Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐχρῶντο γὰρ οἱ παλαιοὶ καὶ τοῖς εἰς ἀναστόμωσιν βρώμασιν ὥσπερ ταῖς ἁλμάσιν ἐλάαις, ἃς κολυμβάδας καλοῦσιν. Ἀριστοφάνης γοῦν ἐν Γήρᾳ φησίν (I 426 K)·

  1. ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας
  2. ἢ σὺ τὰς ὑποπαρθένους ἁλμάδας ὡς ἐλάας
  3. στιφράς;
Φιλήμων δ’ ἐν Μετιόντι ἢ Ζωμίῳ (II 488 K)·
  1. ἰχθὺς τί σοι
  2. ἐφαίνεθ’ οὑφθός; Β. μικρὸς ἦν, ἀκήκοας;
  3. ἅλμη τε λευκὴ καὶ παχεῖ’ ὑπερβολῇ,
  4. κοὐχὶ λοπάδος προσῶζεν οὐδ’ ἡδυσμάτων.
  5. ἐβόων δ᾽ ἅπαντες, ὡς ἀγαθὴν ἅλμην ποιεῖς.
ἤσθιον δὲ καὶ τέττιγας καὶ κερκώπας ἀναστομώσεως χάριν. Ἀριστοφάνης Ἀναγύρῳ (I 404 K)·
  1. πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν
  2. καὶ κερκώπην θηρευσαμένη
  3. καλάμῳ λεπτῷ.
ἐστὶν δ’ ἡ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ τιτιγονίῳ, ὡς Σπεύσιππος παρίστησιν ἐν δʹ Ὁμοίων. μνημονεύει αὐτῶν Ἐπίλυκος ἐν Κωραλίσκῳ (I 804 K). Ἄλεξις ἐν Θράσωνί φησι (II 326 K)·
  1. σοῦ δ’ ἐγὼ λαλιστέραν
    v.1.p.303
  2. οὐπώποτ’ εἶδον οὔτε κερκώπην, γύναι,
  3. οὐ κίτταν, οὐκ ἀηδόν᾽, οὐ χελιδόνα,
  4. οὐ τρυγόν᾽, οὐ τέττιγα.
Νικόστρατος δ’ ἐν Ἅβρᾳ (II 219 K)·
  1. πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται
  2. ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν,
  3. θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.

ὅτι δ’ ἤσθιον διὰ τὴν ἀναστόμωσιν καὶ τὰς δι’ ὄξους καὶ νάπυος γογγυλίδας σαφῶς παρίστησι Νίκανδρος ἐν δευτέρῳ Γεωργικῶν λέγων οὕτως (fr. 70 Schn)·

  1. γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη
  2. μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
  3. καὶ τὰς μέν θ’ αὕηνον ἀποπλύνας βορέῃσι,
  4. προσφιλέας χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς·
  5. θερμοῖς δ’ ἰκμανθεῖσαι ἀναζώουσ’ ὑδάτεσσι.
  6. τμῆγε δὲ γογγυλίδος ῥίζας καὶ ἀκαρφέα φλοιὸν
  7. ἦκα καθηράμενος λεπτουργέας, ἠελίῳ δὲ
  8. αὐήνας ἐπὶ τυτθὸν ὅτ’ ἐν ζεστῷ ἀποβάπτων
  9. ὕδατι δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ,
  10. ἄλλοτε δ’ αὖ λευκὸν γλεῦκος συστάμνισον ὄξει
  11. ἶσον ἴσῳ, τὰς δ’ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις.
  12. πολλάκι δ’ ἀσταφίδας προχέαις τριπτῆρι λεήνας
  13. σπέρματά τ’ ἐνδάκνοντα σινήπυος. εἰν ἑνὶ δὲ τρὺξ
  14. ὄξεος ἰκμάζουσα καὶ ὠμοτέρην ἐπὶ κόρσην
  15. ὥριον ἁλμαίην αμυσαι κεχρηόσι δαίτης.
    v.1.p.304
Δίφιλος δ’ ἢ Σώσιππος ἐν Ἀπολειπούσῃ (II 546 K)·
  1. ἔστιν ἔνδον ὄξος ὀξύ σοι.
  2. ὑπολαμβάνω, παιδάριον, ὀπὸν εἰλήφαμεν.
  3. ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά,
  4. ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται·
  5. τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων
  6. ἀναστομοῖ τάχιστα τᾀσθητήρια,
  7. τό τε νωκαρῶδες καὶ κατημβλυωμένον
  8. ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.

Ἄλεξις δ’ ἐν Ταραντίνοις ἐν τοῖς συμποσίοις φησὶ τοὺς Ἀττικοὺς καὶ ὀρχεῖσθαι ὑποπιόντας (II 379 K)·

  1. τοῦτο γὰρ νῦν ἐστί σοι
  2. ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον·
  3. ἅπαντες ὀρχοῦντ’ εὐθύς, ἂν οἴνου μόνον
  4. ὀσμὴν ἴδωσι· συμφορὰν λέγεις ἄρ’ ἂν
  5. φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω.
  6. καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις
  7. χάρις· ἀλλ’ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον
  8. ἢ τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον
  9. βαυκιζόμενον τὰ λευκά τ’ ἀναβάλλονθ’ ἅμα,
  10. ἥδιστ’ ἂν ἀναπήξαιμ’ ἂν αὐτὸν ἐπὶ τοῦ ξύλου
  11. λαβών.
μήποτε δὲ καὶ Ἀντιφάνης ἐν Καρσὶ κατὰ τὸ Ἀττικὸν ἔθος τῆς ὀρχήσεως κωμῳδεῖ τινα τῶν σοφῶν ὡς παρὰ δεῖπνον ὀρχούμενον λέγων οὕτως (II 55 K)·
v.1.p.305
  1. οὐχ ὁρᾷς ὀρχούμενον
  2. ταῖς χερσὶ τὸν βάκηλον; οὐδ’ αἰσχύνεται
  3. ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος,
  4. ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην,
  5. ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ.
τούτοις οὐδ’ ἀναρμόστως ἄν τις ἐπενέγκαι τὰ Ἐρίφῳ τῷ κωμικῷ ἐν Αἰόλῳ εἰρημένα τάδε (II 428 K)·
  1. λόγος γάρ ἐστ’ ἀρχαῖος οὐ κακῶς ἔχων·
  2. οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ,
  3. πείθειν χορεύειν οὐ θέλοντας.
Ἄλεξις δ’ ἐν τῷ ἐπιγραφομένῳ Ἰσοστάσιόν φησιν (II 328 K)·
  1. ἀπὸ συμβολῶν ἔπινον ὀρχεῖσθαι μόνον
  2. βλέποντες, ἄλλο δ’ οὐδέν, ὄψων ὀνόματα
  3. καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος
  4. καὶ Κωβιός, Σεμίδαλις.

