Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐσθιόντων δ’ ἡμῶν τὸ τάριχος καὶ πολλῶν ὁρμὴν ἐχόντων ἐπὶ τὸ πιεῖν ὁ Δάφνος ἔφη ἀνατείνας τὼ χεῖρε· ‘Ἡρακλείδης ὁ Ταραντῖνος, ἄνδρες φίλοι,

v.1.p.275
ἐν τῷ ἐπιγραφομένῳ Συμποσίῳ φησί· ‘ληπτέον σύμμετρον τροφὴν πρὸ τοῦ πίνειν καὶ μάλιστα τὰς εἰθισμένας προπαρατίθεσθαι περιφοράς. ἐκ διαστήματος γὰρ εἰσφερομένας ἐναλλάττειν τὰ ἀπὸ τοῦ οἴνου προσκαθίζοντα τῷ στομάχῳ καὶ δηγμῶν αἴτια καθιστάμενα. οἴονται δέ τινες ταῦτ’ εἶναι καὶ κακοστόμαχα — λέγω δὴ λαχάνων καὶ ταρίχων γένη — δηκτικόν τι κεκτημένα, εὐθετεῖν δὲ τὰ κολλώδη καὶ ἐπιστύφοντα βρώματα, ἀγνοοῦντες ὅτι πολλὰ τῶν τὰς ἐκκρίσεις ποιούντων εὐλύτους ἐκ τῶν ἐναντίων εὐστόμαχα καθέστηκεν· ἐν οἷς ἐστι καὶ τὸ σίσαρον καλούμενον (οὗ μνημονεύει Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ (p. 219 L), ἐν Γῇ καὶ Θαλάσσῃ (ib. 224), καὶ Διοκλῆς ἐν αʹ Ὑγιεινῶν), ἀσπάραγος, τεῦτλον τὸ λευκόν (τὸ γὰρ μέλαν καθεκτικόν ἐστιν ἐκκρίσεων), κόγχαι, σωλῆνες, μύες θαλάττιοι, χῆμαι, κτένες, τάριχος τέλειος καὶ μὴ βρομώδης καὶ ἰχθύων εὐχύλων γένη. προπαρατίθεσθαι δ’ ἐστὶν ὠφέλιμον τὴν λεγομένην φυλλίδα καὶ τευτλίον, ἔτι δὲ τάριχος, εἰς τὰς ὁρμὰς εἰς ταῦτα ... μὴ ὁμοίως τῶν πολυτρόφων ἀπολαύειν. τὰς δὲ ἁθρόους ἐν ἀρχῇ πόσεις ἐκκλιτέον· δύσκλητοι γὰρ εἰς τὴν πλείονα τῶν ὑγρῶν προσφοράν.’ — ‘Μακεδόνες δ᾽, ὥς φησιν Ἔφιππος ὁ Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος ταφῆς (fr. 1 M), οὐκ ἠπίσταντο πίνειν εὐτάκτως, ἀλλ’ εὐθέως ἐχρῶντο μεγάλαις προπόσεσιν, ὥστε μεθύειν ἔτι παρακειμένων τῶν πρώτων τραπεζῶν καὶ μὴ δύνασθαι τῶν σιτίων ἀπολαύειν.’

Δίφιλος δ’ ὁ Σίφνιός φησι· ‘τὰ

v.1.p.276
ταρίχη τὰ ἐκ τῶν θαλασσίων καὶ λιμναίων καὶ ποταμίων γινόμενά ἐστιν ὀλιγότροφα, ὀλιγόχυλα, καυσώδη, εὐκοίλια, ἐρεθιστικὰ ὀρέξεως. κράτιστα δὲ τῶν μὲν ἀπιόνων κύβια καὶ ὡραῖα καὶ τὰ τούτοις ὅμοια γένη, τῶν δὲ πιόνων τὰ θύννεια καὶ κορδύλεια. τὰ δὲ παλαιὰ κρείσσονα καὶ δριμύτερα καὶ μάλιστα τὰ Βυζάντια. τὸ δὲ θύννειον, φησί, γίνεται ἐκ τῆς μείζονος πηλαμύδος, ὧν τὸ μικρὸν ἀναλογεῖ τῷ κυβίῳ, ἐξ οὗ γένους ἐστὶ καὶ τὸ ὡραῖον. ἡ δὲ σάρδα προσέοικε τῷ κολίᾳ μεγέθει. ὁ δὲ σκόμβρος κούφως καὶ ταχέως ἀποχωρῶν τοῦ στομάχου. ὁ κολίας δὲ σκιλλωδέστερος, δηκτικώτερος καὶ κακοχυλότερος, τρόφιμος· κρείσσων δὲ ὁ Ἀμυνκλανὸς καὶ Σπανὸς ὁ Σαξιτανὸς λεγόμενος· λεπτότερος γὰρ καὶ γλυκύτερος.’ Στράβων δ’ ἐν γʹ Γεωγραφικῶν (p. 156) πρὸς ταῖς Ἡρακλέους φησὶ νήσοις κατὰ Καρχηδόνα τὴν καινὴν πόλιν εἶναι Σεξιτανίαν, ἐξ ἧς καὶ τὰ ταρίχη ἐπωνύμως λέγεσθαι, καὶ ἄλλην Σκομβροαρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεσθαι γάρον. οἱ δὲ λεγόμενοι μελανδρύαι, ὧν καὶ Ἐπίχαρμος μνημονεύει ἐν Αὐτομόλῳ Ὀδυσσεῖ οὕτως (p. 247 L)·
  1. ποτιφόριμον τὸ τέμαχος ἦς ὑπομελανδρυῶδες.
μέλανδρυς δὲ τῶν μεγίστων θύννων εἶδός ἐστιν, ὡς
v.1.p.277
Πάμφιλος ἐν τοῖς περὶ ὀνομάτων παρίστησι, καί ἐστι τὰ τεμάχη αὐτοῦ λιπαρώτερα.

τὸ δὲ ὠμοτάριχον, φησὶν ὁ Δίφιλος, κητεμε τινὲς λέγουσι, καί ἐστι βαρὺ καὶ γλοιῶδες, προσέτι δὲ καὶ δύσπεπτον. ὁ δὲ ποτάμιος κορακῖνος, ὃν πέλτην τινὲς καλοῦσιν, ὁ ἀπὸ τοῦ Νείλου, ὃν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν ἰδίως ἡμίνηρον ὀνομάζουσιν, ὑποπίμελος μέν ἐστι καὶ ἥκιστα κακόχυλος, σαρκώδης, τρόφιμος, εὔπεπτος, εὐανάδοτος, κατὰ πάντα τοῦ μύλλου κρείσσων. τὰ μέντοι τῶν ἰχθύων καὶ τῶν ταρίχων ᾠὰ πάντα δύσπεπτα, δύσφθαρτα, μᾶλλον δὲ τὰ τῶν λιπαρωτέρων καὶ μειζόνων· σκληρότερα γὰρ μένει καὶ ἀδιαίρετα. γίνεται δὲ εὐστόμαχα μετὰ ἁλῶν σβεσθέντα καὶ ἐποπτηθέντα. πάντας δὲ χρὴ τοὺς ταρίχους πλύνειν, ἄχρι ἂν τὸ ὕδωρ ἄνοσμον καὶ γλυκὺ γένηται. ὁ δ’ ἐκ θαλάσσης ἑψόμενος τάριχος γλυκύτερος γίνεται, θερμοί τε οἱ τάριχοι ἡδίονές εἰσιν.’ Μνησίθεος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘οἱ ἁλυκοί, φησίν, καὶ γλυκεῖς χυμοὶ πάντες ὑπάγουσι τὰς κοιλίας, οἱ δ’ ὀξεῖς καὶ δριμεῖς λύουσι τὴν οὔρησιν, οἱ δὲ πικροὶ μᾶλλον μέν εἰσιν οὐρητικοί, λύουσι δ’ αὐτῶν ἔνιοι καὶ τὰς κοιλίας· οἱ δὲ στρυφνοὶ τὰς ἐκκρίσεις ....’ Ξενοφῶν δὲ ὁ μουσικώτατος ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι ἢ τυραννικῷ διαβάλλων τὰ τοιαῦτα βρώματά φησι (1, 22)· ‘τί γάρ, ἔφη ὁ Ἱέρων, τὰ πολλὰ ταῦτα μηχανήματα κατανενοήκατε ἃ παρατίθεται τοῖς τυράννοις, ὀξέα καὶ δριμέα καὶ στρυφνὰ καὶ τὰ τούτων ἀδελφά; πάνυ

v.1.p.278
μὲν οὖν, ἔφη ὁ Σιμωνίδης, καὶ πάνυ γέ μοι δοκοῦντα παρὰ φύσιν εἶναι ταῦτα ἀνθρώπῳ. ἄλλο τι οἴει, ἔφη ὁ Ἱέρων, ταῦτα ἐδέσματα εἶναι ἢ μὴ διὰ κακῆς καὶ ἀσθενούσης ψυχῆς ἐπιθυμήματα; ἐπεὶ οἵ γε ἡδέως ἐσθίοντες καὶ σύ που οἶσθα ὅτι οὐδὲν προσδέονται τούτων τῶν σοφισμάτων.’

