Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

τεθαύμακα δὲ καὶ πῶς οὐκ ἐζήτησας ‘ὁ δὲ χόνδρος πόθεν; Μεγαρόθεν ἢ Θετταλικός;’ ὅθεν καὶ Μυρτίλος ἐστίν.’ καὶ ὁ Οὐλπιανὸς ‘παύομαι, ἔφη, ἐσθίων, ἕως ἄν με διδάξῃς παρὰ τίσιν εἴρηνται οὗτοι οἱ χόνδροι.’ καὶ ὁ Αἰμιλιανὸς ἔφη· ‘ἀλλ’ οὐ φθονήσω σοι. ὁρῶν γὰρ λαμπροτάτην δείπνου παρασκευὴν βούλομαί σε δίκην ἀλεκτρυόνος ἐμφορηθέντα τοῦ χόνδρου κορύξασθαι καὶ διδάσκειν ἡμᾶς περὶ ὧν

v.1.p.290
μέλλομεν ἐδεσμάτων μεταλαμβάνειν.’ καὶ ὃς δυσχεράνας ἔφη· ‘πόθεν σοι καὶ τὰ ἐδέσματα; μὴ γὰρ ἀναπαύσασθαι ἔστι ζητοῦντα ἀεί τι πρὸς τοὺς ὀψιμαθεῖς τούτους σοφιστάς;’ ‘ἀλλὰ μήν, ἔφη, καὶ περὶ τούτου σοι τὸν λόγον, ὁ Αἰμιλιανός, ἀποδώσω. λέξω δὲ πρῶτον περὶ τοῦ χόνδρου Ἀντιφάνους παρατιθέμενος ἐξ Ἀντείας τάδε (II 24 K)·
  1. ἐν ταῖς σπυρίσι δὲ τί ποτ’ ἔνεστιν, φίλτατε;
  2. Β. ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός.
  3. Α. οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ;
  4. Β. ..... τῆς .. Φοινίκης ..
  5. σεμίδαλις, ἐκ πολλῆς σφόδρ’ ἐξηττημένη.
τὸ δ’ αὐτὸ τοῦτο δρᾶμα φέρεται καὶ ὡς Ἀλέξιδος ἐν ὀλίγοις σφόδρα διαλλάττον. ἐν δὲ Πονήρᾳ πάλιν ὁ Ἄλεξις (ib. 368)·
  1. καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.
χόνδρον δὲ εἴρηκε τὸ ῥόφημα Ἀριστοφάνης ἐν Δαιταλεῦσιν οὕτως (I 442 K)·
  1. ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
  2. ἐδίδου ῥοφεῖν ἄν.
καὶ σεμιδάλεως δὲ μέμνηται, εἰ καὶ μὴ τὰ μαρτύρια κρατῶ, Στράττις ἐν Ἀνθρωπορέστῃ (I 712 K) καὶ Ἄλεξις ἐν Ἰσοστασίῳ (II 328 K). τὴν γενικὴν δὲ σεμιδάλιδος εἴρηκεν ὁ Στράττις ἐν τῷ αὐτῷ δράματι οὕτω (l. s)·
  1. τῶν δὲ διδύμων ἐκγόνων
  2. σεμιδάλιδος ...
τὰ δὲ ἐδέσματα ὠνόμασεν Ἀντιφάνης ἐν Διδύμοις οὑτωσί (II 45 K)·
v.1.p.291
  1. ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων
  2. πιών τε προπόσεις τρεῖς ἴσως ἢ τέτταρας
  3. ἐστρηνίων πως, καταβεβρωκὼς σιτία
  4. ἴσως ἐλεφάντων τεττάρων.
ἐχέτω τέλος καὶ ἥδε ἡ βίβλος ἐπὶ τοῖς λόγοις τοῖς περὶ τῶν ἐδεσμάτων ἔχουσα τὴν καταστροφήν. ἀρχὴν γὰρ τοῦ δείπνου ἀπὸ τῶν ἑξῆς ποιησόμεθα. — οὐ πρότερόν γε, ὦ Ἀθήναιε, πρὶν ἡμῖν διελθεῖν καὶ τὸ τοῦ Ἱππολόχου τὸ Μακεδονικὸν συμπόσιον. — ἀλλ’ εἰ τοῦτό σοι φίλον, ὦ Τιμόκρατες, οὕτω παρασκευαζώμεθα.