Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΤΑΓΗΝΙΣΤΩΝ δ’ ἰχθύων μνημονεύει Ἄλεξις ἐν Δημητρίῳ (II 315 K) καθάπερ κἀν τῷ προκειμένῳ δράματι. Εὔβουλος Ὀρθάννῃ (II 190 K)·
ἤσθιον δὲ καὶ ταγηνιστὰς σηπίας. Νικόστρατος ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ φησίν (II 221 K)·
- πᾶσα δ’ εὔμορφος γυνὴ
- ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα
- τριβαλλοπανόθρεπτα μειρακύλλια,
- ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη
- σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη
- πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ.
- ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας
- θερμῇ παροξύνουσα τηγάνου πνοῇ·
- ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη
- ᾄσσει· μεμαγμένη δὲ Δήμητρος κόρη
- κοίλη φάραγγος δακτύλου πιέσματι
- σύρει τριήρους ἐμβολὰς μιμουμένη,
- δείπνου πρόδρομον ἄριστον.
Ἡγήμων δ’ ἐν Φιλίννῃ καὶ γόνον ἐκ ταγήνου ἐσθίοντας ποιεῖ ἐν τούτοις (I 700 K)·
- οὔποτ’ ἂν αὖθις αὖ
- σηπίαν ἀπὸ τηγάνου
- τολμήσαιμι φαγεῖν μόνος.
- μάλα ταχέως αὐτῶν πρίω .. πουλύπουν
- καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.’
ἐπὶ τούτοις οὐχ ἡσθεὶς ὁ Οὐλπιανός, ἀνιαθεὶς δέ, ἀποβλέψας ὡς ἡμᾶς καὶ τὰ ἐξ Ὀρθάννου Εὐβούλου ἰαμβεῖα εἰπών (II 192 K)·
Μυρτίλος· ὅτι γὰρ οὐδὲν τούτων πριάμενός ποτε ἔφαγεν εὖ οἶδα, τῶν τινος οἰκετῶν αὐτοῦ εἰπόντος μοί ποτε τὰ ἐκ Πορνοβοσκοῦ Εὐβούλου ἰαμβεῖα τάδε (ib. 194)·
- ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου
- ὁ θεοῖσιν ἐχθρὸς
ἐπεὶ δὲ πεπαιδευμένος ἦν ὁ νεανίσκος καὶ οὐχὶ παρὰ τῷ Μυρτίλῳ γε, ἀλλὰ παρὰ ἄλλῳ τινί, ὡς ἐπυνθανόμην αὐτοῦ πῶς εἰς τὸν Μυρτίλον ἐνέπεσεν, ἔφη μοι τὰ ἐκ Νεοττίδος Ἀντιφάνους τάδε (II 79 K)·
- τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς,
- πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος,
- ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.
- παῖς ὢν μετ’ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε
- ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου,
- Σύρος τὸ γένος ὤν. περιτυχὼν δ’ ἡμῖν ὁδὶ
- κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο,
- ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν,
v.1.p.249- τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν,
- μηδ’ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν
- ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.’
ἔτι τοῦ Οὐλπιανοῦ τοιαῦτά τινα παίζοντος ὁ Κύνουλκος ἀνέκραγεν· ‘ἄρτου δεῖ καὶ οὐ τοῦ Μεσσαπίων βασιλέως λέγω τοῦ ἐν Ἰαπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι (fr. 89 Pr). μνημονεύει δ’ αὐτοῦ καὶ Θουκυδίδης ἐν ζʹ (c. 33) καὶ Δημήτριος ὁ κωμῳδιοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελία διὰ τούτων (I 795 K)·
οὐ τούτου οὖν τοῦ Ἄρτου ὁ νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Σιμαλίδος· οὕτως γὰρ ἡ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς ὁ αὐτὸς Πολέμων ἱστορεῖ ἐν τῷ περὶ τοῦ Μορύχου (fr. 74 Pr). ἐν δὲ τῷ αʹ τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι.’ ἐπεὶ δὲ ἤδη
- κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳ
- διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους·
- Ἄρτος δ’ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς.
- Β. ξένος γε χαρίεις. Α. ἦν ἐκεῖ .... μέγας
- καὶ λαμπρὸς ἦν.
φησὶν Ἄλεξις ἐν τῇ Εἰς τὸ φρέαρ (II 319 K). ἡμεῖς οὖν εἴπωμέν τι καὶ περὶ ΑΡΤΩΝ.’
- ‘τοῖς ἄρτοις ὅσας
- ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί,
προφθάσας δ’ αὐτὸν ὁ Ποντιανὸς ἔφη· ‘Τρύφων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς φυτικοῖς ἐπιγραφομένοις (fr. 117 V) ἄρτων ἐκτίθεται γένη, εἴ τι κἀγὼ μέμνημαι, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην, συγκομιστόν — τοῦτον δ’ εἶναί φησι καὶ διαχωρητικώτερον τοῦ καθαροῦ — , τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται μέν, φησίν, ὁ χονδρίτης ἐκ τῶν ζειῶν· ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, οὗ μνημονεύειν Τιμοκλέα ἐν Ψευδολῃσταῖς οὕτως (II 465 K)·
ΕΣΧΑΡΙΤΗΣ. τούτου μνημονεύει Ἀντίδοτος ἐν Πρωτοχόρῳ (II 411 K)·
- καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην
- θερμῶν ἰπνιτῶν ἤσθιον.