ἐπὶ τούτοις λεχθεῖσιν ὁ Κύνουλκος πιεῖν ᾔτησε δηκόκταν, δεῖν λέγων ἁλμυροὺς λόγους γλυκέσιν ἀποκλύζεσθαι νάμασι. πρὸς ὃν ὁ Οὐλπιανὸς σχετλιάσας καὶ τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἔφη· ‘μέχρι πότε βαρβαρίζοντες οὐ παύσεσθε; ἢ ἕως ἂν καταλιπὼν τὸ συμπόσιον οἴχωμαι, πέττειν ὑμῶν τοὺς λόγους οὐ δυνάμενος;’ καὶ ὅς· ‘ἐν Ῥώμῃ τῇ βασιλευούσῃ διατρίβων τὰ νῦν, ὦ λῷστε, ἐπιχωρίῳ κέχρημαι κατὰ τὴν συνήθειαν φωνῇ. καὶ γὰρ παρὰ τοῖς ἀρχαίοις ποιηταῖς καὶ συγγραφεῦσι τοῖς σφόδρα ἑλληνίζουσιν ἔστιν εὑρεῖν καὶ Περσικὰ ὀνόματα κείμενα διὰ τὴν τῆς χρήσεως συνήθειαν, ὡς τοὺς παρασάγγας καὶ τοὺς ἀστάνδας ἢ ἀγγάρους καὶ τὴν σχοῖνον ἢ τὸν σχοῖνον· μέτρον δ’ ἐστὶ τοῦτο ὁδοῦ μέχρι νῦν οὕτως παρὰ πολλοῖς καλούμενον. μακεδονίζοντάς τ’ οἶδα πολλοὺς τῶν Ἀττικῶν διὰ τὴν ἐπιμιξίαν. βέλτιον δ’ ἦν μοι (Ar. eq. 83)

  1. αἷμα ταύρειον πιεῖν,
  2. ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος,
    v.1.p.279
ἢ εἰς σὲ ἐμπεσεῖν. οὐ γὰρ ἂν εἴποιμι Ταύρειον ὕδωρ πιεῖν, ὅπερ σὺ οὐκ οἶσθα τί ἐστιν· οὐδὲ γὰρ ἐπίστασαι ὅτι καὶ παρὰ τοῖς ἀρίστοις τῶν ποιητῶν καὶ συγγραφέων εἴρηταί τινα καὶ φαῦλα. Κηφισόδωρος γοῦν ὁ Ἰσοκράτους τοῦ ῥήτορος μαθητὴς ἐν τῷ τρίτῳ τῶν πρὸς Ἀριστοτέλην λέγει ὅτι εὕροι τις ἂν ὑπὸ τῶν ἄλλων ποιητῶν ἢ καὶ σοφιστῶν ἓν ἢ δύο γοῦν πονηρῶς εἰρημένα, οἷα παρὰ μὲν Ἀρχιλόχῳ (fr. 124 B4) τὸ πάντ’ ἄνδρ’ ἀποσκολύπτειν, Θεοδώρῳ δὲ τὸ κελεύειν μὲν πλέον ἔχειν, ἐπαινεῖν δὲ τὸ ἴσον, Εὐριπίδῃ τε τὸ τὴν γλῶτταν ὀμωμοκέναι φάναι (Hipp. 612) καὶ Σοφοκλεῖ τὸ ἐν Αἰθίοψιν εἰρημένον (fr. 25 N)·
  1. τοιαῦτά τοί σοι πρὸς χάριν τε κοὐ βίᾳ
  2. λέγω, σὺ δ’ αὐτὸς ὥσπερ οἱ σοφοὶ τὰ μὲν
  3. δίκαι’ ἐπαίνει, τοῦ δὲ κερδαίνειν ἔχου.
καὶ ἀλλαχοῦ δ’ ὁ αὐτὸς ἔφη (El. 61) μηδὲν εἶναι ῥῆμα σὺν κέρδει κακόν· Ὁμήρῳ δὲ τὸ τὴν Ἥραν ἐπιβουλεῦσαι τῷ Διὶ καὶ τὸν Ἄρη μοιχεύειν· ἐφ’ οἷς πάντες κατηγοροῦσιν αὐτῶν.

εἰ οὖν κἀγώ τι ἥμαρτον, ὦ καλλίστων ὀνομάτων καὶ ῥημάτων θηρευτά, μὴ χαλέπαινε. κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον τὸν ποιητὴν (fr. 6 B)

  1. οὐκ ἀείδω τὰ παλαιά· τὰ γὰρ ἀμὰ κρείσσω.
  2. νέος ὁ Ζεὺς βασιλεύει· τὸ πάλαι δ’ ἦν
  3. Κρόνος ἄρχων. ἀπίτω μοῦσα παλαιά.
Ἀντιφάνης τ’ ἐν Ἀλκήστιδι ἔφη (II 22 K)·
v.1.p.280
  1. ἐπὶ τὸ καινουργεῖν φέρου,
  2. οὕτως, ἐκείνως, τοῦτο γινώσκων ὅτι
  3. ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,
  4. πολλῶν παλαιῶν ἐστι χρησιμώτερον.
ὅτι δὲ καὶ οἱ ἀρχαῖοι οἴδασι τὸ οὕτω λεγόμενον ὕδωρ, ἵνα μὴ πάλιν ἀγανακτήσῃς δηκόκταν μου λέγοντος, δείξω. κατὰ γὰρ Φερεκράτους Ψευδηρακλέα (I 194 K)
  1. εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων ...
  2. ἐγὼ δ’ ἂν ἀντείποιμι ‘μὴ πολυπραγμόνει,
  3. ἀλλ’ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ.’
‘ἀλλὰ μὴ φθονήσῃς, ἔφη ὁ Οὐλπιανός, δέομαι, μηδὲ τοῦ Ταυρείου ὕδατος ὁποῖόν ἐστι δηλῶσαι· τῶν γὰρ τοιούτων φωνῶν ἐγὼ διψῶ.’ καὶ ὁ Κύνουλκος ‘ἀλλὰ προπίνω σοι, ἔφη, φιλοτησίαν (διψᾷς γὰρ λόγων) παρ᾽ Ἀλέξιδος λαβὼν ἐκ Πυθαγοριζούσης (II 370 K)·
  1. ὕδατος ἀπέφθου κύαθον· ἂν δ’ ὠμὸν πίῃ,
  2. βαρὺ καὶ κοπῶδες.
τὸ δὲ Ταύρειον ὕδωρ ὠνόμασεν, ὦ φίλε, Σοφοκλῆς Αἰγεῖ (fr. 20 N) ἀπὸ τοῦ περὶ Τροιζῆνα ποταμοῦ Ταύρου, παρ’ ᾧ καὶ κρήνη τις Ὑόεσσα καλεῖται.

