Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ὅρα τὸ ‘ἀνατιθεμένων πάντων τὴν ζήτησιν’ ἤτοι ἀναβαλλομένων.

ὅτι τὸ ἄνηστις ἡ νῆστις πλεονασμῷ τοῦ ᾱ, ὡς στάχυς ἄσταχυς, παρὰ Κρατίνῳ κεῖται (I 26 K)·

  1. οὐ γάρ τοι σύ γε πρῶτος ἄκλητοσ φοιτᾷς ἐπὶ
  2. δεῖπνον ἄνηστις.
τὸ δὲ ὀξύπεινος παρὰ Διφίλῳ (II 572 K)·
  1. τέρπομαι γυμνοὺς ὁρῶν
  2. τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ
  3. πάντ’ εἰδέναι σπεύδοντας.
καὶ Ἀντιφάνης (II 124 K)·
  1. ἓν νόσημα τοῦτ’ ἔχει·
  2. ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν
  3. λέγει κομιδῇ τὸν ἄνδρα.
καὶ Εὔβουλος (II 167 K)·
  1. Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον
  2. οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους
  3. πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ·
  4. ὃ δ’ ὀξύπεινος. τὸν δὲ μουσικώτατον
  5. κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα·
  6. οὗ ῥᾷστ’ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι
  7. κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι.
    v.1.p.110

  1. ὁ δὲ μονοσιτῶν κεῖται παρ’ Ἀλέξιδι (II 396 K)·
  2. ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ’ ἴδῃς
  3. ἢ μὴ ποθοῦντ’ ᾠδὰς ποιητὴν καὶ μέλη,
  4. τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν
  5. ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης
  6. τὴν ἡμίσειαν· ζῶσι δ’ ἀμφότεροι μόλις.
Πλάτων (I 658 K)· ‘οὐ μονοσιτῶν ἑκάστοτε ἀλλὰ κἀνίοτε δειπνῶν δὶς τῆς ἡμέρας.’

ὅτι νωγαλεύματα ἐκάλουν τὰ ἡδέα βρώματα. Ἀραρώς (II 217 K)·

  1. τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα.
Ἄλεξις (II 398 K)·
  1. Θασίοις οἰναρίοις
  2. τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
  3. καὶ νωγαλίζει.
Ἀντιφάνης (II 38 K)·
  1. βότρυς, ῥοίας, φοίνικας, ἕτερα νώγαλα.
ἀπόσιτον δ’ εἴρηκε Φιλωνίδης (I 255 K), αὐτόσιτον δὲ Κρώβυλος (IV 565 M)· ‘παράσιτον αὐτόσιτον.’ ἀναρίστητον δ’ εἴρηκεν Εὔπολις (I 273 K). ἀναγκόσιτον δὲ Κράτης (I 143 K). καὶ Νικόστρατος δέ (II 228 K)·
  1. μειράκιον .. κατὰ τύχην
  2. ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον
  3. κατάγεις ἀναγκόσιτον.
ἀριστόδειπνον δ’ εἶπεν Ἄλεξις (II 402)·
v.1.p.111
  1. ἀφ’ ὧν γένοιτ’ ἂν ἡμῖν σύντομον
  2. ἀριστόδειπνον.

μετὰ ταῦτα ἀναστάντες κατεκλίνθημεν ὡς ἕκαστος ἤθελε, οὐ περιμείναντες ὀνομακλήτορα τὸν τῶν δείπνων ταξίαρχον.

ὅτι καὶ τρίκλινοι οἶκοι καὶ τετράκλινοι καὶ ἑπτάκλινοι καὶ ἐννεάκλινοι καὶ κατὰ τοὺς ἑξῆς ἀριθμοὺς ἦσαν παρὰ τοῖς παλαιοῖς. Ἀντιφάνης (II 129 K)·

  1. συναγαγὼν
  2. τρεῖς ὄντας εἰς τρίκλινον ὑμᾶς.
Φρύνιχος (I 387 K)·
  1. ἑπτάκλινος οἶκος ἦν καλός,
  2. εἶτ’ ἐννεάκλινος ἕτερος οἶκος.
Εὔβουλος (II 208 K)·
  1. θὲς ἑπτάκλινον. Β. ἑπτάκλινος οὑτοσί.
  2. Α. καὶ πέντε κλίνας Σικελικάς. Β. λέγ’ ἄλλο τι.
  3. Α. Σικελικὰ προσκεφάλαια πέντε.
Ἄμφις (II 249 K)·
  1. οὐχ ὑποστρώσεις ποτὲ
  2. τρίκλινον;
Ἀναξανδρίδης (II 162 K)·
  1. τρίκλινον δ’ εὐθέως συνήγετο
  2. καὶ συναυλίαι γερόντων. —
  3. ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους
  4. στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος
  5. κρατῆρά τ’ αἴρου καὶ τὸν ἥδιστον κέρα (IV 605 M).

