Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐν δὲ Μούσαις γράφεται (p. 238 L) ἀντὶ τοῦ

  1. κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστ᾽ ἰσωνία
  2. κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δ’ ἅδιστον κρέας.
τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δ’ αὐτῆς Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι (p. 274 N) ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δ’ ὁ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρ’ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναι ᾠδὴν ἧς ἡ ἀρχή (fr. 51 B4)·
  1. πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον,
ἧς ἐπὶ τέλει γεγράφθαι·
  1. ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λεπάς.
ὁ δ’ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας· τὰ παιδάρια δὲ ἡνίκ’ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν, καθάπερ καὶ παρ’ ἡμῖν
v.1.p.199
τὰ σπερμολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις, ὡς καὶ Σώπατρός φησιν ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Εὐβουλοθεομβρότῳ·
  1. ἀλλ’ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέ τις
  2. ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη.
πάλιν δ’ ὁ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι (p. 250 L)·
  1. κἄν τις ἑλλήνων τὸν ἀναρίταν, θᾶσαι δὴ καὶ λεπὰς ὅσσα.
παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται (fr. 65 Bo)· ‘μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.’ ἐν δὲ τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν (fr. 55) χηράμβας ὀνομάζει. καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται (fr. 198 B), τοῦ δ’ ἀναρίτου Ἴβυκος (fr. 22). καλεῖται δ’ ὁ ἀναρίτης καὶ ἀνάρτας. κοχλιῶδες δὲ ὂν τὸ ὄστρεον προσέχεται ταῖς πέτραις ὥσπερ αἱ λεπάδες. Ἡρώνδας δ’ ἐν Συνεργαζομέναις (fr. 2 B)·
  1. προσφὺς ὅκως τις χοιράδων ἀναρίτης.
Αἰσχύλος δ’ ἐν Πέρσαις τις ἀνηρει τοὺς ‘νήσους νηριτοτρόφους’ εἴρηκεν. Ὅμηρος δὲ τῶν τηθέων μέμνηται (Il. 16.747).

Διοκλῆς δ’ ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς κράτιστά φησιν εἶναι τῶν κογχυλίων πρὸς διαχώρησιν

v.1.p.200
καὶ οὔρησιν μύας, ὄστρεα, κτένας, χήμας. Ἄρχιππος δ’ ἐν Ἰχθύσι (I 683 K)·
  1. λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε·
ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι ὁ Διοκλῆς κόγχας, πορφύρας, κήρυκας. περὶ δὲ τῶν κηρύκων ὁ Ἄρχιππος τάδε λέγει (ibid)·
  1. κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας.
Σπεύσιππος δ’ ἐν βʹ Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως (fr. 302)·
  1. ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τινα
  2. δυναίμεθ’ εὑρεῖν ...
ἔτι ὁ Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. Ἀραρὼς δὲ Καμπυλίωνί φησιν (II 217 K)·
  1. τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα,
  2. κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι
  3. καρῖδες ἐξήλλοντο δελφίνων δίκην.
Σώφρων δ’ ἐν Μίμοις (fr. 38 Bo)· ‘τίνες δέ ἐντί ποκα, φίλα, τοιδέ τοι μακραὶ κόγχαι; Β. σωλῆνές θην τοῦτοί γα, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.’ τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν Ἀρχιλόχοις (I 14 K)·
  1. ἣ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
    v.1.p.201
Φιλύλλιος δ’ ἢ Εὔνικος ἢ Ἀριστοφάνης ἐν Πόλεσι (I 785 K)·
  1. πουλυπόδειον σηπιδάριον, κάραβον, ἀστακόν,
  2. ὄστρειον,
  3. χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας
  4. ἐκ Μιτυλήνης·
  5. αἴρετ’ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς,
  6. πέρκη, κορακῖνοι.
Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς (FHG 386. 292) τοὺς στραβήλους ἀστραβήλους ὀνομάζουσι, μνημονεύοντες αὐτῶν ὡς ἐπιτηδείων ὄντων εἰς τὸ σαλπίζειν.

τὰς δὲ κόγχας ἔστιν εὑρεῖν λεγομένας καὶ θηλυκῶς καὶ ἀρσενικῶς. Ἀριστοφάνης Βαβυλωνίοις (I 409 K)·

  1. ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
  2. ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
Τηλεκλείδης δ’ ἐν Ἡσιόδοις (I 214 K) κόγχη φησὶ διελεῖν. καὶ Σώφρων γυναικείοις (fr. 33 Bo)· ‘αἵ γα μὰν κόγχαι, ὥσπερ αἴ κ’ ἐξ ἑνὸς κελεύματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει.’ ἀρσενικῶς δ’ Αἰσχύλος ἐν Ποντίῳ Γλαύκῳ (fr. 32 N)·
  1. κόγχοι μύες κὤστρεια.
Ἀριστώνυμος Θησεῖ (I 668 K)·
  1. κόγχος ἦν βάπτων ἄλλων ὁμοίως.
παραπλησίως δ’ εἴρηκε καὶ Φρύνιχος Σατύροις (I 383 K).

Ἱκέσιος δὲ ὁ Ἐρασιστράτειος τῶν χημῶν φησι τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ λείασ βασιλικάς. καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι, ὀλιγοτρόφους,

v.1.p.202
εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευομένους· τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασι (FGH IV 420) τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύκους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κριούς.