ἐπίστανται δ’ οἱ παλαιοὶ καὶ τὸ πάνυ ψυχρὸν ὕδωρ ἐν ταῖς προπόσεσιν, ἀλλ’ οὐκ ἐρῶ, ἐὰν μὴ καὶ σύ με διδάξῃς εἰ ἔπινον θερμὸν ὕδωρ ἐν ταῖς εὐωχίαις οἱ ἀρχαῖοι. εἰ γὰρ οἱ κρατῆρες ἀπὸ τοῦ συμβεβηκότος τῆς ὀνομασίας ἔτυχον οὗτοί τε κερασθέντες παρέκειντο

v.1.p.281
πλήρεις, οὐ ζέον τὸ ποτὸν παρεῖχον, λεβήτων τρόπον ὑποκαιόμενοι. ὅτι γὰρ οἴδασι θερμὸν ὕδωρ Εὔπολις μὲν ἐν Δήμοις παρίστησι (I 286 K)·
  1. τὸ χαλκίον
  2. θέρμαινέ θ’ ἡμῖν καὶ θύη πέττειν τινὰ
  3. κέλευ᾽, ἵνα σπλάγχνοισι συγγενώμεθα.
Ἀντιφάνης δ’ ἐν Ὀμφάλῃ (II 84 K)·
  1. ἐν χύτρᾳ δέ μοι
  2. ὅπως ὕδωρ ἕψοντα μηδέν’ ὄψομαι.
  3. οὐ γὰρ κακὸν ἔχω μηδ’ ἔχοιμ᾽. ἐὰν δ’ ἄρα
  4. στρέφῃ με περὶ τὴν γαστέρ’ ἢ τὸν ὀμφαλόν,
  5. παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς.
ἐν δ’ Ἀλειπτρίᾳ — φέρεται τὸ δρᾶμα καὶ ὡς Ἀλέξιδοσ — (ib. 19)·
  1. ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον,
  2. κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην
  3. ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος
  4. ζέοντος ὕδατος· εἰ δὲ μή, μηδέποθ’ ὕδωρ πίοιμι
  5. ἐλευθέριον.
Πλάτων δ’ ἐν δʹ Πολιτείας (p. 437 d)· ‘πλέονος ἄν τινος ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη; οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ἢ ψυχροῦ ἢ πολλοῦ ἢ ὀλίγου ἢ καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος; ἢ ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ θερμοῦ ἐπιθυμίαν προσπαρέχοιτ’ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ ψυχροῦ,
v.1.p.282
ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ ἡ δίψα ᾖ, τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου; αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία ἢ οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος;’ Σῆμος δὲ ὁ Δήλιος ἐν βʹ Νησιάδος (FHG IV 493) ἐν Κιμώλῳ τῇ νήσῳ φησὶ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτά, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες κομίζονται χιόνος οὐδὲν διάφορον. τὸ δὲ χλιαρὸν ὕδωρ Ἀθηναῖοι μετάκερας καλοῦσιν, ὡς Σώφιλος ἐν Ἀνδροκλεῖ (II 444 K). Ἄλεξις δ’ ἐν Λοκροῖς (ib. 347)·
  1. αἱ δὲ παῖδες παρέχεον
  2. ἣ μὲν τὸ θερμόν, ἣ δ’ ἑτέρα τὸ μετάκερας.
καὶ Φιλήμων ἐν Κορινθίᾳ (ib. 488). Ἄμφις δ’ ἐν Βαλανείῳ (ib. 237)·
  1. ἀνεβόησ’ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.’

μέλλοντος δὲ τοῦ κυνικοῦ τούτοις ἐπισωρεύειν τινὰ ὁ Ποντιανὸς ἔφη· ‘οἴδασιν, ὦ φίλτατοι ἀνδρῶν, οἱ ἀρχαῖοι καὶ τὴν τοῦ πάνυ ψυχροῦ πόσιν. Ἄλεξις γοῦν ἐν Παρασίτῳ φησί (II 364 K)·

  1. καὶ γὰρ βούλομαι
  2. ὕδατός σε γεῦσαι· πρᾶγμα δ’ ἔστι μοι μέγα
  3. φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.
ὀνομάζει δὲ καὶ Ἕρμιππος ἐν Κέρκωψι (I 234 K) φρεατιαῖον ὕδωρ οὕτως ... ὅτι δὲ καὶ χιόνα ἔπινον ἐν Μανδραγοριζομένῃ ἔφη Ἄλεξις (II 348 K)·
v.1.p.283
  1. εἶτ’ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν
  2. ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον;
  3. ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς,
  4. ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας,
  5. ἐράνους φέροντες οὐ φέρομεν ἀλλ’ ἢ κακῶς.
  6. τακτῆς τροφῆς δὲ τῆς καθ’ ἡμέραν πάλιν
  7. γλιχόμεθα· τὴν μὲν μᾶζαν ἵνα λευκὴ παρῇ,
  8. ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα,
  9. τὸ καλόν τε χρῶμα δευσοποιῷ χρῴζομεν.
  10. καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν,
  11. τὸ δ’ ὄψον ἂν μὴ θερμὸν ᾖ, διασύρομεν.
  12. καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν,
  13. ἐπὶ ταῖς ἀβυρτάκαισι δ’ ἐκβακχεύομεν.
  14. οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,
  15. τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστ’ αἰεί,
  16. ἐπὰν γένηται δ᾽, ὡς τάχιστ’ ἔχειν τέλος.
Δεξικράτης δ’ ἐν τῷ ἐπιγραφομένῳ Ὑφ’ ἑαυτῶν πλανώμενοί φησιν (IV 571 M)·
  1. εἰ δὲ μεθύω καὶ χιόνα πίνω καὶ μύρον
  2. ἐπίσταμ’ ὅτι κράτιστον Αἴγυπτος ποιεῖ ...
Εὐθυκλῆς δ’ ἐν Ἀσώτοις ἢ Ἐπιστολῇ (I 805 K)·
  1. πρῶτος μὲν οἶδεν εἰ χιών ἐστ’ ὠνία·
  2. πρῶτον δ’ ἐκεῖνον σχαδόνα δεῖ πάντως φαγεῖν.
οἶδεν δὲ καὶ ὁ καλὸς Ξενοφῶν ἐν Ἀπομνημονεύμασι τὴν διὰ χιόνος πόσιν (2, 1, 30). Χάρης δ’ ὁ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις (fr. 11 M)
v.1.p.284
καὶ ὅπως δεῖ χιόνα διαφυλάσσεσθαι εἴρηκε, διηγούμενος περὶ τῆς πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, ὀρύξαι φάσκων τὸν Ἀλέξανδρον ὀρύγματα τριάκοντα ψυχεῖα, ἃ πληρώσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους. οὕτω γὰρ παραμένειν πλείω χρόνον τὴν χιόνα.

ὅτι δὲ καὶ τὸν οἶνον ἔψυχον ὑπὲρ τοῦ ψυχρότερον αὐτὸν πίνειν Στράττις φησὶν ἐν Ψυχασταῖς (I 728 K)·

  1. οἶνον γὰρ πιεῖν
  2. οὐδ’ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον
  3. ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.
καὶ ὁ Λύσιππος ἐν Βάκχαις (I 700 K)·
  1. Ἕρμων, τί ἔστι; πῶς ἔχομεν; Β. τί δ’ ἄλλο γ’ ἢ
  2. ὁ πατὴρ ἄνωθεν ἐς τὸ φρέαρ, ἐμοὶ δοκεῖν,
  3. ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεῖκέ με.
Δίφιλος δ’ ἐν Μνηματίῳ φησίν (II 559 K)·
  1. ψῦξον τὸν οἶνον, Δῶρι.
Πρωταγορίδης δ’ ἐν βʹ τῶν κωμικῶν ἱστοριῶν (FHG IV 484) τὸν Ἀντιόχου τοῦ βασιλέως κατὰ τὸν ποταμὸν διηγούμενος πλοῦν λέγει τι καὶ περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων ἐν τούτοις· ‘τὴν γὰρ ἡμέραν ἡλιάζοντες αὐτό, τῆς νυκτὸς ἀπηθοῦντες τὸ παχύτατον τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμέαις ἐπὶ τῶν μετεωροτάτων μερῶν τῆς οἰκήσεως, δι’ ὅλης
v.1.p.285
τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. ὄρθρου δὲ καθαιροῦντες καὶ τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγίειαν οἷον ἄριστον ἐν ἀχύροις τιθέασιν τὰς ὑδρίας, εἶθ’ οὕτως χρῶνται χιόνος οὐδ’ ἡντινοῦν χρείαν ἔχοντες.’ λακκαίου δὲ ὕδατος μνημονεύει Ἀναξίλας ἐν Αὐλητῇ οὕτως (II 264 K)·
  1. ὕδατός τε λακκαίου παρ’ ἐμοῦ τουτί γέ σοι
  2. νόμιζ’ ὑπάρχειν.
καὶ πάλιν·
  1. ἴσως τὸ λακκαῖόν γ’ ὕδωρ ἀπόλωλ’ ἐμόν.
Ἀπολλόδωρος δ’ ὁ Γελῷος καὶ τοῦ λάκκου αὐτοῦ, ὥσπερ ἡμεῖς λέγομεν, μνημονεύει ἐν Ἀπολιπούσῃ οὕτως (IV 438 M)·
  1. ἀγωνιῶσα τόν τε τοῦ λάκκου κάδον
  2. λύσασα καὶ τὸν τοῦ φρέατος εὐτρεπεῖς
  3. τὰς ἱμονιὰς πεποίηκας.’

