα, ἐφ’ ἧς ἐπεγέγραπτο ‘Περσαῖον Ζήνωνος Κιτιᾶ’, πεπλανῆσθαι

v.1.p.367
εἶπε τὸν ἐπιγράψαντα· δεῖν γὰρ οὕτως ἔχειν ‘Περσαῖον Ζήνωνος οἰκετιᾶ.’ ἦν γὰρ ὄντως οἰκέτης γεγονὼς τοῦ Ζήνωνος, ὡς Νικίας ὁ Νικαεὺς ἱστορεῖ ἐν τῇ περὶ τῶν φιλοσόφων ἱστορίᾳ καὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν ταῖς Διαδοχαῖς. δύο δὲ συγγράμμασι τοῦ Περσαίου ἀπηντήκαμεν τῆς σοφῆς ταύτης πραγματείας τοιοῦτον ἔχουσι τὸ ἐπίγραμμα συμποτικῶν διαλόγων.

Κτησίβιος δ’ ὁ Χαλκιδεὺς ὁ Μενεδήμου γνώριμος, ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος ἐν τοῖς βίοις (p. 102 Wil), ἐρωτηθεὶς ὑπό τινος τί περιγέγονεν ἐκ φιλοσοφίας αὐτῷ, ἔφη ‘ἀσυμβόλῳ δειπνεῖν.’ διὸ καὶ ὁ Τίμων που πρὸς αὐτὸν ἔφη (fr. 30 W)· δειπνομανές, νεβροῦ ὄμματ’ ἔχων, κραδίην δ’ ἀκύλιστον. ἦν δ’ εὔστοχος ὁ Κτησίβιος καὶ χαρίεις περὶ τὸ γελοῖον· διὸ καὶ πάντες αὐτὸν ἐπὶ τὰ συμπόσια παρεκάλουν· οὐχ ὥσπερ σύ, κυνικέ, ὁ μηδέποτε ταῖς Χάρισιν, ἀλλ’ οὐδὲ ταῖς Μούσαις θύσας. φυγοῦσα γοῦν σε καὶ τοὺς σοὶ παραπλησίους ἡ Ἀρετὴ Ἡδονῇ παρακάθηται, ὥς φησι Μνασάλκης ὁ Σικυώνιος ἐν ἐπιγράμμασιν·

  1. ἅδ’ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι
  2. Ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους,
  3. θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν
  4. ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται.
Βάτων δ’ ὁ κωμικὸς ἐν Ἀνδροφόνῳ φησί (IV 499 M)·
  1. τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ,
  2. τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν,
  3. τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις
    v.1.p.368
  4. καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα.
  5. ἄνθρωπ’ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων
  6. νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς;
  7. τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον
  8. σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει;
  9. ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ·
  10. τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς.
  11. ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποῶ.
  12. ἔπειθ’ ἕωθεν περιάγεις τὴν λήκυθον
  13. καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν
  14. ὡρολόγιον δόξεις τι, οὐχὶ λήκυθον. —

Ἀρχέστρατος δέ, ὦ Κύνουλκε, ὃν ἀντὶ τοῦ Ὁμήρου προσκυνεῖς διὰ τὴν γαστέρα — ‘ἧς οὐ λαμυρώτερον οὐδέν’, ὁ Τίμων σου (fr. 56 W) — , περὶ τοῦ κυνὸς τοῦ θαλαττίου ἱστορῶν γράφει καὶ ταῦτα (fr. 28, 13 R)·

  1. ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα
  2. οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη
  3. ψυχὴν κέκτηνται θνητῶν εἰσίν τ’ ἀπόπληκτοι,
  4. ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος· ἅπας δὲ
  5. ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ·
  6. ὥστε πρέπει καθαρῶς ὁπόσοι τάδε μωρολογοῦσι
  7. τοῖς λαχάνοις προσάγειν καὶ πρὸς Διόδωρον ἰόντας
  8. τὸν σοφὸν ἐγκρατέως μετ’ ἐκείνου πυθαγορίζειν.
ἦν δ’ ὁ Διόδωρος οὗτος τὸ μὲν γένος Ἀσπένδιος, Πυθαγορικὸς δὲ δόξας εἶναι ὑμῶν τῶν κυνικῶν
v.1.p.369
τρόπον ἔζη, κομῶν καὶ ῥυπῶν καὶ ἀνυποδητῶν. ὅθεν καὶ Πυθαγορικὸν τὸ τῆς κόμης ἔδοξαν εἶναί τινες ἀπὸ τοῦ Διοδώρου προαχθέν, ὥς φησιν Ἕρμιππος. Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν (FHG I 211) περὶ αὐτοῦ γράφει οὕτως· ‘Διοδώρου τοῦ τὸ γένος Ἀσπενδίου τὴν ἐξηλλαγμένην εἰσαγαγόντος κατασκευὴν καὶ τοῖς Πυθαγορείοις πεπλησιακέναι προσποιηθέντος· πρὸς ὃν ἐπιστέλλων ὁ Στρατόνικος ἐκέλευσε τὸν ἀπαίροντα τὸ ῥηθὲν ἀπαγγεῖλαι
  1. τῷ περὶ θηροπέπλου μανίας ὕβρεώς τε περιστάσιμον
  2. στοὰν ἔχοντι Πυθαγόρου πελάτᾳ.
Σωσικράτης δ’ ἐν τρίτῳ φιλοσόφων διαδοχῆς βαθεῖ πώγωνι χρήσασθαι τὸν Διόδωρον ἱστορεῖ καὶ τρίβωνα ἀναλαβεῖν κόμην τε φορῆσαι καὶ κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην εἰσαγαγόντα, τῶν πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρᾷ τε ἐσθῆτι ἀμφιεννυμένων καὶ λουτροῖς καὶ ἀλείμμασι κουρᾷ τε τῇ συνήθει χρωμένων.