‘νῦν δὲ τὴν τῶν στρωμάτων σύνθεσιν περιβολῇ χωρίζουσι καὶ ὑποβολῇ,’ φησὶ Πλάτων ὁ

v.1.p.112
φιλόσοφος (Polit. p. 280 b). ὁ δ’ ὁμώνυμος αὐτῷ ποιητής φησι (I 658 K)·
  1. κἆτ’ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις
  2. κἀν φοινικίσι Σαρδιακαῖσιν κοσμησάμενοι κατάκεινται.
ἤκμασε δ’ ἡ τῶν ποικίλων ὑφή, μάλιστα ἐντέχνων περὶ αὐτὰ γενομένων Ἀκεσᾶ καὶ Ἑλικῶνος τῶν Κυπρίων. ὑφάνται δ’ ἦσαν ἔνδοξοι· καὶ ἦν Ἑλικὼν υἱὸς Ἀκεσᾶ, ὥς φησιν Ἱερώνυμος (fr. 32 Hi). ἐν Πυθοῖ γοῦν ἐπί τινος ἔργου ἐπιγέγραπται·
  1. τεῦξ’ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ
  2. πότνια θεσπεσίην Παλλὰς ἔπνευσε χάριν.
τοιοῦτος ἦν καὶ Παθυμίας ὁ Αἰγύπτιος. —
  1. ὡς ἐγὼ σκιρτῶ πάλαι
  2. ὅπου ῥοδόπνοα στρώματ’ ἔστι, καὶ λούμενος
  3. μύροις ψακαστοῖς,
φησὶν Ἔφιππος (II 263 K). Ἀριστοφάνης (I 561 K)·
  1. ὅστις ἐν ἡδυόσμοις
  2. στρώμασι παννυχίζων
  3. τὴν δέσποιναν ἐρείδεις.
Σώφρων δὲ (fr. 26 Bo) ‘στρουθωτὰ ἑλίγματά φησιν ἐντετιμημένα.’ Ὅμηρος δὲ ὁ θαυμασιώτατος τῶν στρωμάτων τὰ μὲν κατώτερα λῖτα εἶναι φάσκει (Od. 1.130) ἤτοι λευκὰ καὶ μὴ βεβαμμένα ἢ πεποικιλμένα, τὰ δὲ περιστρώματα (Od. 10.352) ‘ῥήγεα καλά, πορφύρεα.’
v.1.p.113