  1. ‘Ἀττικὸν δὲ δεῖπνον οὐκ ἀχαρίτως διαγράφει
Μάτρων ὁ παρῳδός, ὅπερ διὰ τὸ σπάνιον οὐκ ἂν ὀκνήσαιμι ὑμῖν, ἄνδρες φίλοι,’ ὁ Πλούταρχος ἔφη, ‘ἀπομνημονεῦσαι·
  1. δεῖπνα μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα
  2. πολλά (Od. 1.1),
  3. ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς·
  4. ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός (Od. 6.164).
  5. οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους,
  6. λευκοτέρους χιόνος, ἔσθειν δ’ ἀμύλοισιν ὁμοίους
(Il. 10.436. 7)...
  1. τάων καὶ Βορέης ἠράσσατο πεσσομενάων (Il. 20.223)·
    v.1.p.306
  2. αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν (Il. 3.196),
  3. στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών. σχεδόθεν δέ οἱ ἦν παράσιτος (Od. 20.128. 30)
  4. Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς (Od. 5.51),
  5. νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων (Od. 5.250).
  6. τῷ δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας,
  7. οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων (Il. 5.750)
  8. ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδ’ ἀναμεῖναι.
  9. ἔνθ’ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον (Od. 9.288),
  10. ἀλλ’ ἐγὼ οὐ πιθόμην, ἀλλ’ ἤσθιον εἴδατα πάντα,
  11. βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα (Od. 9.293),
  12. ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον.
  13. αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις·
  14. οἳ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων
  15. (Il. 16.794)
  16. ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠιόνος κλύζεσκε (Il. 21.61)·
  17. πολλὰς δ’ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας (Il. 10.15).
  18. ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη,
  19. ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα (Od. 1.334)...
  20. τοὺς δ’ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει ...
  21. πίνας ἦλθε φέρων καὶ ἄμυλα ἠχήεντα (Od. 4.72),
  22. ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ ...
  23. ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος (Od. 9.125).
  24. τῇ δ’ ἐγὼ ἐν πρώτοις ἐπέχον κρατερώνυχα χεῖρα
  25. (Od. 17.410?)
    v.1.p.307
  26. οὐδ’ ἔφθην τρώσας μιν, ἄασε δὲ Φοῖβος Ἀπόλλων.
  27. ὡς δὲ ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο (Il. 12.39),
  28. τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα (Il. 24.724),
  29. ἂψ δ’ ἑλόμην χάρμῃ, λαιμὸν δ’ ἄπληστον ἄμυξα.
  30. ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα,
  31. σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα (Od. 10.136),
  32. ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε.
  33. καὶ Τιτυὸν ἔιδον, λίμνης ἐρικυδέα γόγγρον (Od. 11.576)
  34. κείμενον ἐν λοπάδεσσ᾽· ὃ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας·
  35. τῷ δὲ μετ’ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς (Od. 3.30 Il. 1.55)
  36. ἔγχελυς, ἣ Διὸς εὔχετ’ ἐν ἀγκοίνῃσι μιγῆναι (Od. 11.267),
  37. ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἀγροτεράων (Il. 2.852),
  38. παμμεγέθης, ἣν οὔ κε δύ’ ἀνέρες ἀθλητῆρες (Il. 12.447),
  39. οἷοι ἄρ’ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο,
  40. ῥηιδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν (Il. 12.448)·
  41. τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν (Od. 11.310)
  42. εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι (Od. 11.312).
  43. πολλὰ δ’ ἄναντα κάταντα κατὰ στέγος ἦλθ’ ὁ μάγειρος (Il. 21.116),
  44. σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον (Il. 5.46).
  45. τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο
  46. (Il. 2.534),
  47. αὐτὰρ ἀπ’ Εὐβοίας λοπάδες τόσαι ἐστιχόωντο (Il. 2.516).
    v.1.p.308
  48. Ἶρις δ’ ἄγγελος ἦλθε ποδήνεμος, ὠκέα τευθίς (Il. 2.786),
  49. πέρκη τ’ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος,
  50. ὃς καὶ θνητὸς ἐὼν ἕπετ’ ἰχθύσιν ἀθανάτοισιν (Il. 16.154).
  51. οἴη δ’ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο (Od. 11.543. 557)
  52. νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα τευχέων
αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι
  1. (Od. 11.555).
  2. ῥίνη δ᾽, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες (Il. 6.315),
  3. τρηχεῖ’ ἀλλ’ ἀγαθὴ κουροτρόφος· οὐ γὰρ ἔγωγε
  4. ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι
  5. (Od. 9.27. 28).
  6. ὀπταλέος δ’ εἰσῆλθε πελώριος ἱππότα κεστρεὺς (Il. 2.336)
  7. οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο (Il. 3.143).
  8. κυανόχρως δ’ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης
  9. πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς (Od. 4.385. 6),
  10. καρῖδές θ᾽, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί,
  11. αἳ δὴ γήραι κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι (Od. 2.16).
  12. χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς
  13. (Il. 23.318),
  14. κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι (Od. 20.27)
  15. ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρ’ ἐφέντες
  16. ἐν στόμασίν τ᾽ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον (Od. 11.385).
  17. τῶν δ’ ἄρ’ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν
  18. (Il. 2.645),
  19. οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην
    v.1.p.309
  20. γεύσασθ’ ἱμείρων· τὸ δέ γ’ ἀμβροσίη μοι ἔδοξεν (Od. 10.555),
  21. οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες (Od. 5.7).
  22. μύραιναν δ’ ἐπέθηκε φέρων, προκάλυμμα τραπέζης
  23. (Od. 17.333),
  24. ζώνην θ᾽, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν
  25. (Il. 4.137),
  26. εἰς λέχος ἡνίκ’ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ.
  27. σάνδαλα δ’ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων,
  28. βούγλωσσόν θ᾽, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ
  29. (Il. 6.396),
  30. κίχλας δ’ ἑξείης ἡβήτορας ὑψιπετήεις
  31. καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θ’ ὑδατινούς.
  32. ἐν δ’ ἀναμὶξ σαργοί τε καὶ ἵππουροι γλάνιές τε,
  33. μόρμυρος ἄντα δ’ ἦν, μεγάλη, σπάρος· οὓς ὁ μάγειρος
  34. σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα (Od. 17.333).
  35. τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων
  36. εἶναι βρώματ’ ἔδοξεν· ἐπεὶ δ’ ορμαινον ἐπ’ ἄλλα.
  37. κεῖτο δέ τις βατάνη, ἧς οὐδεὶς ἥπτετο δειπνῶν,
  38. ἐν καθαρῷ ὅθι περ λοπάδων διεφαίνετο χῶρος
  39. (Il. 10.199)...
  40. ἑξῆς κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος·
  41. οὐ μὴν οὐδ’ ἄρ’ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι.
    v.1.p.310
  42. κωλῆν δ’ ὡς ἔιδον, ὡς ἔτρεμον (Il. 14.294)· ἐν δὲ σίναπυ
  43. κεῖτ’ ἀγχοῦ γλυκὺ πλείονα χρυσὸς ὢν ἀπερύκων.
  44. γευσάμενος δ’ ἔκλαιον, ὅτ’ αὔριον οὐκ ἔτι ταῦτα
  45. (Od. 12.309)
  46. ὄψομαι, ἀλλά με τυρῷ δεῖ καὶ μάζῃ ὀτρηρῇ ....
  47. νηδὺς δ’ οὐχ ὑπέμεινε, βιάζετο γὰρ ἀδέεσσι (Il. 16.102)·
  48. δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θ’ ἑφθά.
  49. παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας
  50. (Il. 2.557),
  51. λίμνης ἐξ ἱερῆς, μάλα πίονας· ἃς ὁ μάγειρος (Il. 5.710)
  52. θῆκε φέρων, ἵν’ Ἀθηναίων κατέκειντο φάλαγγες
  53. (Il. 2.558)....
  54. Χαιρεφόων δ’ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω
  55. (Il. 1.343)
  56. ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι (Od. 2.159).
  57. ἤσθιε δ’ ὥστε λέων, παλάμῃ δ’ ἔχε τὸ σκέλος αὐτοῦ (Od. 9.292. Od. 1.104),
  58. ὄφρα οἱ οἴκαδ’ ἰόντι πάλιν ποτιδόρπιον εἴη (Od. 9.234).
  59. χόνδρος δ’ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων
  60. (Il. 2.101),
  61. Ἀττικῷ ἐν κεράμῳ πέττων τρισκαίδεκα μῆνας (Il. 5.387).
  62. αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο (Od. 24.489),
  63. χεῖρας νιψαμένοισιν ἀπ’ ὠκεανοῖο ῥοάων (Il. 19.1)
  64. ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ,
  65. ἄλλος δ’ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,
    v.1.p.311
  66. οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες (Od. 9.157).
  67. κρητὴρ δὲ Βρομίου ἐκεράννυτο, πίνετο δ’ οἶνος
  68. Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει.
  69. δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι·
  70. ἐν δ’ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα (Od. 9.217),
  71. ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι,
  72. πρόσφατος ἥν θ’ ἁμάμαξυν ἐπίκλησιν καλέουσι (Od. 5.273).
  73. τῶν δ’ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δ᾽ ἀνεκείμην.
  74. ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν ἔγκυκλον,
  75. ἄνδρες,
  76. Δήμητρος παῖδ’ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα,
  77. πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην
  78. (Il. 10.243)...
  79. οὐδ’ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματ’ εἶεν
  80. (Il. 2.490),
  81. γαστὴρ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη.
  82. πόρναι δ’ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί,
  83. ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς (Il. 2.764).

Ἄλεξις δ’ ἐν Συντρέχουσιν ἐπισκώπτων τὰ Ἀττικὰ δεῖπνά φησιν (II 375 K)·

  1. ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι
  2. οὓς ἂν σοφωτάτους δύνωμ’ ἐν τῇ πόλει.
  3. μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλὸν
  4. οὐκ Ἀττικηρῶς οὐδ’ ἀπηκριβωμένως
  5. λιμῷ παρελθεῖν ἃ δεῖ καθ’ ἓν
  6. ἕκαστον αὐτοῖς παρατιθέντα ... μεγαλείως δέ ...
    v.1.p.312
εὐτράπεζοι δ’ εἰσὶν ὄντως οἱ Θετταλοί, καθὰ καὶ Ἔριφός φησιν ἐν Πελταστῇ οὕτως (II 430 K)·
  1. τάδ’ οὐ Κόρινθος οὐδὲ Λαίς, ὦ Σύρε,
  2. οὐδ’ εὐτραπέζων Θετταλῶν ξένων τροφαί,
  3. ὧν οὐκ ἄμοιρος ἥδε χεὶρ ἐγίνετο.
ὁ δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους Πτωχοὺς ποιήσας τοὺς Ἀθηναίους φησίν (I 5 K), ὅταν τοῖς Διοσκούροις ἐν πρυτανείῳ ἄριστον προτιθῶνται, ἐπὶ τῶν τραπεζῶν τιθέναι ‘τυρὸν καὶ φυστὴν δρυπεπεῖς τ’ ἐλάας καὶ πράσα’, ὑπόμνησιν ποιουμένους τῆς ἀρχαίας ἀγωγῆς. Σόλων δὲ τοῖς ἐν πρυτανείῳ σιτουμένοις μᾶζαν παρέχειν κελεύει, ἄρτον δὲ ταῖς ἑορταῖς προσπαρατιθέναι, μιμούμενος τὸν Ὅμηρον. καὶ γὰρ ἐκεῖνος τοὺς ἀριστεῖς συνάγων πρὸς τὸν Ἀγαμέμνονα ‘φύρετο δ’ ἄλφιτα’ φησίν. Χρύσιππός τ’ ἐν τετάρτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησιν· ‘ἐν Ἀθήναις δὲ ἱστοροῦσιν οὐ πάνυ ἀρχαίων δυεῖν γινομένων δείπνων ἐν Λυκείῳ τε καὶ Ἀκαδημείᾳ, τοῦ μὲν εἰς τὴν Ἀκαδήμειαν εἰσενέγκαντος ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν τινὰ χρείαν τὸν κέραμον κατᾶξαι πάντα τοὺς ἱεροποιοὺς ὡς μακρόθεν οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων τῶν μακρόθεν· τὸν δ’ ἐν τῷ Λυκείῳ κρέας ταριχηρὸν εἰς τάριχος διασκευάσαντα μαστιγωθῆναι ὡς παρασοφιζόμενον πονηρῶς.’ Πλάτων δ’ ἐν βʹ
v.1.p.313
Πολιτείας οὕτως ἑστιᾷ τοὺς αὑτοῦ νεοπολίτας, γράφων (p. 372c)· ‘ἄνευ ὄψου, ἔφη, ὡς ἔοικας, ποιεῖς τοὺς ἄνδρας ἑστιωμένους. ἀληθῆ, ἦν δ᾽ ἐγώ, λέγεις· ἐπελαθόμην ὅτι καὶ ὄψον ἕξουσιν, ἅλας τε δηλονότι καὶ ἐλαίας καὶ τυρὸν καὶ βολβοὺς καὶ λάχανά γε οἷα δὴ ἐν ἀγροῖς ἑψήματα τε ἑψήσονται. καὶ τραγήματά που παραθήσομεν αὐτοῖς τῶν τε σύκων καὶ ἐρεβίνθων καὶ κυάμων, καὶ μύρτα καὶ φηγοὺς σποδιοῦσι πρὸς τὸ πῦρ μετρίως ὑποπίνοντες. καὶ οὕτως διάγοντες τὸν βίον ἐν εἰρήνῃ μετὰ ὑγιείας, ὡς εἰκός, γηραιοὶ τελευτῶντες ἄλλον τοιοῦτον βίον τοῖς ἐκγόνοις παραδώσουσιν.’

