Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΕΛΑΑΙ. Εὔπολις (I 342 K)· ‘σηπίαι δρυπεπεῖς τ᾽ ἐλᾶαι.’ ταύτας Ῥωμαῖοι δρύππας λέγουσι. Δίφιλος δέ φησιν ὁ Σίφνιος τὰς ἐλάας ὀλιγοτρόφους εἶναι καὶ κεφαλαλγεῖς, τὰς δὲ μελαίνας καὶ κακοστομαχωτέρας καὶ βαρύνειν τὴν κεφαλήν, τὰς δὲ κολυμβάδας καλουμένας εὐστομαχωτέρας εἶναι καὶ κοιλίας στατικάς, τὰς δὲ θλαστὰς μελαίνας εὐστομαχωτέρας εἶναι. μνημονεύει τῶν θλαστῶν ἐλαιῶν Ἀριστοφάνης (I 493 K)· ‘θλαστὰς ποιεῖν ἐλαίας.’ πάλιν·
καὶ μετ’ ὀλίγα·
- οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ (fr. 6 Ri)·
- θλαστὰς γὰρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος.
φησὶν Ἕρμιππος (I 249 K). Φιλήμων φησίν· ‘πιτυρίδες καλοῦνται αἱ φαυλίαι ἐλᾶαι, στεμφυλίδες δὲ
- ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι. —
- ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ’ ἀγαθῷ μεμνημένοι
- πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας,
ἔλεγον δὲ τὰς δρυπεπεῖς ἐλάας καὶ ἰσχάδας καὶ γεργερίμους, ὥς φησι Δίδυμος (p. 75 Schm). καὶ χωρὶς δὲ τοῦ φάσκειν ἐλάας αὐτὸ καθ’ ἑαυτὸ ἔλεγον μόνον δρυπεπεῖς. Τηλεκλείδης (I 218 K)·
- γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν
- εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα.
Ἀθηναῖοι δὲ τὰς τετριμμένας ἐλαίας στέμφυλα ἐκάλουν, βρύτεα δὲ τὰ ὑφ’ ἡμῶν στέμφυλα, τὰ ἐκπιέσματα τῆς σταφυλῆς. παρὰ δὲ τοὺς βότρυς γέγονεν ἡ φωνή.
- ... ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με
- δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι.
ΡΑΦΑΝΙΔΕΣ. αὗται κέκληνται διὰ τὸ ῥᾳδίως φαίνεσθαι. καὶ ἐκτεταμένως δὲ καὶ κατὰ συστολὴν λέγεται παρὰ Ἀττικοῖς. Κρατῖνος (I 104 K)·
Εὔπολις (I 342 K)·
- ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ’ ἄλλοις οὐ λαχάνοισιν.
ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων (II 124 K)·
- ῥαφανίδες ἄπλυτοι, σηπίαι.
ἰδίως δ’ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες, ἃς καὶ Θασίας ὠνόμαζον. Φερεκράτης (I 198 K)·
- νήττας, σχαδόνας, κάρυ’ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας,
- ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
v.1.p.133
ὑποκοριστικῶς δ’ εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ (I 645 K)· ‘φύλλιον ἢ ῥαφανίδιον.’ Θεόφραστος δ’ ἐν τοῖς περὶ φυτῶν (7, 4, 2) γένη ῥαφανίδων φησὶν εἶναι πέντε, Κορινθίαν, Λειοθασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιωτίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν Λειοθασίαν Θρᾳκίαν· γλυκυτάτην δ’ εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχήματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ φύλλα, γλυκύτεραί εἰσι.’ Καλλίας δ’ (I 698 K) ἐπὶ τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν·
- ῥαφανίς τ’ ἄπλυτος ὑπάρχει
- καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
ὅτι δ’ οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστοφάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δαναίσι γράφων καὶ αὐτὸς καὶ λέγων (I 456 K)·
- ... ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς,
- ἐλατῆρες.
εὐτελὲς δὲ σφόδρα ἔδεσμα ἡ ῥαφανίς. Ἄμφις (II 243 K)·
- ὁ χορὸς δ’ ὠρχεῖτ’ ἂν ἐναψάμενος δάπιδας καὶ
- στρωματόδεσμα,
- διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ
- ῥαφανῖσιν.