εἰ δ’ ὑμεῖς ὄντως, ὦ φιλόσοφοι, τὴν αὐτάρκειαν ἀσπάζεσθε καὶ τῶν δείπνων τὰ εὐτελῆ, τί ἐνταῦθα παραγίνεσθε μηδὲ κληθέντες; ἦ ὡς εἰς ἀσώτιον μαγειρικὰ σκεύη καταλέγειν μαθησόμενοι; ἢ ὡς τὸν Διογένους Κεφαλίωνα ἀποστοματιοῦντες; κατὰ γὰρ τὸν Σοφοκλέους Κηδαλίωνά ἐστε

  1. μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι (fr. 305 N).
    v.1.p.370
ὅτι δ’ ὑμεῖς οἱ φιλόσοφοι περὶ τὰ δεῖπνα ἀεὶ τὸν νοῦν ἔχετε, δέον ὑμᾶς ἐπιφαγεῖν τι αἰτῆσαι ἢ ἐπεσθίειν τι τῶν κυνικῶν βρωμάτων (οὐδὲ γὰρ χαριτογλωσσεῖν ἡμᾶς θέμις), δῆλον ἐξ ὧν καὶ Ἄλεξις ἐν τῷ ἐπιγραφομένῳ Λίνῳ ἱστορεῖ. ὑποτίθεται δὲ τὸν Ἡρακλέα παρὰ τῷ Λίνῳ παιδευόμενον καὶ κελευσθέντα ἀπὸ βιβλίων πολλῶν παρακειμένων λαβόντα ἐντυχεῖν. ἐκεῖνος δ’ ὀψαρτυτικὸν λαβὼν βιβλίον ἐν χεροῖν περισπουδάστως ἐκράτει. λέγει δὲ οὕτως ὁ Λίνος (II 345 K)·
  1. βιβλίον
  2. ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ,
  3. ἔπειτ’ ἀναγνώσει πάνυ γε διασκοπῶν
  4. ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ.
  5. Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδίαι,
  6. Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα
  7. παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν
  8. ἐπὶ τί μάλισθ’ ὥρμηκε. ΗΡ. τουτὶ λαμβάνω.
  9. ΛΙΝ. δεῖξον τί ἐστι πρῶτον. ΗΡ. ὀψαρτυσία,
  10. ὥς φησι τοὐπίγραμμα. ΛΙΝ. φιλόσοφός τις εἶ,
  11. εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα
  12. Σίμου τέχνην ἔλαβες. ΗΡ. ὁ Σῖμος δ’ ἐστὶ
  13. τίς;
  14. ΛΙΝ. μάλ’ εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν
  15. ὥρμηκε νῦν καὶ τῶν μὲν ὑποκριτῶν πολὺ
  16. κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ
  17. τοῖς χρωμένοις, τῶν δ’ ὀψοποιῶν ὑποκριτής ...
    v.1.p.371
  18. ΛΙΝ. βούλιμός ἐσθ’ ἅνθρωπος. ΗΡ. ὅτι βούλει λέγε·
  19. πεινῶ γάρ, εὖ τοῦτ’ ἴσθι.’