καὶ Κρώβυλος ἐν Ἀπαγχομένῳ (IV 565 M)·
- λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ;
- τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ
- καὶ σκάφην λαβών τινα
- τῶν ἐσχαριτῶν τῶν καθαρῶν.
ἐν ηʹ Δηλιάδος (FHG IV 494) λέγων ταῖς θεσμοφόροις γίνεσθαι. εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια ἐπιλεγόντων τῶν φερόντων·
- ΑΤΑΒΥΡΙΤΗΝ. Σώπατρος ἐν Κνιδίᾳ·
- Ἀταβυρίτης δ’ ἄρτος ἦν πλησίγναθος.
- ΑΧΑΙΝΑΣ. τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος
ἐν Γήρᾳ· ποιεῖ δὲ λέγουσαν ἀρτόπωλιν διηρπασμένων αὐτῆς τῶν ἄρτων ὑπὸ τῶν τὸ γῆρας ἀποβαλλόντων (I 422 K)·
- ἀχαΐνην στέατος ἔμπλεων τράγον.
- ΚΡΙΒΑΝΙΤΗΝ. τούτου μνημονεύει Ἀριστοφάνης
ΕΓΚΡΥΦΙΑΝ. τούτου μνημονεύει Νικόστρατος ἐν Ἱεροφάντῃ (II 223 K) καὶ ὁ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν (p. 111 f) τὸ μαρτύριον παραθήσομαι.
- τουτὶ τί ἦν τὸ πρᾶγμα; Β. θερμούς, ὦ τέκνον.
- Α. ἀλλ’ ἦ παραφρονεῖς; Β. κριβανίτας, ὦ τέκνον.
- Α. τί κριβανίτας; Β. πάνυ δὲ λευκούς, ὦ τέκνον.
Ἀλκαῖος Γανυμήδει (I 757 K).
- ΔΙΠΥΡΟΝ. Εὔβουλος ἐν Γανυμήδει.
- διπύρους τε θερμούς. Β. οἱ δίπυροι δ’ εἰσὶν τίνες;
- Β. ἄρτοι τρυφῶντες,
ΛΑΓΑΝΟΝ. τοῦτο ἐλαφρόν τ’ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ΕΠΑΝΘΡΑΚΙΣ καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων (843)·
τῆς δ’ ἀπανθρακίδος Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν οὑτωσὶ λέγων· ‘ἡ δ’ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα.’ ἔοικε δὲ καὶ οὗτος ἐπ᾽ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ ὁ παρ’ Ἀττικοῖς ἐγκρυφίας· ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ.
- λάγανα πέττεται,
Ἐπίχαρμος δ’ ἐν Ἥβης γάμῳ κἀν Μούσαισ — τοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένου — ἄρτων ἐκτίθεται γένη (p. 231 L) ΚΡΙΒΑΝΙΤΗΝ, ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, |ἡμιάρτιον. ὧν καὶ
ἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ΑΛΕΛΑΙΟΥΣ τινὰς ἄρτους καλεῖ (ib. 622). ΑΥΤΟΠΥΡΟΥ δ’ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ (II 340 K)·
- κἆθ’ ἧκεν ἄρτους πριάμενος
- μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.
Φρύνιχος δ’ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν (I 380 K)·
- τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών.
ΟΡΙΝΔΟΥ δ’ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ (fr. 548 N) ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἢ ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ὅ ἐστιν ὅμοιον σησάμῳ. ΚΟΛΛΑΒΟΥ δ’ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς (I 520 K)·
- αὐτοπυρίταισί τ’ ἄρτοις καὶ λιπῶσι στεμφύλοις.
v.1.p.254
καὶ πάλιν (fr. 506 K)·
- λαμβάνετε κόλλαβον ἕκαστος.
γίνονται δ’ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν (I 782 K)·
- ἢ δέλφακος ὀπωρινῆς
- ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
- χλιερῶν.
ΜΑΚΩΝΙΔΩΝ δ’ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ εʹ οὕτως (fr. 74 b B4)·
- αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
- γαλακτοχρῶτας κολλάβους θερμούς.
ἐστὶ δὲ βρωμάτιον διὰ μέλιτος καὶ λίνου.
- κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι
- μακωνίδων ἄρτων ἐπιστέφοισαι
- λίνω τε σασάμω τε κἠν πελίχναις
- πεδεσσι χρυσοκόλλα.
τοῦ δὲ ΚΟΛΛΥΡΑΣ καλουμένου ἄρτου Ἀριστοφάνης ἐν Εἰρήνῃ (122)·
καὶ ἐν Ὁλκάσι (I 499 K)·
- κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ’ αὐτῇ.
- τρόπαιον.
ὁ δὲ ΟΒΕΛΙΑΣ ἄρτος κέκληται ἤτοι ὅτι ὀβολοῦ πιπράσκεται, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ, ἢ ὅτι ἐν ὀβελίσκοις ὠπτᾶτο. Ἀριστοφάνης Γεωργοῖς (I 417 K)·
Φερεκράτης Ἐπιλήσμονι (I 160 K)·
- εἶτ’ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης ἐν Ϛʹ Ἐπικλήσεων τὸν ὀβελίαν φησὶν ἄρτον Διόνυσον εὑρεῖν ἐν ταῖς στρατείαις.
- ὠλεν ὀβελίαν σποδιν, ἄρτου δὲ μὴ προτιμᾶν.