- ὅστις ἀγοράζων ὄψον . . . . .
- ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
- ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.
v.1.p.134
ΚΩΝΟΙ. Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῷ περὶ ἐδεστῶν ὀστρακίδας καλεῖ τῶν κώνων τοὺς πυρῆνας, ἔτι δὲ κώνους. Διοκλῆς δ’ ὁ Καρύστιος πιτύινα κάρυα. ὁ δὲ Μύνδιος Ἀλέξανδρος πιτυίνους κώνους. Θεόφραστος δὲ τὸ μὲν δένδρον πεύκην ὀνομάζει, τὸν δὲ καρπὸν κῶνον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ πτισάνης (II 456 Littre/), ὃ ἐκ τοῦ ἡμίσους μὲν νοθεύεται, ὑπ’ ἐνίων δὲ καὶ ὅλον, κοκκάλους· οἱ πολλοὶ δὲ πυρῆνας, ὡς καὶ Ἡρόδοτος ὅταν περὶ τοῦ Ποντικοῦ καρύου λέγῃ. φησὶ γάρ (IV 23)· ‘πυρῆνα δ’ ἔχει τοῦτο ἐπὰν γένηται πέπον.’ Δίφιλος δ’ ὁ Σίφνιός φησιν· οἱ στρόβιλοι πολύτροφοι μέν εἰσι, λεαντικοὶ δὲ ἀρτηρίας καὶ θώρακος καθαρτικοὶ διὰ τὸ ἔχειν παρεμπεπλεγμένον τὸ ῥητινῶδες.’ Μνησίθεος δέ φησι πιαίνειν αὐτοὺς τὸ σῶμα καὶ πρὸς εὐπεψίαν ἀλύπους εἶναι, ὑπάρχειν δὲ καὶ οὐρητικοὺς καὶ οὐκ ἐφεκτικοὺς κοιλίας.
ΩΙΑ. Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς (cf. p. 183 Schaubach) τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. Ἀριστοφάνης (av. 695)· ‘τίκτει πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ.’ Σαπφὼ δ’ αὐτὸ τρισυλλάβως καλεῖ (fr. 56 B4)·
καὶ πάλιν (fr. 112)·
- φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν.
ὤεα δ’ ἔφη Ἐπίχαρμος (p. 280 L)·
- ὠίου πολὺ λευκότερον.
Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων (fr. 11 B4)·
- ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.
v.1.p.135
διὰ τεσσάρων δ’ αὐτὰ προενήνεκται Ἀναξανδρίδης ὠάρια εἰπών (II 163 K). καὶ Ἔφιππος·
- οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει (II 392 fr. 261, 10 K). ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν, ἀλλὰ καὶ ὑπηνέμια. ‘ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ’ ἡμῖν καλούμενα ὑπερῷα ᾠά’, φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς (FHG II 316), τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν ἐξ οὗ τὴν Ἑλένην γεννηθῆναι· τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ (FHG II 35). Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι (fr. 16 B4)·
- σταμνάριά τ’ οἴνου μικρὰ τοῦ Φοινικίνου,
- ᾠάρια, τοιαῦθ’ ἕτερα πολλὰ παίγνια.
Ἔφιππος (II 255 fr. 8, 3 K)·
- τούς τε λευκίππους κόρους
- τέκνα Μολιόνας κτάνον,
- ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους,
- ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ
- ἀργυρέῳ.
ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος (IV 587 M)·
- ἴτρια, τραγήματα ..., πυραμοῦς, ἄμης,
- ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν.
χηνείων δ’ ᾠῶν Ἔριφος (II 430 K)·
- οὐσίδιον γάρ μοι καταλιπόντος τοῦ πατρός,
- οὕτω συνεστρόγγυλα κἀξεκόκκισα
- ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν.
Ἐπαίνετος δὲ καὶ Ἡρακλείδης ὁ Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν· μεθ’ ἃ εἶναι τὰ χηναλωπέκεια· τρίτα καταλέγοντες τὰ ὀρνίθεια.