ἑξῆς δὲ λεκτέον καὶ περὶ τῶν Λακωνικῶν συμποσίων. Ἡρόδοτος μὲν οὖν ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν περὶ τῆς Μαρδονίου παρασκευῆς λέγων καὶ μνημονεύσας Λακωνικῶν συμποσίων φησί (c. 82)· ‘Ξέρξης φεύγων ἐκ τῆς Ἑλλάδος Μαρδονίῳ τὴν παρασκευὴν κατέλιπε τὴν αὑτοῦ. Παυσανίαν οὖν ἰδόντα τὴν τοῦ Μαρδονίου παρασκευὴν χρυσῷ καὶ ἀργύρῳ καὶ παραπετάσμασι ποικίλοις κατεσκευασμένην κελεῦσαι τοὺς ἀρτοποιοὺς καὶ ὀψοποιοὺς κατὰ ταὐτὰ καθὼς Μαρδονίῳ δεῖπνον παρασκευάσαι. ποιησάντων δὲ τούτων τὰ κελευσθέντα τὸν Παυσανίαν ἰδόντα κλίνας χρυσᾶς καὶ ἀργυρᾶς ἐστρωμένας καὶ τραπέζας ἀργυρᾶς καὶ παρασκευὴν μεγαλοπρεπῆ δείπνου ἐκπλαγέντα τὰ προκείμενα κελεῦσαι ἐπὶ γέλωτι τοῖς ἑαυτοῦ διακόνοις παρασκευάσαι Λακωνικὸν δεῖπνον. καὶ παρασκευασθέντος γελάσας ὁ Παυσανίας μετεπέμψατο τῶν Ἑλλήνων τοὺς στρατηγοὺς καὶ ἐλθόντων ἐπιδείξας

v.1.p.314
ἑκατέρου τῶν δείπνων τὴν παρασκευὴν εἶπεν· ‘ἄνδρες Ἕλληνες, συνήγαγον ὑμᾶς βουλόμενος ἐπιδεῖξαι τοῦ Μήδων ἡγεμόνος τὴν ἀφροσύνην, ὃς τοιαύτην δίαιταν ἔχων ἦλθεν ὡς ἡμᾶς οὕτω ταλαίπωρον ἔχοντας.’ φασὶ δέ τινες καὶ ἄνδρα Συβαρίτην ἐπιδημήσαντα τῇ Σπάρτῃ καὶ συνεστιαθέντα ἐν τοῖς φιδιτίοις εἰπεῖν· ‘εἰκότως ἀνδρειότατοι ἁπάντων εἰσὶ Λακεδαιμόνιοι· ἕλοιτο γὰρ ἄν τις εὖ φρονῶν μυριάκις ἀποθανεῖν ἢ οὕτως εὐτελοῦς διαίτης μεταλαβεῖν.’

Πολέμων δ’ (fr. 86 Pr) ἐν τῷ παρὰ Ξενοφῶντι κανάθρῳ (Ages. 8, 7) τοῦ παρὰ Λάκωσι καλουμένου δείπνου κοπίδος μνημονεύοντα Κρατῖνον ἐν Πλούτοις λέγειν (I 63 K)·

  1. ἆρ’ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγουσ᾽, ἐκεῖ
  2. πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς,
  3. ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι
  4. κατακρέμανται τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ;
καὶ Εὔπολις ἐν Εἵλωσι (I 294 K)·
  1. καὶ γένηται τοῖσδε σάμερον κοπίς.
δεῖπνον δ’ ἐστὶν ἰδίως ἔχον ἡ κοπίς, καθάπερ καὶ τὸ καλούμενον ἄικλον. ἐπὴν δὲ κοπίζωσι, πρῶτον μὲν δὴ σκηνὰς ποιοῦνται παρὰ τὸν θεόν, ἐν δὲ ταύταις στιβάδας ἐξ ὕλης, ἐπὶ δὲ τούτων δάπιδας ὑποστρωννύουσιν, ἐφ’ αἷς τοὺς κατακλιθέντας εὐωχοῦσιν οὐ μόνον τοὺς ἐκ τῆς ἡμεδαπῆς ἀφικνουμένους, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας τῶν ξένων. θύουσι δ’ ἐν ταῖς κοπίσιν αἶγας, ἄλλο δ’ οὐδὲν ἱερεῖον· καὶ τῶν
v.1.p.315
κρεῶν διδόασι μοίρας πᾶσι καὶ τὸν καλούμενον φυσίκιλλον, ὅς ἐστιν ἀρτίσκος ἐγκρίδι παραπλήσιος, γογγυλώτερος δὲ τὴν ἰδέαν. διδόασι τῶν συνιόντων ἑκάστῳ τυρὸν χλωρὸν καὶ γαστρὸς καὶ φύσκης τόμον καὶ τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς. κοπίζει δὲ καὶ τῶν ἄλλων Σπαρτιατῶν ὁ βουλόμενος. ἐν δὲ τῇ πόλει κοπίδας ἄγουσι καὶ τοῖς Τιθηνιδίοις καλουμένοις ὑπὲρ τῶν παίδων· κομίζουσι γὰρ αἱ τιτθαὶ τὰ ἄρρενα παιδία κατὰ τὸν καιρὸν τοῦτον εἰς ἀγρὸν καὶ πρὸς τὴν Κορυθαλίαν καλουμένην Ἄρτεμιν, ἧς τὸ ἱερὸν παρὰ τὴν καλουμένην Τίασσόν ἐστιν ἐν τοῖς πρὸς τὴν Κλήταν μέρεσι. καὶ ταύτασ τὰς κοπίδας παραπλησίως ταῖς λελεγμέναις ἐπιτελοῦσι. θύουσι δὲ καὶ τοὺς γαλαθηνοὺς ὀρθαγορίσκους καὶ παρατιθέασιν ἐν τῇ θοίνῃ τοὺς ἰπνίτας ἄρτους. τὸ δὲ ἄικλον ὑπὸ μὲν τῶν ἄλλων Δωριέων καλεῖται δεῖπνον. Ἐπίχαρμος γοῦν ἐν Ἐλπίδι φησίν (p. 228 L)·
  1. ἐκάλεσε γάρ τύ τις
  2. ἐπ’ αἶκλον ἀέκων, τὺ δὲ ἑκὼν ᾤχεο τρέχων.
τὰ αὐτὰ εἴρηκε καὶ ἐν Περιάλλῳ. ἐν δὲ τῇ Λακεδαίμονι τοῖς εἰσιοῦσιν εἰς τὸ φιδίτιον μετὰ δεῖπνον τὸ καλούμενον ἄικλον εἰσφέρουσιν ἄρτους ἐν ἀρριχίδι
v.1.p.316
καὶ κρέας ἑκάστῳ, καὶ τῷ νέμοντι τὰς μοίρας ἀκολουθῶν ὁ διάκονος κηρύττει τὸ ἄικλον προστιθεὶς τοῦ πέμψαντος τὴν ὀνομασίαν.’

ταῦτα μὲν ὁ Πολέμων· πρὸς ὃν ἀντιλέγων Δίδυμος ὁ γραμματικὸσ — καλεῖ δὲ τοῦτον Δημήτριος ὁ Τροιζήνιος βιβλιολάθαν διὰ τὸ πλῆθος ὧν ἐκδέδωκε συγγραμμάτων· ἐστὶ γὰρ τρισχίλια πρὸς τοῖς πεντακοσίοισ — φησὶ τάδε (om. Schm)· ‘Πολυκράτης, φησί, ἐν τοῖς Λακωνικοῖς ἱστορεῖ (FHG IV 480) ὅτι τὴν μὲν τῶν Ὑακινθίων θυσίαν οἱ Λάκωνες ἐπὶ τρεῖς ἡμέρας συντελοῦσι καὶ διὰ τὸ πένθος τὸ γενόμενον περὶ τὸν Ὑάκινθον οὔτε στεφανοῦνται ἐπὶ τοῖς δείπνοις οὔτε ἄρτον εἰσφέρουσιν οὔτε ἄλλα πέμματα καὶ τὰ τούτοις ἀκόλουθα διδόασι καὶ τὸν εἰς τὸν θεὸν παιᾶνα οὐκ ᾄδουσιν οὐδ’ ἄλλο τι τοιοῦτον εἰσάγουσιν οὐδὲν καθάπερ ἐν ταῖς ἄλλαις θυσίαις ποιοῦσιν, ἀλλὰ μετ’ εὐταξίας πολλῆς δειπνήσαντες ἀπέρχονται. τῇ δὲ μέσῃ τῶν τριῶν ἡμερῶν γίνεται θέα ποικίλη καὶ πανήγυρις ἀξιόλογος καὶ μεγάλη· παῖδές τε γὰρ κιθαρίζουσιν ἐν χιτῶσιν ἀνεζωσμένοις καὶ πρὸς αὐλὸν ᾄδοντες πάσας ἅμα τῷ πλήκτρῳ τὰς χορδὰς ἐπιτρέχοντες ἐν ῥυθμῷ μὲν ἀναπαίστῳ, μετ’ ὀξέος δὲ τόνου τὸν θεὸν ᾄδουσιν· ἄλλοι δ᾽ ἐφ’ ἵππων κεκοσμημένων τὸ θέατρον διεξέρχονται· χοροί τε νεανίσκων παμπληθεῖς εἰσέρχονται καὶ τῶν ἐπιχωρίων τινὰ ποιημάτων ᾄδουσιν, ὀρχησταί τε ἐν τούτοις ἀναμεμιγμένοι τὴν κίνησιν ἀρχαικὴν ὑπὸ τὸν αὐλὸν καὶ