ΕΤΝΙΤΑΣ ἄρτος ὁ προσαγορευόμενος λεκιθίτας, ὥς φησιν Εὐκράτης. πανὸς ἄρτος· Μεσσάπιοι. καὶ τὴν πλησμονὴν πανίαν καὶ πάνια τὰ πλήσμια· Βλαῖσος ἐν Μεσοτρίβᾳ καὶ Δεινόλοχος ἐν Τηλέφῳ (p. 305 L) Ῥίνθων τε ἐν Ἀμφιτρύωνι. καὶ Ῥωμαῖοι δὲ πᾶνα τὸν ἄρτον καλοῦσι.
ΝΑΣΤΟΣ ἄρτος ζυμίτης καλεῖται μέγας, ὥς φησι Πολέμαρχος καὶ Ἀρτεμίδωρος, Ἡρακλέων δὲ πλακοῦντος εἶδος. Νικόστρατος δ᾽ ἐν Κλίνῃ (II 223 K)·
ΚΝΗΣΤΟΣ ἄρτος ποιὸς παρὰ Ἴωσι, Ἀρτεμίδωρος ὁ Ἐφέσιός φησιν ἐν Ἰωνικοῖς ὑπομνήμασι.
- ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα,
- λευκός· τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ.
- ὀσμὴ δέ, τουπίβλημ’ ἐπεὶ περιῃρέθη,
v.1.p.256- ἄνω ᾽βάδιζε καὶ μέλιτι μεμιγμένη
- ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν.
ΘΡΟΝΟΣ ἄρτου ὄνομα. Νεάνθης ὁ Κυζικηνὸς ἐν βʹ Ἑλληνικῶν γράφων οὕτως (FHG III 2)· ‘ὁ δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον λαμβάνει καὶ κρέας καὶ τῷ πρεσβυτάτῳ νέμουσι.’
ΒΑΚΧΥΛΟΣ δ’ ἐστὶν ἄρτος σποδίτης παρ’ Ἠλείοις καλούμενος, ὡς Νίκανδρος ἐν βʹ Γλωσσῶν ἱστορεῖ (fr. 121 Schn). μνημονεύει δ’ αὐτοῦ καὶ Δίφιλος ἐν Διαμαρτανούσῃ οὕτως (II 548 K)·
ἄρτου δ’ εἶδός ἐστι καὶ ὁ ΑΠΟΠΥΡΙΑΣ καλούμενος, ἐπ’ ἀνθράκων δ’ ὀπτᾶται. καλεῖται δ’ οὗτος ὑπό τινων ζυμίτης. Κρατῖνος Μαλθακοῖς (I 45 K)· ‘πρῶτον ἀποπυρίαν ἔχω ζυμηταμιαδου πλεους κνεφαλλον.’
- ἄρτους σποδίτας κρησερίτας περιφέρειν.
Ἀρχέστρατος δ’ ἐν τῇ Γαστρονομίᾳ περὶ ἀλφίτων καὶ ἄρτων οὕτως ἐκτίθεται (fr. 3 Ri)·
ταῦτ’ εἰπὼν ὁ τένθης Ἀρχέστρατος καὶ τὸν τῶν ἄρτων ποιητὴν ἔχειν συμβουλεύει Φοίνικα ἢ Λυδόν· ἠγνόει γὰρ τοὺς ἀπὸ τῆς Καππαδοκίας ἀρτοποιοὺς ἀρίστους ὄντας. λέγει δ᾽ οὕτως (fr. 4)·
- πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο
- Δήμητρος, φίλε Μόσχε· σὺ δ’ ἐν φρεσὶ βάλλεο σῇσιν.
- ἔστι γὰρ οὖν τὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων,
- εὐκάρπου κριθῆς καθαρῶς ἠσσημένα πάντα,
- ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ,
- λευκότερ’ αἰθερίας χιόνος. θεοὶ εἴπερ ἔδουσιν
- ἄλφιτ᾽, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει.
v.1.p.257- ἐστὶ δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ
- κἀν Θάσῳ ἔν τ’ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα
- φαίνονται πρὸς ἐκεῖνα· σαφεῖ τάδ’ ἐπίστασο δόξῃ.
- στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα
- κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι
- κεῖνοι κριμνίταν, οἱ δ’ ἄλλοι χόνδρινον ἄρτον.
- εἶτα τὸν ἐκ Τεγέας σεμιδάλεος υἱὸν ἐπαινῶ
- ἐγκρυφίαν. τὸν δ’ εἰς ἀγορὰν ποιεύμενον ἄρτον
- αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι.
- ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν
- λευκὸς ἁβραῖς θάλλων ὥραις τέρψει παρὰ δεῖπνον.
- ἔστω δή σοι ἀνὴρ Φοῖνιξ ἢ Λυδὸς ἐν οἴκῳ,
- ὅστις ἐπιστήμων ἔσται σίτοιο κατ’ ἦμαρ
- παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς.
τῶν δ’ Ἀττικῶν ἄρτων ὡς διαφόρων μνημονεύει καὶ Ἀντιφάνης ἐν Ὀμφάλῃ οὕτως (II 83 K)·
οὗτός ἐστι Θεαρίων ὁ ἀρτοποιός, οὗ μνημονεύει Πλάτων ἐν Γοργίᾳ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον οὕτως γράφων (p. 518 b)· ‘.. οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, ὃ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὃ δὲ ὄψον, ὃ δὲ οἶνον.’ καὶ Ἀριστοφάνης ἐν Γηρυτάδῃ καὶ Αἰολοσίκωνι διὰ τούτων (I 392 K)·
- πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς
- δύναιτ’ ἂν ἐξελθεῖν ποτ’ ἐκ τῆσδε στέγης,
- ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους
- ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις,
- ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους,
v.1.p.258- μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις
- Θεαρίων ἔδειξεν.