- ᾠὰ λευκά γε
- καὶ μεγάλα· Β. χήνει’ ἐστίν, ὥς γ’ ἐμοὶ δοκεῖ·
- οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
ΠΡΟΠΟΜΑ. τούτου, φησί, περιενεχθέντος ὁ τῶν δείπνων ταμίας Οὐλπιανὸς ἔφη, εἰ κεῖται παρά τινι τὸ πρόπομα οὕτω καλούμενον ὡς νῦν ἡμεῖς φαμεν. καὶ ζητούντων πάντων ‘αὐτός, ἔφη, ἐγὼ ἐρῶ. Φύλαρχος ὁ Ἀθηναῖος ἢ Ναυκρατίτης ἐν οἷς ὁ λόγος ἐστὶν αὐτῷ περὶ Ζηλᾶ τοῦ Βιθυνῶν βασιλέως, ὃς ἐπὶ ξένια καλέσας τοὺς τῶν Γαλατῶν ἡγεμόνας ἐπιβουλεύσας αὐτοῖς καὶ αὐτὸς διεφθάρη, φησὶν οὕτως, εἰ μνήμης εὐτυχῶ (FHG I 341)· ‘πρόπομά τι πρὸ τοῦ δείπνου περιεφέρετο, καθὼς εἰώθει τὸ πρῶτον.’ καὶ ταῦτ’ εἰπὼν ὁ Οὐλπιανὸς ᾔτει πιεῖν ἐν ψυκτῆρι, ἀρέσκειν ἑαυτὸν φάσκων διὰ τὸ ἑτοίμως ἀπεμνημονευκέναι. ἦν δὲ τῶν ἐν τοῖς προπόμασι, φησί, παρασκευαζομένων ἄλλα τε καὶ δὴ καὶ ταῦτα.
τοῦτο Ἀττικόν. ‘ἐγὼ δέ, φησίν, ἐν πολλοῖς ἀντιγράφοις εὗρον τοῦ Ἀντιφάνους Μίνωος διὰ τοῦ ο γεγραμμένον (II 75 K)·
- ΜΑΛΑΧΑΙ. Ἡσίοδος (opp. 41)·
- οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ.
v.1.p.137
καὶ Ἐπίχαρμος (p. 275 L)·
- τρώγοντες μολόχης ῥίζαν.
Φαινίας δ’ ἐν τοῖς Φυτικοῖς φησι (FHG II 300)· ‘τῆς ἡμέρου μαλάχης ὁ σπερματικὸς τύπος καλεῖται πλακοῦς, ἐμφερὴς ὢν αὐτῷ· τὸ μὲν γὰρ κτενῶδες ἀνάλογον καθάπερ ἡ τοῦ πλακοῦντος κρηπίς, κατὰ μέσον δὲ τοῦ πλακουντικοῦ ὄγκου τὸ κέντρον ὀμφαλικόν. καὶ περιληφθείσης τῆς κρηπῖδος ὅμοιον γίνεται τοῖς θαλαττίοις περιγεγραμμένοις ἐχίνοις.’ ὁ δὲ Σίφνιος Δίφιλος ἱστορεῖ ὡς ἡ μαλάχη ἐστὶν εὔχυλος, λεαντικὴ ἀρτηρίας, τὰς ἐπιπολαίους ἀποκρίνουσα δριμύτητας. ἐπιτήδειόν τε εἶναί φησιν αὐτὴν τοῖς τῶν νεφρῶν καὶ τῆς κύστεως ἐρεθισμοῖς εὐέκκριτόν τε εἶναι μετρίως καὶ τρόφιμον, κρείττω δὲ τὴν ἀγρίαν τῆς κηπευομένης. Ἕρμιππος δ’ ὁ Καλλιμάχειος (FHG III 40) καὶ εἰς τὴν καλουμένην φησὶν ἄλιμον προσέτι τε ἄδιψον ἐμβάλλεσθαι τὴν μαλάχην οὖσαν χρησιμωτάτην.
- ... πραύτερος ἔγωγε μολόχας.