ταῦτα τοῦ Μάγνου ἑξῆς καταδραμόντος ἀποβλέψας ὁ Κύνουλκος εἰς τοὺς παρόντας τῶν φιλοσόφων ἔφη·

  1. ‘εἶδες τὴν Θασίαν ἅλμην οἷ’ ἄττα βαύζει,
  2. ὡς εὖ καὶ ταχέως ἀπετίσατο καὶ παραχρῆμα.
  3. οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι,
ὡς ὁ Κρατῖνος ἐν τοῖς Ἀρχιλόχοις ἔφη (I 13 K). ἐπιλανθανόμενος γὰρ ἐν οἷς ποιεῖται δικαστηρίοις τῶν καλῶν ἰάμβων αὐτοῦ τὰς ἐπιδείξεις ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας καὶ ἡδυλογίας κολάβρους ἀναγινώσκει καὶ ‘μέλη πάραυλα κἀκρότητα κύμβαλα (fr. ad. 66 N).’ καὶ μετὰ τὰς καλὰς ταύτας ἀμουσολογίας περιέρχεται τὰς οἰκίας ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευάζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαιρεφῶντα ἐκεῖνον, περὶ οὗ φησιν Ἄλεξις ἐν Φυγάδι (II 391 K)·
  1. αἰεί γ’ ὁ Χαιρεφῶν τιν’ εὑρίσκει τέχνην
  2. καινὴν πορίζεται τε τὰ δεῖπν’ ἀσύμβολα.
  3. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος
  4. ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ
  5. ἕστηκεν ἐλθών· κἂν ἴδῃ μισθούμενον
  6. εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος
  7. τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης
  8. ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν.
οὐκ ὀκνεῖ δ’ ἀνὴρ οὗτος, καθάπερ καὶ ὁ καλὸς Μάγνος, καὶ ὑπερορίους ἀποδημίας ποιεῖσθαι τῆς γαστρὸς
v.1.p.372
χάριν, ὡς ὁ αὐτὸς Ἄλεξις εἴρηκεν ἐν Συναποθνῄσκουσιν (II 374 K)·
  1. ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν
  2. ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος·
  3. οὕτω τι τἀλλότρι’ ἐσθίειν ἐστὶ γλυκύ.
καὶ Θεόπομπος δ’ ἐν Ὀδυσσεῖ ἔφη (I 743 K)·
  1. Εὐριπίδου τἄρ’ ἐστὶν οὐ κακῶς ἔχον,
  2. τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα (fr. 886 N).’

γελασάντων οὖν πάντων ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη· ‘πόθεν δὲ καὶ ἡδυλογία (p. 164e) τοῖς ἡδονικοῖς τούτοις ἁμαρτολόγοις;’ πρὸς ὃν ὁ Κύνουλκος· ‘ἀλλ᾽, ὦ χοιρίον εὐάρτυτον, Φρύνιχος ὁ κωμῳδιοποιὸς ἐν τῷ Ἐφιάλτῃ μνημονεύει τοῦ ἡδυλόγου διὰ τούτων (I 370 K)·

  1. ἐστὶν δ’ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον.
  2. ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις,
  3. μισάνθρωπον ἄνθος ἥβης·
  4. εἶθ’ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες.
  5. ἐπὶ τοῖς δὲ βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις οἷς
  6. ἡδυλογοῦσι
  7. μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκύψαντες
  8. ἅπαντας
  9. γελῶσι.
τὸ δὲ χαριτογλωσσεῖν Αἰσχύλος εἴρηκεν ἐν Προμηθεῖ δεσμώτῃ (297)·
v.1.p.373
  1. γνώσει δὲ τάδ’ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
  2. χαριτογλωσσεῖν ἔνι μοι.’
πάλιν τε εἰπόντος τοῦ Οὐλπιανοῦ· ‘τίνα δ’ ἐστίν, ἄνδρες φίλοι, τὰ μαγειρικὰ σκεύη; τούτων γὰρ ἐμνημονεύσατ᾽ ἐν τοῖς Ἀρκαδικοῖς δείπνοις μνήμης ἠξιωμένων (p. 149a). καὶ τὸ ἀσώτιον ποῦ κεῖται; ἀσώτους μὲν γὰρ οἶδα διαβοήτους· ἕνα μὲν οὗ μνημονεύει Ἄλεξις ἐν Κνιδίᾳ (II 333 K)·
  1. Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο
  2. σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν·
  3. οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.
ἐν δὲ Φαίδρῳ φησί (ib. 387)·
  1. σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις.
  2. Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ’ ἡμέραις
  3. σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν·
  4. οὕτως συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.