Κυπρίων δὲ ἄρτων μνημονεύει Εὔβουλος ὡς διαφόρων ἐν Ὀρθάννῃ διὰ τούτων (II 192 K)·
- ἥκω Θεαρίωνος ἀρτοπώλιον
- λιπών, ἵν’ ἐστὶ κριβάνων ἑδώλια.
τῶν δὲ ΚΟΛΛΙΚΙΩΝ ἄρτων — οἱ αὐτοὶ δ’ εἰσὶ τοῖς κολλάβοισ — Ἔφιππος ἐν Ἀρτέμιδι μνημονεύει οὕτως (II 250 K)·
- δεινὸν μὲν ἰδόντα παριππεῦσαι
- Κυπρίους ἄρτους· Μαγνῆτις γὰρ
- λίθος ὣς ἕλκει τοὺς πεινῶντας.
Ἀριστοφάνης δ’ ἐν Ἀχαρνεῦσιν (872)·
- παρ’ Ἀλεξάνδρου δ’ ἐκ Θετταλίας
- κολλικοφάγου κρίβανος ἄρτων.
- ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.
τούτων οὕτω λεχθέντων ἔφη τις τῶν παρόντων γραμματικῶν, Ἀρριανὸς ὄνομα· ‘ταῦτα σιτία
ταῦτ’ ἐκθεμένου τἀρχεστράτεια δόγματα τοῦ Ῥωμαίων μεγαλοσοφιστοῦ ὁ Κύνουλκος ἔφη· ‘Δάματερ σοφίας· οὐκ ἐτὸς ἄρα ψαμμακοσίους ἔχει μαθητὰς ὁ θαυμάσιος Βλεψίας καὶ πλοῦτον ἀπηνέγκατο τοσοῦτον ἐκ τῆς καλῆς ταύτης σοφίας ὑπὲρ Γοργίαν καὶ Πρωταγόραν. ὅθεν ὀκνῶ μὰ τὰς θεὰς εἰπεῖν πότερον αὐτὸς οὐ βλέπει ἢ οἱ ἑαυτοὺς μαθητὰς αὐτῷ παραδιδόντες πάντες ἕνα ἔχουσιν ὀφθαλμόν, ὡς μόλις διὰ τὸ πλῆθος ὁρᾶν. μακαρίους οὖν αὐτούς, μᾶλλον δὲ μακαρίτας εἶναί φημι τοιαύτας δείξεις τῶν διδασκάλων ποιουμένων.’ πρὸς ὃν ὁ Μάγνος φιλοτράπεζος ὢν καὶ τὸν γραμματικὸν τοῦτον ὑπερεπαινῶν διὰ τὴν ἐκτένειαν ἔφη·
κατὰ τὸν κωμικὸν Εὔβουλον (II 212 K),
- ‘οὗτοι ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι,
οὐ χὠ προπάτωρ ὑμῶν Διογένης πλακοῦντά ποτε ἐσθίων ἐν δείπνῳ λάβρως πρὸς τὸν πυνθανόμενον ἔλεγεν ἄρτον ἐσθίειν καλῶς πεποιημένον; ὑμεῖς δ’ ‘ὦ λοπαδάγχαι’ κατὰ τὸν αὐτὸν ποιητὴν Εὔβουλον, ‘λευκῶν ὑπογαστριδίων’, ἑτέροις οὐ παραχωροῦντες φθέγγεσθε καὶ τὰς ἡσυχίας οὐκ ἄγετε, ἕως ἄν τις ὑμῖν ὡς κυνιδίοις ἄρτων ἢ ὀστέων προσρίψῃ. πόθεν ὑμῖν εἰδέναι ὅτι καὶ ΚΥΒΟΙ, οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε, ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ; παρεῖδε δὲ τοῦτον ὁ Βλεψίας, ὥσπερ καὶ τὸν ΘΑΡΓΗΛΟΝ, ὅν τινες καλοῦσι θαλύσιον — Κράτης δ’ ἐν βʹ Ἀττικῆς διαλέκτου (p. 63 W) θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον — καὶ τὸν ΣΗΣΑΜΙΤΗΝ. οὐχ ἑώρακε δὲ οὐδὲ τὸν ΑΝΑΣΤΑΤΟΝ καλούμενον, ὃς ταῖς ἀρρηφόροις γίνεται. ἐστὶ δὲ καὶ ὁ ΠΥΡΑΜΟΥΣ ἄρτος διὰ σησάμων πεττόμενος καὶ τάχα ὁ αὐτὸς τῷ σησαμίτῃ ὤν. μνημονεύει δὲ πάντων τούτων Τρύφων ἐν αʹ φυτικῶν (fr. 116 V), καθάπερ καὶ τῶν ΘΙΑΓΟΝΩΝ ὀνομαζομένων· οὗτοι δ’ εἰσὶν ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ. ΔΡΑΜΙΚΕΣ δὲ καὶ ΑΡΑΞΙΣ παρ᾽ Ἀθαμᾶσιν ἄρτοι τινὲς οὕτως καλοῦνται.