ΚΟΛΟΚΥΝΤΑΙ. Εὐθύδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων σικύαν Ἰνδικὴν καλεῖ τὴν κολοκύντην διὰ τὸ κεκομίσθαι τὸ σπέρμα ἐκ τῆς Ἰνδικῆς. Μεγαλοπολῖται δ’ αὐτὴν σικυωνίαν ὀνομάζουσι. Θεόφραστος δὲ τῶν κολοκυντῶν φησιν (h. pl. 7, 4, 6) οὐκ εἶναι ἐν μέρει ἰδέας, ἀλλ’ εἶναι τὰς μὲν βελτίους, τὰς
Φρύνιχος ὑποκοριστικῶς (I 386 K)·
- τὴν κεφαλὴν ὅσην ἔχει·
- ὅσην κολοκύντην.
v.1.p.139
Ἐπίχαρμος (p. 275 L)·
- ἢ μαζίου τι μικρὸν ἢ κολοκυντίου.
- ὑγιώτερόν θήν ἐστι κολοκύντας πολύ.
- Ἐπικράτης ὁ κωμῳδιοποιός (II 287 K)·
- τί Πλάτων
- καὶ Σπεύσιππος καὶ Μενέδημος;
- πρὸς τίσι νυνὶ διατρίβουσιν;
- ποία φροντίς, ποῖος δὲ λόγος
- διερευνᾶται παρὰ τούτοισιν;
- τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς
- ἥκεις, λέξον, πρὸς Γᾶς .....
- Β. ἀλλ’ οἶδα λέγειν περὶ τῶνδε σαφῶς.
- Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην
- μειρακίων . . . . . .
- ἐν γυμνασίοις Ἀκαδημείας
- ἤκουσα λόγων ἀφάτων, ἀτόπων.
- περὶ γὰρ φύσεως ἀφοριζόμενοι
- διεχώριζον ζῴων τε βίον
- δένδρων τε φύσιν λαχάνων τε γένη.
- κᾆτ’ ἐν τούτοις τὴν κολοκύντην
- ἐξήταζον τίνος ἐστὶ γένους.
- Α. καὶ τί ποτ’ ἄρ’ ὡρίσαντο καὶ τίνος γένους
- εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι.
- Β. πρώτιστα μὲν οὖν πάντες ἄναυδοι
v.1.p.140- τότ’ ἐπέστησαν καὶ κύψαντες
- χρόνον οὐκ ὀλίγον διεφρόντιζον.
- κᾆτ’ ἐξαίφνης, ἔτι κυπτόντων
- καὶ ζητούντων τῶν μειρακίων,
- λάχανόν τις ἔφη στρογγύλον εἶναι,
- ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος.
- ταῦτα δ’ ἀκούων ἰατρός τις
- Σικελᾶς ἀπὸ γᾶς
- κατέπαρδ’ αὐτῶν ὡς ληρούντων.
- Α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαί τ᾽
- ἐβόησαν;
- τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαῦτα ποιεῖν ἀπρεπές . . . . . . .
- Β. οὐδ’ ἐμέλησεν τοῖς μειρακίοις.
- ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως,
- οὐδὲν ὀρινθείς, ἐπέταξ’ αὐτοῖς
- πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην
- ἀφορίζεσθαι τίνος ἐστὶ γένους.
- οἳ δὲ διῄρουν.
Ἄλεξις ὁ χαρίεις πρόπομα ὅλον παρατίθησι τοῖς διακρίνειν δυναμένοις (II 392 K)·
- ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ’ ἠβούλετο.
- κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ’ ἔχων,
- ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἐλαῶν γένη
- οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα
- παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη
v.1.p.141- ὑπερηφάνως ὄζουσα τῶν Ὡρῶν λοπάς,
- τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον.
- ἅπαντ’ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά,
- ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος,
- ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας.
- ἐπεβάλομεν τὰς χεῖρας. ὃ μὲν ἐμοὶ λαλῶν
- ἅμα καὶ διανεύων ἠσχολεῖθ᾽· ὁ πᾶς δ’ ἀγὼν
- ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ’ ἕως
- τὴν λοπάδ’ ὀρύττων ἀποδέδειχα κόσκινον.
Πολίοχος (IV 590 M)·
- ΜΥΚΑΙ. Ἀριστίας (p. 563 N)·
- μύκαισι δ’ ὠρέχθει τὸ λάινον πέδον.