v.1.p.317
τὴν ᾠδὴν ποιοῦνται. τῶν δὲ παρθένων αἳ μὲν ἐπὶ καννάθρων καμαρωτῶν ξυλίνων ἁρμάτων φέρονται πολυτελῶς κατεσκευασμένων, αἳ δ’ ἐφ’ ἁμίλλαις ἁρμάτων ἐζευγμένων πομπεύουσιν, ἅπασα δ’ ἐν κινήσει καὶ χαρᾷ τῆς θεωρίας ἡ πόλις καθέστηκεν. ἱερεῖά τε παμπληθῆ θύουσι τὴν ἡμέραν ταύτην καὶ δειπνίζουσιν οἱ πολῖται πάντας τοὺς γνωρίμους καὶ τοὺς δούλους τοὺς ἰδίους· οὐδεὶς δ᾽ ἀπολείπει τὴν θυσίαν, ἀλλὰ κενοῦσθαι συμβαίνει τὴν πόλιν πρὸς τὴν θέαν. τῆς δὲ κοπίδος μνημονεύει καὶ Ἀριστοφάνης ἢ Φιλύλλιος ἐν ταῖς Πόλεσιν (I 786 K), Ἐπίλυκός τε ἐν Κωραλίσκῳ λέγων οὕτως (I 803 K)·
  1. ποττὰν κοπίδ’ οιωσωμαι
  2. ἐν Ἀμύκλαισιν παρ’ Ἀπέλλω,
  3. εἷ βάρακες πολλαὶ κἄρτοι
  4. καὶ δωμός τοι μάλα ἁδύς,
διαρρήδην λέγων μάζας ἐν ταῖς κοπίσι παρατίθεσθαι — τοῦτο γὰρ αἱ βάρακες δηλοῦσιν, οὐχὶ τολύπας, ὥς φησι Λυκόφρων, ἢ τὰ προφυράματα τῶν μαζῶν, ὡς Ἐρατοσθένης (fr. 26 Streck) — , καὶ ἄρτους δὲ καὶ ζωμόν τινα καθηδυσμένον περιττῶς. τίς δέ ἐστιν ἡ κοπὶς σαφῶς ἐκτίθεται Μόλπις ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ (FHG IV 453) γράφων οὕτως· ‘ποιοῦσι δὲ καὶ τὰς καλουμένας κοπίδας· ἐστὶν δ’ ἡ κοπὶς δεῖπνον, μᾶζα, ἄρτος, κρέας, λάχανον ὠμόν, ζωμός, σῦκον, τράγημα, θέρμος.’ ἀλλὰ μὴν οὐδ᾽ ὀρθαγορίσκοι λέγονται, ὥς
v.1.p.318
φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλ’ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πολιτείᾳ (ib. II 623) καὶ Διοσκουρίδης ἐν βʹ πολιτείας (ib. II 192) καὶ Ἀριστοκλῆς ἐν τῷ προτέρῳ καὶ οὗτος τῆς Λακώνων πολιτείας (ib. IV 464). ἔτι φησὶν ὁ Πολέμων καὶ τὸ δεῖπνον ὑπὸ τῶν Λακεδαιμονίων ἄικλον προσαγορεύεσθαι, παραπλησίως ἁπάντων Δωριέων οὕτως αὐτὸ καλούντων. Ἀλκμὰν μὲν γὰρ οὕτω φησί (fr. 70 B)·
  1. κἠπὶ τᾷ μύλᾳ δρυφῆται κἠπὶ ταῖς συναικλίαις,
οὕτω τὰ συνδείπνια καλῶν. καὶ πάλιν (fr. 71)· ‘ἄικλον Ἀλκμάων ἁρμόξατο.’ ἄικλον δ’ οὐ λέγουσιν οἱ Λάκωνες τὴν μετὰ τὸ δεῖπνον μοῖραν, ἀλλ’ οὐδὲ τὰ διδόμενα τοῖς φιδίταις μετὰ τὸ δεῖπνον· ἄρτος γάρ ἐστι καὶ κρέας. ἀλλ’ ἐπάικλα μὲν λέγεται ταῦτα, ὄντα οἷον ἐπιχορηγήματα τοῦ συντεταγμένου τοῖς φιδίταις ἀίκλου· παρὰ γὰρ τοῦτο οἶμαι τὴν φωνὴν πεποιῆσθαι. καί ἐστιν ἡ παρασκευὴ τῶν λεγομένων ἐπαίκλων οὐχ ἁπλῆ, καθάπερ ὁ Πολέμων ὑπείληφεν, ἀλλὰ διττή· ἣν μὲν γὰρ τοῖς παισὶ παρέχουσι, πάνυ τις εὔκολός ἐστι καὶ εὐτελής· ἄλφιτα γάρ ἐστιν ἐλαίῳ δεδευμένα, ἅ φησι Νικοκλῆς ὁ Λάκων (FHG IV 464) κάπτειν αὐτοὺς μετὰ τὸ δεῖπνον ἐν φύλλοις δάφνης, παρὸ καὶ καμματίδας μὲν προσαγορεύεσθαι τὰ φύλλα, αὐτὰ δὲ τὰ ψαιστὰ κάμματα. ὅτι δὲ ἔθος ἦν τοῖς πάλαι καὶ
v.1.p.319
φύλλα δάφνης τραγηματίζεσθαι Καλλίας ἢ Διοκλῆς ἐν τοῖς Κύκλωψί φησιν οὕτως (I 694 K)·
  1. φυλλὰς ἡ δείπνων κατάλυσις ἥδε καθάπερ σχημάτων.
ἣν δ’ εἰς τὰ τῶν ἀνδρῶν φιδίτια κομίζουσι, σκευοποιεῖται ἔκ τινων ζῴων ὡρισμένων, παραχορηγοῦντος αὐτὰ τοῖς φιδίταις ἑνὸς τῶν εὐπορούντων, ἔσθ’ ὅτε δὲ καὶ πλειόνων. ὁ δὲ Μόλπις καὶ ματτύην φησὶ προσαγορεύεσθαι τὰ ἐπάικλα.

περὶ δὲ τῶν ἐπαίκλων Περσαῖος ἐν τῇ Λακωνικῇ πολιτείᾳ οὑτωσὶ γράφει (FHG II 623)· ‘καὶ εὐθὺς τοὺς μὲν εὐπόρους ζημιοῖ εἰς ἐπάικλα· ταῦτα δέ ἐστιν μετὰ δεῖπνον τραγήματα· τοῖς δ’ ἀπόροις ἐπιτάττει κάλαμον ἢ στιβάδα ἢ φύλλα δάφνης φέρειν, ὅπως ἔχωσι τὰ ἐπάικλα κάπτειν μετὰ δεῖπνον· γίνεται γὰρ ἄλφιτα ἐλαίῳ ἐρραμένα. τὸ δ’ ὅλον ὥσπερ πολίτευμά τι τοῦτο δὴ συνίσταται μικρόν. καὶ γὰρ ὅντινα δεῖ πρῶτον κατακεῖσθαι ἢ δεύτερον ἢ ἐπὶ τοῦ σκιμποδίου καθῆσθαι, πάντα τοιαῦτα ποιοῦσιν εἰς ἐπάικλα.’ τὰ ὅμοια ἱστορεῖ καὶ Διοσκουρίδης. περὶ δὲ τῶν καμματίδων καὶ τῶν καμμάτων Νικοκλῆς οὕτως γράφει (v. s)· ‘διακούσας δὲ πάντων ὁ ἔφορος ἤτοι ἀπέλυσεν ἢ κατεδίκασεν. ὁ δὲ νικήσας ἐζημίωσεν ἐλαφρῶς ἤτοι κάμμασιν ἢ καμματίσιν. ἐστὶ δὲ τὰ μὲν κάμματα ψαιστά, αἱ δὲ καμματίδες αἷς κάπτουσι τὰ ψαιστά.’

περὶ δὲ τοῦ τῶν φιδιτίων δείπνου Δικαίαρχος τάδε ἱστορεῖ ἐν τῷ ἐπιγραφομένῳ Τριπολιτικῷ (FHG II 242)· ‘τὸ

v.1.p.320
δεῖπνον πρῶτον μὲν ἑκάστῳ χωρὶς παρατιθέμενον καὶ πρὸς ἕτερον κοινωνίαν οὐδεμίαν ἔχον· εἶτα μᾶζαν μὲν ὅσην ἂν ἕκαστος ᾖ βουλόμενος, καὶ πιεῖν πάλιν ὅταν ᾖ θυμὸς ἑκάστῳ κώθων παρακείμενός ἐστιν. ὄψον δὲ ταὐτὸν ἀεί ποτε πᾶσίν ἐστιν, ὕειον κρέας ἑφθόν, ἐνίοτε δ᾽ οὐδ᾽ οτιμενοῦν πλὴν ὄψον τι μικρὸν ἔχον σταθμὸν ὡς τέταρτον μάλιστα, καὶ παρὰ τοῦτο ἕτερον οὐδὲν πλὴν ὅ γε ἀπὸ τούτων ζωμὸς ἱκανὸς ὢν παρὰ πᾶν τὸ δεῖπνον ἅπαντας αὐτοὺς παραπέμπειν, κἂν ἄρα ἐλάα τις ἢ τυρὸς ἢ σῦκον, ἀλλὰ κἄν τι λάβωσιν ἐπιδόσιμον, ἰχθὺν ἢ λαγὼν ἢ φάτταν ἤ τι τοιοῦτον. εἶτ’ ὀξέως ἤδη δεδειπνηκόσιν ὕστερα περιφέρεται ταῦτα τὰ ἐπάικλα καλούμενα. συμφέρει δ’ ἕκαστος εἰς τὸ φιδίτιον ἀλφίτων μὲν ὡς τρία μάλιστα ἡμιμέδιμνα Ἀττικά, οἴνου δὲ χοεῖς ἕνδεκά τινας ἢ δώδεκα, παρὰ δὲ ταῦτα τυροῦ σταθμόν τινα καὶ σύκων, ἔτι δὲ εἰς ὀψωνίαν περὶ δέκα τινὰς Αἰγιναίους ὀβολούς.’ Σφαῖρος δ’ ἐν τρίτῳ Λακωνικῆς πολιτείας γράφει (FHG III 20)· ‘φέρουσι δὲ καὶ ἐπάικλα αὐτοῖς οἱ φιδίται· καὶ τῶν μὲν ἀγρευομένων ὑφ᾽ αὑτῶν ἐνίοτε οἱ πολλοί, οὐ μὴν ἀλλ’ οἵ γε πλούσιοι καὶ ἄρτον καὶ ὧν ἂν ὥρα ἐκ τῶν ἀγρῶν ὅσον εἰς αὐτὴν τὴν συνουσίαν, νομίζοντες καὶ τὸ πλείονα τῶν ἱκανῶν παρασκευάζειν περιττὸν εἶναι, μὴ μέλλοντά γε προσφέρεσθαι.’ Μόλπις δέ φησι (FHG IV 453)· ‘μετὰ δὲ τὸ δεῖπνον εἴωθεν ἀεί τι παρά τινος κομίζεσθαι, ἐνίοτε
v.1.p.321
δὲ καὶ παρὰ πλειόνων, παρ’ αὐτοῖς κατ᾽ οἶκον ἠρτυμένη ματτύη, ὃ καλοῦσιν ἐπάικλον. τῶν δὲ κομιζομένων οὐδεὶς οὐθὲν ἀγοράσας εἴωθεν φέρειν· οὔτε γὰρ ἡδονῆς οὐδ’ ἀκρασίας γαστρὸς οὕνεκεν κομίζουσιν, ἀλλὰ τῆς αὑτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ τὴν θήραν ποιούμενοι. πολλοὶ δὲ καὶ ποίμνια αὐτῶν τρέφοντες ἀφθόνως μεταδιδόασι τῶν ἐκγόνων. ἐστὶ δ’ ἡ ματτύα φάτται, χῆνες, τρυγόνες, κίχλαι, κόσσυφοι, λαγῴ, ἄρνες, ἔριφοι. οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κομίζοντας εἰς μέσον, ἵνα πάντες εἰδῶσι τὴν τῆς θήρας φιλοπονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν.’ Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ αʹ τοῦ Τρωικοῦ διακόσμου (fr. 1 Gaede) τὴν τῶν Καρνείων φησὶν ἑορτὴν παρὰ Λακεδαιμονίοις μίμημα εἶναι στρατιωτικῆς ἀγωγῆς. τόπους μὲν γὰρ εἶναι θʹ τῷ ἀριθμῷ, σκιάδες δὲ οὗτοι καλοῦνται σκηναῖς ἔχοντες παραπλήσιόν τι· καὶ ἐννέα καθ’ ἕκαστον ἄνδρες δειπνοῦσι, πάντα τε ἀπὸ κηρύγματος πράσσεται, ἔχει τε ἑκάστη σκιὰς φρατρίας τρεῖς καὶ γίνεται ἡ τῶν Καρνείων ἑορτὴ ἐπὶ ἡμέρας θʹ.’