- ἀνόσιοι λάρυγγες,
- ἀλλοτρίων κτεάνων παραδειπνίδες,
v.1.p.261
καὶ οἱ γλωσσογράφοι δὲ ἄρτων ὀνόματα καταλέγουσι· Σέλευκος μὲν ΔΡΑΜΙΝ ὑπὸ Μακεδόνων οὕτως καλούμενον, ΔΑΡΑΤΟΝ δ’ ὑπὸ Θεσσαλῶν. ΕΤΝΙΤΑΝ δέ φησι
μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος (FHG I 20) καὶ Ἡρόδοτος (II 77) καὶ Φανόδημος ἐν ζʹ Ἀτθίδος (FHG I 367). ὁ δὲ Θυατειρηνὸς Νίκανδρος τὸν ἐκ τῆς κριθῆς ἄρτον γινόμενον ὑπὸ τῶν Αἰγυπτίων κυλλᾶστίν φησι καλεῖσθαι. τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς ὠνόμασεν Ἄλεξις ἐν Κυπρίῳ οὕτως (II 340 K)·
- καὶ τὸν κυλλᾶστιν φθέγγου καὶ τὸν Πετόσιριν.
ΒΛΗΜΑ δέ φησι καλεῖσθαι τὸν ἐντεθρυμμένον ἄρτον καὶ θερμὸν Σέλευκος. Φιλήμων δ’ ἐν αʹ παντοδαπῶν χρηστηρίων ΠΥΡΝΟΝ φησι καλεῖσθαι τὸν ἐκ πυρῶν ἀσήστων γινόμενον ἄρτον καὶ πάντα ἐν ἑαυτῷ ἔχοντα, ΒΛΩΜΙΑΙΟΥΣ τε ἄρτους ὀνομάζεσθαι λέγει τοὺς ἔχοντας ἐντομάς, οὓς Ῥωμαῖοι κοδράτους λέγουσι, ΒΡΑΤΤΙΜΗΝ τε καλεῖσθαι τὸν πιτυρίτην ἄρτον, ὃν
- ἔπειτα πῶς ἦλθες; Β. μόλις
- ὀπτωμένους κατέλαβον. Α. ἐξόλοι᾽· ἀτὰρ
- πόσους φέρεις; Β. ἑκκαίδεκ᾽. Α. οἶσε δεῦρο ...
- Β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.
καὶ ΜΑΖΑΣ δ’ ἔστιν εὑρεῖν ἀναγεγραμμένας παρά τε τῷ Τρύφωνι (fr. 118 V) καὶ παρ’ ἄλλοις πλείοσιν. παρ᾽ Ἀθηναίοις μὲν φύστην τὴν μὴ ἄγαν τετριμμένην, ἔτι δὲ καρδαμάλην καὶ βήρηκα καὶ τολύπας καὶ Ἀχίλλειον· καὶ ἴσως αὕτη ἐστὶν ἡ ἐξ Ἀχιλλείων κριθῶν γινομένη· θριδακίνας τε καὶ οἰνοῦτταν καὶ μελιτοῦτταν καὶ κρίνον .... καλούμενον καὶ σχῆμά τι χορικῆς ὀρχήσεως παρ’ Ἀπολλοφάνει (I 797 K) ἐν Δαλίδι. αἱ δὲ παρ’ Ἀλκμᾶνι θριδακίσκαι λεγόμεναι αἱ αὐταί εἰσι ταῖς Ἀττικαῖς θριδακίναις. λέγει δὲ οὕτως ὁ Ἀλκμάν (fr. 20 B4)·
Σωσίβιος δ’ ἐν γʹ περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς. ὑγίεια δὲ καλεῖται ἡ διδομένη ἐν ταῖς θυσίαις μᾶζα ἵνα ἀπογεύσωνται. καὶ Ἡσίοδος δὲ μᾶζάν τιν’ ἀμολγαίαν καλεῖ (op. 590)·
- θριδακίσκας τε καὶ κριβανωτός.
τὴν ποιμενικην λέγων καὶ ἀκμαίαν· ἀμολγὸς γὰρ τὸ ἀκμαιότατον. παραιτητέον δὲ καταλέγειν — οὐδὲ γὰρ
- μᾶζά τ’ ἀμολγαίη γάλα τ’ αἰγῶν σβεννυμενάων,
καὶ ὁ Οὐλπιανὸς ἔφη· ‘ὁ δ’ ἀπελεύθερος παρὰ τίνι κεῖται;’ εἰπόντος δέ τινος καὶ δρᾶμα ἐπιγράφεσθαι Φρυνίχου Ἀπελευθέρους, Μένανδρον δ’ ἐν Ῥαπιζομένῃ (IV 200 M) καὶ ἀπελευθέραν εἰρηκέναι καὶ ἐπισυνάπτοντος ... πάλιν ἔφη· ‘τίνι δὲ διαφέρει ἐξελευθέρου;’ ταῦτα μὲν οὖν ἔδοξε κατὰ τὸ παρὸν ἀναβαλέσθαι.