  1. πρῶτοι δὲ Πέρσαι, ὥς φησιν Ἡρακλείδης
(FHG II 97), καὶ τοὺς λεγομένους στρώτας ἐφεῦρον, ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειαν. τὸν οὖν Κρῆτα Τιμαγόραν ἢ τὸν ἐκ Γόρτυνος, ὥς φησι Φαινίας ὁ περιπατητικός (FHG II 296), Ἔντιμον, ὃς ζήλῳ Θεμιστοκλέους ἀνέβη ὡς βασιλέα, τιμῶν Ἀρταξέρξης σκηνήν τε ἔδωκεν αὐτῷ διαφέρουσαν τὸ κάλλος καὶ τὸ μέγεθος καὶ κλίνην ἀργυρόποδα, ἔπεμψε δὲ καὶ στρώματα πολυτελῆ καὶ τὸν ὑποστρώσοντα, φάσκων οὐκ ἐπίστασθαι τοὺς Ἕλληνας ὑποστρωννύειν. καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκαλεῖτο ὁ Κρὴς οὗτος, τὸν βασιλέα ψυχαγωγήσας· ὅπερ οὐδενὶ πρότερον τῶν Ἑλλήνων ἐγένετο, ἀλλ’ οὐδ’ ὕστερον. αὕτη γὰρ ἡ τιμὴ τοῖς συγγενέσι διεφυλάττετο. Τιμαγόρᾳ μὲν γὰρ τῷ Ἀθηναίῳ τῷ προσκυνήσαντι βασιλέα καὶ μάλιστα τιμηθέντι τοῦτο οὐχ ὑπῆρξε· τῶν δὲ παρατιθεμένων βασιλεῖ τούτῳ τινὰ ἀπὸ τῆς τραπέζης ἀπέστελλε. Ἀνταλκίδᾳ δὲ τῷ Λάκωνι τὸν αὑτοῦ στέφανον εἰς μύρον βάψας ἔπεμψε. τῷ δ’ Ἐντίμῳ τοιαῦτα πολλὰ ἐποίει καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκάλει. ἐφ’ ᾧ οἱ Πέρσαι χαλεπῶς ἔφερον ὡς τῆς τε τιμῆς δημευομένης καὶ στρατείας ἐπὶ τὴν Ἑλλάδα πάλιν ἐσομένης. ἔπεμψε δὲ καὶ κλίνην αὐτῷ ἀργυρόποδα καὶ στρωμνὴν καὶ σκηνὴν οὐρανοφόρον ἀνθινὴν καὶ θρόνον ἀργυροῦν καὶ ἐπίχρυσον σκιάδειον καὶ φιάλας λιθοκολλήτους χρυσᾶς εἴκοσι, ἀργυρᾶς δὲ μεγάλας ἑκατὸν καὶ κρατῆρας ἀργυροῦς καὶ παιδίσκας ἑκατὸν καὶ παῖδας ἑκατὸν
v.1.p.114
χρυσοῦς τε ἑξακισχιλίους χωρὶς τῶν εἰς τὰ ἐπιτήδεια καθ’ ἡμέραν διδομένων.

τράπεζαι ἐλεφαντόποδες τῶν ἐπιθημάτων ἐκ τῆς καλουμένης σφενδάμνου πεποιημένων. Κρατῖνος (I 100 K)·

  1. γαυριῶσαι δ’ ἀναμένουσιν ὧδ’ ἐπηγλαισμέναι
  2. μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι.
  3. εἰπόντος τινὸς κυνικοῦ τρίποδα τὴν τράπεζαν
δυσχεραίνει ὁ παρὰ τῷ σοφιστῇ Οὐλπιανὸς καὶ λέγει· ‘τήμερον ἐγὼ ‘πράγματα ἕξω ἐξ ἀπραξίας.’ πόθεν γὰρ τούτῳ ὁ τρίπους; εἰ μὴ τὴν Διογένους βακτηρίαν σὺν καὶ τὼ πόδε ἀριθμῶν οὗτος τρίποδα προσηγόρευσε, πάντων τραπέζας καλούντων τὰς παραθέσεις ταύτας.’

ὅτι Ἡσίοδος ἐν Κήυκος γάμῳ (fr. 177 Rz) — κἂν γὰρ γραμματικῶν παῖδες ἀποξενῶσι τοῦ ποιητοῦ τὰ ἔπη ταῦτα, ἀλλ’ ἐμοὶ δοκεῖ ἀρχαῖα εἶναι — τρίποδας τὰς τραπέζας φησί. καὶ Ξενοφῶν δ’ ὁ μουσικώτατος ἐν ζʹ Ἀναβάσεως γράφει (c. 3, 21)· ‘τρίποδες εἰσηνέχθησαν πᾶσιν· οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων.’ καὶ ἐπάγει· ‘μάλιστα δ’ αἱ τράπεζαι κατὰ τοὺς ξένους ἀεὶ ἐτίθεντο.’ Ἀντιφάνης (II 127 K)·

  1. ἐπεὶ δ’ ὁ τρίπους ἤρθη κατὰ χειρῶν τ’ εἴχομεν.
Εὔβουλος (II 208 K)
  1. τρίποδες οὗτοι πέντε σοι
  2. καὶ πέντε — Β. πεντηκοστολόγος γενήσομαι.
    v.1.p.115
Ἐπίχαρμος (p. 262 L)·
  1. τί δὲ τόδ’ ἐστί; Β. δηλαδὴ τρίπους. Α. τί μὰν
  2. ἔχει πόδας
  3. τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ’ ἐστὶν οἶμαι
  4. τετράπους.
  5. Β. ἐστὶ δ’ ὄνομ’ αὐτῷ τρίπους, τέτοράς γε μὰν
  6. ἔχει πόδας.
  7. Α. Οἰδίπους τοίνυν ποτ’ ἦν, αἴνιγμά τοι νοεῖς.
Ἀριστοφάνης (I 526 K)·
  1. τράπεζαν ἡμῖν εἴσφερε
  2. τρεῖς πόδας ἔχουσαν, τέσσαρας δὲ μὴ ᾽χέτω.
  3. Β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;