τούτων ὁ Μυρτίλος ἀκούσας ἔφη· ‘ἐγὼ δ’ ὢν φιλοτάριχος, ὦ ἑταῖροι, χιόνος πιεῖν βούλομαι κατὰ Σιμωνίδην.’ καὶ ὁ Οὐλπιανὸς ‘κεῖται μὲν ὁ φιλοτάριχος, ἔφη, παρ’ Ἀντιφάνει ἐν Ὀμφάλῃ οὕτως (II 84 K)·

  1. οὐ φιλοτάριχος οὐδαμῶς εἰμ᾽, ὦ κόρη.
Ἄλεξις δ’ ἐν Γυναικοκρατίᾳ καὶ ζωμοτάριχόν τινα κέκληκεν ἐν τούτοις (ib. 312)·
  1. ὁ δὲ Κίλιξ
  2. ὅδ’ Ἱπποκλῆς, ὁ ζωμοτάριχος ὑποκριτής.
τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα.’ ‘οὐ γὰρ
v.1.p.286
μέλει σοι,’ ἔφη ὁ Μυρτίλος, ‘ἱστορίας, ὦ γάστρων. κνισολοιχὸς γάρ τις εἶ καὶ κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον καὶ κνισοκόλαξ. Καλλίστρατος ἐν ζʹ Συμμίκτων φησὶν ὡς ἑστιώμενος παρά τισι Σιμωνίδης ὁ ποιητὴς ‘κραταιοῦ καύματος ὥρᾳ’ καὶ τῶν οἰνοχόων τοῖς ἄλλοις μισγόντων εἰς τὸ ποτὸν χιόνος, αὐτῷ δὲ οὔ, ἀπεσχεδίασε τόδε τὸ ἐπίγραμμα (167 B4)·
  1. τήν ῥά ποτ’ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν
  2. ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης·
  3. ἀνδρῶν δ’ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη
  4. ζωὴ Πιερίην γῆν ἐπιεσσαμένη·
  5. ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος. οὐ γὰρ ἔοικε
  6. θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν.’
πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει ὁ Οὐλπιανός· ‘ποῦ κεῖται ὁ κνισολοιχὸς καὶ τίνα ἐστὶ τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος;’ ‘τὰ μὲν οὖν τοῦ Ἀσίου,’ ἔφη ὁ Μυρτίλος, ‘ἔπη ταῦτ’ ἐστί (II 23 B4)·
  1. χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ
  2. ἦλθεν κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει,
  3. ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν
  4. ἥρως εἱστήκει βορβόρου ἐξαναδύς.
ὁ δὲ κνισολοιχός ἐστι παρὰ μὲν Σωφίλῳ ἐν Φιλάρχῳ οὕτως (II 446 K)·
  1. ὀψοφάγος εἶ καὶ κνισολοιχός.
ἐν δὲ τοῖς ἐπιγραφομένοις Συντρέχουσι κνισολοιχίαν εἴρηκεν ἐν τούτοις (ibid)·
v.1.p.287
  1. ὁ πορνοβοσκὸς γὰρ μ᾽ ὑπὸ κνισολοιχίας
  2. χορδήν τιν’ αἱματῖτιν αὑτῷ σκευάσαι
  3. ἐκέλευσε ταυτηνί με.
τοῦ κνισολοιχοῦ δὲ καὶ Ἀντιφάνης μνημονεύει ἐν Βομβυλιῷ (ib. 37). ὅτι δὲ ἔπινον καὶ γλυκὺν οἶνον μεταξὺ ἐσθίοντες, Ἄλεξίς φησιν ἐν Δρωπίδῃ (ib. 317)·
  1. εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν
  2. ἐν ἀργυρῷ ποτηρίῳ, πετάχνῳ τινὶ
  3. ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ
  4. οὔτε φιάλῃ· μετεῖχε δ’ ἀμφοῖν τοῖν ῥυθμοῖν.’

ἑξῆς ἐπεισηνέχθη πλακοῦς ἐκ γάλακτος ἰτρίων τε καὶ μέλιτος, ὃν Ῥωμαῖοι λίβον καλοῦσι. καὶ ὁ Κύνουλκος ἔφη· ‘ἐμπίπλασο, Οὐλπιανέ, χθωροδλαψου πατρίου, ὃς παρ’ οὐδενὶ τῶν παλαιῶν μὰ τὴν Δήμητρα γέγραπται πλὴν εἰ μὴ ἄρα παρὰ τοῖς τὰ Φοινικικὰ συγγεγραφόσι Σαγχουνιάθωνι καὶ Μώχῳ, τοῖς σοῖς πολίταις.’ καὶ ὁ Οὐλπιανὸς ‘ἀλλ’ ἐμοὶ μέν, ἔφη, ὦ κυνάμυια, μελιπήκτων ἅλις, ἡδέως δ’ ἂν χόνδρου φάγοιμι τῶν ὀστρακίδων ἢ τῶν κοκκάλων ἀφθόνως ἔχοντος.’ καὶ κομισθέντος ‘δότε, ἔφη, μυστίλην· οὐ γὰρ ἂν εἴποιμι μύστρον .... παρ’ οὐδενὶ δὲ τῶν πρὸ ἡμῶν εἰρημένον.’ ‘ἐπιλήσμων εἶ, ἔφη, ὦ θαυμάσιε,’ ὁ Αἰμιλιανός. ‘οὐ σὺ μέντοι τὸν Κολοφώνιον Νίκανδρον ἀεὶ τεθαύμακας τὸν ἐποποιὸν ὡς φιλάρχαιον καὶ πολυμαθῆ; καὶ ὡς τὸ πεπέρι

