Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΜΗΤΡΑ ἑξῆς ἐπεισηνέχθη, μητρόπολίς τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν, οὓς εἰς ὑωδίαν κωμῳδουμένους οἶδα. εἰς ἣν ἀποβλέψας ὁ Οὐλπιανὸς ‘ἄγε δή, ἔφη, ἄνδρες φίλοι, παρὰ τίνι
νόμος δὲ λείψαν’ ἐκβάλλειν κυσίν, ἐν Κρήσσαις ὁ Εὐριπίδης ἔφη (fr. 472 N). πάντα γὰρ ἐσθίειν καὶ πίνειν θέλουσιν, ἐπὶ νοῦν οὐ λαμβάνοντες ὅπερ ὁ θεῖος Πλάτων ἔφη ἐν Πρωταγόρᾳ (p. 347 c)· ‘τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι’ αὑτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις ξύνεισιν. ὅπου δὲ καλοὶ καὶ ἀγαθοὶ ξυμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτε αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλ’ αὐτοὺς ἑαυτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς ἑαυτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσι.’ τοῦτο δ’ ὑμεῖς ποιεῖτε, ὦ Κύνουλκε· πίνοντες, μᾶλλον δ’ ἐκπίνοντες αὐλητρίδων καὶ ὀρχηστρίδων δίκην ἐμποδίζετε τὴν διὰ τῶν λόγων ἡδονήν, ζῶντες κατὰ τὸν αὐτὸν Πλάτωνα, ὃς ἐν τῷ Φιλήβῳ φησίν (p. 21 c), οὐκ
καὶ ὁ Κύνουλκος ὀργισθεὶς ‘γάστρων, ἔφη, καὶ κοιλιόδαιμον ἄνθρωπε, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν, κεῖται, οὐ κεῖται; εἴρηται, οὐκ εἴρηται; ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων,
ἀεὶ διατρίβων, ἀνθέων τῶν ἡδίστων μηδὲν συναθροίζων. ἢ οὐ σὺ εἶ ὁ καὶ τὴν ὑπὸ Ῥωμαίων καλουμένην στρήναν κατά τινα πατρίαν παράδοσιν λεγομένην καὶ διδομένην τοῖς φίλοις ἐπινομίδα καλῶν; καὶ εἰ μὲν τὴν Πλάτωνος ζηλώσας, μαθεῖν βουλόμεθα ....· εἰ δὲ παρά τινι οὕτως εὑρὼν λεγομένην, ἐμφάνισον τὸν εἰπόντα. ἐγὼ γὰρ οἶδα ἐπινομίδα καλουμένην καὶ μέρος τι τῆς τριήρους, ὡς Ἀπολλώνιος ἐν Τριηρικῷ παρατέθειται. οὐ σὺ εἶ ὁ καὶ τὸν καινὸν καὶ οὐδέπω ἐν χρείᾳ γενόμενον φαινόλην — εἴρηται γάρ, ὦ βέλτιστε, καὶ ὁ φαινόλησ — εἰπών ‘παῖ Λεῦκε, δός μοι τὸν ἄχρηστον φαινόλην.’ εἰς βαλανεῖον δέ ποτε πορευόμενος οὐκ ἔφης πρὸς τὸν πυνθανόμενον ‘ποῖ δή;’ ‘ἀπολούμενος, ἦν δ’ ἐγώ, ἐπείγομαι;’ κἀκείνης σοι τῆς ἡμέρας ὁ καλὸς κανυσῖνος ὑπὸ λωποδυτῶν ἀνηρπάσθη, ὡς γέλωτα πάμπολυν ἐν τῷ βαλανείῳ γενέσθαι
- ὡς ἀν’ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν
τῆς δ’ αὐτῆς ταύτης σοφίας καὶ ἕτερός ἐστι ζηλωτής, Πομπηιανὸς ὁ Φιλαδελφεύς, ἄνθρωπος οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ καὶ αὐτός. ὅστις πρὸς τὸν οἰκέτην διαλεγόμενος μεγάλῃ τῇ φωνῇ καλέσας τοὔνομα ‘Στρομβιχίδη, ἔφη, κόμιζέ μοι ἐπὶ τὸ γυμνάσιον τὰς βλαύτας τὰς ἀφορήτους καὶ τὴν ἐφεστρίδα τὴν ἄχρηστον. ἐγὼ γὰρ ὑποδησάμενος τὸν πώγωνα προσαγορεύσω τοὺς ἑταίρους· ὀπτὸς γάρ ἐστί μοι Λάριχος. κόμιζε δὲ τοῦ ἐλαίου τὴν λήκυθον· πρότερον γὰρ συντριβησόμεθον, ἔπειθ’ οὕτως ἀπολούμεθον.’ ὁ δ’ αὐτὸς οὗτος σοφιστὴς Φεβρουαρίῳ μηνί, ὡς Ῥωμαῖοι λέγουσι — τὸν δὲ μῆνα τοῦτον κληθῆναί φησιν ὁ Μαυρούσιος Ἰόβας (FHG III 470) ἀπὸ τῶν κατουδαίων φόβων κατ’ ἀναίρεσιν τῶν δειμάτων — ἐν ᾧ τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον, καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλων ‘οὐκ εἶδές με, ἔφη, πολλῶν ἡμερῶν διὰ τὰ καύματα.’ τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, δι’ ἧς καὶ τὰ δικαστήρια οὐ συνάγεται, ἔφη ‘γενέθλιός ἐστι τῆς ἀλέκτορος