ὅτι ἔθος ἦν ἐν τοῖς δείπνοις τῷ ἑστιάτορι κατακλιθέντι προδίδοσθαι γραμματείδιόν τι περιέχον ἀναγραφὴν τῶν παρεσκευασμένων, ἐφ’ ᾧ εἰδέναι ὅ τι μέλλει ὄψον φέρειν ὁ μάγειρος.

ΔΑΜΑΣΚΗΝΑ. Δαμασκοῦ τῆς πόλεως ἐνδόξου οὔσης καὶ μεγάλης πολλοὶ τῶν ἀρχαίων μέμνηνται. ἐπεὶ δὲ πλεῖστον ἐν τῇ τῶν Δαμασκηνῶν ἐστι χώρᾳ τὸ κοκκύμηλον καλούμενον καὶ κάλλιστα γεωργεῖται, ἰδίως καλεῖται τὸ ἀκρόδρυον Δαμασκηνὸν ὡς διάφορον τῶν κατὰ τὰς ἄλλας χώρας γινομένων. κοκκύμηλα οὖν ἐστι ταῦτα· ὧν ἄλλος τε μέμνηται καὶ Ἱππῶναξ (fr. 81 B4)·

  1. στέφανον εἶχον κοκκυμήλων καὶ μίνθης.
    v.1.p.116
Ἄλεξις (II 397 K)·
  1. καὶ μὴν ἐνύπνιον οἴομαί γ᾽ ἑορακέναι
  2. νικητικόν. Β. λέγ’ αὐτό. Α. τὸν νοῦν πρόσεχε δή·
  3. ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις
  4. ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν ...
  5. στεφάνῳ κυλιστῷ κοκκυμήλων — Β. Ἡράκλεις.
  6. Α. πεπόνων ...
πάλιν (ib. p. 398)·
  1. ἑόρακας ἤδη πώποτ’ ἐσκευασμένον
  2. ἤνυστρον ἢ σπλῆν’ ὀπτὸν ὠνθυλευμένον
  3. ἢ κοκκυμήλων σπυρίδα πεπόνων;
  4. τοιοῦτ’ ἔχει τὸ μέτωπον.
Νίκανδρος (fr. 87 Schn)·
  1. μῆλον ὃ κόκκυγος καλέουσι.
Κλέαρχος δ’ ὁ περιπατητικός φησι (FHG II 327) Ῥοδίους καὶ Σικελιώτας βράβυλα καλεῖν τὰ κοκκύμηλα, ὡς καὶ Θεόκριτος ὁ Συρακούσιος (7, 146)·
  1. ὅρπηκες βραβίλοισι καταβρίθοντες ἔραζε.
καὶ πάλιν (12, 3)·
  1. ὅσον μῆλον βραβίλοιο
  2. ἥδιον.
ἐστὶ δὲ τοῦτο τὸ ἀκρόδρυον μικρότερον μὲν τῇ περιφορᾷ τῶν κοκκυμήλων, τῇ δ’ ἐδωδῇ τὸ αὐτό, πλὴν ὀλίγον δριμύτερον. Σέλευκος δ’ ἐν Γλώσσαις βράβιλά φησιν ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτὰ εἶναι· τὰ
v.1.p.117
μὲν μάδρυα οἷον μαλόδρυα, τὰ δὲ βράβυλα ὅτι εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ οἷον μῆλα, ὡς Δημήτριος ὁ Ἰξίων λέγει ἐν Ἐτυμολογίᾳ. Θεόφραστος δὲ λέγει (h. pl. 3, 6, 4)· ‘κοκκυμηλέα καὶ σποδιάς· τοῦτο δ’ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα.’ Ἀραρὼς δὲ κοκκύμηλον καλεῖ (II 219 K) τὸ δένδρον, κοκκύμηλον δὲ τὸ ἀκρόδρυον. Δίφιλος δὲ ὁ Σίφνιος μέσως φησὶν εἶναι ταῦτα εὔχυλα, εὔφθαρτα, εὐέκκριτα, ὀλιγότροφα.