Ἀντιφάνης (II 111 K)·
- μεμαγμένην
- μικρὰν μελαγχρῆ μᾶζαν ἠχυρωμένην
- ἑκάτερος ἡμῶν εἶχε δὶς τῆς ἡμέρας
- καὶ σῦκα βαιά· καὶ μύκης τις ἐνίοτ’ ἂν
- ὠπτᾶτο καὶ κοχλίας γενομένου ψακαδίου
- ἠγρεύετ’ ἂν καὶ λάχανα τῶν αὐτοχθόνων
- θλαστή τ’ ἐλαία, καὶ πιεῖν οἰνάριον ἦν
- ἀμφίβολον.
καὶ προελθών·
- τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη
- ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη,
- καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές,
- σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ’ ἃ δὴ
- δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι’ ἀθλίοις.
- τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ’ οὐκ ἔχων.
v.1.p.142- οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον,
- οὐδ’ οἱ δοκοῦντες πυθαγορίζειν.
κατὰ Ἀριστοτέλους (τέσσαρα δ’ ἐστὶ ταῦτα βιβλία) ἐπιτιμᾷ τῷ φιλοσόφῳ ὡς οὐ ποιήσαντι λόγου ἄξιον τὸ παροιμίας ἀθροῖσαι, Ἀντιφάνους ὅλον ποιήσαντος δρᾶμα τὸ ἐπιγραφόμενον Παροιμίαι· ἐξ οὗ καὶ παρατίθεται τάδε (II 88 K)·
- τίς γὰρ οἶδ’ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν
- πέπρωθ’ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβὼν
- ὄπτα μύκητας πρινίνους τουσδὶ δύο.
- ὅτι Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς ἐν τοῖς
- ἐγὼ γὰρ εἰ τῶν ὑμετέρων φάγοιμί τι,
- μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ
- καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.
φύονται δὲ οἱ μύκητες γηγενεῖς καί εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι· οἱ γὰρ πολλοὶ ἀποπνίγουσιν. διὸ καὶ Ἐπίχαρμος παίζων ἔφη (p. 275 L)·
Νίκανδρος δ’ ἐν Γεωργικοῖς καταλέγει καὶ τίνες αὐτῶν εἰσιν οἱ θανάσιμοι, λέγων (fr. 78 Schn)·
- οἷον αἱ μύκαι ἄρ’ ἐπεσκληκότες πνιξεῖσθε.
φησὶ δὲ καὶ ὅτι
- ἐχθρὰ δ’ ἐλαίης
- ῥοιῆς τε πρίνου τε δρυός τ’ ἄπο πήματα κεῖται,
- οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων.
τὰ δ’ ἄλλα οὐκ ἦν ἀναγνῶναι
- συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ
- κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις,
- φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα
- θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο.
φησὶν ὁ αὐτὸς Νίκανδρος ἐν τῷ αὐτῷ. Ἔφιππος (II 263 K)·
- καί τε μύκητας ἀμανίτας τότ’ ἐφεύσεις,
Ἐπαρχίδης Εὐριπίδην φησὶ (FHG IV 404) τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ καὶ γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα (fr. 2 B4)·
- ἵν’ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.
Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν φησιν· ‘ἄγρια ἑψήματα τεῦτλον, μαλάχη, λάπαθον, ἀκαλήφη, ἀνδράφαξυς, βολβοί, ὕδνα, μύκαι.’ —
- ὦ τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων,
- ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος;
- μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους
- ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους.
ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης Αἰγύπτου βασιλεύσας παρ’ Ὁμήρῳ ἀξιοῖ γράφειν (Od. 5.72)·
- ΣΙΑ. Σπεύσιππος ἐν βʹ Ὁμοίων φησὶ ἐν
σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα. —
- ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου.