τοιοῦτοί τινές εἰσιν, ὦ ἑταῖροι, οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων, τὸ εἰς τοῦ θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζοντες, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ. Ἄθανις δ’ ἐν αʹ Σικελικῶν (FHG lI 82) τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν καὶ τὸν χοῖρον ἴακχον. τοιοῦτος ἦν καὶ Ἀλέξαρχος ὁ Κασσάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφός, ὁ τὴν Οὐρανόπολιν καλουμένην κτίσας. ἱστορεῖ δὲ περὶ αὐτοῦ Ἡρακλείδης ὁ Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν ἱστοριῶν λέγων οὕτως (FHG III 169)· ‘Ἀλέξαρχος ὁ τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλέων καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασσανδρέων δὲ ἄρχουσι τοιαῦτά ποτ’ ἐπέστειλε·
- τὸ δὲ τυραννεῖν ἐστιν;
- ἢ τί ποτε τὸν σπουδαῖον ἀκολουθεῖν ἐρεῖς
- ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία
- λεπτῶν, ἀσίτων, συκίνων, λέγονθ’ ὅτι
- τὸ πρᾶγμα τοῦτ’ οὐκ ἔστιν, εἴπερ γίνεται,
- οὐδ’ ἔστι γάρ πω γινόμενον ὃ γίνεται,
- οὐτ’ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται,
- ἔστιν γὰρ οὐκ ὂν οὐδέν· ὃ δὲ μὴ γέγονέ πω,
- οὐκ ἔστ’ ἕωσπερ γέγονε ὃ δὲ μὴ γέγονέ πω.
- ἐκ τοῦ γὰρ εἶναι γέγονεν· εἰ δ’ οὐκ ἦν ὅθεν,
- πῶς ἐγένετ’ ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ.
- εἰ δ’ αὖ ποθέν ποι γέγονεν, οὐκ ἔσται
- κηποι δεποτις εἴη, πόθεν γενήσεται
- τοὐκ ὂν εἰς οὐκ ὄν· εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται.
- ταυτὶ δ’ ὅ τι ἐστὶν οὐδ’ ἂν Ἀπόλλων μάθοι.
οἶδα δ’ ὅτι καὶ Σιμωνίδης που ὁ ποιητὴς ἀρίσταρχον εἶπε τὸν Δία (fr. 231) καὶ Αἰσχύλος τὸν
κἀν ἄλλοις δὲ τὴν ἄγκυραν ἰσχάδα κέκληκεν διὰ τὸ κατέχειν τὴν ναῦν (fr. 690)·
- θάρσει, μέγας σοι τοῦδ’ ἐγὼ φόβου μοχλός.
καὶ Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε (fr. 4 Tur) τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς, τὴν δὲ Σάμον ἀπορρῶγα τῆς πόλεως, ἔαρ δὲ τοῦ δήμου τοὺς ἐφήβους, τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως, τὸν δὲ σαλπικτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα. ὁ δ’ ὀνοματοθήρας οὗτος
- ναῦται δ’ ἐμηρύσαντο νηὸς ἰσχάδα.
πρὸς ταῦτα ὁ Οὐλπιανός πως ἡδέως γελάσας ‘ἀλλὰ μὴ βάυζε, εἶπεν, ὦ ἑταῖρε, μηδὲ ἀγριαίνου τὴν κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν ἡμερῶν, δέον αἰκάλλειν μᾶλλον καὶ προσσαίνειν τοῖς συνδείπνοις, μὴ καί τινα Κυνοφόντιν ἑορτὴν ποιησώμεθα ἀντὶ τῆς παρ’ Ἀργείοις ἐπιτελουμένης. χορτασθῆναι εἴρηται, ὦ δαιμόνιε ἀνδρῶν, παρὰ μὲν Κρατίνῳ ἐν Ὀδυσσεῦσιν οὕτως (I 57 K)·
καὶ Μένανδρος δὲ ἐν Τροφωνίῳ (IV 207 M) ἔφη χορτασθείς. Ἀριστοφάνης δ’ ἐν Γηρυτάδῃ (I 429 K)·
- ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν.