καὶ ὁ Γαληνὸς μελλόντων ἡμῶν ἐφάπτεσθαι τῶν ἄρτων ‘οὐ πρότερον, ἔφη, δειπνήσομεν, ἕως ἂν καὶ παρ’ ἡμῶν ἀκούσητε ὅσα εἰρήκασι περὶ ἄρτων ἢ πεμμάτων ἔτι τε ἀλφίτων Ἀσκληπιαδῶν παῖδες. Δίφιλος μὲν ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσιν ‘ἄρτοι, φησίν, οἱ ἐκ πυρῶν κριθίνων εἰσὶ πολυτροφώτεροι καὶ εὐοικονομητότεροι καὶ τὸ ὅλον κρείττονες, εἶθ’ οἱ σεμιδαλῖται, μεθ’ οὓς οἱ ἀλευρῖται, εἶθ’ οἱ συγκομιστοὶ ἐξ ἀσήστων ἀλεύρων γινόμενοι· οὗτοι γὰρ πολυτροφώτεροι εἶναι δοκοῦσι.’ Φιλιστίων δ’ ὁ Λοκρὸς τῶν χονδριτῶν τοὺς σεμιδαλίτας πρὸς ἰσχύν φησι μᾶλλον πεφυκέναι· μεθ’ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. οἱ δὲ ἐκ γύρεως ἄρτοι γινόμενοι κακοχυλότεροί τέ εἰσι καὶ ὀλιγοτροφώτεροι. πάντες δ’ οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εὐοικονομητότεροι πολυτροφώτεροί τε καὶ
μετὰ τὰς τοσαύτας διαλέξεις ἔδοξεν ἤδη ποτὲ καὶ δειπνεῖν, καὶ περιενεχθέντος τοῦ καλουμένου ὡραίου ὁ Λεωνίδης ἔφη· ‘Εὐθύδημος ὁ Ἀθηναῖος, ἄνδρες φίλοι, ἐν τῷ περὶ ταρίχων Ἡσίοδόν φησι περὶ πάντων τῶν ταριχευομένων τάδ’ εἰρηκέναι·
ταῦτα τὰ ἔπη ἐμοὶ μὲν δοκεῖ τινος μαγείρου εἶναι μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου. πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; δοκεῖ οὖν μοι αὐτοῦ τοῦ Εὐθυδήμου εἶναι τὰ ποιήματα.’ καὶ ὁ Διονυσοκλῆς ἔφη· ‘ὅτου μέν ἐστι τὰ ποιήματα, ὦ ἀγαθὲ Λεωνίδη, ὑμῶν ἐστι κρίνειν τῶν δοκιμωτάτων γραμματικῶν· ἀλλ’ ἐπεὶ περὶ
- ἄμφακες μὲν πρῶτον στόμα κέκριται αντα καὶ
- θιοην,
- γναθμὸν ὃν ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες,
- οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ’ ὑπόγαστρα
- τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται.
- ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου,
- ὃν καὶ ὅλον καὶ τμητὸν ἅλες τρηχεῖς ἐκόμισσαν.
- θύννων δ’ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ
- καὶ σκόμβρων βυθίων τε καὶ εὐχόρτου λικιβάττεω
- καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη.
- Ἰόνιον δ’ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει
- Βρέττιος ἢ Καμπανὸς ἢ ἐκ ζαθέοιο Τάραντος
- ὀρκύνοιο τρίγωνα, τά τ’ ἐν στάμνοισι τεθέντα
- ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.
ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν, τὰ τῆς τέχνης.
- σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ,
Διοκλῆς μὲν ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς ἐπιγραφομένοις τῶν ταρίχων φησὶ τῶν ἀπιμέλων κράτιστα εἶναι τὰ ὡραῖα, τῶν δὲ πιόνων τὰ θύννεια. Ἱκέσιος δ’ ἱστορεῖ οὐκ εἶναι εὐεκκρίτους κοιλίας οὔτε πηλαμύδας οὔτε τὰ ὡραῖα, τὰ δὲ νεώτερα τῶν θυννείων τὴν αὐτὴν ἀναλογίαν ἔχειν τοῖς κυβίοις μεγάλην τε εἶναι διαφορὰν πρὸς πάντα τὰ ὡραῖα λεγόμενα. ὁμοίως δὲ λέγει καὶ τῶν Βυζαντίων ὡραίων πρὸς τὰ ἀφ’ ἑτέρων τόπων λαμβανόμενα καὶ οὐ μόνον τῶν θυννείων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἁλισκομένων ἐν Βυζαντίῳ.’ τούτοις προσέθηκεν ὁ Ἐφέσιος Δάφνος· ‘Ἀρχέστρατος μὲν ὁ περιπλεύσας τὴν οἰκουμένην γαστρὸς ἕνεκα καὶ τῶν ὑπὸ τὴν γαστέρα φησί (fr. 52 Ri)·
παρέλιπεν δ’ ὁ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι τῷ κωμῳδιοποιῷ ἐν Σαμίοις λεγόμενον ἐλεφάντινον τάριχος, περὶ οὗ φησιν (I 139 K)·
- καὶ Σικελοῦ θύννου τέμαχος φάγε .......,
- τμηθὲν ὅτ’ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν.
- σαπέρδῃ δ’ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ,
- καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γὰρ ἴσασιν
- ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα.
- ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ
- ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον.
- ἂν δ’ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν,
- ὡραίου φάγε μοι τέμαχος πάλιν· ἐστὶ γὰρ ἐσθλὸν
- καὶ μαλακόν.
v.1.p.268
ὅτι δὲ διαβόητον ἦν τὸ τοῦ Κράτητος ἐλεφάντινον τάριχος μαρτυρεῖ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις διὰ τούτων (I 480 K)·
- σκυτίνῃ ποτ’ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον
- ἧψε ποντιὰς χελώνη πευκίνοισι καύμασι,
- καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι
- ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα.
- παῖ’ ἐκεῖνον, ἄγχ’ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα;
- ἦ μέγα τι βρῶμ’ ἐστὶ ἡ τρυγῳδοποιομουσική,
- ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον
- λαμπρὸν ἐνόμιζεν ἀπόνως παρακεκλημένον
- ἄλλα τε τοιαῦθ’ ἕτερα μυρί’ ἐκιχλίζετο.