κοιλίας διαχωρητικούς, θρεπτικούς, δυσπέπτους δὲ καὶ φυσώδεις. τοιούτους δὲ εἶναι τοὺς ἐκ Κέω τῆς νήσου. ‘πολλοὶ μέντοι καὶ κτείνουσι. δοκοῦσι δὲ οἰκεῖοι εἶναι οἱ λεπτότατοι καὶ ἁπαλοὶ καὶ εὔθρυπτοι οἱ ἐπὶ πτελέαις καὶ πεύκαις γινόμενοι· ἀνοίκειοι δὲ οἱ μέλανες καὶ πελιοὶ καὶ σκληροὶ καὶ οἱ μετὰ τὸ ἑψηθῆναι καὶ τεθῆναι πησσόμενοι, οἵτινες λαμβανόμενοι κτείνουσι. βοηθοῦνται δ’ ἀπὸ ὑδρομέλιτος πόσεως καὶ ὀξυμέλιτος, νίτρου καὶ ὄξους. μετὰ τὴν πόσιν δὲ ἐμεῖν δεῖ. διόπερ καὶ δεῖ μάλιστα σκευάζειν αὐτοὺς μετὰ ὄξους καὶ ὀξυμέλιτος ἢ μέλιτος ἢ ἁλῶν· οὕτω γὰρ αὐτῶν τὸ πνιγῶδες ἀφαιρεῖται.’ Θεόφραστος δὲ ἐν τῷ περὶ φυτῶν ἱστορίας γράφει (fr. 168 W)· ‘ὑπόγεια δὲ τὰ τοιαῦτά ἐστι καὶ ἐπίγεια, καθάπερ οὓς καλοῦσί τινες πέζιας, ἅμα τοῖς μύκησι γινομένους. ἄριζοι γὰρ καὶ αὐτοὶ τυγχάνουσιν. ὁ δὲ μύκης ἔχει προσφύσεως ἀρχὴν τὸν καυλὸν εἰς μῆκος, καὶ ἀποτείνουσιν ἀπ’ αὐτοῦ ῥίζαι.’ φησὶ δὲ καὶ (h. pl. 4, 7, 2) ὅτι ἐν τῇ περὶ Ἡρακλέους στήλας θαλάσσῃ ὅταν ὕδατα πλείω γένηται, μύκητες φύονται πρὸς τῇ θαλάσσῃ, οὓς καὶ ἀπολιθοῦσθαι ὑπὸ τοῦ ἡλίου φησί. καὶ Φαινίας δὲ ἐν αʹ περὶ φυτῶν (FHG II 300)· ‘τὰ δὲ οὐδὲ φύει τὴν
- Δίφιλός φησι τοὺς μύκητας εἶναι εὐστόμους,
ΥΔΝΑ. γίνεται καὶ ταῦτα αὐτόματα ἀπὸ γῆς μάλιστα περὶ τοὺς ἀμμώδεις τόπους. λέγει δὲ περὶ αὐτῶν Θεόφραστος (1, 6, 9)· ‘τὸ ὕδνον (ὃ καλοῦσί τινες γεράνειον) καὶ εἴ τι ἄλλο ὑπόγειον.’ καὶ πάλιν (fr. 167 W)· ‘καὶ ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις ἅμα καὶ φύσις, οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ. δοκεῖ δ’ ἡδὺ σφόδρα τοῦτ’ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη, καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γενόμενον οἰτόν. περὶ δὲ τούτων ἴδιόν τι λέγεται· φασὶ γάρ, ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται σκληραί, τότε γίνεσθαι, καὶ μᾶλλον ὅταν αἱ βρονταί, ὡς ταύτης αἰτιωτέρας οὔσης. οὐ διετίζειν δέ, ἀλλ᾽ ἐπέτειον εἶναι· τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχειν τοῦ ἦρος. οὐ μὴν ἀλλ’ ἔνιοί γε ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν. ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν· τοῦτο δ’ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται. γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου
Δίφιλος δὲ δύσπεπτά φησιν εἶναι τὰ ὕδνα, εὔχυλα δὲ καὶ παραλεαντικά, προσέτι δὲ διαχωρητικά, καὶ ἔνια αὐτῶν ὁμοίως τοῖς μύκαις πνιγώδη εἶναι. Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν (FHG IV 420) οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον· διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους. ὑδνόφυλλον δέ φησι Πάμφιλος ἐν Γλώσσαις τὴν φυομένην τῶν ὕδνων ὕπερθε πόαν, ἀφ’ ἧς τὸ ὕδνον γινώσκεσθαι.