Σοφοκλῆς τε ἐν Τυροῖ (fr. 600 N)·
- θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
Εὔβουλος δ’ ἐν Δόλωνι (II 175 K)·
- σίτοισι παγχόρτοισιν ἐξενίζομεν.
Σώφιλος δ’ ἐν Φυλάρχῳ (II 446 K)·
- ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς,
- ἀλλ’ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ
- ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.
καὶ Ἄμφις ἐν Οὐρανῷ (II 244 K)·
- γαστρισμὸς ἔσται δαψιλής· τὰ προοίμια
- ὁρῶ . . . . . . . χορτασθήσομαι.
- νὴ τὸν Διόνυσον, ἄνδρες, ἤδη στρηνιῶ.
ταῦτα μὲν οὖν, ὦ Κύνουλκε, εἰπεῖν προχείρως ἔχω σοι τὰ νῦν, αὔριον δὲ ἢ ἔνηφι — τὴν γὰρ εἰς τρίτην Ἡσίοδος (op. 410) εἴρηκεν οὕτωσ — πληγαῖς σε χορτάσω, ἐάνπερ μὴ εἴπῃς ὁ κοιλιοδαίμων παρὰ τίνι κεῖται.’ σιωπήσαντος δ’ ἐκείνου ‘ἀλλὰ μὴν καὶ τοῦτο αὐτός σοι, ὦ κύον, ἐρῶ ὅτι Εὔπολις τοὺς κόλακας ἐν τῷ ὁμωνύμῳ δράματι (I 306 K) οὕτω κέκληκε· τὸ δὲ μαρτύριον ἀναβαλοῦμαι, ἔστ’ ἂν ἀποδῶ σοι τὰς πληγάς.’
- εἰς τὴν ἑσπέραν χορτάζομαι
- ἐν ἅπασιν ἀγαθοῖς.
ἡσθέντων οὖν ἐπὶ τοῖς πεπαιγμένοις ἁπάντων ‘ἀλλὰ μήν, ἔφη ὁ Οὐλπιανός, καὶ τὸν περὶ τῆς ΜΗΤΡΑΣ λόγον ἀποδώσω. Ἄλεξις γὰρ ἐν τῷ Ποντικῷ ἐπιγραφομένῳ δράματι Καλλιμέδοντα τὸν ῥήτορα, Κάραβον δὲ ἐπικαλούμενον κωμῳδῶν — ἦν δ’ οὗτος εἷς τῶν κατὰ Δημοσθένη τὸν ῥήτορα πολιτευομένων — φησίν (II 368 K)·
ἦν δὲ ὁ Καλλιμέδων καὶ ἐπὶ ὀψοφαγίᾳ διαβόητος. μνημονεύει τῆς μήτρας καὶ Ἀντιφάνης ἐν Φιλομήτορι οὕτως (II 108 K)·
- ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει,
- ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος
- ἑφθῆς ἴσως προσεῖτ’ ἂν ἀποθανεῖν.
Εὔφρων δ’ ἐν Παραδιδομένῃ (IV 492 M)·
- ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει·
- μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις πόλις·
- μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας·
- Μητρᾶς ὁ Χῖός ἐστι τῷ δήμῳ φίλος.
v.1.p.231
Διώξιππος δ’ ἐν Ἀντιπορνοβοσκῷ (ib. 541)·
- οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας
- παρέθηκε Καλλιμέδοντι κἀσθίονθ’ ἅμα
- ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος.
ἐν δὲ Ἱστοριογράφῳ (ib.)·
- οἵων δ’ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν·
- ἤνυστρα, μήτρας, χόλικας.
Εὔβουλος δ’ ἐν Δευκαλίωνι (II 173 K)·
- τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς· μήτρας δύο
- κρεμαμένας δείξας ‘ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς.’
- ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.
Λυγκεὺς δ’ ὁ Σάμιος, ὁ Θεοφράστου γνώριμος, καὶ τὴν σὺν ὀπῷ χρῆσιν αὐτῆς οἶδεν. ἀναγράφων γοῦν τὸ Πτολεμαίου συμπόσιόν φησιν οὕτως· ‘μήτρας τινὸς περιφερομένης ἐν ὄξει καὶ ὀπῷ.’ τοῦ δὲ ὀποῦ μέμνηται Ἀντιφάνης ἐν Δυσέρωσι περὶ Κυρήνης τὸν λόγον ποιούμενος (II 46 K)·
τῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος ὁ τὴν Αἰγυπτιακὴν Ἰλιάδα συνθεὶς ἐν τούτοις·
- ἐκεῖσε δ’ οὐ πλέω
- ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων
- ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν,
- καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ.