τὴν δὲ τῆς διαίτης τῆς τοιαύτης σκληρότητα ὕστερον καταλύσαντες οἱ Λάκωνες ἐξώκειλαν εἰς τρυφήν. Φύλαρχος γοῦν ἐν τῇ εʹ καὶ κʹ τῶν ἱστοριῶν τάδε γράφει περὶ αὐτῶν (FHG I 346)· ‘Λακεδαιμόνιοι

v.1.p.322
εἰς μὲν τὰ φιδίτια οὐκ ἤρχοντο κατὰ τὸ πάτριον ἔθος· ὅτε δὲ καὶ παραγένοιντο, μικρὰ συμπεριενεχθεῖσι νόμου χάριν παρεσκευάζετο καὶ πάλιν αὐτοῖς στρωμναί τε τοῖς μεγέθεσιν οὕτως ἐξησκημέναι πολυτελῶς καὶ τῇ ποικιλίᾳ διαφόρως ὥστε τῶν ξένων ἐνίους τῶν παραληφθέντων ὀκνεῖν τὸν ἀγκῶνα ἐπὶ τὰ προσκεφάλαια ἐρείδειν. οἱ δὲ πρότερον ἐπὶ τοῦ κλιντηρίου ψιλοῦ διακαρτεροῦντες τῆς κλίνης παρ’ ὅλην τὴν συνουσίαν, ὅτε τὸν ἀγκῶνα ἅπαξ ἐρείσειαν .... εἰς δὲ τὴν προειρημένην τρυφὴν ἦλθον ποτηρίων τ’ ἐκθέσεις πολλῶν καὶ βρωμάτων παντοδαπῶς πεποιημένων παραθέσεις, ἔτι δὲ μύρων ἐξηλλαγμένων, ὡς δ’ αὕτως οἴνων καὶ τραγημάτων. καὶ τούτων ἦρξαν οἱ μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες Ἄρευς καὶ Ἀκρότατος αὐλικὴν ἐξουσίαν ζηλώσαντες· οὓς τοσοῦτον αὖθις ὑπερῆράν τινες τῶν ἰδιωτῶν τῶν ἐν Σπάρτῃ γενομένων κατ᾽ ἐκεῖνον τὸν χρόνον τῇ πολυτελείᾳ τῇ καθ’ αὑτούς, ὥστε δοκεῖν τὸν Ἄρεα καὶ τὸν Ἀκρότατον εὐτελείᾳ πάντας ὑπερβεβληκέναι τοὺς ἀφελεστάτους τῶν πρότερον.

Κλεομένης δὲ πολὺ διενέγκας τῷ τε συνιδεῖν πράγματα καίτοι νέος ὢν ... καὶ κατὰ τὴν δίαιταν ἀφελέστατος γέγονεν. ἤδη γὰρ τηλικούτων πραγμάτων ἡγούμενος ἔμφασιν τοῖς παραλαμβανομένοις πρὸς τὴν θυσίαν ἐποίει, διότι τὰ παρὰ ἐκείνοις τῶν παρ’ αὐτὸν οὐδὲν καταδεέστερον εἴη παρασκευαζόμενα. πολλῶν δὲ πρεσβειῶν

v.1.p.323
παραγινομένων πρὸς αὐτὸν οὐδέποτε ἐνωρίστερον τοῦ κατειθισμένου συνῆγεν καιροῦ πεντακλίνου τε διεστρώννυτο οὐδέποτε πλεῖον· ὅτε δὲ μὴ παρείη πρεσβεία, τρίκλινον. καὶ πρόσταγμα οὐκ ἐγίνετο δι’ ἐδεάτρου τίς εἵσεται καὶ κατακλιθήσεται πρῶτος, ἀλλ’ ὁ πρεσβύτατος ἡγεῖτο ἐπὶ τὰς κλίνας, εἰ μή τιν’ αὐτὸς προσκαλέσαιτο. κατελαμβάνετο δὲ ἐπὶ τὸ πολὺ μετὰ τοῦ ἀδελφοῦ κατακείμενος ἢ μετά τινος τῶν ἡλικιωτῶν. ἐπί τε τῷ τρίποδι ψυκτὴρ χαλκοῦς ἐπέκειτο καὶ κάδος καὶ σκαφίον ἀργυροῦν δύο κοτύλας χωροῦν καὶ κύαθος, ἡ δ’ ἐπίχυσις χαλκῆ. πιεῖν δὲ οὐ προσεφέρετο, εἰ μή τις αἰτήσειεν· ἐδίδοτο δὲ κύαθος εἷς πρὸ τοῦ δείπνου, αὐτῷ δὲ πολὺ πρώτῳ· καὶ ὅτε προσνεύσειεν ἐκεῖνος, οὕτως ᾔτουν καὶ οἱ λοιποί. τὰ δὲ παρατιθέμενα ἐπὶ μὲν τραπεζίου ἦν τοῦ τυχόντος, τὰ δὲ λοιπὰ ὥστε μήθ’ ὑπεραίρειν μήτ’ ἐλλείπειν, ἀλλ’ ἱκανὰ ἅπασι γίνεσθαι καὶ μὴ προσδεῖσθαι τοὺς παρόντας. οὔτε γὰρ οὕτως ᾤετο δεῖν ὥσπερ ἐν τοῖς φιδιτίοις δέχεσθαι ζωμῷ καὶ κρεᾳδίοις ἀφελῶς οὔτε πάλιν οὕτως ὑπερτείνειν ὡς εἰς τὸ μηθὲν δαπανᾶν, ὑπερβάλλοντα τὸ σύμμετρον τῆς διαίτης. τὸ μὲν γὰρ ἀνελεύθερον ἐνόμιζε, τὸ δ’ ὑπερήφανον. ὁ δ’ οἶνος ἦν μικρῷ βελτίων, ὅτε παρείησάν τινες. ἐπεὶ δὲ δειπνήσειαν, ἐσιώπων πάντες, ὅ τε παῖς ἐφειστήκει κεκραμένον ἔχων τὸ ποτὸν καὶ τῷ αἰτοῦντι προσέφερε. τὸν αὐτὸν δὲ τρόπον καὶ μετὰ τὸ δεῖπνον οὐ πλεῖον ἐδίδοτο δύο κυάθων
v.1.p.324
καὶ τοῦτο προσνεύσαντι προσεφέρετο. ἀκρόαμα δὲ οὐδὲν οὐδέποτε παρεισεπορεύετο, διετέλει δ’ αὐτὸς προσομιλῶν πρὸς ἕκαστον καὶ πάντας ἐκκαλούμενος εἰς τὸ τὰ μὲν ἀκούειν, τὰ δὲ λέγειν αὐτούς, ὥστε τεθηρευμένους ἀποτρέχειν ἅπαντας.’ διακωμῳδῶν δ᾽ Ἀντιφάνης τὰ Λακωνικὰ δεῖπνα ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἄρχων φησὶν οὕτως (II 28 K)·
  1. ἐν Λακεδαίμονι
  2. γέγονας· ἐκείνων τῶν νόμων μεθεκτέον
  3. ἐστίν. βάδιζ’ ἐπὶ δεῖπνον εἰς τὰ φιδίτια·
  4. ἀπόλαυε τοῦ ζωμοῦ, φόρει τοὺς βύστακας
  5. μὴ καταφρόνει μηδ’ ἕτερ’ ἐπιζήτει καλά·
  6. ἐν τοῖς δ’ ἐκείνων ἔθεσιν ἴσθ’ ἀρχαικός.

περὶ δὲ τῶν Κρητικῶν συσσιτίων Δωσιάδας ἱστορῶν ἐν τῇ δʹ τῶν Κρητικῶν γράφει οὕτως (FHG IV 399)· ‘οἱ δὲ Λύττιοι συνάγουσι μὲν τὰ κοινὰ συσσίτια οὕτως. ἕκαστος τῶν γινομένων καρπῶν ἀναφέρει τὴν δεκάτην εἰς τὴν ἑταιρίαν καὶ τὰς τῆς πόλεως προσόδους, ἃς διανέμουσιν οἱ προεστηκότες τῆς πόλεως εἰς τοὺς ἑκάστων οἴκους. τῶν δὲ δούλων ἕκαστος Αἰγιναῖον φέρει στατῆρα κατὰ κεφαλήν. διῄρηνται δ’ οἱ πολῖται πάντες καθ’ ἑταιρίας, καλοῦσι δὲ ταύτας ἀνδρεῖα. τὴν δὲ ἐπιμέλειαν ἔχει τοῦ συσσιτίου γυνὴ τρεῖς ἢ τέτταρας τῶν δημοτικῶν προσειληφυῖα πρὸς τὰς ὑπηρεσίας. ἑκάστῳ δ’ αὐτῶν ἀκολουθοῦσι δύο θεράποντες