ΚΕΡΑΣΙΑ. Θεόφραστος ἐν τῷ περὶ φυτῶν (h. pl. 3, 13, 1)· ‘ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι καὶ μεγέθει μέγα· καὶ γὰρ εἰς εἴκοσι καὶ τέσσαρας πήχεις αὔξεται. φύλλον δὲ ὅμοιον ἔχει τῷ τῆς μεσπίλης, σκληρὸν δὲ καὶ πλατύτερον, φλοιὸν δ’ ὅμοιον φιλύρᾳ, ἄνθος δὲ λευκόν, ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον, κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρός, ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρός, τοῦ δὲ κεράσου μαλακός.’ καὶ πάλιν (ib. 3, 15, 6)· ‘κράταιγος· οἳ δὲ κραταίγονον καλοῦσιν. ἔχει δὲ τὸ μὲν φύλλον τεταμένον ὅμοιον μεσπίλῃ· πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον ἢ προμηκέστερον· τὸν δὲ χαραγμὸν οὐκ ἔχει ὥσπερ ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὔτε παχύ· τὸ δὲ ξύλον ποικίλον, ξανθόν, ἰσχυρόν. φλοιὸν δ᾽ ἔχει λεῖον ὅμοιον μεσπίλῃ·

v.1.p.118
μονόριζον εἰς βάθος ὡς ἐπὶ πολύ. καρπὸν δ’ ἔχει στρογγύλον ἡλίκον ὁ κότινος· πεπαινόμενος δὲ ξανθός τέ ἐστι καὶ ἐπιμελαίνεται· ἔχει δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπίλου· διόπερ ἀγρία μεσπίλη δόξειε ἂν μᾶλλον εἶναι.’ ἐκ τούτων μοι δοκεῖ, φησίν, ὁ φιλόσοφος τὸ νῦν κεράσιον καλούμενον ἐμφανίζειν.

Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς χαμαικέρασόν τινα καλῶν δένδρον ἔφη οὕτως· ‘ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλ’ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα κεράσῳ ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους καθότι οἶνος βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι.’ ταῦτα ὁ Ἀσκληπιάδης, φησί, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον καὶ ὁ πλέον τῶν ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται. Ἀριστοφάνης (I 559 K)·

  1. ἐν τοῖς ὄρεσιν δ᾽ αὐτομάτοισιν τὰ μιμαίκυλ᾽
  2. ἐφύετο πολλά.
Θεόπομπος (I 751 K)·
  1. τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα.
Κράτης (I 142 K)·
  1. πάνυ γάρ ἐστιν ὡρικώτατα
  2. τὰ τιτθί’ ὥσπερ μῆλον ἢ μιμαίκυλον.
    v.1.p.119
Ἄμφις (II 247 K)·
  1. ὁ συκάμινος συκάμιν᾽, ὁρᾷς, φέρει,
  2. ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα.
Θεόφραστος (h. pl. 3, 16, 4)· ‘ἡ κόμαρος ἡ τὸ μιμαίκυλον φέρουσα τὸ ἐδώδιμον.’

ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται εἴτε Πύθων ἐποίησεν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος.

φησὶν ὁ παρὰ τῷ ῥήτορι Λαρήνσιος· ‘πολλὰ ὑμεῖς οἱ Γραικοὶ ἐξιδιοποιεῖσθε ὡς αὐτοὶ ἢ ὀνομάσαντες ἢ πρῶτοι εὑρόντες· ἀγνοεῖτε δὲ ὅτι Λεύκολλος ὁ Ῥωμαίων στρατηγός, ὁ τὸν Μιθριδάτην καὶ Τιγράνην καταγωνισάμενος, πρῶτος διεκόμισεν εἰς Ἰταλίαν τὸ φυτὸν τοῦτο ἀπὸ Κερασοῦντος Ποντικῆς πόλεως. καὶ οὗτός ἐστιν ὁ καὶ τὸν καρπὸν καλέσας κέρασον ὁμωνύμως τῇ πόλει, ὡς ἱστοροῦσιν οἱ ἡμέτεροι συγγραφεῖς.’ πρὸς ὃν Δάφνος τίς φησιν· ‘ἀλλὰ μὴν παμπόλλοις χρόνοις πρεσβύτερος Λευκόλλου ἀνὴρ ἐλλόγιμος Δίφιλος ὁ Σίφνιος, γεγονὼς κατὰ Λυσίμαχον τὸν βασιλέα — εἷς δὲ οὗτος τῶν Ἀλεξάνδρου διαδόχων — μνημονεύει τῶν κερασίων λέγων· ‘τὰ κεράσια εὐστόμαχα, εὔχυλα, ὀλιγότροφα, ἐκ ψυχροῦ δὲ λαμβανόμενα εὐστόμαχα. καλλίω δὲ τὰ ἐρυθρότερα καὶ τὰ Μιλήσια· εἰσὶ γὰρ διουρητικά.’