καὶ Κτήσιππος δ’ ὁ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς ὃ Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. Δίφιλος γοῦν ἐν τοῖς Ἐναγίζουσί φησι (II 552 K)·

  1. εἰ μὴ συνήθης Φαιδίμῳ γ’ ἐτύγχανεν
  2. ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην
  3. νόμον ἄν τιν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ,
  4. ὥστ’ ἐπιτελεσθῆναί ποτ’ αὐτῷ τοῦ πατρὸς
  5. τὸ μνῆμα, κατ’ ἐνιαυτὸν ἕνα ... λίθον
  6. ἁμαξιαῖον. καὶ σφόδρ’ εὐτελὲς λέγω.
    v.1.p.374
Τιμοκλῆς δ’ ἐν Δημοσατύροις φησίν (II 452 K)·
  1. οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται,
  2. ἐν ταῖς γυναιξὶ λαμπρός, οὐκ ἐν ἀνδράσιν.
καὶ Μένανδρος δ’ ἐν Ὀργῇ περὶ αὐτοῦ τάδε λέγει (IV 178 M)·
  1. καίτοι νέος ποτ’ ἐγενόμην κἀγώ, γύναι·
  2. ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας
  3. τότ᾽, ἀλλὰ νῦν· οὐδὲ χλανίδ’ εἶχον, ἀλλὰ νῦν·
  4. οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν· καὶ βάψομαι
  5. καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι
  6. Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ,
  7. κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους
  8. ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.
τάχ’ οὖν διὰ τὴν πολλὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν (or. 20). χρὴ δὲ τοὺς τὰ πατρῷα κατεδηδοκότας κατὰ τὸν Μενάνδρου Ναύκληρον οὕτως κολάζεσθαι. φησὶν γάρ (ib. 175)·
  1. ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ
  2. τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον.
  3. ὡς δῆτ’ ἐχρῆν εἴ τις πατρῴαν παραλαβὼν
  4. γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους
  5. καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο
  6. οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.

Πυθοδήλου δέ τινος ἀσώτου μνημονεύει Ἀξιόνικος ἐν Τυρρηνῷ οὕτως (II 412 K)·

  1. ὁ Πυθόδηλος οὑτοσὶ
  2. ὁ Βαλλίων προσέρχετ’ ἐπικαλούμενος,
    v.1.p.375
  3. μεθύουσά τ’ ἐξόπισθεν ἡ σοφωτάτη
  4. Ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται.
Πολύευκτον δ’ Ἀναξανδρίδης ἐν Τηρεῖ κωμῳδῶν (II 156 K)·
  1. ὄρνις κεκλήσῃ (φησι). Β. διὰ τί, πρὸς τῆς Ἑστίας;
  2. πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν,
  3. ὥσπερ Πολύευκτος ὁ καλός; Α. οὐ δῆτ᾽, ἀλλ’ ὅτι
  4. ἄρρην ὑπὸ θηλειῶν κατεκόπης.
Θεόπομπος δ’ ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν (FHG I 293), ἀφ’ ἧς τινες τὸ τελευταῖον μέρος χωρίσαντες, ἐν ᾧ ἐστι τὰ περὶ τῶν Ἀθήνησι δημαγωγῶν, ... Εὔβουλόν φησι τὸν δημαγωγὸν ἄσωτον γενέσθαι. τῇ λέξει δὲ ταύτῃ ἐχρήσατο· ‘καὶ τοσοῦτον ἀσωτίᾳ καὶ πλεονεξίᾳ διενήνοχε τοῦ δήμου τοῦ Ταραντίνων ὅσον ὃ μὲν περὶ τὰς ἑστιάσεις εἶχε μόνον ἀκρατῶς, ὃ δὲ τῶν Ἀθηναίων καὶ τὰς προσόδους καταμισθοφορῶν διατετέλεκε. Καλλίστρατος δέ, φησίν, ὁ Καλλικράτους ὁ δημαγωγὸς καὶ αὐτὸς πρὸς μὲν τὰς ἡδονὰς ἦν ἀκρατής, τῶν δὲ πολιτικῶν πραγμάτων ἦν ἐπιμελής.’ περὶ δὲ τῶν Ταραντίνων ἱστορῶν ἐν τῇ δευτέρα καὶ πεντηκοστῇ τῶν ἱστοριῶν (ib. 322) γράφει οὕτως· ‘ἡ πόλις ἡ τῶν Ταραντίνων σχεδὸν καθ’ ἕκαστον μῆνα βουθυτεῖ καὶ δημοσίας ἑστιάσεις ποιεῖται. τὸ δὲ τῶν ἰδιωτῶν πλῆθος αἰεὶ περὶ συνουσίας καὶ πότους ἐστί. λέγουσι δὲ καί τινα τοιοῦτον λόγον οἱ Ταραντῖνοι, τοὺς μὲν ἄλλους ἀνθρώπους διὰ τὸ φιλοπονεῖσθαι καὶ περὶ τὰς ἐργασίας διατρίβειν παρασκευάζεσθαι ζῆν,
v.1.p.376
αὐτοὺς δὲ διὰ τὰς συνουσίας καὶ τὰς ἡδονὰς οὐ μέλλειν, ἀλλ’ ἤδη βιῶναι.’