v.1.p.325
ξυλοφόροι· καλοῦσι δ’ αὐτοὺς καλοφόρους. εἰσὶ δὲ πανταχοῦ κατὰ τὴν Κρήτην οἶκοι δύο ταῖς συσσιτίαις, ὧν τὸν μὲν καλοῦσιν ἀνδρεῖον, τὸν δ’ ἄλλον ἐν ᾧ τοὺς ξένους κοιμίζουσι κοιμητήριον προσαγορεύουσι. κατὰ δὲ τὸν συσσιτικὸν οἶκον πρῶτον μὲν κεῖνται δύο τράπεζαι ξενικαὶ καλούμεναι, αἷς προσκαθίζουσι τῶν ξένων οἱ παρόντες· ἑξῆς δ’ εἰσὶν αἱ τῶν ἄλλων. παρατίθεται δὲ τῶν παρόντων ἴσον μέρος ἑκάστῳ· τοῖς δὲ νεωτέροις ἥμισυ δίδοται κρέως, τῶν δ’ ἄλλων οὐθενὸς ἅπτονται. εἶτα ποτήριον ἐν ἑκάστῃ τραπέζῃ παρατίθεται κεκραμένον ὑδαρῶς· τοῦτο κοινῇ πάντες πίνουσιν οἱ κατὰ τὴν κοινὴν τράπεζαν, καὶ δειπνήσασιν ἄλλο παρατίθεται. τοῖς δὲ παισὶ κοινὸς κέκραται κρατήρ. τοῖς δὲ πρεσβυτέροις ἐὰν βούλωνται πλεῖον πιεῖν ἐξουσία δέδοται. ἀπὸ δὲ τῆς τραπέζης τὰ βέλτιστα τῶν παρακειμένων ἡ προεστηκυῖα τῆς συσσιτίας γυνὴ φανερῶς ἀφαιροῦσα παρατίθησι τοῖς κατὰ πόλεμον ἢ κατὰ σύνεσιν δεδοξασμένοις. ἀπὸ δὲ τοῦ δείπνου πρῶτον μὲν εἰώθασι βουλεύεσθαι περὶ τῶν κοινῶν, εἶτα μετὰ ταῦτα μέμνηνται τῶν κατὰ πόλεμον πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦσι, προτρεπόμενοι τοὺς νεωτέρους εἰς ἀνδραγαθίαν.’ Πυργίων δ’ ἐν τρίτῳ Κρητικῶν Νομίμων (FHG IV 486) ‘ἐν τοῖς συσσιτίοις, φησίν, οἱ Κρῆτες καθήμενοι συσσιτοῦσι· καὶ ὅτι ἀβαμβάκευστα τοῖς ὀφρανοῖς παρατίθεται· καὶ ὅτι οἱ νεώτατοι αὐτῶν ἐφεστᾶσι διακονοῦντες· καὶ ὅτι μετ’ εὐφημίας σπείσαντες τοῖς θεοῖς μερίζουσι τῶν
v.1.p.326
παρατιθεμένων ἅπασι· ἀπονέμουσι δὲ καὶ τοῖς υἱοῖς κατὰ τὸν θᾶκον τὸν τοῦ πατρὸς ὑφιζάνουσιν ἐξ ἡμισείας τῶν τοῖς ἀνδράσι παρατιθεμένων. τοὺς δ’ ὀρφανοὺς ἰσομερεῖς εἶναι· παρατίθεται δ’ αὐτοῖς ἀβαμβάκευτα τῇ κράσει καθ’ ἕκαστα τῶν νενομισμένων. ἦσαν δὲ καὶ ξενικοὶ θᾶκοι καὶ τράπεζα τρίτη δεξιᾶς εἰσιόντων εἰς τὰ ἀνδρεῖα, ἣν Ξενίου τε Διὸς ξενίαν τε προσηγόρευον.’

Ἡρόδοτος δὲ συγκρίνων τὰ τῶν Ἑλλήνων συμπόσια πρὸς τὰ παρὰ Πέρσαις φησίν (I 133)· ‘ἡμέρην δὲ Πέρσαι ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο. ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἄλλων δικαιεῦσι προτίθεσθαι· ἐν τῇ οἱ εὐδαίμονες αὐτῶν βοῦν καὶ ὄνον καὶ ἵππον καὶ κάμηλον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοις· οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτίθενται. σίτοισί τε ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι. καὶ διὰ τοῦτό φασι Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι, ὅτι σφίσιν ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον· εἰ δέ τι παραφέροιτο, ἐσθίοντας ἂν οὐ παύεσθαι. οἴνῳ δὲ κάρτα προσκέαται· καί σφιν οὐκ ἐμέσαι ἔξεστιν, οὐκ οὐρῆσαι ἀντίον ἄλλου. ταῦτα μέν νυν οὕτω φυλάσσεται. μεθυσκόμενοι δὲ εἰώθασι βουλεύεσθαι τὰ σπουδαιότατα τῶν πρηγμάτων· τὸ δ’ ἂν ἅδῃ σφίσι βουλευομένοισι, τοῦτο τῇ ὑστεραίῃ νήφουσι προτιθεῖ ὁ στεγέαρχος ἐν τοῦ ἂν ἐόντες βουλεύωνται. καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι, χρέονται αὐτῷ· εἰ δὲ μή, μετιεῖσιν. τὰ δ’ ἂν νήφοντες προβουλεύσωνται, μεθυσκόμενοι ἐπιδιαγινώσκουσι.’

v.1.p.327

περὶ δὲ τῆς τρυφῆς τῶν ἐν Πέρσαις βασιλέων Ξενοφῶν ἐν Ἀγησιλάῳ (9, 3) οὕτω γράφει· ‘τῷ μὲν γὰρ Πέρσῃ πᾶσαν γῆν περιέρχονται μαστεύοντες τί ἂν ἡδέως πίοι, μυρίοι δὲ τεχνῶνται τί ἂν ἡδέως φάγοι· ὅπως γε μὴν καταδάρθοι οὐδ᾽ ἂν εἴποι τις ὅσα πραγματεύονται. Ἀγησίλαος δὲ διὰ τὸ φιλόπονος εἶναι πᾶν μὲν τὸ παρὸν ἡδέως ἔπινε, πᾶν δὲ τὸ συντυχὸν ἡδέως ἤσθιεν· εἰς δὲ τὸ ἀσμένως κοιμηθῆναι πᾶς τόπος ἱκανὸς ἦν αὐτῷ.’ ἐν δὲ τῷ Ἱέρωνι ἐπιγραφομένῳ λέγων περὶ τῶν τοῖς τυράννοις παρασκευαζομένων καὶ τῶν τοῖς ἰδιώταις εἰς τροφάς φησιν οὕτως (1, 17)· ‘καὶ οἶδά γε, ἔφη, ὦ Σιμωνίδη, ὅτι τούτῳ κρίνουσιν οἱ πλεῖστοι ἥδιον ἡμᾶς καὶ πίνειν καὶ ἐσθίειν τῶν ἰδιωτῶν ὅτι δοκοῦσι καὶ αὐτοὶ ἥδιον ἂν δειπνῆσαι τὸ ἡμῖν παρατιθέμενον δεῖπνον ἢ τὸ ἑαυτοῖς. τὸ γὰρ τὰ εἰωθότα ὑπερβάλλον, τοῦτο παρέχει τὰς ἡδονάς. διὸ καὶ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτὰς πλὴν οὐχ οἱ τύραννοι. ἔκπλεῳ γὰρ αὐτοῖς ἀεὶ παρεσκευασμέναι οὐδεμίαν ἐν ταῖς ἑορταῖς ἐπίδοσιν ἔχουσιν αὐτῶν αἱ τράπεζαι· ὥστε ταύτῃ πρῶτον τῇ εὐφροσύνῃ τῆς ἐλπίδος μειονεκτοῦσι τῶν ἰδιωτῶν. ἔπειτα, ἔφη, ἐκεῖνο εὖ οἶδα ὅτι καὶ σὺ ἔμπειρος εἶ, ὅτι ὅσῳ ἂν τις πλείω τις παραθῆται τὰ περιττὰ τῶν ἱκανῶν, τοσούτῳ καὶ θᾶσσον μᾶλλον κόρος ἐμπίπτει τῆς ἐδωδῆς. ὥστε καὶ τῷ χρόνῳ τῆς ἡδονῆς μειονεκτεῖ ὁ παρατιθέμενος πολλὰ τῶν μετρίως διαιτωμένων. ἀλλὰ ναὶ μὰ Δία, ἔφη ὁ Σιμωνίδης, ὅσον ἂν χρόνον ἡ ψυχὴ προσίηται,

v.1.p.328
τοῦτον πολὺ μᾶλλον ἥδονται οἱ ταῖς πολυτελεστέραις παρασκευαῖς τρεφόμενοι τῶν τὰ εὐτελέστερα παρατιθεμένων.’

Θεόφραστος δ’ ἐν τῷ πρὸς Κάσανδρον περὶ βασιλείας (εἰ γνήσιον τὸ σύγγραμμα· πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου, εἰς ὃν Καλλίμαχος ὁ ποιητὴς ἐπίνικον ἐλεγειακὸν ἐποίησεν) τοὺς Περσῶν φησι (fr. 125 W) βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν τοῖς ἐφευρίσκουσί τινα καινὴν ἡδονὴν ἀργυρίου πλῆθος. Θεόπομπος δ’ ἐν τῇ τριακοστῇ καὶ πέμπτῃ τῶν ἱστοριῶν (FHG I 311) τὸν Παφλαγόνων φησὶ βασιλέα Θῦν ἑκατὸν πάντα παρατίθεσθαι δειπνοῦντα ἐπὶ τὴν τράπεζαν ἀπὸ βοῶν ἀρξάμενον· καὶ ἀναχθέντα αἰχμάλωτον ὡς βασιλέα καὶ ἐν φυλακῇ ὄντα πάλιν τὰ αὐτὰ παρατίθεσθαι ζῶντα λαμπρῶς. διὸ καὶ ἀκούσαντα Ἀρταξέρξην εἰπεῖν ὅτι οὕτως αὑτῷ δοκοίη ζῆν ὡς ταχέως ἀπολούμενος. ὁ δ’ αὐτὸς Θεόπομπος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Φιλιππικῶν (FHG I 298) ‘ὅταν, φησί, βασιλεὺς εἴς τινας ἀφίκηται τῶν ἀρχομένων, εἰς τὸ δεῖπνον αὐτοῦ δαπανᾶσθαι εἴκοσι τάλαντα, ποτὲ δὲ καὶ τριάκοντα· οἳ δὲ καὶ πολὺ πλείω δαπανῶσιν. ἑκάσταις γὰρ τῶν πόλεων κατὰ τὸ μέγεθος ὥσπερ ὁ φόρος καὶ τὸ δεῖπνον ἐκ παλαιοῦ τεταγμένον ἐστίν.’