τὰς δὲ λεπάδας ὁ Ἱκέσιος τῶν προειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δ’ ὄστρεα ἀτροφώτερά τε τούτων καὶ πλήσμια εὐεκκριτώτερά τε τούτων. ‘οἱ δὲ κτένες τροφιμώτεροι μέν εἰσι, κακοχυλότεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι καὶ οἱ τούτοις ὅμοιοι τῇ εὐχυλίᾳ τῶν μὲν κτενῶν βελτίονες, τῶν δὲ χημῶν λειπόμενοι· οὐρητικώτεροι δὲ μᾶλλον ἢ ἐπὶ τὴν κοιλίαν φερόμενοι. εἰσὶ δ’ αὐτῶν ἔνιοι καὶ σκιλλώδεις κακόχυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δ᾽ ἐλάσσονες τούτων καὶ δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλότεροι τῶν σκιλλωδῶν, ἀτροφώτεροι δέ, διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι. οἱ δὲ τῶν κηρύκων τράχηλοι εὐστόμαχοί τέ εἰσι καὶ ἀτροφώτεροι μυῶν τε καὶ χημῶν καὶ κτενῶν· τοῖς δ’ ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως ἀποδιωθοῦσι τὴν τροφὴν εἰς τὸ κύτος τῆς κοιλίας χρήσιμοι, δύσφθαρτοί τε ὄντες. τὰ γὰρ ὁμολογουμένως εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης ἐστίν, εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι, πρὸς δὲ τὴν τῆς κοιλίας ἀσθένειαν χρήσιμοι. τροφιμώτεραι

v.1.p.203
δὲ τούτων εἰσὶ καὶ ἀπολαυστικώτεραι αἱ τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδέστεραι ὑπάρχουσι· καὶ γὰρ ὅλον τὸ κογχύλιον τοιοῦτόν ἐστιν. ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι παρέπεται τὸ ἑψομέναις παχὺν ποιεῖν τὸν ζωμόν. ἑψόμενοι δὲ τὸ καθ’ ἑαυτοὺς καὶ οἱ τράχηλοι τῶν πορφυρῶν εὐθετοῦσι πρὸς τὰς τῶν στομάχων διαθέσεις.’ μνημονεύει δ’ αὐτῶν Ποσείδιππος ἐν Λοκρίσιν (IV 517 M) οὕτως·
  1. ὥρα περαίνειν· ἐγχέλεια, καράβους,
  2. κόγχας, ἐχίνους προσφάτους, μηκώνια,
  3. πίνας, τραχήλους, μύας.

αἱ βάλανοι δ’ εἰ μείζονες, εὐέκκριτοι καὶ εὔστομοι. τὰ δ᾽ ὠτάρια — γίνεται δὲ ταῦτα κἀν τῇ κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένῃ Φάρῳ νήσῳ — τροφιμώτερα τῶν προειρημένων ἁπάντων, οὐκ εὐέκκριτα δέ. Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως (p. 174 Wil) τὸ ὄστρεον τοῦτο ὑπὸ Αἰολέων καλεῖσθαι οὖς Ἀφροδίτης. αἱ δὲ φωλάδες πολυτροφώτεραι, βρομώδεις δέ. τὰ δὲ τήθη παραπλήσια τοῖς προειρημένοις καὶ πολυτροφώτερα. γίνεται δέ τινα καὶ ἄγρια λεγόμενα ὄστρεα· πολύτροφα δ’ ἐστὶ καὶ βρομώδη προσέτι τε εὐτελῆ κατὰ τὴν γεῦσιν. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων (p. 229 R) ‘ὄστρεα, φησίν, πίνη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη, λεπάς, τῆθος, βάλανος. πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος, στράβηλος. ἐστὶ δ’ ὁ μὲν κτεὶς τραχυόστρακος, ῥαβδωτός, τὸ δὲ τῆθος ἀράβδωτον, λειόστρακον, ἡ δὲ

v.1.p.204
πίνη λεπτόστομον, τὸ δὲ ὄστρεον παχύστομον, δίθυρον δὲ καὶ λειόστρακον, λεπὰς δὲ μονόθυρον καὶ λειόστρακον, συμφυὲς δὲ μῦς, μονοφυὲς δὲ καὶ λειόστρακον σωλὴν καὶ βάλανος, κοινὸν δ’ ἐξ ἀμφοῖν κόγχη.’ τὸ δ’ ἐντὸς τῆς πίνης Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καλεῖσθαί φησι μήκωνα. ἐν δὲ πέμπτῳ ζῴων μορίων ὁ Ἀριστοτέλης (h. a. V p. 544a 15) ‘γίνονται, φησίν, αἱ μὲν πορφύραι περὶ τὸ ἔαρ, οἱ δὲ κήρυκες λήγοντος τοῦ χειμῶνος. ὅλως δέ, φησί, τὰ ὀστρακόδερμα ἐν τῷ ἔαρι φαίνεται ἔχοντα τὰ καλούμενα ᾠά, κἀν τῷ μετοπώρῳ δὲ πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων. οὗτοι δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὥραις αἰεί τε ἰσχύουσι καὶ τὸ πλέον ἐν ταῖς πανσελήνοις καὶ ταῖς ἀλεειναῖς ἡμέραις πλὴν τῶν ἐν τῷ Εὐρίπῳ τῶν Πυρραίων· ἐκεῖνοι δ’ ἀμείνονες τοῦ χειμῶνος καί εἰσι μικροί, πλήρεις δὲ ᾠῶν. κύοντες δὲ φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὥραν.’

προελθὼν δὲ πάλιν φησὶν ὁ φιλόσοφος (p. 546b 18)· ‘αἱ μὲν οὖν πορφύραι τοῦ ἔαρος συναθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν· τοῦτο δ’ ἐστὶν οἷον κηρίον, ἀλλ’ οὐχ οὕτως γλαφυρόν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ τούτων αἱ πορφύραι, ἀλλὰ φύονται αὗται καὶ τὰ ἄλλα ὀστρακόδερμα ἐξ ἰλύος καὶ σήψεως. τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι· κηριάζουσι γὰρ καὶ οὗτοι. ἀφιᾶσι δ’ ἀρχόμεναι

v.1.p.205
κηριάζειν γλισχρότητα μυξώδη, ἐξ ὧν τὰ λεπυρώδη συνίσταται. ταῦτα μὲν οὖν ἅπαντα διαχεῖται, ἀφιᾶσι δ’ ἰχῶρα εἰς τὴν γῆν· καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι. ἐὰν δὲ πρὶν ἐκτεκεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν, εἰς δὲ ταὐτὸ συνιοῦσαι ἐκτίκτουσι, καὶ γίνεται οἱονεὶ βότρυς. ἐστὶ δὲ τῶν πορφυρῶν γένη πλείονα· καὶ ἔνιαι μὲν μεγάλαι, οἷον αἱ περὶ τὸ Σίγειον καὶ τὸ Λεκτόν, αἳ δὲ μικραί, οἷον ἐν τῷ Εὐρίπῳ καὶ περὶ Καρίαν. καὶ αἱ μὲν ἐν τοῖς κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ’ ἐρυθρὸν μικρόν. γίνονται δ’ ἔνιαι τῶν μεγάλων καὶ μναῖαι. αἱ δ’ ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθός εἰσι μικραί, τὸ δὲ ἄνθος ἐρυθρὸν ἔχουσιν. ἔτι δ’ ἐν μὲν τοῖς προσβόρροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον.’

Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὰ ‘λιχνοτέρα τᾶν προφυρᾶν’ (fr. 60 Bo) φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος· οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφ’ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δ’ ἀπὸ τοῦ ζῴου. ‘ἁλίσκονται δέ, φησὶν ὁ Ἀριστοτέλης (h. a. V p. 547a 13), τοῦ ἔαρος, ὑπὸ κύνα δ’ οὐχ ἁλίσκονται· οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ (ib. p. 547b 3)

v.1.p.206
καὶ αὐτὴ καὶ ὁ κῆρυξ τὰ ἐπικαλύμματα κατὰ τὰ αὐτὰ καὶ τὰ ἄλλα τὰ στρομβώδη ἐκ γενετῆς πάντα. νέμονται δ’ ἐξείροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα. τὸ δὲ μέγεθος τῆς γλώσσης ἔχει ἡ πορφύρα μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ καὶ τὰ κογχύλια καὶ τὸ ἑαυτῆς ὄστρακον. μακρόβια δ’ ἐστὶν καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ ἡ αὔξησις ἐκ τῆς ἐν τῷ ὀστράκῳ ἕλικος. αἱ δὲ κόγχαι καὶ χῆμαι καὶ σωλῆνες καὶ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.

αἱ δὲ πῖναι ὀρθαὶ φύονται ἐκ τοῦ βυθοῦ ἔχουσί τε ἐν αὑταῖς τὸν πινοφύλακα αἳ μὲν καρίδιον, αἳ δὲ καρκίνιον· οὗ στερόμεναι θᾶττον διαφθείρονται.’ τοῦτο δὲ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων συμπεφυκέναι φησὶν αὐταῖς. Χρύσιππος δ’ ὁ Σολεὺς ἐκ τοῦ εʹ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς· ‘ἡ πίννη, φησίν, καὶ ὁ πιννοτήρης συνεργὰ ἀλλήλοις, κατ’ ἰδίαν οὐ δυνάμενα συμμένειν. ἡ μὲν οὖν πίννη ὄστρεόν ἐστιν, ὁ δὲ πιννοτήρης καρκίνος μικρός. καὶ ἡ πίννη διαστήσασα τὸ ὄστρακον ἡσυχάζει τηροῦσα τὰ ἐπεισιόντα ἰχθύδια, ὁ δὲ πιννοτήρης παρεστὼς ὅταν εἰσέλθῃ τι δάκνει αὐτὴν ὥσπερ σημαίνων, ἣ δὲ δηχθεῖσα συμμύει. καὶ οὕτως τὸ ἀποληφθὲν ἔνδον κατεσθίουσι κοινῇ.’ φασὶ δέ τινες καὶ συγγεννᾶσθαι αὐτὰ αὐτοῖς καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι. πάλιν δὲ ὁ Ἀριστοτέλης φησί (ibid. b 18)· ‘πάντα δὲ τὰ ὀστρακώδη γίνεται καὶ ἐν τῇ ἰλύι, ἐν μὲν τῇ βορβορώδει τὰ ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τήθεα

v.1.p.207
καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἷον λεπάδες καὶ νηρῖται.’ —

‘τὸν αὐτὸν δὲ τρόπον (ib. p. 548a 22) γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, καθάπερ αἵ τε κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν. ἐστὶ δὲ τῶν κνιδῶν δύο γένη· αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δ’ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι.’ τὰς δὲ κνίδας ὁ Εὔπολις ἐν Αὐτολύκῳ (I 272 K) ἀκαλήφας ὀνομάζει ἔτι τε Ἀριστοφάνης ἐν Φοινίσσαις οὕτως (ib. p. 534)·

  1. ἔχε τὸν πρῶτον πάντων
  2. ἴφυα φῦναι
  3. εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.
καὶ ἐν Σφηξί (884). Φερεκράτης δ’ ἐν Αὐτομόλοις (I 152 K)·
  1. κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.
Δίφιλος δ’ ὁ Σίφνιος ἰατρὸς ‘ἡ δὲ ἀκαλήφη, φησίν, ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος· κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται.’ ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτήν· ὑφ’ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται· τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ βοτάνη. κατ᾽ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται· οὐ γὰρ πραεῖά ἐστιν καὶ ἀκαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τῆς μέντοι θαλασσίας ἀκαλήφης μνημονεύει καὶ Φιλιππίδης ἐν Ἀμφιαράῳ οὕτως (IV 468 M)·
  1. ὄστρε᾽, ἀκαλήφας, λεπάδας .. παρέθηκέ μοι.
τὸ δ’ ἐν Λυσιστράτῃ Ἀριστοφάνους πέπαικται (549)·
v.1.p.208
  1. ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν.
ἐπεὶ τήθεα τὰ ὄστρεα. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τήθην καὶ μητέρα.

καὶ περὶ τῶν ἄλλων ὀστρέων ὁ Δίφιλος τάδε φησί· ‘χημῶν δὲ τῶν τραχειῶν αἱ μικραὶ καὶ λεπτὴν ἔχουσαι τὴν σάρκα ὄστρεα λέγονται καὶ εὐστόμαχοί εἰσι καὶ εὐέκκριτοι· αἱ δὲ λεῖαι, βασιλικαὶ δὲ πρός τινων καλούμεναι πελώριαί τε λεγόμεναι, τρόφιμοι, δυσέκκριτοι, εὔχυλοι, εὐστόμαχοι, καὶ μάλιστα αἱ μείζους. τελλῖναι γίνονται μὲν ἐν Κανώβῳ πολλαὶ καὶ ὑπὸ τὴν τοῦ Νείλου ἀνάβασιν πληθύουσιν. ὧν λεπτότεραι μέν εἰσιν αἱ βασιλικαὶ διαχωρητικαί τε καὶ κοῦφαι, ἔτι δὲ καὶ τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. οἱ δὲ μύες μέσως εἰσὶ τρόφιμοι, διαχωρητικοί, οὐρητικοί· κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί. αἱ δὲ μυίσκαι τῶν μυῶν οὖσαι μικρότεραι γλυκεῖαί τε καὶ εὔχυλοί εἰσι προσέτι τε καὶ τρόφιμοι. οἱ δὲ σωλῆνες μὲν πρός τινων καλούμενοι, πρός τινων δὲ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες, πολύχυλοι καὶ κακόχυλοι, κολλώδεις. καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοί εἰσι καὶ οὐ μονοχρώματοι· εἰσὶ δὲ τοῖς λιθιῶσι καὶ ἄλλοις δυσουροῦσιν εὔθετοι. οἱ δὲ θήλεις μονοχρώματοί τέ εἰσι καὶ γλυκύτεροι. λαμβάνονται δὲ ἑφθοὶ καὶ τηγανιστοί· κρείττονες δ’ εἰσὶν οἱ μέχρι τοῦ χανεῖν ἐπ’ ἀνθράκων ὀπτώμενοι.’ — ‘σωληνισταὶ δ’ ἐκαλοῦντο οἱ συνάγοντες τὰ ὄστρεα ταῦτα, ὡς ἱστορεῖ Φαινίας ὁ Ἐρέσιος