ΣΥΚΑΜΙΝΑ. ὅτι πάντων ἁπλῶς οὕτω καλούντων αὐτὰ Ἀλεξανδρεῖς μόνοι μόρα ὀνομάζουσι.

v.1.p.120
συκάμινα δὲ οὐ τὰ ἀπὸ τῆς Αἰγυπτίας συκῆς, ἅ τινες συκόμορα λέγουσιν. ἅπερ οἱ ἐπιχώριοι ἐπὶ βραχὺ κνίσαντες σιδηρίῳ ἐῶσιν ἐπὶ τοῦ φυτοῦ· καὶ ὑπὸ τοῦ ἀνέμου κινούμενα ἐντὸς ἡμερῶν τριῶν οὕτω πέπονα καὶ εὐώδη γίνονται, μάλιστα δὲ ζεφύρων πνευσάντων, καὶ ἐδώδιμα ὡς διὰ τὸ ἐν αὐτοῖς ἠρέμα ψυχρὸν καὶ τοῖς πυρεταίνουσι μετὰ ῥοδίνου ἐλαίου καταπλαττόμενα ἐπὶ τοῦ στομάχου ἐπιτίθεσθαι καὶ οὐκ ὀλίγα παρηγορεῖσθαι τοὺς νοσοῦντας. φέρει δὲ τὸν καρπὸν τοῦτον ἡ Αἰγυπτία συκάμινος ἀπὸ τοῦ ξύλου καὶ οὐκ ἀπὸ τῶν ἐπικαρπίων. μόρα δὲ τὰ συκάμινα καὶ παρ’ Αἰσχύλῳ ἐν Φρυξὶν ἐπὶ τοῦ Ἕκτορος (fr. 257 N)·
  1. ἀνὴρ δ’ ἐκεῖνος ἦν πεπαίτερος μόρων.
ἐν δὲ Κρήσσαις καὶ κατὰ τῆς βάτου (fr. 111)·
  1. λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις
  2. καὶ μιλτοπρέπτοις βρίθεται ταὐτοῦ χρόνου.
Σοφοκλῆς (fr. 362)·
  1. πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν,
  2. ἔπειτα φοινίξαντα γογγύλον μόρον.
καὶ Νίκανδρος δὲ ἐν Γεωργικοῖς (fr. 75 Schn) ἐμφανίζει καὶ ὅτι πρότερον τῶν ἄλλων ἀκροδρύων φαίνεται μορέην τε καλεῖ τὸ δένδρον ἀεί, ὡς καὶ οἱ Ἀλεξανδρεῖς·
  1. καὶ μορέης, ἣ παισὶ πέλει μείλιγμα νέοισι,
  2. πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.
    v.1.p.121