Ἡρακλείδης δ’ ὁ Κυμαῖος ὁ τὰ Περσικὰ συγγράψας ἐν τῷ δευτέρῳ τῶν ἐπιγραφομένων Παρασκευαστικῶν (FHG II 96) ‘καὶ οἱ θεραπεύοντες, φησί, τοὺς Περσῶν βασιλεῖς δειπνοῦντας ἅπαντες λελουμένοι διακονοῦσιν ἐσθῆτας καλὰς ἔχοντες καὶ διατρίβουσι σχεδὸν τὸ ἥμισυ τῆς ἡμέρας περὶ τὸ δεῖπνον. τῶν δὲ τοῦ βασιλέως συνδείπνων οἳ μὲν ἔξω δειπνοῦσιν, οὓς

v.1.p.329
καὶ ὁρᾶν ἔξεστι παντὶ τῷ βουλομένῳ, οἳ δὲ εἴσω μετὰ βασιλέως. καὶ οὗτοι δὲ οὐ συνδειπνοῦσιν αὐτῷ, ἀλλ’ ἔστιν οἰκήματα δύο καταντικρὺ ἀλλήλων, ἐν ᾧ θ᾽ ὁ βασιλεὺς τὸ ἄριστον ποιεῖται καὶ ἐν ᾧ οἱ σύνδειπνοι· καὶ ὁ βασιλεὺς ἐκείνους ὁρᾷ διὰ τοῦ παρακαλύμματος τοῦ ἐπὶ τῇ θύρᾳ, ἐκεῖνοι δ’ αὐτὸν οὐχ ὁρῶσιν. ἐνίοτε μέντοι ἐπειδὰν ἑορτὴ ᾖ, ἐν ἑνὶ οἰκήματι ἅπαντες δειπνοῦσιν, ἐν ᾧ καὶ ὁ βασιλεύς, ἐν τῷ μεγάλῳ οἴκῳ. ὅταν δὲ βασιλεὺς πότον ποιῆται, ποιεῖται δὲ πολλάκις, συμπόται αὐτῷ εἰσιν ὡς μάλιστα δώδεκα. καὶ ὅταν δειπνήσωσιν, ὅ τε βασιλεὺς αὐτὸς καθ᾽ ἑαυτὸν καὶ οἱ σύνδειπνοι, καλεῖ τοὺς συμπότας τούτους τις τῶν εὐνούχων. καὶ ὅταν εἰσέλθωσι συμπίνουσιν μετ’ αὐτοῦ, οὐ τὸν αὐτὸν οἶνον κἀκεῖνοι, καὶ οἳ μὲν χαμαὶ καθήμενοι, ὃ δ᾽ ἐπὶ κλίνης χρυσόποδος κατακείμενος· καὶ ὑπερμεθυσθέντες ἀπέρχονται. τὰ δὲ πλεῖστα ὁ βασιλεὺς μόνος ἀριστᾷ καὶ δειπνεῖ. ἐνίοτε δὲ καὶ ἡ γυνὴ αὐτῷ συνδειπνεῖ καὶ τῶν υἱῶν ἔνιοι. καὶ παρὰ τὸ δεῖπνον ᾄδουσί τε καὶ ψάλλουσιν αἱ παλλακαὶ αὐτῷ, καὶ μία μὲν ἐξάρχει, αἱ δὲ ἄλλαι ἁθρόως ᾄδουσι. τὸ δὲ δεῖπνον, φησί, τὸ βασιλέως καλούμενον ἀκούσαντι μὲν δόξει μεγαλοπρεπὲς εἶναι, ἐξεταζόμενον δὲ φανεῖται οἰκονομικῶς καὶ ἀκριβῶς συντεταγμένον καὶ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσι κατὰ τὸν αὐτὸν τρόπον. ἐστὶ μὲν γὰρ τῷ βασιλεῖ χίλια ἱερεῖα τῆς ἡμέρας κατακοπτόμενα· τούτων δ’ εἰσὶ καὶ ἵπποι καὶ κάμηλοι καὶ βόες καὶ ὄνοι καὶ ἔλαφοι καὶ τὰ πλεῖστα πρόβατα· πολλοὶ δὲ καὶ ὄρνιθες ἀναλίσκονται, οἵ τε
v.1.p.330
στρουθοὶ οἱ Ἀράβιοι — ἐστὶν δὲ τὸ ζῷον μέγα — καὶ χῆνες καὶ ἀλεκτρυόνες. καὶ μέτρια μὲν αὐτῶν παρατίθεται ἑκάστῳ τῶν συνδείπνων τοῦ βασιλέως, καὶ ἀποφέρεται ἕκαστος αὐτῶν ὅ τι ἂν καταλίπηται ἐπὶ τῷ ἀρίστῳ. τὰ δὲ πλεῖστα τούτων τῶν ἱερείων καὶ τῶν σιτίων οὓς τρέφει βασιλεὺς τῶν τε δορυφόρων καὶ τῶν πελταστῶν, τούτοις ἐκφέρεται εἰς τὴν αὐλήν· οὗ ἡμιδεῆ ἅπαντα μερίδας ποιήσαντες τῶν κρεῶν καὶ τῶν ἄρτων ἴσας διαιροῦνται. ὥσπερ δὲ οἱ μισθοφόροι ἐν τῇ Ἑλλάδι μισθὸν ἀργύριον λαμβάνουσιν, οὕτως οὗτοι τὰ σιτία παρὰ τοῦ βασιλέως εἰς ὑπόλογον λαμβάνουσιν. οὕτω δὲ καὶ παρὰ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσιν ἁθρόα πάντα τὰ σιτία ἐπὶ τὴν τράπεζαν, παρατίθεται· ἐπειδὰν δὲ οἱ σύνδειπνοι δειπνήσωσι, τῶν ἀπὸ τῆς τραπέζης καταλειπομένων (καταλείπεται δὲ τὰ πλεῖστα κρέα καὶ ἄρτοι) ὁ τῆς τραπέζης ἐπιμελούμενος δίδωσιν ἑκάστῳ τῶν οἰκετῶν, καὶ ταῦτα λαβὼν τὴν καθ’ ἡμέραν ἔχει τροφήν. παρὰ γὰρ τὸν βασιλέα φοιτῶσιν οἱ ἐντιμότατοι τῶν συνδείπνων ἐπὶ τὸ ἄριστον μόνον διὰ τὸ παρῃτῆσθαι, ἵνα μὴ δὶς πορεύωνται, ἀλλὰ καὶ αὐτοὶ τοὺς συνδείπνους ὑποδέχωνται.’

Ἡρόδοτος δέ φησιν ἐν τῇ ζʹ (c. 118) ὡς οἱ ὑποδεχόμενοι Ἑλλήνων τὸν βασιλέα καὶ δειπνίζοντες Ξέρξην ἐς πᾶν κακοῦ ἀφίκοντο οὕτως ὥστε ἐκ τῶν οἴκων ἀνάστατοι ἐγίνοντο· ὅκου Θασίοισιν ὑπὲρ τῶν ἐν τῇ ἠπείρῳ πολίων τῶν σφετέρων δεξαμένοις τὴν Ξέρξεω στρατιὰν καὶ δειπνίσασι τετρακόσια

v.1.p.331
τάλαντα ἀργυρίου Ἀντίπατρος τῶν ἀστῶν ἀνὴρ δόκιμοσ ἐδαπάνησε· καὶ γὰρ ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ καὶ κρατῆρας παρετίθεντο, καὶ ταῦτα μετὰ τὸ δεῖπνον .... εἰ δὲ Ξέρξης δὶς ἐσιτέετο μεταλαμβάνων καὶ ἄριστον, ἀνάστατοι ἂν ἐγεγόνεσαν αἱ πόλεις.’ καὶ ἐν τῇ θʹ δὲ τῶν ἱστοριῶν φησι (c. 110)· ‘βασιλήιον δεῖπνον βασιλεὺς προτίθεται. τοῦτο δὲ παρασκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ ἐν ἡμέρῃ τῇ ἐγένετο ὁ βασιλεύς. οὔνομα δὲ τῷ δείπνῳ Περσιστὶ μὲν τυκτά, Ἑλληνιστὶ δὲ τέλειον. τότε καὶ τὴν κεφαλὴν σμᾶται μοῦνον καὶ Πέρσαις δωρέεται.’ ὁ δὲ μέγας Ἀλέξανδρος δειπνῶν ἑκάστοτε μετὰ τῶν φίλων, ὡς ἱστορεῖ Ἔφιππος ὁ Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος μεταλλαγῆς (p. 125 M), ἀνήλισκε τῆς ἡμέρας μνᾶς ἑκατόν, δειπνούντων ἴσως ἑξήκοντα ἢ ἑβδομήκοντα φίλων. ὁ δὲ Περσῶν βασιλεύς, ὥς φησι Κτησίας (fr. 50 M) καὶ Δίνων ἐν τοῖς Περσικοῖς (FHG II 93), ἐδείπνει μὲν μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων, καὶ ἀνηλίσκετο εἰς τὸ δεῖπνον τάλαντα τετρακόσια.’ γίνεται δὲ ταῦτα Ἰταλικοῦ νομίσματος ἐν μυριάσι διακοσίαις τεσσαράκοντα, αὗται δὲ εἰς μυρίους πεντακισχιλίους μεριζόμεναι ἑκάστῳ ἀνδρὶ γίνονται ἀνὰ ἑκατὸν ἑξήκοντα Ἰταλικοῦ νομίσματος. ὥστ’ εἰς ἴσον καθίστασθαι τῷ τοῦ Ἀλεξάνδρου ἀναλώματι· ἑκατὸν γὰρ μνᾶς ἀνήλισκεν, ὡς ὁ Ἔφιππος ἱστόρησε. Μένανδρος δ’ ἐν Μέθῃ τοῦ μεγίστου δείπνου δαπάνημα τάλαντον τίθησι λέγων οὕτως (IV 161 M)·
  1. εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν·
  2. ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
    v.1.p.332
  3. δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
  4. αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας
  5. ταύτας Θάσιον, ἐγχέλεις, τυρόν, μέλι·
  6. μικροῦ τάλαντον γίγνεται τὸ κατὰ λόγον.
ὡς γὰρ ὑπερβολῆς τινος ἀναλώματος τάλαντον ὠνόμασε. καὶ ἐν Δυσκόλῳ δέ φησιν οὕτως (ib. 108)·
  1. ὡς θύουσι δ’ οἱ τοιχωρύχοι,
  2. κοίτας φέροντες σταμνία τ᾽ οὐχὶ τῶν θεῶν
  3. ἕνεκ᾽, ἀλλ’ ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὲς
  4. καὶ τὸ πόπανον· τοῦτ’ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
  5. ἅπαν ἐπιτεθέν. οἳ δὲ τὴν ὀσφὺν ἄκραν
  6. καὶ τὴν χολήν, ὅτι ἔστ’ ἄβρωτα τοῖς θεοῖς
  7. ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσι.