περὶ δὲ τῆς ἀσωτίας καὶ τοῦ βίου Φιλίππου καὶ τῶν ἑταίρων αὐτοῦ ἐν τῇ μθʹ τῶν ἱστοριῶν ὁ Θεόπομπος τάδε γράφει (ib. 320)· ‘Φίλιππος ἐπεὶ ἐγκρατὴς πολλῶν ἐγένετο χρημάτων οὐκ ἀνάλωσεν αὐτὰ ταχέως, ἀλλ᾽ ἐξέβαλε καὶ ἔρριψε, πάντων ἀνθρώπων κάκιστος ὢν οἰκονόμος οὐ μόνον αὐτός, ἀλλὰ καὶ οἱ περὶ αὐτόν· ἁπλῶς γὰρ οὐδεὶς αὐτῶν ἠπίστατο ζῆν ὀρθῶς οὐδὲ σωφρόνως οἰκεῖν οἰκίαν. τοῦ δ’ αὐτὸς αἴτιος ἦν ἄπληστος καὶ πολυτελὴς ὤν, προχείρως ἅπαντα ποιῶν καὶ κτώμενος καὶ διδούς. στρατιώτης γὰρ ὢν λογίζεσθαι τὰ προσιόντα καὶ τἀναλισκόμενα δι’ ἀσχολίαν οὐκ ἠδύνατο. ἔπειτα δ’ οἱ ἑταῖροι αὐτοῦ ἐκ πολλῶν τόπων ἦσαν συνερρυηκότες· οἳ μὲν γὰρ ἐξ αὐτῆς τῆς χώρας, οἳ δὲ ἐκ Θετταλίας, οἳ δὲ ἐκ τῆς ἄλλης Ἑλλάδος, οὐκ ἀριστίνδην ἐξειλεγμένοι, ἀλλ’ εἴ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις λάσταυρος ἢ βδελυρὸς ἢ θρασὺς τὸν τρόπον, οὗτοι σχεδὸν ἅπαντες εἰς Μακεδονίαν ἀθροισθέντες ἑταῖροι Φιλίππου προσηγορεύοντο. εἰ δὲ καὶ μὴ τοιοῦτός τις ὢν ἐληλύθει, ὑπὸ τοῦ βίου καὶ τῆς διαίτης τῆς Μακεδονικῆς ταχέως ἐκείνοις ὅμοιος ἐγίνετο. τὰ μὲν γὰρ οἱ πόλεμοι καὶ αἱ στρατεῖαι, τὰ δὲ καὶ αἱ πολυτέλειαι θρασεῖς αὐτοὺς εἶναι προετρέποντο καὶ ζῆν μὴ κοσμίως, ἀλλ’ ἀσώτως καὶ τοῖς λῃσταῖς παραπλησίως.’

Δοῦρις δ’ ἐν ζʹ Μακεδονικῶν περὶ Πασικύπρου λέγων τοῦ ἐν Κύπρῳ βασιλέως ὅτι ἄσωτος ἦν γράφει

v.1.p.377
καὶ τάδε (FHG II 472)· ‘Ἀλέξανδρος μετὰ τὴν Τύρου πολιορκίαν Πνυταγόραν ἀποστέλλων ἄλλας τε δωρεὰς ἔδωκε καὶ χωρίον ὃ ᾐτήσατο. πρότερον δὲ τοῦτο Πασίκυπρος ὁ βασιλεύων ἀπέδοτο δι’ ἀσωτίαν πεντήκοντα ταλάντων Πυγμαλίωνι τῷ Κιτιεῖ, ἅμα τὸ χωρίον καὶ τὴν αὑτοῦ βασιλείαν· καὶ λαβὼν τὰ χρήματα κατεγήρασεν ἐν Ἀμαθοῦντι.’ τοιοῦτος ἐγένετο καὶ Αἰθίοψ ὁ Κορίνθιος, ὥς φησι Δημήτριος ὁ Σκήψιος (fr. 73 Gaede), οὗ μνημονεύει Ἀρχίλοχος (fr. 145 B). ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασίας καὶ οὗτος μετ’ Ἀρχίου πλέων εἰς Σικελίαν ὅτ’ ἔμελλεν κτίζειν Συρακούσας τῷ ἑαυτοῦ συσσίτῳ μελιτούττης ἀπέδοτο τὸν κλῆρον ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν.