- ὄστρεά τ’ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα.
ΑΚΑΛΗΦΗ. λέγεται παρὰ τοῖς Ἀττικοῖς οὕτως καὶ τὸ βοτανῶδες καὶ τὸ κνησμοῦ αἴτιον. Ἀριστοφάνης Φοινίσσαις (I 534 K)· ‘πρῶτον πάντων ἴφυα φῦναι, εἶθ᾽ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.’
ΑΣΠΑΡΑΓΟΙ. οὗτοι καὶ ἕλειοι καὶ ὄρειοι καλοῦνται. ὧν οἱ κάλλιστοι οὐ σπείρονται, πάντων ὄντες τῶν ἐντὸς θεραπευτικοί. οἱ δὲ σπαρτοὶ καὶ σφόδρα ὑπερμεγέθεις γίνονται. ἐν Λιβύῃ δέ φασιν ἐν Γαιτουλίᾳ γίνεσθαι πάχος μὲν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα· ἐν δὲ τῇ ὀρεινῇ καὶ παρωκεανίτιδι
Ἀμειψίας (I 677 K)·
- κἄπειτ’ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.
Δίφιλος δέ φησιν ὡς ὁ τῆς κράμβης ἀσφάραγος λεγόμενος ἰδίως ὄρμενος εὐστομαχώτερός ἐστι καὶ εὐεκκριτώτερος, ὄψεων δὲ βλαπτικός. ἐστὶ δὲ δριμὺς καὶ οὐρητικὸς καὶ ἀδικεῖ νεφροὺς καὶ κύστιν. Ἀττικοὶ δ’ εἰσὶν οἱ λέγοντες ὄρμενον τὸν ἀπὸ τῆς κράμβης ἐξηνθηκότα. Σοφοκλῆς Ἰχνευταῖς (fr. 294 N)·
- οὐ σχῖνος οὐδ’ ἀσφάραγος, οὐ δάφνης κλάδοι.
παρὰ τὸ ἐξορούειν καὶ βλαστάνειν. Ἀντιφάνης δὲ διὰ τοῦ π φησὶν ἀσπάραγον (II 130 K)·
- κἀξορμενίζει κοὐκ ἐπισχολάζεται
- βλάστη.
Ἀριστοφῶν (II 282 K)· ‘κάππαριν, βληχώ, θύμον, ἀσπάραγον, πίτταν, ῥάμνον, σφακόν, πήγανον.’
- ἀσπάραγος ἠγλάιζεν, ὦχρος ἐξήνθηκέ τις.
καὶ πάλιν (p. 788)·
- ΚΟΧΛΙΑΣ. Φιλύλλιος (I 787 K)·
- οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.
Ἡσίοδος δὲ (op. 569) τὸν κοχλίαν φερέοικον καλεῖ. καὶ Ἀναξίλας δέ (II 274 K)·
- μαινίδες ....., σκόμβροι, κοχλίαι, κορακῖνοι.
Ἀχαιός (p. 587 N)·
- ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ,
- οἳ περιφέρουσ’ ὑπ’ ἀπιστίας τὰς οἰκίας.
v.1.p.148
προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον περὶ τῶν κοχλιῶν οὕτως·
- ἦ τοσούσδ’ Αἴτνη τρέφει
- κοχλίας κεράστας.
Ἀριστοτέλης δὲ ἐν εʹ περὶ ζῴων μορίων φησίν (h. a. V p. 544 a 23)· ‘οἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ μετοπώρῳ καὶ τοῦ ἔαρος· μόνοι τε (gen. an. III p. 762 a 32) οὗτοι τῶν ὀστρακοδέρμων συνδυαζόμενοι ὤφθησαν.’ Θεόφραστος δὲ ἐν τῷ περὶ φωλευόντων (fr. 176 W) ‘οἱ κοχλίαι, φησί, φωλεύουσι μὲν καὶ τοῦ χειμῶνος, μᾶλλον δὲ τοῦ θέρους. διὸ καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν. ἡ δὲ φωλεία τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων.’ λέγονται δέ τινες τῶν κοχλιῶν καὶ σέσιλοι. Ἐπίχαρμος (p. 281 L)·
- ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.
Ἀπολλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν κοχλίαν λέγειν. Ἀπολλόδωρος δὲ ἐν βʹ ἐτυμολογιῶν τῶν κοχλιῶν φησί τινας καλεῖσθαι κωλυσιδείπνους.
- τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι,
- κόγχων δὲ τὸν σέσιλον. Β. ἄπαγ’ ἐς τὸν φθόρον.
ΒΟΛΒΟΙ. τούτων Ἡρακλῆς ἐσθίειν παραιτεῖται ἐν Ἀμαλθείᾳ Εὐβούλου λέγων (II 166 K)·
Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι (II 399 K)·
- θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον,
- τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
v.1.p.149- κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ
- οὐδ’ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
- βολβοῖς τ’ ἐμαυτὸν χορτάσων ἐλήλυθα.
- ἃ δ’ εἴς τ’ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν
- καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ’ ἐδαινύμην,
- κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα,
- ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος
- ἁλίπαστα τρία.
Ξέναρχος ἐν Βουκολίωνι (II 467 K)·
- πίννας, κάραβον,
- βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια,
- τοσαῦτα· τούτων ἄν τις εὕρῃ φάρμακα
- ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα ....
Ἀρχέστρατος (fr. 5 Ri)·
- φθίνει δόμος
- ἀσυντάτοισι δεσποτῶν κεχρημένος
- τύχαις, ἀλάστωρ τ’ εἰσπέπαικε Πελοπιδῶν.
- ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς
- Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις
- ἑφθὸς βοηθῶν δυνατός ἐστ’ ἐπαρκέσαι·
- μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς
- φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων
- πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
- πίμπλησι λοπάδος στερροσώματον κύτος.
v.1.p.150
- βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι
- ταῖς τ’ ἄλλαις πάσῃσι παροψίσι.
Ἡρακλείδης ὁ Ταραντῖνος ἐν Συμποσίῳ· ‘βολβὸς καὶ κοχλίας καὶ ᾠὸν καὶ τὰ ὅμοια δοκεῖ σπέρματος εἶναι ποιητικά, οὐ διὰ τὸ πολύτροφα εἶναι, ἀλλὰ διὰ τὸ ὁμοειδεῖς ἔχειν τὰς πρώτας φύσεις αὐτὰς τὰς δυνάμεις τῷ σπέρματι.’ Δίφιλος· ‘οἱ βολβοὶ δύσπεπτοι μέν εἰσι, πολύτροφοι δὲ καὶ εὐστόμαχοι, ἔτι δὲ σμηκτικοὶ καὶ ἀμβλυντικοὶ ὄψεως, διεγερτικοὶ δ᾽ ἀφροδισίων.’ ἡ δὲ παροιμία φησίν·
διεγείρουσι δ’ ὄντως αὐτῶν πρὸς ἀφροδίσια οἱ βασιλικοὶ λεγόμενοι, οἳ καὶ κρείσσονες τῶν ἄλλων εἰσί· μεθ᾽ οὓς οἱ πυρροί. οἱ δὲ λευκοὶ καὶ Λιβυκοὶ σκιλλώδεις· χείρονες δὲ πάντων οἱ Αἰγύπτιοι.
- οὐδέν σ’ ὀνήσει βολβός, ἂν μὴ νεῦρ’ ἔχῃς.
αἱ δὲ βολβῖναι καλούμεναι εὐχυλότεραι μέν εἰσι τῶν βολβῶν, οὐ μὴν οὕτως εὐστόμαχοι διὰ τὸ γλυκάζον ἔχειν τι· παχυντικαί τε ἱκανῶς εἰσι διὰ τὴν πολλὴν σκληρότητα καὶ εὐέκκριτοι. μνημονεύει δὲ βολβίνης Μάτρων ἐν παρῳδίαις·
- σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω
- (Il. 2.488),
- μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις (Il. 2.323),
- βολβίνας θ᾽, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδοί
- (hymn. 16, 2),
- ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος,
v.1.p.151- λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας (Il. 10.437)·
- τάων φυομένων ἠράσσατο πότνια γαστήρ (Il. 20.223).