Φιλόξενος δ’ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ — εἴπερ τούτου καὶ ὁ κωμῳδιοποιὸς Πλάτων ἐν τῷ Φάωνι ἐμνήσθη (I 646 K) καὶ μὴ τοῦ Λευκαδίου Φιλοξένου — τοιαύτην ἐκτίθεται παρασκευὴν δείπνου (fr. 2 B)·

  1. εἰς δ’ ἔφερον διπλόοι παῖδες λιπαρῶπα τράπεζαν
  2. ἄμμ᾽, ἑτέραν δ’ ἕτεροις, ἄλλοι δ’ ἑτέραν, μέχρι οὗ πλήρωσαν οἶκον.
  3. ταὶ δὲ πρὸς ὑψιλύχνους ἔστιλβον αὐγὰς
  4. εὐστέφανοι λεκάναις παροψίσι τ’ ὀξυβάφων πλήρεις, σύν τε χλιδῶσαι
    v.1.p.333
  5. παντοδαποῖσι τέχνας εὑρήμασι πρὸς βιοτάν, ψυχᾶς δελεασματίοισι.
  6. πάρφερον ἐν κανέοις μάζας χιονόχροας, ἄλλοι δ᾽ ....
  7. ... ἐπι πρῶτα παρῆλθ’ οὐ κάκκαβος, ὦ φιλότας, ἀλλ᾽ ἀλλοπλατεῖς τὸ μέγιστον
  8. πάντ’ ἔπαθεν λιπαροντεσ εγχελεατινες ἄριστον
  9. γόγγροιτοιωνητεμων πλῆρες θεοτερπές. ἐπ’ αὐτῷ δ᾽
  10. ἄλλο παρῆλθε τόσον, βατὶς δ’ ἐνέης ἰσόκυκλος.
  11. μικρὰ δὲ κακκάβι’ ἦς ἔχοντα τὸ μὲν γαλεοῦ τι,
  12. ναρκίον ἄλλο ....
  13. .. παρῆς ἕτερον πίων ἀπὸ τευθιάδα καὶ σηπιοπουλυποδείων
  14. .. ἁπαλοπλοκάμων. θερμὸς μετὰ ταῦτα παρῆλθεν
  15. ἰσοτράπεζος ὅλος μνηστης συνόδων πυρός ....
  16. ἔπειτα βαθμοὺς ἀτμίζων· ἐπὶ τῷ δ’ ἐπίπασται
  17. τευθίδες, ὦ φίλε, κἀξανθισμέναι καρῖδες αἱ κυφαὶ παρῆλθον.
  18. θρυμματίδες δ’ ἐπὶ ταύταις εὐπέταλοι χλοεραί τε δηφαρυγες,
  19. πυριων τε στεγναι βύσται μέγαθος κακὰ κακκάβου γλυκυου ὀξιος
    v.1.p.334
  20. ὀμφαλὸς θοίνας καλεῖται παρά γ’ ἐμὶν καὶ τίν, σαφ᾽ οἶδα.
  21. εσταδα ναὶ μὰ θεοὺς ὑπερμέγεθες τέμαχος θύννου μόλεν ὀπτὸν ἐκεῖθεν
  22. θερμὸν ὅθεν γλυφις τετμημένον εὐθὺς ἐπ’ αὐτὰς
  23. τὰς ὑπογαστρίδας. διανεκέως ἐπαμυν
  24. εἴπερ ἐμίν τε μέλοι καὶ τίν, μάλα κεν κεχαροίμεθ᾽.
  25. ἀλλ’ ὅθεν ἐλλίπομεν, θοίνα παρέης· ὅτε παλάξαι δύνατ᾽ ἐπικρατέως ἔγωγ’ ἔτι, κοὔ κε λέγοι τις
  26. πάνθ’ ἃ παρῆν ἐτύμως ὔμμιν, παρέπαισε δὲ θερμὸν
  27. σπλάγχνον, ἔπειτα δὲ νῆστις
  28. δέλφακος οἰκετικᾶς καὶ νῶτος ἐσῆλθε καὶ ὀσφὺς καὶ μινυρίγματα θερμά.
  29. καὶ κεφάλαιον ὅλον διάπτυχες ἑφθὸν ἁπερπευθηνος ἀλεκτοτρόφου πνικτᾶς ἐρίφου παρέθηκε,
  30. εἶτα δίεφθ’ ἀκροκώλια σχελίδας τε μετ’ αὐτῶν
  31. λευκοφορινοχρόους, ῥύγχη, κεφάλαια πόδας τε χναυμάτιόν τε σεσιλφιωμένον.
    v.1.p.335
  32. ἑφθά τ’ ἔπειτα κρέ’ ὀπτά τ᾽ ἐρίφων τε καὶ ἀρνῶν,
  33. ἅ θ’ ὑπερωμόκρεως χορδὰ γλυκίστα
  34. μιξεριφαρνογενής, ἃν δὴ φιλέοντι θεοί, τοῦτ᾽, ὦ φιλότας, ... ἔσθοις κε· λαγῷά τ’ ἔπειτ’ ἀλεκτρυόνων τε νεοσσοί.
  35. περδίκων φάσσεων τε χύδαν ἤδη δὲ παρεβάλλετο θερμὰ πολλὰ ...
  36. καὶ μαλακοπτυχέων ἄρτων. ὁμοσύζυγα δὲ ξανθόν τ᾽ ἐπεισῆλθεν μέλι καὶ γάλα σύμπακτον, τό κε τυρὸν ἅπας τις
  37. ἦμεν ἔφασχ’ ἁπαλόν, κἠγὼν ἐφάμαν. ὅτε δ’ ἤδη
  38. βρωτύος ἠδὲ ποτᾶτος ἐς κόρον ᾖμεν ἑταῖροι,
  39. τῆνα μὲν ἐξαπάειρον δμῶες, ἔπειτα δὲ παῖδες νίπτρ᾽ ἔδοσαν κατὰ χειρῶν.

Σωκράτης δὲ ὁ Ῥόδιος ἐν τρίτῳ ἐμφυλίου πολέμου (FHG III 326) τὸ Κλεοπάτρας ἀναγράφων συμπόσιον τῆς τελευταίας Αἰγύπτου βασιλευσάσης, γημαμένης δ’ Ἀντωνίῳ τῷ Ῥωμαίων στρατηγῷ ἐν Κιλικίᾳ φησιν οὕτως· ‘ἀπαντήσασα τῷ Ἀντωνίῳ ἡ Κλεοπάτρα ἐν Κιλικίᾳ παρεσκεύασεν αὐτῷ βασιλικὸν συμπόσιον, ἐν ᾧ πάντα χρύσεα καὶ λιθοκόλλητα περιττῶς ἐξειργασμένα ταῖς τέχναις· ἦσαν δέ, φησί, καὶ οἱ τοῖχοι ἁλουργέσι καὶ διαχρύσοις ἐμπεπετασμένοι ὕφεσι. καὶ

v.1.p.336
δώδεκα τρίκλινα διαστρώσασα ἐκάλεσε τὸν Ἀντώνιον μεθ’ ὧν ἐβούλετο ἡ Κλεοπάτρα. τοῦ δὲ τῇ πολυτελείᾳ τῆς ὄψεως ἐκπλαγέντος ὑπομειδιάσασα ταῦτ’ ἔφη πάντα δωρεῖσθαι αὐτῷ καὶ εἰς αὔριον παρεκάλει συνδειπνῆσαι πάλιν ἥκοντα μετὰ τῶν φίλων καὶ τῶν ἡγεμόνων· ὅτε καὶ πολλῷ κρεῖττον διακοσμήσασα τὸ συμπόσιον ἐποίησε φανῆναι τὰ πρῶτα μικρά, καὶ πάλιν καὶ ταῦτα ἐδωρήσατο. τῶν δ’ ἡγεμόνων ἐφ’ ᾗ ἕκαστος κατέκειτο κλίνῃ καὶ τὰ κυλικεῖα καθὼς ταῖς στρωμναῖς ἐμεμέριστο, ἑκάστῳ φέρειν ἐπέτρεψε. καὶ κατὰ τὴν ἄφοδον τοῖς μὲν ἐν ἀξιώμασι φορεῖα σὺν τοῖς κομίζουσι, τοῖς πλείοσι δὲ καταργύροις σκευαῖς κεκοσμημένους ἵππους, πᾶσι δὲ λαμπτηροφόρους παῖδας Αἰθίοπας παρέστησε. τῇ δὲ τετάρτῃ τῶν ἡμερῶν ταλαντιαίους εἰς ῥόδα μισθοὺς διέδωκε, καὶ κατεστρώθη ἐπὶ πηχυαῖα βάθη τὰ ἐδάφη τῶν ἀνδρώνων ἐμπεπετασμένων δικτύων τοῖς ἕλιξιν.’ ἱστορεῖ δὲ καὶ αὐτὸν τὸν Ἀντώνιον ἐν Ἀθήναις μετὰ ταῦτα διατρίψαντα περίοπτον ὑπὲρ τὸ θέατρον κατασκευάσαντα σχεδίαν χλωρᾷ πεπυκασμένην ὕλῃ, ὥσπερ ἐπὶ τῶν Βακχικῶν ἄντρων γίνεται, ταύτης τύμπανα καὶ νεβρίδας καὶ παντοδαπὰ ἄλλ’ ἀθύρματα Διονυσιακὰ ἐξαρτήσαντα μετὰ τῶν φίλων ἐξ ἑωθινοῦ κατακλινόμενον μεθύσκεσθαι, λειτουργούντων αὐτῷ τῶν ἐξ Ἰταλίας μεταπεμφθέντων ἀκροαμάτων συνηθροισμένων ἐπὶ τὴν θέαν τῶν Πανελλήνων. ‘μετεβαινε δ’ ἐνίοτε, φησίν, καὶ ἐπὶ τὴν ἀκρόπολιν ἀπὸ τῶν
v.1.p.337
τεγῶν λαμπάσι δᾳδουχουμένης πάσης τῆς Ἀθηναίων πόλεως. καὶ ἔκτοτε ἐκέλευσεν ἑαυτὸν Διόνυσον ἀνακηρύττεσθαι κατὰ τὰς πόλεις ἁπάσας.’ καὶ Γάιος δὲ ὁ αὐτοκράτωρ ὁ Καλλίκολα προσαγορευθεὶς διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι οὐ μόνον ὠνομάζετο νέος Διόνυσος, ἀλλὰ καὶ τὴν Διονυσιακὴν πᾶσαν ἐνδύνων στολὴν προῄει καὶ οὕτως ἐσκευασμένος ἐδίκαζεν.