‘εἰς τοσοῦτον δ’ ἀσωτίας ἐληλύθει καὶ Δημήτριος ὁ Δημητρίου τοῦ Φαληρέως ἀπόγονος, ὥς φησιν Ἡγήσανδρος (FHG IV 415), ὥστε Ἀρισταγόραν μὲν ἔχειν τὴν Κορινθίαν ἐρωμένην, ζῆν δὲ πολυτελῶς. ἀνακαλεσαμένων δ’ αὐτὸν τῶν Ἀρεοπαγιτῶν καὶ κελευόντων βέλτιον ζῆν, ‘ἀλλὰ καὶ νῦν, εἶπεν, ἐλευθερίως ζῶ. καὶ γὰρ ἑταίραν ἔχω τὴν καλλίστην καὶ ἀδικῶ οὐδένα καὶ πίνω Χῖον οἶνον καὶ τἄλλ’ ἀρκούντως παρασκευάζομαι, τῶν ἰδίων μου προσόδων εἰς ταῦτα ἐκποιουσῶν, οὐ καθάπερ ὑμῶν ἔνιοι δεκαζόμενος ζῶ καὶ μοιχεύων.’ καὶ τῶν τὰ τοιαῦτα πραττόντων καὶ ἐπ’ ὀνόματός τινας κατέλεξε. ταῦτα δ’ ἀκούσας Ἀντίγονος ὁ βασιλεὺς θεσμοθέτην αὐτὸν κατέστησεν. τοῖς δὲ Παναθηναίοις ἵππαρχος ὢν ἰκρίον ἔστησε πρὸς τοῖς Ἑρμαῖς Ἀρισταγόρᾳ μετεωρότερον

v.1.p.378
τῶν Ἑρμῶν, Ἐλευσῖνί τε μυστηρίων ὄντων ἔθηκεν αὐτῇ θρόνον παρὰ τὸ ἀνάκτορον, οἰμώξεσθαι φήσας τοὺς κωλύσοντας.’

ὅτι δὲ τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἀνεκαλοῦντο οἱ Ἀρεοπαγῖται καὶ ἐκόλαζον, ἱστόρησαν Φανόδημος (FHG I 368) καὶ Φιλόχορος ἄλλοι τε πλείους. Μενέδημον γοῦν καὶ Ἀσκληπιάδην τοὺς φιλοσόφους νέους ὄντας καὶ πενομένους μεταπεμψάμενοι ἠρώτησαν πῶς ὅλας τὰς ἡμέρας τοῖς φιλοσόφοις συσχολάζοντες, κεκτημένοι δὲ μηδέν, εὐεκτοῦσιν οὕτω τοῖς σώμασι· καὶ οἳ ἐκέλευσαν μεταπεμφθῆναί τινα τῶν μυλωθρῶν. ἐλθόντος δ᾽ ἐκείνου καὶ εἰπόντος ὅτι νυκτὸς ἑκάστης κατιόντες εἰς τὸν μυλῶνα καὶ ἀλοῦντες δύο δραχμὰς ἀμφότεροι λαμβάνουσι, θαυμάσαντες οἱ Ἀρεοπαγῖται διακοσίαις δραχμαῖς ἐτίμησαν αὐτούς. καὶ Δημόκριτον δ’ Ἀβδηρῖται δημοσίᾳ κρίνοντες ὡς κατεφθαρκότα τὰ πατρῷα, ἐπειδὴ ἀναγνοὺς αὐτοῖς τὸν μέγαν διάκοσμον καὶ τὰ περὶ τῶν ἐν Ἅιδου εἰπὼν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη.

οἱ δὲ μὴ οὕτως ἄσωτοι κατὰ τὸν Ἄμφιν (II 248 K)·

  1. πίνουσ’ ἑκάστης ἡμέρας δι’ ἡμέρας,
διασειόμενοι τοὺς κροτάφους ὑπὸ τοῦ ἀκράτου, καὶ κατὰ τὸν Δίφιλον (ib. 577) ‘κεφαλὰς ἔχοντες τρεῖς ὥσπερ Ἀρτεμίσιον,’ ‘πολέμιοι τῆς οὐσίας ὑπάρχοντες, ὡς Σάτυρος ἐν τοῖς περὶ χαρακτήρων (FHG III 164) εἴρηκεν, κατατρέχοντες τὸν ἀγρόν, διαρπάζοντες τὴν οἰκίαν, λαφυροπωλοῦντες τὰ ὑπάρχοντα, σκοποῦντες οὐ τί δεδαπάνηται ἀλλὰ τί δαπανηθήσεται, οὐδὲ τί
v.1.p.379
περιέσται ἀλλὰ τί οὐ περιέσται, ἐν τῇ νεότητι τὰ τοῦ γήρως ἐφόδια προκαταναλίσκοντες, χαίροντες τῇ ἑταίρᾳ, οὐ τοῖς ἑταίροις, καὶ τῷ οἴνῳ, οὐ τοῖς συμπόταις.’ Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ ὀγδόῃ πρὸς ταῖς κʹ τῶν Εὐρωπιακῶν (ib. 193) ‘Γνώσιππον, φησίν, ἄσωτον γενόμενον ἐν τῇ Σπάρτῃ ἐκώλυον οἱ ἔφοροι συναναστρέφεσθαι τοῖς νέοις.’ παρὰ δὲ Ῥωμαίοις μνημονεύεται, ὥς φησι Ποσειδώνιος ἐν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν (ib. 265), Ἀπίκιόν τινα ἐπὶ ἀσωτίᾳ πάντας ἀνθρώπους ὑπερηκοντικέναι. οὗτος δ᾽ ἐστὶν Ἀπίκιος ὁ καὶ τῆς φυγῆς αἴτιος γενόμενος Ῥουτιλίῳ τῷ τὴν Ῥωμαικὴν ἱστορίαν ἐκδεδωκότι τῇ Ἑλλήνων φωνῇ. περὶ δὲ Ἀπικίου τοῦ καὶ αὐτοῦ ἐπὶ ἀσωτίᾳ διαβοήτου ἐν τοῖς πρώτοις εἰρήκαμεν (I p. 7a).