ὠμοτάριχον δέ τινα κέκληκεν Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ (Litt. e). ὁ δ’ αὐτὸς ποιητὴς ἐν Πονήρᾳ περὶ σκευασίας ταρίχων μάγειρόν τινα παράγει λέγοντα τάδε (II 366 K)·
ἐν δὲ Ἀπεγλαυκωμένῳ συμβολάς τις ἀπαιτούμενός φησι (ib. 301)·
- ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι
- καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν,
- ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον
- ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι.
- ... τάριχος πρῶτον ὡραῖον τοδί·
- διωβόλου τοῦτ’ ἐστί. πλυτέον εὖ μάλα.
v.1.p.269- εἶτ’ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα
- ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας
- ἐπισκεδάσας τ’ ἔλαιον εἶθ’ ἕψων ποῶ
- μυελὸν ἀφεῖλόν τ’ ἐπιγανώσας σιλφίῳ.
- παρ’ ἐμοῦ δ᾽, ἐὰν μὴ καθ’ ἓν ἕκαστον πάντα δ’ ὡς,
- χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις.
- Β. δίκαιος ὁ λόγος. ἀβάκιον, ψῆφον. Α. λέγε.
- Β. ἔστ’ ὠμοτάριχος πέντε χαλκῶν. Α. λέγ’ ἕτερον.
- Β. μῦς ἑπτὰ χαλκῶν. Α. οὐδὲν ἀσεβεῖς οὐδέπω,
- λέγε. Β. τῶν ἐχίνων ὀβολός. Α. ἁγνεύεις ἔτι.
- Β. ἆρ’ ἦν μετὰ ταῦθ’ ἡ ῥάφανος, ἣν ἐβοᾶτε;
- Α. ναί·
- χρηστὴ γὰρ ἦν. Β. ἔδωκα ταύτης δύ’ ὀβολούς.
- Α. τί γὰρ ἐβοῶμεν; Β. τὸ κύβιον τριωβόλου.
- Α. ονεῖν κεχειρῶν γε οὐκ ἐπράξατ’ οὐδὲ ἕν.
- Β. οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι
- κατεδηδόκασι τὰ λάχαν’ αἱ τρωξαλλίδες.
- Α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου;
- Β. ὁ ταριχοπώλης ἐστίν· ἐλθὼν πυνθάνου.
- γόγγρος δέκ’ ὀβολῶν. Α. οὐχὶ πολλοῦ. λέγ’ ἕτερον.
- Β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. Α. παπαῖ,
- ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ’ ἐν ἐπιτέλει.
v.1.p.270- Β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον
- ὑμῶν, χοᾶς τρεῖς, δέκ’ ὀβολῶν ὁ χοῦς.
Ἱκέσιος δ’ ἐν βʹ περὶ ὕλης πηλαμύδας κύβια εἶναί φησι μεγάλα. κυβίων δὲ μνημονεύει Ποσείδιππος ἐν Μεταφερομένῳ (IV 519 M). Εὐθύδημος ἐν τῷ περὶ ταρίχων τὸν δελκανόν φησιν ἰχθὺν ὀνομάζεσθαι ἀπὸ Δέλκωνος τοῦ ποταμοῦ, ἀφ’ οὗπερ καὶ ἁλίκεσθαι, καὶ ταριχευόμενον εὐστομαχώτατον εἶναι. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων τὸν λεπτηνὸν λεβίαν ὀνομάζων φησὶ λέγειν τινὰς ὡς ὁ αὐτός ἐστι τῷ δελκανῷ, τὸν δὲ κορακῖνον ὑπὸ πολλῶν λέγεσθαι σαπέρδην καὶ εἶναι κράτιστον τὸν ἐκ τῆς Μαιώτιδος λίμνης. θαυμαστοὺς δὲ εἶναι λέγει καὶ τοὺς περὶ Ἄβδηρα ἁλισκομένους κεστρεῖς, μεθ’ οὓς τοὺς περὶ Σινώπην, καὶ ταριχευομένους εὐστομάχους ὑπάρχειν. τοὺς δὲ προσαγορευομένους φησὶ μύλλους ὑπὸ μέν τινων καλεῖσθαι ἀγνωτίδια, ὑπὸ δέ τινων πλατιστάκους ὄντας τοὺς αὐτούς, καθάπερ καὶ τὸν χελλαρίην· καὶ γὰρ τοῦτον ἕνα ὄντα ἰχθὺν πολλῶν ὀνομασιῶν τετυχηκέναι· καλεῖσθαι γὰρ καὶ βάκχον καὶ ὀνίσκον καὶ χελλαρίην. οἱ μὲν οὖν μείζονες αὐτῶν ὀνομάζονται πλατίστακοι, οἱ δὲ μέσην ἔχοντες ἡλικίαν μύλλοι, οἱ δὲ βαιοὶ τοῖς μεγέθεσιν ἀγνωτίδια. μνημονεύει δὲ τῶν μύλλων καὶ Ἀριστοφάνης ἐν Ὁλκάσι (I 499 K)·
- σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες.’
v.1.p.271
ἐπὶ τούτοις σιωπήσαντος τοῦ Διονυσοκλέους ὁ γραμματικὸς ἔφη Οὔαρος· ‘ἀλλὰ μὴν καὶ Ἀντιφάνης ὁ ποιητὴς ἐν Δευκαλίωνι ταρίχων τῶνδε μέμνηται (II 43 K)·
καὶ ἐν Παρασίτῳ (ib. 87)·
- τάριχος ἀντακαῖον εἴ τις βούλετ’ ἢ
- Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος
- εὐφροσύναις ὀσμαῖσι χαίρει.