Φαινίας δ’ ὁ Ἐρέσιος ὁ Ἀριστοτέλους μαθητὴς τὸν τῆς ἀγρίας συκαμίνου καρπὸν μόρον καλεῖ, ὄντα καὶ αὐτὸν γλυκύτατον καὶ ἥδιστον ὅτε πεπανθείη. γράφει δὲ οὕτως (FHG II 301)· ‘τὸ μόρον τὸ βατῶδες ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους σπερματικὰς ἔχει τὰς συκαμινώδεις διαγονάς, καθάπερ ὑφάλους καὶ διαφυὰς ἔχει ψαθυρὰς καὶ εὐχύμους.’ Παρθένιος δὲ ἅβρυνά φησι συκάμινα, ἃ καλοῦσιν ἔνιοι μόρα· Σαλαμίνιοι δὲ τὰ αὐτὰ ταῦτα βάτια· Δημήτριος δὲ ὁ Ἰξίων τὰ αὐτὰ συκάμινα καὶ μόρα οἷον αἱμόροα καὶ σύκων ἀμείνω. Δίφιλος δὲ ὁ Σίφνιος ἰατρὸς γράφει οὕτως· ‘τὰ δὲ συκάμινα, ἃ καὶ μόρα λέγεται, εὔχυλα μέν ἐστιν, ὀλιγότροφα δὲ καὶ εὐστόμαχα καὶ εὐέκκριτα. ἰδίως δὲ τούτων τὰ ἔνωμα ἕλμινθας ἐκτινάσσει.’ Πύθερμος δὲ ἱστορεῖ, ὥς φησιν Ἡγήσανδρος (om. FHG IV), καθ’ αὑτὸν τὰς συκαμίνους οὐκ ἐνεγκεῖν καρπὸν ἐτῶν εἴκοσι καὶ γενέσθαι ἐπιδημίαν ποδαγρικὴν τοσαύτην ὥστε μὴ μόνον ἄνδρας τῷ πάθει ἐνσχεθῆναι, ἀλλὰ καὶ παῖδας καὶ κόρας καὶ εὐνούχους, ἔτι δὲ γυναῖκας. περιπεσεῖν δὲ οὕτω τὸ δεινὸν καὶ αἰπολίῳ ὡς τὰ δύο μέρη τῶν προβάτων ἐνσχεθῆναι τῷ αὐτῷ πάθει.

ΚΑΡΥΑ. οἱ Ἀττικοὶ καὶ οἱ ἄλλοι συγγραφεῖς κοινῶς πάντα τὰ ἀκρόδρυα κάρυα λέγουσιν· Ἐπίχαρμος δὲ κατ’ ἐξοχὴν (p 280 L) ὡς ἡμεῖς·

v.1.p.122
  1. καπυρὰ τρώγων κάρυ᾽, ἀμυγδάλας.
Φιλύλλιος (I 788 K)·
  1. ᾠά, κάρυ᾽, ἀμυγδάλαι.
Ἡρακλέων δέ φησιν ὁ Ἐφέσιος· ‘κάρυα ἐκάλουν καὶ τὰς ἀμυγδάλας καὶ τὰ νῦν καστάνεια.’ τὸ δὲ δένδρον καρύα παρὰ Σοφοκλεῖ (fr. 688 N)·
  1. καρύαι μελίαι τε.
Εὔβουλος (II 212 K)· ‘φηγούς, κάρυα Καρύστια.’ καλεῖται δέ τινα καὶ μόστηνα κάρυα.

ΑΜΥΓΔΑΛΑΙ. ὅτι αἱ Νάξιαι ἀμυγδάλαι διὰ μνήμης ἦσαν τοῖς παλαιοῖς· καὶ γίνονται ὄντως ἐν Νάξῳ τῇ νήσῳ διάφοροι, ὡς ἐμαυτόν, φησί, πείθω. Φρύνιχος (I 387 K)·

  1. τοὺς δὲ γομφίους
  2. ἅπαντας ἐξέκοψεν, ὥστ᾽
  3. οὐκ ἂν δυναίμην Ναξίαν
  4. ἀμυγδάλην κατᾶξαι.
διάφοροι δ’ ἀμυγδάλαι γίνονται κἀν Κύπρῳ τῇ νήσῳ· παρὰ γὰρ τὰς ἀλλαχόθεν καὶ ἐπιμήκεις εἰσὶ καὶ κατὰ τὸ ἄκρον ἐπικαμπεῖς. Λάκωνας δὲ Σέλευκος ἐν Γλώσσαις φησὶ καλεῖν τὰ μαλακὰ κάρυα μυκήρους, Τηνίους δὲ τὰ γλυκέα κάρυα. Ἀμερίας δέ φησι μύκηρον τὴν ἀμυγδάλην καλεῖσθαι. ἐπακτικώτατα δὲ πρὸς πότον τὰ ἀμύγδαλα προεσθιόμενα. Εὔπολις (I 327 K)·
  1. δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας
  2. οἶνόν τε πίνειν Ναξίων ἀπ’ ἀμπέλων.
    v.1.p.123
ἦν δέ τις ἄμπελος Ναξία καλουμένη. Πλούταρχος δὲ ὁ Χαιρωνεύς φησι (qu. symp. p. 624c) παρὰ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ ἰατρόν τινα ὑπερβάντα πάντας ἐν τῷ πίνειν φωραθῆναι πρὸ τοῦ πότου προεσθίοντα πικρὰς ἀμυγδάλας πέντε ἢ ἕξ· ἅσπερ κωλυθεὶς προσενέγκασθαι οὐδὲ πρὸς τὸ μικρότατον ἀντέσχε τοῦ πότου. αἴτιος οὖν ἦν ἡ τῆς πικρότητος δύναμις, ξηραντικὴ καὶ δάπανος ὑγρῶν οὖσα. κληθῆναι δὲ ἀμυγδάλην φησὶν Ἡρωδιανὸς ὁ Ἀλεξανδρεὺς (I 321, 21 L) παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡσπερεὶ ἀμυχὰς ἔχειν πολλάς.