Διογένης δ’ ὁ Βαβυλώνιος ἐν τοῖς περὶ εὐγενείας ‘τὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων. καὶ ὁπότε ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν ‘ὦ καταισχύνας τὸ γένος.’ πάντα γὰρ ἀνάλωσε τὰ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνιχίας· ἐφ’ ᾧ πάλιν ὑπὸ πάντων ἐπερραπίζετο. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν καὶ αὐτὸς εἰς τὴν ἐκκλησίαν ἔφη ‘ἐπιδίδωμι κἀγώ’, καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν ‘εἰς ἀκολασίαν.’ ἦν δ’ ὁ Φῶκος καὶ φιλοπότης. νικήσαντος γοῦν αὐτοῦ ἵπποις Παναθήναια ὡς ὁ πατὴρ εἱστία τοὺς ἑταίρους, συνελθόντων εἰς τὸ

v.1.p.380
δεῖπνον λαμπρὰ μὲν ἦν ἡ παρασκευὴ καὶ τοῖς εἰσιοῦσι προσεφέροντο ποδονιπτῆρες οἴνου δι’ ἀρωμάτων. οὓς ἰδὼν ὁ πατὴρ καλέσας τὸν Φῶκον ‘οὐ παύσεις, ἔφη, τὸν ἑταῖρον διαφθείροντά σου τὴν νίκην;’ οἶδα δὲ καὶ ἄλλους ἀσώτους πολλούς, περὶ ὧν ὑμῖν καταλείπω ζητεῖν, πλὴν Καλλίου τοῦ Ἱππονίκου, ὃν καὶ οἱ τῶν παίδων οἴδασι παιδαγωγοί. περὶ δὲ τῶν ἄλλων ὧν φθάνω προβεβληκὼς εἴ τι λέγειν ἔχετε, ‘ἀναπεπταμένας ἔχω τῶν ὤτων τὰς πύλας.’ ὥστε λέγετε· ἐπιζητῶ γὰρ καὶ ὅπερ ὁ Μάγνος εἴρηκε (p. 164a) τὸ ἐπεσθίειν καὶ τὸ ἐπιφαγεῖν.’

καὶ ὁ Αἰμιλιανὸς ἔφη· ‘τὸ μὲν ἀσώτιον ἔχεις παρὰ Στράττιδι ἐν Χρυσίππῳ λέγοντι οὕτως (I 726 K)·

  1. εἰ μηδὲ χέσαι γ’ αὐτῷ σχολὴ γενήσεται
  2. μηδ’ εἰς ἀσώτιον τραπέσθαι μηδ’ ἐὰν
  3. αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδὲ ἕν.