Σώπατρος δ’ ἐν μὲν Ἱππολύτῳ φησίν·
- ἀλλὰ λοπάς μ’ εὔφραιν’ ἢ μήτρης καλὰ πρόσωπα
- ἐκβολάδος, δέλφαξ δ᾽ ἐν κλιβάνῳ ἡδέα ὄζων.
ἐν δὲ Φυσιολόγῳ·
- ἀλλ’ οἷα μήτρα καλλίκαρπος ἐκβολὰς
- δίεφθα λευκανθεῖσα τυροῦται δέμας.
ἐν δὲ Σίλφαις·
- μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος,
- τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.
- μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον,
- δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.
οἱ μέντοι ἀρχαῖοι πάντες πρὸ τοῦ δειπνεῖν οὐ παρέφερον οὔτε μήτρας οὔτε θρίδακας οὔτ’ ἄλλο τι τῶν τοιούτων, ὥσπερ νῦν γίνεται. Ἀρχέστρατος γοῦν ὁ ὀψοδαίδαλος μετὰ τὸ δεῖπνον καὶ τὰς προπόσεις καὶ τὸ μύροις χρήσασθαί φησιν (fr. 62 Ri)·
Λυγκεὺς δὲ διαγράφων τὸ Λαμίας τῆς αὐλητρίδος δεῖπνον, ὅτε ὑπεδέχετο Δημήτριον τὸν Πολιορκητήν, εὐθέως τοὺς εἰσελθόντας ἐπὶ τὸ δεῖπνον ἐσθίοντας ποιεῖ ἰχθῦς παντοίους καὶ κρέα. ὁμοίως καὶ τὸ Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον διατιθεὶς ἐπιτελοῦντος Ἀφροδίσια καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως ἰχθῦς πρῶτον παρατίθησι καὶ κρέα.
- ἀεὶ δὲ στεφάνοισι κάρα παρὰ δαῖτα πυκάζου
- παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον ἀνθῇ,
- καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε
- καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπὶ τέφραν
- βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν.
- ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα,
- γαστέρα καὶ μήτραν ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ
- ἔν τ’ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν
- ὀρνίθων τ’ ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ
- ὥρη. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον,
- οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔδοντες.
v.1.p.233- ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δ’ ἐγὼ λέγω ἔσθε
- βρωτά. τὰ δ’ ἄλλα γ’ ἐκεῖνα τραγήματα πάντα
- πέφυκε
- πτωχείας παράδειγμα κακῆς, ἑφθοί τ’ ἐρέβινθοι
- καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα
- αἴνει Ἀθήνησιν γεγενημένον· εἰ δὲ μή, ἄν που
- αὐτὸν ἔχῃς ἑτέρωθι, μέλι ζήτησον ἀπελθὼν
- Ἀττικόν, ὡς τοῦτ’ ἐστὶν ὃ ποιεῖ κεῖνον ὑβριστήν.
- οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς
- καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον
- ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους.
θαυμάζειν δ’ ἐστὶν ἄξιον τοῦ τὰς καλὰς ὑποθήκας παραδιδόντος ἡμῖν Ἀρχεστράτου, ὡς Ἐπικούρῳ τῷ σοφῷ τῆς ἡδονῆς καθηγεμὼν γενόμενος κατὰ τὸν Ἀσκραῖον ποιητὴν γνωμικῶς καὶ ἡμῖν συμβουλεύει τισὶ μὲν μὴ πείθεσθαι, αὑτῷ δὲ προσέχειν τὸν νοῦν, καὶ ἐσθίειν παρακελεύεται τὰ καὶ τά, οὐδὲν ἀποδέων τοῦ παρὰ Δαμοξένῳ τῷ κωμῳδιοποιῷ μαγείρου, ὃς ἐν Συντρόφοις φησιν (IV 530 M)·
ἐν δύ’ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντ’ ἐγώ σοι κατεπύκνωσα τέτταρα. Β. τοῦτο δὲ τί ἐστιν, εἰπέ μοι. Α. καθήγισα. μάγειρος ἦν κἀκεῖνος, οὐκ ᾔδει θεοί, ποῖος μάγειρος. ἡ φύσις πάσης τέχνης ἀρχέγονόν ἐστ᾽, ἀρχέγονον, ὦλιτήριε. οὐκ ἔστιν οὐθὲν τοῦ πονεῖν σοφώτερον, πᾶν τ᾽ εὐχερὲς τὸ πρᾶγμα τοῦ λόγου τριβὴν ἔχοντι τούτου· πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα καταγέλα ὡς κενοῦ καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες. ὡς ἐκ διατριβῆς τοῦτο δεῖ γὰρ εἰδέναι, τίν᾽ ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει· πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπάς τ’ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις, κακὸν ἠλίβατον ἀνθρώποισιν, ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθ’ ὥραν ἀποδίδωσι τὴν χάριν. τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δ’ ἐμοὶ τρέφει
- Ἐπικούρου δέ με
- ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ’ ᾧ
v.1.p.234
- τὸν τύπον; Β. Ἄπολλον. Α. καί τι φαίνεται τέχνη;
- εἶτ’ οὐθὲν εἰκῇ παρατίθημι, μανθάνεις,
- βρῶμ᾽, ἀλλὰ μίξας πάντα κατὰ συμφωνίαν.