v.1.p.209
ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας γράφων οὕτως· ‘Φιλόξενος ὁ καλούμενος σωληνιστὴς ἐκ δημαγωγοῦ τύραννος ἀνεφάνη, ζῶν τὸ μὲν ἐξ ἀρχῆς ἁλιευόμενος καὶ σωληνοθήρας ὤν· ἀφορμῆς δὲ λαβόμενος καὶ ἐμπορευσάμενος βίον ἐκτήσατο.’ — ‘τῶν δὲ κτενῶν ἁπαλώτεροι μέν εἰσιν οἱ λευκοί· ἄβρομοι γὰρ καὶ εὐκοίλιοι. τῶν δὲ μελάνων καὶ πυρρῶν οἱ μείζονες καὶ εὔσαρκοι εὔστομοι. κοινῶς δὲ πάντες εὐστόμαχοι, εὔπεπτοι, εὐκοίλιοι λαμβανόμενοι μετὰ κυμίνου καὶ πεπέρεως.’ — μνημονεύει δ᾽ αὐτῶν καὶ Ἄρχιππος ἐν Ἰχθύσι (I 683 K)·
  1. λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε.
— ‘αἱ δὲ βάλανοι καλούμεναι ἀπὸ τῆς πρὸς τὰς δρυίνας ὁμοιότητος διαφέρουσι παρὰ τοὺς τόπους. αἱ μὲν γὰρ Αἰγύπτιαι γλυκεῖαι, ἁπαλαί, εὔστομοι, θρεπτικαί, πολύχυλοι, οὐρητικαί, εὐκοίλιοι, αἱ δὲ ἄλλαι ἁλυκώτεραι. τὰ δὲ ὠτία δύσπεπτα, τρόφιμα δὲ μᾶλλον τηγανιζόμενα. αἱ δὲ φωλάδες εὔστομοι, βρομώδεις δὲ καὶ κακόχυλοι.

ἐχῖνοι δὲ ἁπαλοὶ μέν, εὔχυλοι, βρομώδεις, πλήσμιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς τε καὶ εὔχυλοι. προσηνέστεροι δ’ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες ἀνιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν γινόμενοι καὶ περὶ τὴν Ἰκαρίαν καὶ τὸν Ἀδρίαν ... τινὲς αὐτῶν καὶ

v.1.p.210
ὑπόπικροί εἰσιν· οἱ δ’ ἐπὶ τοῦ σκοπέλου τῆς Σικελίας κοιλίας λυτικοί.’ Ἀριστοτέλης δέ φησι (h. a. IV p. 530a 34) τῶν ἐχίνων πλείω γένη εἶναι· ἓν μὲν τὸ ἐσθιόμενον, ἐν ᾧ τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρυσῶν. μνημονεύει τῶν σπατάγγων καὶ Σώφρων (fr. 69 Bo) καὶ Ἀριστοφάνης ἐν Ὁλκάσιν οὕτως (I 497 K)·
  1. δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
  2. τὸν κάτω σπατάγγην.
καὶ Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ περὶ τῶν ἐχίνων φησί (p. 231 L)·
  1. καρκίνοι θ’ ἵκοντ’ ἐχῖνοί θ᾽, οἳ καθ’ ἁλμυρὰν ἅλα
  2. νεῖν μὲν οὐκ ἴσαντι, πεζᾷ δ’ ἐμπορεύονται μόνοι.
Δημήτριος δ’ ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου (fr. 15 Gaede) Λάκωνά φησί τινα κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, ἀλλ’ οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν· ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν· ‘ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτ’ αὖτις ἔτι κα λάβοιμι.’ ὅτι δὲ οἱ ἐχῖνοι, λέγω δὲ καὶ τοὺς χερσαίους καὶ τοὺς θαλαττίους, καὶ ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς
v.1.p.211
ἀκάνθας ὥσπερ τι χαράκωμα, Ἴων ὁ Χῖος μαρτυρεῖ ἐν Φοίνικι ἢ Καινεῖ λέγων οὕτως (p. 573 N)·
  1. ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα
  2. ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας·
  3. ὃς εὖτ’ ἂν ἄλλων κρεισσόνων ὁρμὴν μάθῃ,
  4. στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας
  5. κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.

‘τῶν δὲ λεπάδων, φησὶν ὁ Δίφιλος, τινὲς μέν εἰσι μικραί, τινὲς δὲ καὶ ὀστρέοις ἐοικυῖαι. εἰσὶ δὲ σκληραὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαί, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δ᾽ αὐταῖς καὶ οἱ κήρυκες· ὧν οἱ μὲν τράχηλοι εὐστόμαχοι, δυσκατέργαστοι δέ· διὸ τοῖς ἀσθενοῦσι τὸν στόμαχον οἰκεῖοι· δυσέκκριτοί τε καὶ μέσως τρόφιμοι. τούτων δὲ αἱ μήκωνες λεγόμεναι πρὸς τοῖς πυθμέσιν ἁπαλαί, εὔφθαρτοι. διὸ τοῖς τὴν γαστέρα ἀσθενοῦσιν οἰκεῖαι. αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ τοῦ κήρυκος· ὧν οἱ μὲν τράχηλοι πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν αὐτῶν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον εἰς ἐπίκρασίν τ’ ἐπιτήδειον. τὰ δὲ ὄστρεα γεννᾶται μὲν καὶ ἐν ποταμοῖς καὶ ἐν λίμναις καὶ ἐν θαλάσσῃ. κράτιστα δὲ τὰ θαλάττια, ὅταν λίμνη ἢ ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ μείζονα καὶ γλυκύτερα. τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἰλύος καὶ γλυκέοσ ὕδατος ἀμιγῆ μικρά,