Νικόστρατός τε ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ (II 220 K)·
- τάριχος ἀντακαῖον ἐν μέσῳ
- πῖον, ὁλόλευκον, θερμόν.
καὶ προελθών·
- Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω,
- Γαδειρικόν θ’ ὑπογάστριον παρεισίτω
ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἀποβλέψας εἰς τὸν Πλούταρχον ἔφη· ‘μήποτ’ οὔτις ἐν τούτοις, ὦ οὗτος, τοὺς παρ’ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι κατέλεξε Μενδησίους, ὧν οὐδ’ ἂν μαινόμενος κύων γεύσαιτο ἄν ποτε, ἢ τῶν καλῶν σου ἡμινήρων ἢ τῶν ταριχηρῶν
- ἀλλ’ ἐπριάμην παρ’ ἀνδρός, ὦ γῆ καὶ θεοί,
- ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
- τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν
- ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
- τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα·
- ὑπερμέγεθες γάρ ἐστιν.’
καὶ τὸν Μενδήσιον οὕτως ὁ αὐτὸς καταλέγει·
- ἐδέξατ’ ἀντακαῖον, ὃν τρέφει μέγας
- Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.
ταῦτα δὲ τὰ βρώματα ὅτι πολλῷ ἡδίω ἐστὶ τῶν παρὰ σοὶ περισπουδάστων κόττα καὶ λέπιδι, οἱ πειραθέντες ἴσασι. λέγε οὖν ἡμῖν καὶ σὺ εἰ καὶ ἀρσενικῶς ὁ τάριχος λέγεται παρ’ Ἀττικοῖς· παρὰ γὰρ Ἐπιχάρμῳ οἴδαμεν.’
- Μενδήσιός θ’ ὡραῖος ἀκρόπαστος εὖ
- ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.
ὃν ζητοῦντα προφθάσας ὁ Μυρτίλος ἔφη· ‘Κρατῖνος μὲν ἐν Διονυσαλεξάνδρῳ (I 24 K)·
Πλάτων Διὶ κακουμένῳ (ib. 613)·
- ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.
Ἀριστοφάνης Δαιταλεῦσιν (ib. 441)·
- ὥσθ’ ἅττ’ ἔχω ταῦτ’ ἐς ταρίχους ἀπολέσω.
Κράτης Θηρίοις (ib. 135)·
- οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
- πλύνων ἅπασιν ὅσα σύνοιδ’ αὐτῷ κακά.
ἰδίως δ’ ἐσχημάτισται παρ’ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι (ib. 228)·
- καὶ τῶν ῥαφάνων ἕψειν χρὴ,
- ἰχθῦς τ’ ὀπτᾶν τούς τε ταρίχους,
- ἡμῶν δ’ ἀπὸ χεῖρας ἔχεσθαι.
v.1.p.273
Σοφοκλῆς τ’ ἐν Φινεῖ (fr. 641 N)·
- καὶ τάριχος πίονα.
ὑποκοριστικῶς δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ (563)·
- νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος.
καὶ Κηφισόδωρος ἐν Ὑί (I 802 K)·
- ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
Φερεκράτης ἐν Αὐτομόλοις (ib. 151)·
- κρεᾴδιόν τι φαῦλον ἢ ταρίχιον.
καὶ Ἐπίχαρμος δ’ ἀρσενικῶς εἴρηκεν (p. 282 L) ὁ τάριχος. Ἡρόδοτος δ’ ἐν θʹ οὕτως (c. 120)· ‘οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον.’ καὶ αἱ παροιμίαι δὲ κατὰ τὸ ἄρρεν λέγουσι·
- ἡ γυνὴ δ’ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ’ ἢ φακῆν
- ἀναμένει καὶ σμικρὸν ὀπτῶσ’ ὀρφανὸν ταρίχιον.
Ἀττικοὶ δὲ καὶ οὐδετέρως λέγουσι, καὶ γίνεται ἡ γενικὴ τοῦ ταρίχους. Χιωνίδης Πτωχοῖς (I 5 K)·
- τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ.
- σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ.
- οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος.
ἡ δὲ δοτικὴ ταρίχει ὡς ξίφει. Μένανδρος Ἐπιτρέπουσιν (V 14 M)·
- ἆρ’ ἂν φάγοιτ’ ἂν καὶ ταρίχους, ὦ θεοί;
καὶ ἐπὶ αἰτιατικῆς (IV 121 M)·
- ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον.
ὅτε δὲ ἀρσενικόν ἐστιν, ἡ γενικὴ οὐκέτι ἕξει τὸ σ.
- ἐπέπασα
- ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.
τοσαύτην δ’ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ οὕτως (II 322 K)·
μνημονεύει αὐτῶν καὶ Ὑπερείδης ὁ ῥήτωρ (fr. 185 Bl). Εὐθύνου δὲ τοῦ ταριχοπώλου μήμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως (II 63 K)·
- τοὺς Χαιρεφίλου δ’ υἱεῖς Ἀθηναίους, ὅτι
- εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς
- ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη
- ἐν τοῖς Σατύροις εἶναι.
Φειδίππου δὲ — καὶ γὰρ οὗτος ταριχοπώλησ — Ἄλεξις ἐν Ἱππίσκῳ (II 299 K) κἀν Σωράκοις (ib. 377)·
- ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε,
- παρ’ οὗ φέρειν εἴωθας, ἂν οὕτω τύχῃ,
- Εὔθυνος ... ἀπολογίζων αὐτόθι
- χρηστόν τι, περίμεινον, κέλευσον μὴ τεμεῖν.
- Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.