v.1.p.288
ὀνομάσαντα παρέθου; οὗτος τοίνυν αὐτὸς ἐν τῷ προτέρῳ τῶν Γεωργικῶν ἐμφανίζων τὴν τοῦ χόνδρου χρῆσιν καὶ μύστρον ὠνόμασε διὰ τούτων (fr. 68 Schn)·
  1. ἀλλ’ ὁπότ’ ἢ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνὸς
  2. ἠὲ κλυτοῦ ὄρνιθος ἐφοπλίζεσθαι ἐδωδήν,
  3. χίδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις
  4. ἄγγεσιν, εὐώδει δὲ μιγῇ ἀνάφυρσον ἐλαίῳ.
  5. ζωμὸν δὲ βρομέοντα καταντλας . . . . .
  6. . . . . . . . . . . . πνῖγε δὲ πῶμα
  7. ἀμφιβαλών· φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον.
  8. ἠρέμα δὲ χλιαρὸν κοίλοις ἐκδαίνυσο μύστροις.
διὰ τούτων, ὦ θαυμασιώτατε, ὑπογράφει ὁ Νίκανδρος τὴν χρείαν τοῦ τε χόνδρου καὶ τῆς ἐπτισμένης κριθῆς, ἐπιχεῖν κελεύων ἀρνὸς ἢ ἐρίφου ζωμὸν ἢ ὄρνιθος. τὰ μὲν οὖν χίδρα, φησίν, ἔντριψον μὲν ἐν θυείᾳ, μίξας δ’ ἔλαιον αὐτοῖς ἀναφύρασον, ἡνίκ’ ἂν ἕψηται. τὸν ἐκ τῆς τοιᾶσδε σκευῆς ἀναβρομοῦντα ζωμὸν πυκνότερον τῇ ζωμηρύσει καταμίγνυε, μηδὲν ἕτερον ἐπεγχέων, ἀλλ’ αὐτὸν ἀπ’ αὐτοῦ ἀρυόμενος πρὸς τὸ μηδὲν ὑπερζέσαι τοῦ πιμελεστέρου. διὸ καί φησι, κατάπνιγε τὸ ὑπερζέον ἐπιθεὶς πῶμα· τὸ γὰρ κρῖμνον οὕτω φωκτὸν γινόμενον ἀνοιδεῖ. τελευταῖον δὲ πρᾴως χλιαρὸν γενόμενον κοίλοις προσφέρου τοῖς
v.1.p.289
μύστροις. ἀλλὰ μὴν καὶ Ἱππόλοχος ὁ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα ἐπιστολῇ, δι’ ἧς ἐμφανίζει Μακεδονικόν τι δεῖπνον πολυτελείᾳ τὰ πάντα πανταχοῦ γενόμενα ὑπερβαλόν, μνημονεύει ὡς ἑκάστῳ τῶν δειπνούντων δοθέντων μύστρων χρυσῶν. ἐπεὶ δὲ φιλάρχαιος εἶναι θέλεις καὶ οὐδὲν φὴς φθέγξεσθαι ὃ μὴ τῆς Ἀττικῆς ἐστι φωνῆς, ὦ φίλτατε, τί ἐστιν ὃ λέγει Νικοφῶν ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν τοῖς Χειρογάστορσιν; ἐγὼ γὰρ καὶ τοῦτον εὑρίσκω μνημονεύοντα τῶν μύστρων ὅταν λέγῃ (I 779 K)·
  1. μεμβραδοπώλαις, ἀνθρακοπώλαις,
  2. ἰσχαδοπώλαις, διφθεροπώλαις,
  3. ἀλφιτοπώλαις, μυστριοπώλαις,
  4. βιβλιοπώλαις, κοσκινοπώλαις,
  5. ἐγκριδοπώλαις, σπερματοπώλαις.
τίνες γὰρ ἂν εἶεν οἱ μυστριοπῶλαι ἀλλ᾽ ἢ οἱ τὰ μύστρα πωλοῦντες; μαθὼν οὖν ἐκ τούτων, ὦ καλέ μου Συραττικέ, τὴν τοῦ μύστρου χρῆσιν ἐμφοροῦ τοῦ χόνδρου, ἵνα μὴ λέγῃς ‘ἄκικύς εἰμι κὠλιγοδρανέω.’

τεθαύμακα δὲ καὶ πῶς οὐκ ἐζήτησας ‘ὁ δὲ χόνδρος πόθεν; Μεγαρόθεν ἢ Θετταλικός;’ ὅθεν καὶ Μυρτίλος ἐστίν.’ καὶ ὁ Οὐλπιανὸς ‘παύομαι, ἔφη, ἐσθίων, ἕως ἄν με διδάξῃς παρὰ τίσιν εἴρηνται οὗτοι οἱ χόνδροι.’ καὶ ὁ Αἰμιλιανὸς ἔφη· ‘ἀλλ’ οὐ φθονήσω σοι. ὁρῶν γὰρ λαμπροτάτην δείπνου παρασκευὴν βούλομαί σε δίκην ἀλεκτρυόνος ἐμφορηθέντα τοῦ χόνδρου κορύξασθαι καὶ διδάσκειν ἡμᾶς περὶ ὧν

v.1.p.290
μέλλομεν ἐδεσμάτων μεταλαμβάνειν.’ καὶ ὃς δυσχεράνας ἔφη· ‘πόθεν σοι καὶ τὰ ἐδέσματα; μὴ γὰρ ἀναπαύσασθαι ἔστι ζητοῦντα ἀεί τι πρὸς τοὺς ὀψιμαθεῖς τούτους σοφιστάς;’ ‘ἀλλὰ μήν, ἔφη, καὶ περὶ τούτου σοι τὸν λόγον, ὁ Αἰμιλιανός, ἀποδώσω. λέξω δὲ πρῶτον περὶ τοῦ χόνδρου Ἀντιφάνους παρατιθέμενος ἐξ Ἀντείας τάδε (II 24 K)·
  1. ἐν ταῖς σπυρίσι δὲ τί ποτ’ ἔνεστιν, φίλτατε;
  2. Β. ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός.
  3. Α. οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ;
  4. Β. ..... τῆς .. Φοινίκης ..
  5. σεμίδαλις, ἐκ πολλῆς σφόδρ’ ἐξηττημένη.
τὸ δ’ αὐτὸ τοῦτο δρᾶμα φέρεται καὶ ὡς Ἀλέξιδος ἐν ὀλίγοις σφόδρα διαλλάττον. ἐν δὲ Πονήρᾳ πάλιν ὁ Ἄλεξις (ib. 368)·
  1. καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.
χόνδρον δὲ εἴρηκε τὸ ῥόφημα Ἀριστοφάνης ἐν Δαιταλεῦσιν οὕτως (I 442 K)·
  1. ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
  2. ἐδίδου ῥοφεῖν ἄν.
καὶ σεμιδάλεως δὲ μέμνηται, εἰ καὶ μὴ τὰ μαρτύρια κρατῶ, Στράττις ἐν Ἀνθρωπορέστῃ (I 712 K) καὶ Ἄλεξις ἐν Ἰσοστασίῳ (II 328 K). τὴν γενικὴν δὲ σεμιδάλιδος εἴρηκεν ὁ Στράττις ἐν τῷ αὐτῷ δράματι οὕτω (l. s)·
  1. τῶν δὲ διδύμων ἐκγόνων
  2. σεμιδάλιδος ...
τὰ δὲ ἐδέσματα ὠνόμασεν Ἀντιφάνης ἐν Διδύμοις οὑτωσί (II 45 K)·
v.1.p.291
  1. ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων
  2. πιών τε προπόσεις τρεῖς ἴσως ἢ τέτταρας
  3. ἐστρηνίων πως, καταβεβρωκὼς σιτία
  4. ἴσως ἐλεφάντων τεττάρων.
ἐχέτω τέλος καὶ ἥδε ἡ βίβλος ἐπὶ τοῖς λόγοις τοῖς περὶ τῶν ἐδεσμάτων ἔχουσα τὴν καταστροφήν. ἀρχὴν γὰρ τοῦ δείπνου ἀπὸ τῶν ἑξῆς ποιησόμεθα. — οὐ πρότερόν γε, ὦ Ἀθήναιε, πρὶν ἡμῖν διελθεῖν καὶ τὸ τοῦ Ἱππολόχου τὸ Μακεδονικὸν συμπόσιον. — ἀλλ’ εἰ τοῦτό σοι φίλον, ὦ Τιμόκρατες, οὕτω παρασκευαζώμεθα.

Ἱππόλοχος ὁ Μακεδών, ἑταῖρε Τιμόκρατες, τοῖς χρόνοις μὲν γέγονε κατὰ Λυγκέα καὶ Δοῦριν τοὺς Σαμίους, Θεοφράστου δὲ τοῦ Ἐρεσίου μαθητάς, συνθήκας δ’ εἶχε ταύτας πρὸς τὸν Λυγκέα, ὡς ἐκ τῶν αὐτοῦ μαθεῖν ἔστιν ἐπιστολῶν, πάντως αὐτῷ δηλοῦν εἴ τινι συμπεριενεχθείη δείπνῳ πολυτελεῖ, τὰ ὅμοια κἀκείνου ἀντιπροπίνοντος αὐτῷ. ἑκατέρων οὖν σῴζονται δειπνητικαί τινες ἐπιστολαί, Λυγκέως μὲν τὸ Λαμίας τῆς Ἀττικῆς αὐλητρίδος ἐμφανίζοντος δεῖπνον Ἀθήνησι γενόμενον Δημητρίῳ τῷ βασιλεῖ, ἐπίκλην δὲ Πολιορκητῇ (ἐρωμένη δ’ ἦν ἡ Λάμια τοῦ Δημητρίου), τοῦ δ’ Ἱππολόχου τοὺς Καράνου τοῦ Μακεδόνος ἐμφανίζοντος γάμους. καὶ ἄλλαις δὲ περιετύχομεν τοῦ

v.1.p.292
Λυγκέως ἐπιστολαῖς πρὸς τὸν αὐτὸν γεγραμμέναις Ἱππόλοχον, δηλούσαις τό τε Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον Ἀφροδίσια ἐπιτελοῦντος Ἀθήνησι καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως. δώσομεν δέ σοι ἡμεῖς καὶ αὐτὰς τὰς ἐπιστολάς. ἐπεὶ δὲ ἡ τοῦ Ἱππολόχου σπανίως εὑρίσκεται, ἐπιδραμοῦμαί σοι τὰ ἐν αὐτῇ γεγραμμένα διατριβῆς ἕνεκα νῦν καὶ ψυχαγωγίας.