v.1.p.212
σκληρά, δηκτικά. τὰ δὲ ἐαρινὰ ὄστρεα καὶ τὰ κατὰ τὴν τοῦ θέρους ἀρχὴν κρείσσονα, πλήρη, θαλασσίζοντα μετὰ γλυκύτητος, εὐστόμαχα, εὐέκκριτα. τὰ δὲ συνεψόμενα μαλάχῃ ἢ λαπάθῳ ἢ ἰχθύσιν ἢ καθ’ αὑτὰ τρόφιμα καὶ εὐκοίλια.’

Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν· ‘ὄστρεα καὶ κόγχαι καὶ μύες καὶ τὰ ὅμοια τὴν μὲν σάρκα δυσκατέργαστά ἐστι διὰ τὴν ὑγρότητα τὴν ἐν αὐτοῖς ἁλυκήν. διόπερ ὠμὰ μὲν ἐσθιόμενα κοιλίας ἐστὶν ὑπακτικὰ διὰ τὴν ἁλυκότητα, τὰ δὲ ἑψόμενα ἀφίησιν ἤτοι πᾶσαν ἢ τὴν πλείστην ἅλμην εἰς τὴν συνέψουσαν αὐτὴν ὑγρότητα. διόπερ αἱ μὲν ὑγρότητες, ἐν αἷς ἂν ἑψηθῇ τι τῶν ὀστρέων, ταρακτικαὶ καὶ ὑπακτικαὶ κοιλίας εἰσίν, αἱ δὲ σάρκες τῶν ἑψομένων ὀστρέων ψόφους ποιοῦσιν ἐστερημέναι τῶν ὑγρῶν. τὰ δὲ ὀπτὰ τῶν ὀστρέων, ἐάν τις αὐτὰ καλῶς ὀπτήσῃ, ἀλυποτάτην ἔχει διάθεσιν· πεπύρωται γάρ. διὸ οὐχ ὁμοίως τοῖς ὠμοῖς ἐστι δύσπεπτα καὶ τὰς ὑγρότητας ἐν αὑτοῖς ἔχει κατεξηραμμένας, δι’ ὧν ἔκλυτος ἡ κοιλία γίνεται. τροφήν τε δίδωσιν ὑγράν τε καὶ δύσπεπτον ἅπαν ὄστρεον καὶ πρὸς τὰς οὐρήσεις ἐστὶν οὐκ εὔοδα. ἀκαλήφη δὲ καὶ ἐχίνων ᾠὰ καὶ τὰ τοιαῦτα τροφὴν μὲν δίδωσιν ὑγρὰν καὶ μικράν, τῆς δὲ κοιλίας ἐστὶν λυτικὰ καὶ οὐρήσεως κινητικά.’

Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν Γεωργικοῖς τάδε τῶν ὀστρέων καταλέγει (fr. 83 Schn)·

  1. ἠὲ καὶ ὄστρεα τόσσα βυθοὺς ἅτε βόσκεται ἅλμης,
    v.1.p.213
  2. νηρῖται στρόμβοι τε πελωριάδες τε μύες τε,
  3. γλίσχραι τ’ ἀλλὰ σύνες τε καὶ αὐτῆς φωλεὰ πίνης.
καὶ Ἀρχέστρατος δ’ ἐν Γαστρονομίᾳ φησί (fr. 50 R)·
  1. τοὺς μῦς Αἶνος ἔχει μεγάλους, ὄστρεια δ’ Ἄβυδος,
  2. τὰς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη·
  3. πλείστους δ’ Ἀμβρακία παρέχει καὶ ἄπλατα μετ᾽
  4. αὐτῶν ....
  5. Μεσσήνῃ δὲ πελωριάδας στενοπορθμίδι κόγχας
  6. κἀν Ἐφέσῳ λήψει τὰς λείας οὔ τι πονηράς.
  7. τήθεα Καλχηδών, τοὺς κήρυκας δ’ ἐπιτρίψαι
  8. ὁ Ζεύς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους,
  9. πλὴν ἑνὸς ἀνθρώπου· κεῖνος δέ μοί ἐστιν ἑταῖρος
  10. Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται.
καὶ Φιλύλλιος δὲ ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὰς Πόλεις φησί (I 785 K)·
  1. χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ
  2. Μηθύμνης.
ὄστρεια δὲ μόνως οὕτως ἔλεγον οἱ ἀρχαῖοι. Κρατῖνος Ἀρχιλόχοις (I 14 K)·
  1. πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 230 v. 3 L)·
  1. ὄστρεια συμπεφυκότα.
ὄστρεον δὲ ὡς ὄρνεον Πλάτων ἐν Φαίδρῳ (p. 250c)· ‘ὀστρέου τρόπον, φησί, δεδεσμευμένοι,’ καὶ ἐν Τιμαίῳ
v.1.p.214
(p. 92b)· ‘τὸ τῶν ὀστρέων γένος συμπάντων,’ ἐν δὲ τῷ τῆς Πολιτείας δεκάτῳ ὄστρεια εἶπε (p. 611d)· ‘προσπεφυκέναι ὄστρειά τε καὶ φυκία.’ αἱ δὲ πελωρίδες ὠνομάσθησαν παρὰ τὸ πελώριον. μεῖζον γάρ ἐστι χήμης καὶ παρηλλαγμένον. Ἀριστοτέλης δέ φησι καὶ ἐν ἄμμῳ αὐτὰς γίνεσθαι. τῶν δὲ χημῶν μνημονεύει Ἴων ὁ Χῖος ἐν Ἐπιδημίαις (FHG II 47). καὶ ἴσως οὕτως ὠνόμασται τὰ κογχύλια παρὰ τὸ κεχηνέναι.