- Β. πῶς; Α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει
- κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν·
- ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα
- καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω.
- ἐνίοτε δ’ ἐφεστὼς παρακελεύομαι ‘πόθεν
- ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα·
- διάφωνον ἕλκεις· οὐχ ὑπερβήσῃ;’ σοφὸν
- Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονήν·
- ἐμασᾶτ’ ἐπιμελῶς. οἶδε τἀγαθὸν μόνος
- ἐκεῖνος οἷόν ἐστιν· οἱ δ’ ἐν τῇ στοᾷ
- ζητοῦσι συνεχῶς, οἷόν ἐστ’ οὐκ εἰδότες.
- οὐκοῦν ὅ γ’ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ,
- οὐδ’ ἂν ἑτέρῳ δοίησαν. Β. οὕτω συνδοκεῖ·
- ἀφῶμεν οὖν τὰ λοιπά· δῆλα δὴ πάλαι.
καὶ Βάτων δ’ ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας μειρακίου πατέρα ὡς διαφθαρέντος κατὰ τὴν δίαιταν ὑπὸ τοῦ παιδαγωγοῦ φησίν (IV 502 M)·
- ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
- ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον
- ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς
- πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
- Β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
- Α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; Β. ὡς λέγουσιν οἱ σοφοί.
v.1.p.237- ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
- τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστιν δ’ ἔχειν
- ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως
- ευσωσιαπαντη τυχὸν δώσεις ἐμοί.
- Α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
- μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον;
- Β. ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες
- καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
- καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα
- οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
- ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου
- καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
- ὥστ’ ἐκπεπλῆχθαι πάντας.
καὶ παρ’ Ἀντιφάνει δ’ ἐν Στρατιώτῃ ἢ Τύχωνι παραινέσεις εἰσφέρων ἄνθρωπος τοιοῦτός ἐστιν, ὅς φησιν (II 98 K)·
τὰ αὐτὰ εἴρηκε καὶ ἐν Ὑδρίᾳ.
- ὅστις ἄνθρωπος δὲ φὺς
- ἀσφαλές τι κτῆμ’ ὑπάρχειν τῷ βίῳ λογίζεται,
- πλεῖστον ἡμάρτηκεν. ἢ γὰρ εἰσφορά τις ἥρπασεν
- τἄνδοθεν πάντ’ ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο
- ἢ στρατηγήσας προσῶφλεν ἢ χορηγὸς αἱρεθεὶς
- ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ
- ἢ τριηραρχῶν ἀπήγξατ’ ἢ πλέων ἥλωκέ ποι
- ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ’ ὑπ’ οἰκετῶν.
- οὐ βέβαιον οὐθέν ἐστι, πλὴν ὅσ’ ἂν καθ’ ἡμέραν
v.1.p.238- εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ,
- οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι
- κειμένην ἄν τις προσελθών· ἀλλ’ ὅταν τὴν ἔνθεσιν
- ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς,
- τοῦτ’ |ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.
εἰς ταῦτ’ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατιδόντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς καὶ Θεόγνητος ἐν Φάσματι ἢ Φιλαργύρῳ φησὶν ἐκ τούτων (IV 549 M)·
- ἄνθρωπ᾽, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης
- στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς·
- ‘ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη·
- σοφία δ’ ἴδιον, κρύσταλλος. οὐθεὶς πώποτε
- ταύτην λαβὼν ἀπώλεσ᾽.’ ὦ τάλας ἐγώ,
- οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν.
- ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα·
- ἀντέστροφέν σου τὸν βίον τὰ βιβλία·
- πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
- οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν λόγων.’
v.1.p.239
ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου παῖδες ἐπεισῆλθον φέροντες ἐπὶ δίσκων ΚΑΡΑΒΟΥΣ μείζονας Καλλιμέδοντος τοῦ ῥήτορος, ὃς διὰ τὸ φιληδεῖν τῷ βρώματι Κάραβος ἐπεκλήθη. Ἄλεξις μὲν οὖν αὐτὸν ἐν Δορκίδι ἢ Ποππυζούσῃ φίλιχθυν εἶναι κοινῶς παραδίδωσι, καθάπερ καὶ ἄλλοι τῶν κωμῳδιοποιῶν, λέγων οὕτως (II 316 K)·
περισπούδαστος δὲ ἦν πολλοῖς ἡ τοῦ καράβου βρῶσις, ὡς ἔστι δεῖξαι διὰ πολλῶν τῆς κωμῳδίας μερῶν· ἀρκέσει δὲ τὰ νῦν Ἀριστοφάνης ἐν ταῖς Θεσμοφοριαζούσαις οὕτως λέγων (I 473 K)·
- τοῖς ἰχθυοπώλαις ἐστὶ ἐψηφισμένον,
- ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα
- στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν,
- ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,
- ὡς αὐτὸν ὄντ’ αὐτοῖσι τῆς τέχνης μόνον
- σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.
πλατείας δὲ καρῖδας ἂν εἴη λέγων τοὺς ἀστακοὺς καλουμένους, ὧν μνημονεύει Φιλύλλιος ἐν Πόλεσι
- ἰχθὺς ἐωνηταί τις ἢ σηπίδιον
- ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους
- ἢ νῆστις ὀπτᾶτ’ ἢ γαλεὸς ἢ τευθίδες;
- Β. μὰ τὸν Δί᾽, οὐ δῆτ᾽. Α. οὐδὲ βατίς; Β. οὔ
- φημ’ ἐγώ.
- Α. οὐδὲ χόρι’ οὐδὲ πυὸς οὐδ’ ἧπαρ κάπρου
- οὐδὲ σχαδόνες οὐδ’ ἠτριαῖον δέλφακος
- οὐδ’ ἐγχέλειον οὐδὲ κάραβος; μέγ’ ἂν
- γυναιξὶ κοπιώσαισιν ἐπεκουρήσατε.
καὶ Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ τὸν προειρημένον ἀστακὸν ὑπὸ τοῦ Ἀρχεστράτου δηλοῖ ὅτι κάραβός ἐστι λέγων οὕτως (p. 231 L)·
- ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ
- τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας,
- τοὺς δὲ πόδας μικρούς, βραδέως δ’ ἐπὶ γαῖαν ὀρούει.
- εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι
- ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει.
- ἐντὶ δ’ ἀστακοὶ κολύβδαιναί τε χὢς τὰ πόδι’ ἔχει
- μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τὤνυμα.
ἴδιον δ’ ἐστὶ γένος καράβων τε καὶ ἀστακῶν ἄλλο, ἔτι δὲ καρίδων. τὸν δ’ ἀστακὸν οἱ Ἀττικοὶ διὰ τοῦ ο ὀστακὸν λέγουσι, καθάπερ καὶ ὀσταφίδας. Ἐπίχαρμος δὲ ἐν Γᾷ καὶ Θαλάσσᾳ φησίν (p. 223 L)·
Σπεύσιππος δὲ ἐν βʹ Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλακοστράκων κάραβον, ἀστακόν, νύμφην, ἄρκτον, καρκίνον, πάγουρον. Διοκλῆς δ’ ὁ Καρύστιός φησι· ‘καρῖδες, καρκίνοι, κάραβοι, ἀστακοὶ εὔστομα καὶ διουρητικά.’ κολύβδαιναν δ’ εἴρηκεν Ἐπίχαρμος ἐν τοῖς προεκκειμένοις (Litt. b), ὡς μὲν Νίκανδρός φησι (fr. 139 Schn), τὸ θαλάσσιον αἰδοῖον, ὡς δ’ ὁ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ, τὴν καρῖδα.
- κἀστακοὶ γαμψώνυχοι.
περὶ δὲ τῶν ΚΑΡΙΔΩΝ, ὅτι καὶ πόλις ἦν Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῇ γʹ ἱστορεῖ (FHG I 242), κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι Καρίδας. ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος παραινεῖ τάδε (fr. 24 Ri)·
ἐκτεταμένως δ’ εἴρηκε καρῖδα Ἀραρὼς μὲν ἐν Καμπυλίωνι (II 217 K)·
- ἢν δέ ποτ’ εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι,
- καρῖδ’ εὐμεγέθη λήψῃ· σπανία δὲ πρίασθαι·
- ἐν δὲ Μακηδονίᾳ τε καὶ Ἀμβρακίᾳ μάλα πολλαί.