ἐν Μακεδονίᾳ, ὡς ἔφην (III 126 e), τοῦ Καράνου γάμους ἑστιῶντος οἱ μὲν συγκεκλημένοι ἄνδρες ἦσαν εἴκοσιν· οἷς καὶ κατακλιθεῖσιν εὐθέως ἐδόθησαν φιάλαι ἀργυραῖ ἑκάστῳ μία δωρεά. προεστεφανώκει δὲ καὶ ἕκαστον πρὶν εἰσελθεῖν στλεγγίδι χρυσῇ· πέντε χρυσῶν ἑκάστῃ δ’ ἦν τὸ τίμημα. ἐπεὶ δ’ ἐξέπιον τὰς φιάλας, ἐν χαλκῷ πίνακι τῶν Κορινθίων κατασκευασμάτων ἄρτος ἑκάστῳ ἰσόπλατυς ἐδόθη, ὄρνεις τε καὶ νῆσσαι, προσέτι δὲ καὶ φάτται καὶ χὴν καὶ τοιαύτη τις ἄλλη ἀφθονία σεσωρευμένη, καὶ ἕκαστος λαβὼν σὺν αὐτῷ πίνακι τοῖς κατόπιν διεδίδου παισίν. ἄλλα δ’ ἐσθίειν περιεφέρετο πολλὰ καὶ ποικίλα, καὶ μετὰ ταῦτα ἀργυροῦς πίναξ ἕτερος, ἐφ’ ᾧ πάλιν ἄρτος μέγας καὶ χῆνες καὶ λαγωοὶ καὶ ἔριφοι καὶ ἕτεροι ἄρτοι πεπονημένοι καὶ περιστεραὶ καὶ τρυγόνες πέρδικές τε καὶ ὅσον ἄλλο πτηνῶν πλῆθος ἦν. ‘ἐπεδώκαμεν οὖν, φησί, καὶ ταῦτα τοῖς δούλοις καὶ ὡς ἄδην εἴχομεν βρώσεως ἐχερνιψάμεθα. καὶ στέφανοι εἰσηνέχθησαν πολλοὶ παντοδαπῶν ἀνθέων ἐπὶ πᾶσί τε χρυσαῖ στλεγγίδες, ὁλκὴν ἴσαι τῷ πρώτῳ στεφάνῳ.’ ἐπὶ δὲ τούτοις εἰπὼν ὁ Ἱππόλοχος ὡς Πρωτέας ἀπόγονος ἐκείνου Πρωτέου Λανίκης υἱοῦ,

v.1.p.293
ἥτις ἐγεγόνει τροφὸς Ἀλεξάνδρου τοῦ βασιλέως, ἔπινε πλεῖστον (ἦν γὰρ πολυπότης ὡς καὶ ὁ πάππος αὐτοῦ Πρωτέας ὁ συγγενόμενος Ἀλεξάνδρῳ) καὶ ὅτι πᾶσι προὔπιεν, ἑξῆς γράφει καὶ ταῦτα·

‘ἤδη δὲ ἡμῶν ἡδέως ἀπηλλοτριωμένων τοῦ σωφρονεῖν ἐπεισβάλλουσιν αὐλητρίδες καὶ μουσουργοὶ καὶ σαμβυκίστριαί τινες Ῥόδιαι, ἐμοὶ μὲν γυμναὶ δοκῶ, πλὴν ἔλεγόν τινες αὐτὰς ἔχειν χιτῶνας, ἀπαρξάμεναί τε ἀπῆλθον. καὶ ἐπεισῆλθον ἄλλαι φέρουσαι ληκύθους μύρου ἑκάστη δύο συνδεδεμένας ἱμάντι χρυσῷ, τὴν μὲν ἀργυρᾶν, τὴν δὲ χρυσῆν, κοτυλιαίας, καὶ ἑκάστῳ προσέδωκαν. ἔπειτ’ εἰσφέρεται πλοῦτος ἀντὶ δείπνου, πίναξ ἀργυροῦς ἐπὶ πάχος οὐκ ὀλίγον περίχρυσος, ὅσος ὥστε δέξασθαι μέγεθος χοίρου τινὸς ὀπτοῦ καὶ σφόδρα μεγάλου, ὃς ὕπτιος ἐπέκειτο τὴν γαστέρα δεικνὺς ἄνω πλήρη οὖσαν πολλῶν ἀγαθῶν· ἦσαν γὰρ ἐν αὐτῷ συνωπτημέναι κίχλαι καὶ νῆτται καὶ συκαλλίδων πλῆθος ἄπειρον καὶ ᾠῶν ἐπικεχυμέναι λέκιθοι καὶ ὄστρεα καὶ κτένες· καὶ ἑκάστῳ πεπυρωμένα αὐτοῖς πίναξιν ἐδόθη. μετὰ δὲ ταῦτα πιόντες ἐλάβομεν ἕκαστος ἔριφον ζέοντα ἐφ’ ἑτέρῳ πάλιν πίνακι τοιούτῳ σὺν μύστροις χρυσοῖς. ὁρῶν οὖν τὴν δυσχωρίαν ὁ Κάρανος κελεύει σπυρίδας ἡμῖν καὶ ἀρτοφόρα διὰ ἱμάντων ἐλεφαντίνων πεπλεγμένα δοθῆναι, ἐφ’ οἷς ἡσθέντες ἀνεκροταλίσαμεν τὸν νυμφίον ὡς καὶ τῶν δοθέντων ἡμῖν ἀνασεσωσμένων. ἔπειτα στέφανοι πάλιν καὶ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν ἰσόσταθμον τοῖς

v.1.p.294
προτέροις. ἡσυχίας δὲ γενομένης ἐπεισβάλλουσιν ἡμῖν οἱ κἂν τοῖς Χύτροις τοῖς Ἀθήνησι λειτουργήσαντες. μεθ’ οὓς εἰσῆλθον ἰθύφαλλοι καὶ σκληροπαῖκται καί τινες καὶ θαυματουργοὶ γυναῖκες εἰς ξίφη κυβιστῶσαι καὶ πῦρ ἐκ τοῦ στόματος ἐκριπίζουσαι γυμναί.

ἐπεὶ δὲ καὶ τούτων ἀπηλλάγημεν, ἐκλαμβάνει πάλιν ἡμᾶς θερμός τις καὶ ζωρότερος πότος, οἴνων ὄντων ἡμῖν Θασίων καὶ Μενδαίων καὶ Λεσβίων, χρυσίδων πάνυ μεγάλων ἑκάστῳ προσενεχθεισῶν. καὶ μετὰ τὸν πότον ὑελοῦς πίναξ δίπηχύς που τὴν διάμετρον ἐν θήκῃ κατακείμενος ἀργυρᾷ πλήρης ἰχθύων ὀπτῶν πάντα γένη συνηθροισμένων, ἅπασί τε προσεδόθη καὶ ἀργυροῦν ἀρτοφόρον ἄρτων Καππαδοκίων, ὧν τὰ μὲν ἐφάγομεν, τὰ δὲ τοῖς θεράπουσιν ἐπεδώκαμεν. καὶ νιψάμενοι τὰς χεῖρας ἐστεφανούμεθα καὶ πάλιν στλεγγίδας ἐλάβομεν χρυσᾶς, διπλασίους τῶν πρότερον, καὶ ἄλλο διλήκυθον μύρου. ἡσυχίας δὲ γενομένης ἐξαλλόμενος τῆς κλίνης ὁ Πρωτέας αἰτεῖ σκύφον χοαῖον καὶ πληρώσας οἴνου Θασίου ὀλίγον τι ἐπιρράνας ὕδατος ἐξέπιεν ἐπειπών·