περὶ δὲ τῶν κατὰ τὴν Ἰνδικὴν γινομένων ὀστρέων — οὐ γὰρ ἄκαιρον καὶ τούτων μνησθῆναι διὰ τὴν τῶν μαργαριτῶν χρῆσιν — Θεόφραστος μὲν ἐν τῷ περὶ λίθων γράφει οὕτως (c. 36)· ‘τῶν θαυμαζομένων δὲ λίθων ἐστὶν καὶ ὁ μαργαρίτης καλούμενος, διαφανὴς μὲν τῇ φύσει· ποιοῦσι δ’ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους. γίνεται δὲ ἐν ὀστρέῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, πλὴν ἐλάττονι. μέγεθος δὲ ἡλίκον ἰχθύος ὀφθαλμὸς εὐμεγέθης.’ Ἀνδροσθένης δ’ ἐν τῷ τῆς Ἰνδικῆς Παράπλῳ (fr. 1 M) γράφει οὕτως· ‘τῶν δὲ στρόμβων καὶ χοιρίνων καὶ τῶν λοιπῶν κογχυλίων ποικίλαι αἱ ἰδέαι καὶ πολὺ διάφοροι τῶν παρ’ ἡμῖν· γίνονται δὲ πορφύραι τε καὶ ὀστρέων πολὺ πλῆθος τῶν λοιπῶν· ἓν δὲ ἴδιον ὃ καλοῦσιν ἐκεῖνοι βέρβερι, ἐξ οὗ ἡ μαργαρῖτις λίθος γίνεται. αὕτη δ’ ἐστὶ πολυτελὴς κατὰ τὴν Ἀσίαν καὶ πωλεῖται περὶ Πέρσας τε καὶ τοὺς ἄνω τόπους πρὸς χρυσίον. ἐστὶ δ᾽

v.1.p.215
ἡ μὲν τοῦ ὀστρέου ὄψις παραπλησία τῷ κτενί, οὐ διέγλυπται δὲ ἀλλὰ λεῖον τὸ ὄστρακον ἔχει καὶ δασύ, οὐδὲ ὦτα ἔχει δύο ὥσπερ ὁ κτεὶς ἀλλὰ ἕν. ἡ δὲ λίθος γίνεται ἐν τῇ σαρκὶ τοῦ ὀστρέου, ὥσπερ ἐν τοῖς συείοις ἡ χάλαζα, καί ἐστιν ἣ μὲν χρυσοειδὴς σφόδρα, ὥστε μὴ ῥᾳδίως διαγνῶναι ὅταν παρατεθῇ παρὰ τὸ χρυσίον, ἣ δὲ ἀργυροειδής, ἣ δὲ τελέως λευκή, ὁμοία τοῖς ὀφθαλμοῖς τῶν ἰχθύων.’ Χάρης δ’ ὁ Μιτυληναῖος ἐν ἑβδόμῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν φησι (fr. 12 M)· ‘θηρεύεται δὲ κατὰ τὴν Ἰνδικὴν θάλασσαν, ὡσαύτως δὲ καὶ κατὰ τὴν Ἀρμενίαν καὶ Περσικὴν καὶ Σουσιανὴν καὶ Βαβυλωνίαν, παρόμοιον ὀστρέῳ· τὸ δ’ ἐστὶν ἁδρὸν καὶ πρόμηκες, ἔχον ἐν αὑτῷ σάρκα καὶ μεγάλην καὶ λευκήν, εὐώδη σφόδρα. ἐξ ὧν ἐξαιροῦντες ὀστᾶ λευκὰ προσαγορεύουσι μὲν μαργαρίτας, κατασκευάζουσι δ’ ἐξ αὐτῶν ὁρμίσκους τε καὶ ψέλια περὶ τὰς χεῖρας καὶ τοὺς πόδας· περὶ ἃ σπουδάζουσιν Πέρσαι καὶ Μῆδοι καὶ πάντες Ἀσιανοὶ πολὺ μᾶλλον τῶν ἐκ χρυσίου γεγενημένων.’

Ἰσίδωρος δ’ ὁ Χαρακηνὸς ἐν τῷ τῆς Παρθίας Περιηγητικῷ κατὰ τὸ Περσικὸν πέλαγος νῆσόν φησιν εἶναί τινα, ἔνθα πλείστην μαργαρῖτιν εὑρίσκεσθαι. διόπερ σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν θάλασσαν ἐπ᾽ ὀργυιὰς εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. φασὶ δ’ ὅταν βρονταὶ συνεχεῖς ὦσι καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν, καὶ πλείστην γίγνεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη. τοῦ δὲ χειμῶνος εἰς τὰς ἐμβυθίους θαλάμας δύνειν εἰώθασιν αἱ πίνναι· θέρους δὲ τὰς

v.1.p.216
μὲν νύκτας κεχήνασι διανηχόμεναι, ἡμέρας δὲ μύουσιν. ὅσαι δ’ ἂν πέτραις ἢ σπιλάσι προσφυῶσι, ῥιζοβολοῦσι κἀνταῦθα μένουσαι τὴν μαργαρῖτιν γεννῶσι. ζῳογονοῦνται δὲ καὶ τρέφονται διὰ τοῦ προσπεφυκότος τῇ σαρκὶ μέρους. τοῦτο δὲ συμπέφυκε τῷ τοῦ κόγχου στόματι χηλὰς ἔχον καὶ νομὴν εἰσφέρον. ὃ δή ἐστιν ἐοικὸς καρκίνῳ μικρῷ καλούμενον πινοφύλαξ. διήκει δ᾽ ἐκ τούτου ἡ σὰρξ μέχρι μέσου τοῦ κόγχου οἱονεὶ ῥίζα, παρ᾽ ἣν ἡ μαργαρῖτις γεννωμένη αὔξεται διὰ τοῦ στερεοῦ τῆς κόγχης καὶ τρέφεται ὅσον ἂν ᾖ προσπεφυκυῖα χρόνον. ἐπειδὰν δὲ παρὰ τὴν ἔκφυσιν ὑποδυομένη ἡ σὰρξ καὶ μαλακῶς ἐντέμνουσα χωρίσῃ τὴν μαργαρῖτιν ἀπὸ τοῦ κόγχου, ἀμπέχουσα μὲν οὐκέτι τρέφει, λειοτέραν δ’ αὐτὴν καὶ διαυγεστέραν ποιεῖ καὶ καθαρωτέραν. ἡ μὲν οὖν ἐμβύθιος πίννα διαυγεστάτην ποιεῖ καὶ καθαρωτάτην καὶ μεγάλην γεννᾷ μαργαρῖτιν, ἡ δὲ ἐπιπολάζουσα καὶ ἀνωφερὴς διὰ τὸ ὑπὸ τοῦ ἡλίου ἀκτινοβολεῖσθαι δύσχρους καὶ ἥσσων. κινδυνεύουσι δ’ οἱ θηρῶντες τοὺς μαργαρίτας, ὅταν εἰς κεχηνότα κόγχον κατ’ εὐθὺ ἐκτείνωσι τὴν χεῖρα· μύει γὰρ τότε, καὶ πολλάκις οἱ δάκτυλοι αὐτῶν ἀποπρίονται· ἔνιοι δὲ καὶ παραχρῆμα ἀποθνῄσκουσιν. ὅσοι δ’ ἂν ἐκ πλαγίου ὑποθέντες τὴν χεῖρα τύχωσι, ῥᾳδίως τοὺς κόγχους ἀπὸ τοῦ λίθου ἀποσπῶσιν.’ μαράγδων δὲ μνημονεύει Μένανδρος ἐν Παιδίῳ (IV 181 M)·
v.1.p.217
  1. μάραγδον εἶναι ταῦτ’ ἔδει καὶ σάρδια.
ἄνευ δὲ τοῦ σ λεκτέον· παρὰ γὰρ τὸ μαρμαίρειν ὠνόμασται τῷ διαυγὴς ὑπάρχειν.

μετὰ ταῦτα περιηνέχθησαν πίνακες ἔχοντες ΤΩΝ ΕΞ ΥΔΑΤΟΣ ΚΡΕΩΝ πολλά, πόδας καὶ κεφαλὰς καὶ ὠτία καὶ σιαγόνας, ἔτι δὲ καὶ χορδὰς καὶ κοιλίας καὶ γλώσσας, ὥσπερ ἔθος ἐστὶν ἐν τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένοις ἑφθοπωλίοις. ‘εἴρηται γάρ, Οὐλπιανέ, καὶ τὸ ἑφθοπώλιον παρὰ Ποσειδίππῳ ἐν Παιδίῳ (IV 519 M).’ καὶ πάλιν ζητούντων τοὺς ὀνομάσαντάς τι τούτων ὃ μέν τις ἔλεγε· ‘τῶν ἐδωδίμων κοιλιῶν μνημονεύει Ἀριστοφάνης ἐν Ἱππεῦσι (300)· ‘φήσω σε ἀδεκατεύτους κοιλίας πωλεῖν.’ καὶ ἑξῆς (160)·

  1. τί μ᾽, ὦγάθ᾽, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
  2. πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
καὶ πάλιν (356)·
  1. ἐγὼ δέ γ᾽ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
  2. καταβροχθίσας κἆτ’ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
  3. λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
καὶ πάλιν (1178)·
  1. ἡ δ’ Ὀβριμοπάτρα γ’ ἑφθὸν ἐκ ζωμοῦ κρέας
  2. καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
σιαγόνος δὲ Κρατῖνος Πλούτοις (I 63 K)·
  1. περὶ σιαγόνος βοείας μαχόμενος.
καὶ Σοφοκλῆς Ἀμύκῳ (fr. 109 N)·
  1. σιαγόνας τε δὴ μαλθακὰς τίθησι.
    v.1.p.218
Πλάτων δ’ ἐν Τιμαίῳ γράφει (p. 75d)· ‘καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου.’ καὶ Ξενοφῶν ἐν τῷ περὶ ἱππικῆς (1, 8)· ‘σιαγόνα μικρὰν συνεσταλμένην.’ οἱ δὲ διὰ τοῦ ῡ στοιχείου ἐκφέροντες κατ’ ἀναλογίαν λέγουσιν ἀπὸ τοῦ ὑός. χορδῶν τε μέμνηται Ἐπίχαρμος, ἃς ὀρύας ὀνομάζει, ἐπιγράψας τι καὶ τῶν δραμάτων Ὀρύαν (p. 248 L). Ἀριστοφάνης ἐν Νεφέλαις (455)·
  1. ἔκ μου χορδὴν
  2. τοῖς φροντισταῖς παραθέντων.
Κρατῖνος ἐν Πυτίνῃ (I 72 K)·
  1. ὡς λεπτός, ἦ δ’ ὅς, ἔσθ’ ὁ τῆς χορδῆς τόμος.
καὶ Εὔπολις ἐν Αἰξίν (ib. 264). Ἄλεξις δ’ ἐν Λευκαδίᾳ ἢ Δραπέταις (II 344 K)·
  1. χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον.
Ἀντιφάνης ἐν Γάμοις (ib. 43)·
  1. ἐκτεμὼν χορδῆς μεσαῖον.

ποδῶν δὲ καὶ ὠτίων, ἔτι δὲ ῥύγχους Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ· τὸ δὲ μαρτύριον ὀλίγον ὕστερον ἐκθήσομαι (p. 107b), πολλὰ ἔχον τῶν ζητουμένων ὀνομάτων. Θεόφιλος Παγκρατιαστῇ (II 475 K)·

  1. ἑφθῶν μὲν σχεδὸν
  2. τρεῖς μνᾶς, Β. λέγ’ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας
  3. τέτταρας ὑείους, Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς.
Ἀναξίλας Μαγείροις (II 269 K)·
  1. τῶν Αἰσχύλου πολὺ μᾶλλον εἶναί μοι δοκεῖ
  2. ἰχθύδι’ ὀπτᾶν. Β. τί σὺ λέγεις; ἰχθύδια;
    v.1.p.219
  3. συσσίτιον μέλλεις νοσηλεύειν. ὅσον
  4. ἀκροκώλι’ ἕψειν ... ῥύγχη, πόδας.
Ἀναξίλας δ’ ἐν Κίρκῃ (ib. 267)·
  1. δεινὸν μὲν γὰρ ἔχονθ’ ὑὸς
  2. ῥύγχος, ὦ φίλε Κινησία.
καὶ ἐν Καλυψοῖ (ib. 266)·
  1. ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε.
ὠτάρια δ’ ὠνόμασε καὶ Ἀναξανδρίδης ἐν Σατυρίᾳ (ib. 155). Ἀξιόνικος δὲ ἐν Χαλκιδικῷ φησιν (ib. 415)·
  1. ζωμὸν ποιῶ
  2. θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα
  3. συντιθείς, οἴνῳ διαίνων, ἔντερ’ ἁλὶ καὶ σιλφίῳ
  4. σφενδονῶν, ἀλλᾶντα τέμνων, παραφέρων χορδῆς
  5. τόμον,
  6. ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν
  7. τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.
Ἀριστοφάνης Προαγῶνι (I 510 K)·
  1. ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων·
  2. πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;
Φερεκράτης Λήροις (ib. 173)·
  1. ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἐσθ’ ὑός.
καὶ τόπος δέ τις οὕτω καλεῖται Ῥύγχος περὶ Στράτον τῆς Αἰτωλίας, ὥς φησι Πολύβιος ἐν Ϛʹ ἱστοριῶν (c. 59 Hu). Στησίχορός τέ φησιν ἐν Συοθήραις (fr. 14 B)·
  1. κρύψαι δὲ ῥύγχος
  2. ἄκρον γᾶς ὑπένερθεν.
    v.1.p.220
ὅτι δὲ κυρίως λέγεται ῥύγχος ἐπὶ τῶν συῶν προείρηται. ὅτι δὲ καὶ ἐπ’ ἄλλων ζῴων Ἄρχιππος Ἀμφιτρύωνι δευτέρῳ (I 679 K) κατὰ παιδιὰν εἴρηκε καὶ ἐπὶ τοῦ προσώπου οὕτως·
  1. καὶ ταῦτ’ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν.
καὶ Ἀραρὼς Ἀδώνιδι (II 215 K)·
  1. ὁ γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει.

ἀκροκωλίων δὲ μέμνηται Ἀριστοφάνης Αἰολοσίκωνι (II 393 K)·

  1. καὶ μὴν τὸ δεῖν᾽, ἀκροκώλια δή σοι τέτταρα
  2. ἥψησα τακερά.
καὶ ἐν Γηρυτάδῃ (ib. 430)·
  1. ἀκροκώλι᾽, ἄρτοι, κάραβοι.
Ἀντιφάνης Κορινθίᾳ (I 61 K)·
  1. ἔπειτα κἀκροκώλιον
  2. ὕειον Ἀφροδίτῃ; γελοῖον. Β. ἀγνοεῖς·
  3. ἐν τῇ Κύπρῳ δ’ οὕτω φιληδεῖ ταῖς ὑσίν,
  4. ὦ δέσποθ᾽, ὥστε σκατοφαγεῖν ἀπεῖρξε
  5. τὸ ζῷον, τοὺς δὲ βοῦς ἠνάγκασεν.
ὅτι δ’ ὄντως Ἀφροδίτῃ ὗς θύεται μαρτυρεῖ Καλλίμαχος (fr. 100h 1 Schn) ἢ Ζηνόδοτος ἐν ἱστορικοῖς ὑπομνήμασι γράφων ὧδε· ‘Ἀργεῖοι Ἀφροδίτῃ ὗν θύουσι, καὶ ἡ ἑορτὴ καλεῖται Ὑστήρια.’ Φερεκράτης δ’ ἐν Μεταλλεῦσι (I 175, 13 K)·
  1. σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται
  2. ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια.
    v.1.p.221
Ἄλεξις Κυβευταῖς (II 339 K)·
  1. ἠριστηκότων
  2. σχεδόν τι δ’ ἡμῶν ἐξ ἀκροκωλίου τινός.
κἀν Παννυχίδι ἢ Ἐρίθοισιν (ib. 363)·
  1. ἡμίοπτα μὲν
  2. τὰ κρεᾴδι’ ἐστί, τὸ περίκομμ’ ἀπόλλυται,
  3. ὁ γόγγρος ἑφθός, τὰ δ’ ἀκροκώλι’ οὐδέπω.
τῶν δ’ ἑφθῶν ποδῶν μνημονεύει Φερεκράτης ἐν Δουλοδιδασκάλῳ (I 157 K)·
  1. ὡς παρασκευάζεται δεῖπνον πῶς ἂν εἴπαθ’ ἡμῖν.
  2. Β. καὶ δῆθ’ ὑπάρχει τέμαχος ἐγχέλειον ὑμῖν, τευθίς, ἄρνειον κρέας, φύσκης τόμος,
  3. ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρνίθεια πλήθει πολλά, τυρὸς ἐν μέλιτι, μερὶς κρεῶν.
Ἀντιφάνης Παρασίτῳ (II 87 K)·
  1. χοιρίων
  2. σκέλη καπύρ᾽. Β. ἀστεῖόν γε, νὴ τὴν Ἑστίαν,
  3. ἄριστον. Α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς.
Ἐκφαντίδης δ’ ἐν Σατύροις (I 9 K)·
  1. πόδας ἐπεὶ δέοι πριάμενον καταφαγεῖν ἑφθοὺς ὑός.
γλώσσης δὲ μέμνηται Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων (I 522 K)·
  1. ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ
  2. κάπτων.
    v.1.p.222
  3. ἀλλὰ φέρετατ’ ἀπόβασιν ἡπάτιον ἢ καπριδίου νέου
  4. κόλλοπά τιν᾽· εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ
  5. σπληνὸς ἢ νῆστιν ἢ δέλφακος ὀπωρινῆς
  6. ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
  7. χλιαρῶν.

τοσούτων λεχθέντων καὶ περὶ τούτων οὐδὲ τῶν ἰατρῶν οἱ παρόντες ἀσύμβολοι μετειλήφασιν. ἔφη γὰρ ὁ Διονυσοκλῆς· ‘Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ἔφη· ‘κεφαλὴ καὶ πόδες ὑὸς οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσι.’ καὶ ὁ Λεωνίδης· ‘Δήμων ἐν δʹ Ἀτθίδος (FHG I 378) ‘Ἀφείδαντα, φησί, βασιλεύοντα Ἀθηνῶν Θυμοίτης ὁ νεώτερος ἀδελφὸς νόθος ὢν ἀποκτείνας αὐτὸς ἐβασίλευσεν. ἐφ’ οὗ Μέλανθος Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν ὅπου κατοικήσει. ἣ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. καὶ τοῦτ’ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι· τῶν ἱερειῶν γὰρ τότε πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ κρέα κατανηλωκυιῶν, τῶν δὲ ποδῶν καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.’