καὶ Εὔβουλος ἐν Ὀρθάννῃ (II 192 K)·
- αἵ τε καμπύλαι
- καρῖδες ἐξήλλοντο δελφίνων δίκην
- εἰς σχοινόπλεκτον ἄγγος.
Ἀναξανδρίδης Λυκούργῳ (II 144 K)·
- καρῖδα καθηκατω κἀνέσπασ’ αὖθις.
ὁ δ’ αὐτὸς κἀν Πανδάρῳ φησίν (ib. 149)·
- καὶ συμπαίζει καριδαρίοις
- μετὰ περκιδίων καὶ θρᾳττιδίων
- καὶ ψητταρίοις μετὰ κωθαρίων
- καὶ σκινδαρίοις μετὰ κωβιδίων.
ἐν δὲ Κερκίῳ (ib. 143)·
- οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ᾽, ἔσῃ·
- αὕτη δὲ καριδοι τὸ σῶμα καμπύλη,
- ἄγκυρά τ’ ἐστὶν ἄντικρυς τοῦ σώματος.
Εὔβουλος Τιτθαῖς (II 204 K)
- ἐρυθρότερον καρῖδος ὀπτῆς σ’ ἀποφανῶ.
καὶ Ὠφελίων Καλλαίσχρῳ (ib. 294)·
- καρῖδάς τε τῶν
- κυφῶν.
καὶ ἐν Ἰαλέμῳ (ib. 293)·
- κυρταὶ δ’ ὁμοῦ καρῖδες ἐν ξηρῷ πέδω.
συνεσταλμένως δ’ εἴρηκεν Εὔπολις ἐν Αἰξὶν οὕτως (I 259 K)·
- ὠρχοῦντο δ’ ὡς καρῖδες ἀνθράκων ἔπι
- πηδῶσι κυρταί.
v.1.p.243
καὶ ἐν Δήμοις (ib. 286)·
- πλὴν
- ἅπαξ ποτ’ ἐν Φαίακος ἔφαγον καρίδας.
- ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.
ὠνομάσθησαν δὲ καρῖδες ἀπὸ τοῦ κάρα· τὸ πλεῖστον γὰρ μέρος τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο. καρίδες δὲ βραχέως οἱ Ἀττικοὶ ἀναλόγως· παρὰ γὰρ τὸ κάρη γέγονε διὰ τὸ μείζονι κεχρῆσθαι κεφαλῇ. ὡς οὖν παρὰ τὸ γραφὴ γραφὶς καὶ βολὴ βολίς, οὕτως καὶ παρὰ τὸ κάρη καρίς. ταθείσης δὲ τῆς παρατελευταίας ἐτάθη καὶ τὸ τέλος, καὶ ὁμοίως λέγεται τῷ ψηφὶς καὶ κρηπίς καὶ τευθίς.
περὶ δὲ τῶν ὀστρακοδέρμων τούτων Δίφιλος μὲν ὁ Σίφνιος οὕτω γράφει· ‘τῶν δ’ ὀστρακοδέρμων καρίς, ἀστακός, κάραβος, καρκίνος, λέων τοῦ αὐτοῦ γένους ὄντα διαφέρουσι. μείζων δ᾽ ἐστὶν ὁ λέων τοῦ ἀστακοῦ. οἱ δὲ κάραβοι καὶ γραψαῖοι λέγονται· τῶν καρκίνων δ’ εἰσὶν σαρκωδέστεροι. ὁ δὲ καρκίνος βαρὺς καὶ δύσπεπτος.’ Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘κάραβοι, φησί, καὶ καρκίνοι καὶ καρῖδες καὶ τὰ ὅμοια δύσπεπτα μὲν πάντα, τῶν δ’ ἄλλων ἰχθύων εὐπεπτότερα πολλῷ. πρέπει δ’ αὐτοῖς ὀπτᾶσθαι μᾶλλον ἢ ἕψεσθαι.’
κουρίδας δὲ τὰς καρῖδας εἴρηκε Σώφρων ἐν γυναικείοις οὕτως (fr. 34 Bo)· ‘ἴδε καλᾶν κουρίδων, ἴδε
ἐν δὲ Λόγῳ καὶ Λογίννᾳ διὰ τοῦ ω εἴρηκεν (ib. 244)·
- κουρίδες τε φοινίκιαι.
Σιμωνίδης δέ (fr. 15 B4)·
- ἀφύας τε κωρίδας τε καμπύλας.
- θύννοισι τευθίς, κωβιοῖσι κωρίδες.