  1. ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται.
καὶ ὁ Κάρανος ἔφη· ‘ἐπεὶ πρῶτος ἔπιες, ἔχε πρῶτος καὶ τὸν σκύφον δῶρον· τοῦτο δὲ καὶ τοῖς ἄλλοις ὅσοι ἂν πίωσιν ἔσται γέρας.’ ἐφ’ οἷς λεχθεῖσιν
οἱ δ’ ἐννέα πάντες ἀνέσταν
Il. 7.161 ἁρπάζοντες κἄλλος ἄλλον φθάνοντες. εἷς δὲ τῶν συνδειπνούντων ἡμῖν ἄθλιος οὐ δυνάμενος πιεῖν ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος, καὶ ὁ Κάρανος αὐτῷ χαρίζεται κενὸν τὸ ἔκπωμα.
v.1.p.295
ἐπὶ τούτοις χορὸς εἰσῆλθεν ἀνθρώπων ἑκατὸν ἐμμελῶς ᾀδόντων γαμικὸν ὕμνον, μεθ’ οὓς ὀγχηστρίδες διεσκευασμέναι τρόπον Νηρηίδων, αἳ δὲ Νυμφῶν.

τοῦ πότου δὴ προιόντος καὶ τῆς ὥρας ὑποσκιαζούσης ἀναπεταννύουσι τὸν οἶκον, ἐν ᾧ κύκλῳ ὀθόναις διείληπτο πάντα λευκαῖς· καὶ ἀναπετασθεισῶν Ναΐδες ἐφάνησαν λάθρᾳ κατὰ μηχανὰς σχασθέντων τῶν φραγμάτων καὶ Ἔρωτες καὶ Ἀρτέμιδες καὶ Πᾶνες καὶ Ἑρμαῖ καὶ τοιαῦτα πολλὰ εἴδωλα ἀργυροῖς δᾳδουχοῦντα λαμπτῆρσι. θαυμαζόντων δ’ ἡμῶν τὴν τεχνιτείαν Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι κατὰ πινάκων τετραγώνων χρυσομίτρων σιβύναις ἀργυραῖς διαπεπερονημένοι περιεφέροντο ἑκάστῳ. καὶ τὸ θαυμάσιον, ὅτι παρειμένοι καὶ καρηβαροῦντες ὑπὸ τῆς μέθης ὁπότε τι τῶν ἀγομένων θεασαίμεθα πάντες ἐξενήφομεν, ὀρθοὶ τὸ δὴ λεγόμενον ἀνιστάμενοι (Il. 24.11 ?). ἔναττον οὖν οἱ παῖδες εἰς τὰς εὐτυχεῖς σπυρίδας, ἕως ἐσάλπισε τὸ εἰωθὸς τοῦ τελευταίου δείπνου σημεῖον· οὕτω γὰρ τὸ Μακεδονικὸν οἶσθα ἔθος ἐν ταῖς πολυανθρώποις εὐωχίαις γινόμενον. καὶ ὁ Κάρανος ἄρξας πότου μικροῖς ἐκπώμασι περισοβεῖν ἐκέλευε τοῖς παισίν. ἐπίνομεν οὖν εὐμαρῶς ὥσπερ ἀντίδοτον ἐκ τῆς προτέρας ἀκρατοποσίας λαμβάνοντες. ἐν τούτῳ δὲ ὁ γελωτοποιὸς εἰσῆλθε Μανδρογένης, ἐκείνου Στράτωνος τοῦ Ἀττικοῦ, ὥς φασιν, ἀπόγονος καὶ πολλοὺς κατέρρηξεν ἡμῶν γέλωτας· καὶ μετὰ ταῦτα ὠρχεῖτο μετὰ τῆς γυναικὸς ἔτη οὔσης ὑπὲρ τὰ ὀγδοήκοντα. καὶ τελευταῖαι ἐπεισῆλθον ἐπιδόρπιαι τράπεζαι, τραγήματά τ’ ἐν πλεκτοῖς ἐλεφαντίνοις ἐπεδόθη πᾶσι καὶ

v.1.p.296
πλακοῦντες ἕκαστα γένη, Κρητικῶν καὶ τῶν σῶν, ἑταῖρε Λυγκεῦ, Σαμιακῶν καὶ Ἀττικῶν αὐταῖς ταῖς ἰδίαις τῶν πεμμάτων θήκαις. μετὰ δὲ ταῦτα ἐξαναστάντες ἀπηλλαττόμεθα νήφοντες νὴ τοὺς θεοὺς διὰ τὸν φόβον τοῦ πλούτου ὃν ἐλάβομεν. σὺ δὲ μόνον ἐν Ἀθήναις μένων εὐδαιμονίζεις τὰς Θεοφράστου θέσεις ἀκούων, θύμα καὶ εὔζωμα καὶ τοὺς καλοὺς ἐσθίων στρεπτούς, Λήναια καὶ Χύτρους θεωρῶν. ἡμεῖς δ’ ἐκ τοῦ Καράνου δείπνου πλοῦτον ἀντὶ μερίδων εὐωχηθέντες νῦν ζητοῦμεν οἳ μὲν οἰκίας, οἳ δὲ ἀγρούς, οἳ δὲ ἀνδράποδ᾽ ὠνήσασθαι.’

εἰς ταῦτα, ὦ ἑταῖρε Τιμόκρατες, ἀποβλέπων τίνι συγκρῖναι ἔχεις τῶν Ἑλληνικῶν δείπνων τὸ προκείμενον τοῦτο συμπόσιον; ὁπότε καὶ Ἀντιφάνης ὁ κωμῳδιοποιὸς ἐν Οἰνομάῳ ἢ Πέλοπι διαπαίζων ἔφη (II 81 K)·

  1. τί δ’ ἂν Ἕλληνες μικροτράπεζοι,
  2. φυλλοτρῶγες δράσειαν; ὅπου
  3. τέτταρα λήψῃ κρέα μίκρ’ ὀβολοῦ.
  4. παρὰ δ’ ἡμετέροις προγόνοισιν ὅλους
  5. βοῦς ὤπτων, ὗς, ἐλάφους, ἄρνας·
  6. τὸ τελευταῖον δ’ ὁ μάγειρος ὅλον
  7. τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ
  8. θερμὴν παρέθηκε κάμηλον.
ὁ Ἀριστοφάνης δ’ ἐν Ἀχαρνεῦσι καὶ αὐτὸς τῶν βαρβάρων ἐμφανίζων τὴν μεγαλειότητά φησιν (85)·
  1. ΠΡ. εἶτ’ ἐξένιζε παρετίθει θ’ ἡμῖν ὅλους
  2. ἐκ κριβάνου βοῦς. ΔΙΚ. καὶ τίς εἶδε πώποτε
  3. βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.
    v.1.p.297
  4. ΠΡ. καὶ ναὶ μὰ Δί’ ὄρνιν τριπλάσιον Κλεωνύμου
  5. παρέθηκεν ἡμῖν· ὄνομα δ’ ἦν αὐτῷ φέναξ.
Ἀναξανδρίδης δ’ ἐν Πρωτεσιλάῳ διασύρων τὸ τῶν Ἰφικράτους γάμων συμπόσιον, ὅτε ἤγετο τὴν Κότυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί (I 151 K)·