ΜΑΓΕΙΡΙΚΑ δὲ ΣΚΕΥΗ καταριθμεῖται Ἀνάξιππος ἐν Κιθαρῳδῷ οὕτως (IV 465 M)·

  1. ζωμήρυσιν φέρ᾽, οἶσ’ ὀβελίσκους δώδεκα,
  2. κρεάγραν, θυίαν, τυροκνῆστιν παιδικήν,
  3. στελεόν, σκαφίδας τρεῖς, δορίδα, κοπίδας τέτταρας.
  4. οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ,
  5. τὸ λεβήτιον, τἀκ τοῦ νίτρου· πάλιν ὑστερεῖς;
  6. καὶ τὴν κύβηλιν τὴν ταγηνιστηρίαν.
    v.1.p.381
τὴν χύτραν δ’ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις κακκάβην εἴρηκεν οὕτως (I 515 K)·
  1. τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.
κἀν Δαιταλεῦσι (ib 445)·
  1. κἄγειν ἐκεῖθεν κακκάβην.
Ἀντιφάνης δ’ ἐν Φιλοθηβαίῳ (II 105 K)·
  1. πάντ’ ἔστιν ἡμῖν· ἥ τε γὰρ συνώνυμος
  2. τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία
  3. μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης
  4. χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται.
βατάνιον δ’ εἴρηκεν Ἀντιφάνης ἐν Εὐθυδίκῳ (ib. 49)·
  1. ἔπειτα πουλύπους τετμημένος
  2. ἐν βατανίοισιν ἑφθός.
Ἄλεξις ἐν Ἀσκληπιοκλείδῃ (ib. 306)·
  1. οὕτως δ’ ὀψοποιεῖν εὐφυῶς
  2. περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον ὥστε τοὺς
  3. δειπνοῦντας εἰς τὰ βατάνι’ ἐμβάλλειν ποιῶ
  4. ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
πατάνιον δὲ διὰ τοῦ π Ἀντιφάνης ἐν Γάμῳ (ib. 40)·
  1. πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους,
  2. κορίαννα, κρόμμυ᾽, ἅλας, ἔλαιον, τρυβλίον.
Φιλέταιρος Οἰνοπίωνι (ib. 234)·
  1. ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω.
καὶ πάλιν·
  1. πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ
  2. ἕξειν Πατανίων.
    v.1.p.382
ἐν δὲ Παρασίτῳ ὁ Ἀντιφάνης καὶ τάδε εἴρηκεν (ib. 85)·
  1. ἄλλος ἐπὶ τούτῳ μέγας
  2. ἥξει τις ἰσοτράπεζος εὐγενήσ — Β. τίνα
  3. λέγεις; Α. Καρύστου θρέμμα, γηγενής, ζέων —
  4. Β. εἶτ’ οὐκ ἂν εἴποις; ὕπαγε. Α. κάκκαβον λέγω·
  5. σὺ δ’ ἴσως ἂν εἴποις λοπάδ᾽. Β. ἐμοὶ δὲ τοὔνομα
  6. οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες
  7. χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον;
  8. πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα.
Εὔβουλος δ’ ἐν Ἴωνι καὶ βατάνια καὶ πατάνια λέγει ἐν τούτοις (ib. 177)·
  1. τρυβλία δὲ καὶ βατάνια καὶ κακκάβια καὶ
  2. λοπάδια καὶ πατάνια πυκινὰ ταρβα καὶ
  3. οὐδ’ ἂν λέγων λέξαιμι.

ΗΔΥΣΜΑΤΩΝ δὲ κατάλογον Ἄλεξις ἐποιήσατο ἐν Λέβητι οὕτως (ib. 343)·

  1. ... μὴ προφάσεις ἐνταῦθά μοι, μηδ’ ‘οὐκ ἔχω.’
  2. Β. ἀλλὰ λέγ’ ὅτου δεῖ· λήψομαι γὰρ πάντ’ ἐγώ.
  3. Α. ὀρθῶς γε· πρῶτον μὲν λάβ’ ἐλθὼν σήσαμα.
  4. Β. ἀλλ’ ἔστιν ἔνδον. Α. ἀσταφίδα κεκομμένην,
  5. μάραθον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον,
  6. κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν,
  7. ὀρίγανον, γήτειον, σκόροδον, θύμον,
  8. σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.
ἐν δὲ Παννυχίδι ἢ Ἐρίθοις· μάγειρον δὲ ποιεῖ λέγοντα (ib. 362)·
v.1.p.383
  1. κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν,
  2. ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ
  3. ἤδη παρελθών· οὐκ ἔχων δὲ τυγχάνω
  4. οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον,
  5. οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας,
  6. οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον,
  7. οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας,
  8. οὐκ ᾠόν, οὐ ξύλ᾽, οὐ σκάφην, οὐ τήγανον,
  9. οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ·
  10. οὐ στάμνος ἔστι· διακενῆς δ’ ἕστηκ’ ἐγὼ
  11. ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.
κἀν Πονήρᾳ (ib. 367)·
  1. τῆς ὀριγάνου
  2. πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν
  3. τὸ τρίμμ’ ἐπιπολῆς εὐρύθμως διειμένον
  4. ὄξει σιραίῳ χρωματίσας καὶ σιλφίῳ
  5. πυκνῷ πατάξας.
ἐπεσθίειν εἴρηκε Τηλεκλείδης Πρυτάνεσιν οὕτως (I 215 K)· ‘τυρίον ἐπεσθίοντα.’ ἐπιφαγεῖν δ’ Εὔπολις Ταξιάρχοις (ib. 328)·
  1. ἐπιφαγεῖν
  2. μηδὲν ἄλλ’ ἢ κρόμμυον λέποντα καὶ τρεῖς ἁλμάδας.
καὶ Ἀριστοφάνης Πλούτῳ (1005)·
  1. πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν.