Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ἑξῆς ἐπεισηνέχθη πλακοῦς ἐκ γάλακτος ἰτρίων τε καὶ μέλιτος, ὃν Ῥωμαῖοι λίβον καλοῦσι. καὶ ὁ Κύνουλκος ἔφη· ‘ἐμπίπλασο, Οὐλπιανέ, χθωροδλαψου πατρίου, ὃς παρ’ οὐδενὶ τῶν παλαιῶν μὰ τὴν Δήμητρα γέγραπται πλὴν εἰ μὴ ἄρα παρὰ τοῖς τὰ Φοινικικὰ συγγεγραφόσι Σαγχουνιάθωνι καὶ Μώχῳ, τοῖς σοῖς πολίταις.’ καὶ ὁ Οὐλπιανὸς ‘ἀλλ’ ἐμοὶ μέν, ἔφη, ὦ κυνάμυια, μελιπήκτων ἅλις, ἡδέως δ’ ἂν χόνδρου φάγοιμι τῶν ὀστρακίδων ἢ τῶν κοκκάλων ἀφθόνως ἔχοντος.’ καὶ κομισθέντος ‘δότε, ἔφη, μυστίλην· οὐ γὰρ ἂν εἴποιμι μύστρον .... παρ’ οὐδενὶ δὲ τῶν πρὸ ἡμῶν εἰρημένον.’ ‘ἐπιλήσμων εἶ, ἔφη, ὦ θαυμάσιε,’ ὁ Αἰμιλιανός. ‘οὐ σὺ μέντοι τὸν Κολοφώνιον Νίκανδρον ἀεὶ τεθαύμακας τὸν ἐποποιὸν ὡς φιλάρχαιον καὶ πολυμαθῆ; καὶ ὡς τὸ πεπέρι
διὰ τούτων, ὦ θαυμασιώτατε, ὑπογράφει ὁ Νίκανδρος τὴν χρείαν τοῦ τε χόνδρου καὶ τῆς ἐπτισμένης κριθῆς, ἐπιχεῖν κελεύων ἀρνὸς ἢ ἐρίφου ζωμὸν ἢ ὄρνιθος. τὰ μὲν οὖν χίδρα, φησίν, ἔντριψον μὲν ἐν θυείᾳ, μίξας δ’ ἔλαιον αὐτοῖς ἀναφύρασον, ἡνίκ’ ἂν ἕψηται. τὸν ἐκ τῆς τοιᾶσδε σκευῆς ἀναβρομοῦντα ζωμὸν πυκνότερον τῇ ζωμηρύσει καταμίγνυε, μηδὲν ἕτερον ἐπεγχέων, ἀλλ’ αὐτὸν ἀπ’ αὐτοῦ ἀρυόμενος πρὸς τὸ μηδὲν ὑπερζέσαι τοῦ πιμελεστέρου. διὸ καί φησι, κατάπνιγε τὸ ὑπερζέον ἐπιθεὶς πῶμα· τὸ γὰρ κρῖμνον οὕτω φωκτὸν γινόμενον ἀνοιδεῖ. τελευταῖον δὲ πρᾴως χλιαρὸν γενόμενον κοίλοις προσφέρου τοῖς
- ἀλλ’ ὁπότ’ ἢ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνὸς
- ἠὲ κλυτοῦ ὄρνιθος ἐφοπλίζεσθαι ἐδωδήν,
- χίδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις
- ἄγγεσιν, εὐώδει δὲ μιγῇ ἀνάφυρσον ἐλαίῳ.
- ζωμὸν δὲ βρομέοντα καταντλας . . . . .
- . . . . . . . . . . . πνῖγε δὲ πῶμα
- ἀμφιβαλών· φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον.
- ἠρέμα δὲ χλιαρὸν κοίλοις ἐκδαίνυσο μύστροις.
τίνες γὰρ ἂν εἶεν οἱ μυστριοπῶλαι ἀλλ᾽ ἢ οἱ τὰ μύστρα πωλοῦντες; μαθὼν οὖν ἐκ τούτων, ὦ καλέ μου Συραττικέ, τὴν τοῦ μύστρου χρῆσιν ἐμφοροῦ τοῦ χόνδρου, ἵνα μὴ λέγῃς ‘ἄκικύς εἰμι κὠλιγοδρανέω.’
- μεμβραδοπώλαις, ἀνθρακοπώλαις,
- ἰσχαδοπώλαις, διφθεροπώλαις,
- ἀλφιτοπώλαις, μυστριοπώλαις,
- βιβλιοπώλαις, κοσκινοπώλαις,
- ἐγκριδοπώλαις, σπερματοπώλαις.