ἑξῆς εἰσεκομίσθη ταγηνιστὰ ἥπατα περιειλημένα τῷ καλουμένῳ ΕΠΙΠΛΩΙ, ὃν Φιλέταιρος ἐν Τηρεῖ ἐπίπλοιον εἴρηκεν (II 235 K). εἰς ἃ ἀποβλέψας ὁ Κύνουλκος ‘λέγε ἡμῖν, ἔφη, ὦ σοφὲ Οὐλπιανέ, εἴ που κεῖται οὕτως τὸ ἧπαρ ἐντετυλιγμένον.’ καὶ ὅς· ‘ἐὰν πρότερον δείξῃς σὺ παρὰ τίνι ὁ ἐπίπλους εἴρηται ἐπὶ τοῦ λίπους καὶ τοῦ ὑμένος.’ ἀντικορυσσομένων οὖν τούτων ὁ Μυρτίλος ἔφη· ‘ὁ μὲν ἐπίπλους παρ’ Ἐπιχάρμῳ ἐν Βάκχαις (p. 222 L)·
καὶ ἐν Θεαροῖς (p. 242)·
- καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ.
καὶ ὁ Χῖος δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις (FHG II 47) ἔφη· ‘τῷ ἐπίπλῳ ἐπικαλύψας.’ ἀπέχεις, φίλη κεφαλὴ Οὐλπιανέ, τὸν ἐπίπλουν, ἵν’ ἤδη ποτὲ αὐτῷ ἐντυλιχθεὶς κατακαυθῇς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. τὸ δὲ μαρτύριον τοῦ οὕτως διεσκευασμένου ἥπατος δίκαιος εἶ σὺ ἀπομνημονεῦσαι, προειρημένου σοι πάλαι (p. 95a) ὅτε περὶ τῶν ὠτίων καὶ ποδῶν ἐζητοῦμεν, ὅτι Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ εἴρηκε. πᾶσα δ’ ἡ
- ὀσφύος τε πέρι κἠπιπλόου.
- πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινι
- ἰδὼν γέροντι φυκί’ ἠμφιεσμένα
- ἔλαβον ἐχίνους τ᾽· ἐστὶ γὰρ προοίμιον
- δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
- τούτων δ’ ἀπολυθείς, κειμένων ἰχθυδίων
- μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,
- θαρρεῖν κελεύσας ἕνεκ’ ἐμοῦ ταῦτ’ οὐδὲ ἓν
- φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν.
- ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
- ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
- ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
- ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,
- καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,
- ἐποίησά τ’ αὐτὸ ποικιλώτερον ταῶ.
- κρεᾴδι’ ἄττα, ποδάρια, ῥύγχη τινά,
- ὠτάρι’ ὕει᾽, ἡπάτιον ἐγκεκαλυμμένον·
- αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι.
- τούτοις μάγειρος οὐ πρόσεισ’ οὐδ’ ὄψεται·
- οἰμώξεται γὰρ νὴ Δί᾽. ἀλλ’ ἐγὼ σοφῶς
- ταῦτ’ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως
- οὕτω (ποῶ γὰρ τοὔψον αὐτός) ὥστε τοὺς
v.1.p.246- δειπνοῦντας εἰς τὰ λοπάδι’ ἐμβάλλειν ποῶ
- ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
- τὰς σκευασίας πάντων δὲ καὶ τὰς συστάσεις
- τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,
- προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.
ὅτι δ’ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος ὁ Δελφὸς ἐν ὑπομνήμασί φησι (FHG IV 419) Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν·
μήποτε δὲ καὶ Κρώβυλος ὁ κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ Ἄλεξις, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως (IV 567 M)·
- ἀπόλωλα, πέπλων μ’ ὤλεσαν περιπτυχαί.
ἡπάτιον δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς (fr. 506, 2 K) καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ (I 762 K) Εὔβουλός τ’ ἐν Δευκαλίωνι (II 173). δασυντέον δὲ λέγοντας τὸ ἧπαρ· καὶ γὰρ ἡ συναλοιφή ἐστιν παρ’ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ (fr. 131 B4)
- καὶ πλεκτάνην στιφρὰν σφόδρ’ ἐπὶ τούτοις τέ που
- αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.
ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν ὁ αὐτὸς Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ οὐκ ἔχειν χολήν (II 185 K)·
- χολὴν γὰρ οὐκ ἔχεις ἐφ’ ἥπατι.
Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασιν (FHG IV 420) ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ἐν τοῖσ ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς.
- οὐκ ᾤου σύ με
- χολὴν ἔχειν, ὡς δ’ ἡπάτῳ μοι διελέγου;
- ἐγὼ δέ γ’ εἰμὶ τῶν μελαμπύγων ἔτι.