  1. κἂν ταῦτα ποιῆθ᾽, ὥσπερ φράζω,
  2. λαμπροῖς δείπνοις δεξόμεθ’ ὑμᾶς,
  3. οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους
  4. τοῖς ἐν Θρᾴκῃ· καίτοι φασὶν
  5. βουβαυκαλόσαυλα γενέσθαι·
  6. κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι
  7. στρώμαθ’ ἁλουργῆ μέχρι τῆς ἄρκτου·
  8. δειπνεῖν δ’ ἄνδρας βουτυροφάγους,
  9. αὐχμηροκόμας μυριοπληθεῖς·
  10. τοὺς δὲ λέβητας χαλκοῦς εἶναι
  11. μείζους λάκκων δωδεκακλίνων·
  12. αὐτὸν δὲ Κότυν περιεζῶσθαι
  13. ζωμόν τε φέρειν ἐν χοὶ χρυσῇ
  14. καὶ γευόμενον τῶν κρατήρων
  15. πρότερον μεθύειν τῶν πινόντων.
  16. αὐλεῖν δ’ αὐτοῖς Ἀντιγενείδαν,
  17. Ἀργᾶν δ’ ᾄδειν καὶ κιθαρίζειν
  18. Κηφισόδοτον τὸν Ἀχαρνῆθεν·
  19. μέλπειν δ’ ᾠδαῖς
  20. τοτὲ μὲν Σπάρτην τὴν εὐρύχορον,
    v.1.p.298
τοτὲ δ’ αὖ Θήβας τὰς ἑπταπύλους, τὰς ἁρμονίας μεταβάλλοντας, φερνάς τε λαβεῖν δύο μὲν ξανθῶν ἵππων ἀγέλας αἰγῶν τ’ ἀγέλην χρυσοῦν τε σάκος .... φιάλην τε λεπαστὴν χιόνος τε πρόχουν κέρχνων τε χύτραν βολβῶν τε σιρὸν δωδεκάπηχυν καὶ πουλυπόδων ἑκατόμβην. ταῦτα μὲν οὕτως φασὶ ποιῆσαι Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει. τούτων δ’ ἔσται πολὺ σεμνότερον καὶ λαμπρότερον παρὰ δεσποσύνοις τοῖς ἡμετέροις. τί γὰρ ἐλλείπει δόμος ἡμέτερος, ποίων ἀγαθῶν; οὐ σμύρνης ἐκ Συρίας ὀδμαὶ λιβάνου τε πνοαί, τερενοχρῶτες μαζῶν ὄψεις, ἄρτων, ἀμύλων, πουλυποδείων, χολίκων, δημοῦ, φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων, λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων, ἐνθρυμματίδων, πτισάνης, ἀθάρης, κυάμων, λαθύρων, ὤχρων, δολίχων, μέλιτος, τυροῦ, χορίων, πυῶν, καρύων, χόνδρου, κάραβοι ὀπτοί, τευθίδες ὀπταί, κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί,
v.1.p.299
  1. μύραιν’ ἑφθή, κωβιοὶ ἑφθοί,
  2. θυννίδες ὀπταί, φυκίδες ἑφθαί,
  3. βάτραχοι, πέρκαι,
  4. συνόδοντες, ὄνοι, βατίδες, ψῆτται,
  5. γαλεός, κόκκυξ, θρίσσαι, νάρκαι,
  6. ῥίνης τεμάχη, σχαδόνες, βότρυες,
  7. σῦκα, πλακοῦντες, μῆλα, κράνειαι,
  8. ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες,
  9. κνῆκος, ἐλᾶαι, στέμφυλ᾽, ἄμητες,
  10. πράσα, γήτειον, κρόμμυα, φυστή,
  11. βολβοί, καυλοί, σίλφιον, ὄξος,
  12. μάραθ᾽, ᾠά, φακῆ, τέττιγες, ὀποί,
  13. κάρδαμα, σήσαμα, κήρυκες, ἅλες,
  14. πίνναι, λεπάδες, μύες, ὄστρεια,
  15. κτένες, ὄρκυνες· καὶ πρὸς τούτοις
  16. ὀρνιθαρίων ἄφατον πλῆθος,
  17. νηττῶν, φαττῶν· χῆνες, στρουθοί,
  18. κίχλαι, κόρυδοι, κίτται, κύκνοι,
  19. πελεκάν, κίγκλοι, γέρανοσ — Β. τουδὶ
  20. τοῦ χάσκοντος διατειναμένη
  21. διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν
  22. διακόψειεν τὸ μέτωπον.
  23. Α. οἶνοι δέ σοι, λευκός,
  24. γλυκύς, αὐθιγενής, ἡδύς, καπνίας.

Λυγκεὺς δ’ ἐν Κενταύρῳ διαπαίζων τὰ Ἀττικὰ δεῖπνά φησι (IV 433 M)·

  1. μάγειρ᾽, ὁ θύων ἐστὶ δειπνίζων τ’ ἐμὲ
    v.1.p.300
  2. Ῥόδιος, ἐγὼ δ’ ὁ κεκλημένος Περίνθιος.
  3. οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς
  4. δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ
  5. ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν
  6. ἔχοντα μικροὺς πέντε πινακίσκους ἄνω·
  7. τούτων ὃ μὲν ἔχει σκόροδον, ὃ δ’ ἐχίνους δύο,
  8. ὃ δὲ θρυμματίδα γλυκεῖαν, ὃ δὲ κόγχας δέκα,
  9. ὃ δ’ ἀντακαίου μικρόν. ἐν ὅσῳ δ’ ἐσθίω,
  10. ἕτερος ἐκεῖν᾽, ἐν ὅσῳ δ’ ἐκεῖνος, τοῦτ’ ἐγὼ
  11. ἠφάνισα. βούλομαι δέ γ᾽, ὦ βέλτιστε σύ,
  12. κἀκεῖνο καὶ τοῦτ᾽, ἀλλ’ ἀδύνατα βούλομαι·
  13. οὔτε στόματα γὰρ οὔτε χεῖρας πέντ’ ἔχω.
  14. ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην,
  15. ἀλλ’ οὐθέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα·
  16. κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ.
  17. τί οὖν ἔχεις; Β. ὄστρεια πολλά. Α. πίνακά μοι
  18. τούτων παραθήσεις αὐτὸν ἐφ’ ἑαυτοῦ μέγαν.
  19. ἔχεις ἐχίνους; Β. ἕτερος ἔσται σοι πίναξ·
  20. αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ ὀβολῶν.
  21. Α. ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον,
  22. ἵνα ταὐτὰ πάντες, μὴ τὸ μὲν ἐγώ, τὸ δ’ ἕτερος ...
Δρομέας δ’ ὁ παράσιτος ἐρωτήσαντός τινος αὐτόν, ὥς φησιν ὁ Δελφὸς Ἡγήσανδρος (FHG IV 415), πότερον ἐν ἄστει γίνεται βελτίω δεῖπνα ἢ ἐν Χαλκίδι, τὸ προοίμιον εἶπε τῶν ἐν Χαλκίδι δείπνων χαριέστερον εἶναι τῆς ἐν ἄστει παρασκευῆς, τὸ πλῆθος τῶν ὀστρέων καὶ τὴν ποικιλίαν προοίμιον εἰπὼν δείπνου.

Δίφιλος

v.1.p.301
δ’ ἐν Ἀπολειπούσῃ μάγειρόν τινα παράγων ποιεῖ τάδε λέγοντα (II 545 K)·
  1. πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι
  2. εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερ’ Ἀττικοὶ
  3. ἅπαντες ἢ κἀκ τοὐμπορίου τινές; Β. τί δαὶ
  4. τοῦτ’ ἐστὶ πρὸς σὲ τὸν μάγειρον; Α. τῆς τέχνης
  5. ἡγεμονία τίς ἐστιν αὕτη σοι, πάτερ,
  6. τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι.
  7. οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δὸς
  8. εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι,
  9. ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ’ ᾧ
  10. χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας.
  11. Β. ἀστεῖον ὁ σιλουρισμός. Α. ἂν Βυζαντίους,
  12. ἀψινθίῳ σφιν δεῦσον ὅσα γ’ ἂν παρατιθῇς,
  13. κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα.
  14. διὰ γὰρ τὸ πλῆθος τῶν παρ’ αὐτοῖς ἰχθύων
  15. πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης.
  16. Μένανδρος δ’ ἐν Τροφωνίῳ (IV 205 M)·
  17. ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή. Β. τίνος;
  18. ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ.
  19. οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια,
  20. ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα
  21. καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ
  22. ἁλίσκετ᾽, ἀλλ’ οὕτως παρέργως ἅπτεται·
  23. τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα
  24. μᾶλλον προσεδέξατ᾽. Ἀρκαδικὸς τοὐναντίον
    v.1.p.302
  25. ἀθάλασσος ὢν τοῖς λοπαδίοις ἁλίσκεται·
  26. Ἰωνικὸς πλούταξ ὑποστάσεις ποιῶν
  27. κάνδαυλον, ὑποβινητιῶντα βρώματα.