ὄνος βαδίζεις εἰς ἄχυρα τραγημάτων, φησί που Φιλήμων (II 530 K)·

  1. φηγοὶ Πανὸς ἄγαλμα,
φησὶ Νίκανδρος ἐν βʹ Γεωργικῶν (fr. 69 Schn).

ὅτι καὶ οὐδετέρως ἀμύγδαλα λέγεται. Δίφιλος (II 567 K)·

  1. τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.

ὅτι περὶ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδάλης Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ· τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος (fr. 29 B4)·

  1. ῥοδῆς τε καλὸν ἄνθος.
Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον
v.1.p.124
ὁμοίως προφέρεται κατ’ ὀξεῖαν τάσιν. Φιλόξενος δ’ ἀμφότερον περισπᾷ. Εὔπολις (I 274 K)·
  1. ... ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν.
Ἀριστοφάνης (I 542 K)·
  1. ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν
  2. τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.
Φρύνιχος (I 386 K)·
  1. ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον.
ἄλλοι δὲ ἀμυγδαλὰς ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ (fr. 13 V) ἀμυγδάλην μὲν τὸν καρπὸν βαρέως, ὃν ἡμεῖς οὐδετέρως ἀμύγδαλον λέγομεν, ἀμυγδαλᾶς δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου.

ὅτι Πάμφιλος ἐν Γλώσσαις μουκηροβαγόν φησι καλεῖσθαι τὸν καρυοκατάκτην ὑπὸ τῶν Λακώνων ἀντὶ τοῦ ἀμυγδαλοκατάκτην· μουκήρους γὰρ Λάκωνες καλοῦσι τὰ ἀμύγδαλα.

ὅτι Ποντικῶν καλουμένων καρύων, ἃ λόπιμά τινες ὀνομάζουσι, μνημονεύει Νίκανδρος (cf. p. 54d). Ἑρμῶναξ δὲ καὶ Τιμαχίδας ἐν Γλώσσαις Διὸς βάλανόν φησι καλεῖσθαι τὸ Ποντικὸν κάρυον.

Ἡρακλείδης δὲ ὁ Ταραντῖνος ζητεῖ πότερον προπαρατίθεσθαι δεῖ τὰ τραγήματα, καθάπερ ἔν τισι τόποις τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα γίνεται ἢ οὔ, ἀλλὰ μετὰ τὸ δεῖπνον. ἐὰν μὲν οὖν μετὰ τὸ δεῖπνον, συμβαίνει πλείονος τροφῆς κειμένης ἐν τῇ

v.1.p.125
κοιλίᾳ καὶ τοῖς ἐντέροις τὰ ἐπεισφερόμενα κάρυα, χάριν τῆς πρὸς τὸ πίνειν ὁρμῆς ἐμπλεκόμενα τοῖς σιτίοις, ἐμπνευματώσεις καὶ φθορὰς τῆς τροφῆς παρασκευάζειν διὰ τὸ παρακολουθοῦν αὐτοῖς ἐπιπολαστικὸν φύσει καὶ δυσκατέργαστον· ἐξ ὧν ἀπεψίαι γίνονται καὶ κοιλίας καταφοραί.

‘τὰ δὲ ἀμύγδαλα, φησὶ Διοκλῆς, τρόφιμα μέν ἐστι καὶ εὐκοίλια, θερμαντικὰ δὲ διὰ τὸ ἔχειν κεγχρῶδές τι. λυπεῖ δ᾽ ἧττον τὰ χλωρὰ τῶν ξηρῶν καὶ τὰ βεβρεγμένα τῶν ἀβρόχων καὶ τὰ πεφρυγμένα τῶν ὠμῶν. τὰ δὲ Ἡρακλεωτικά, καλούμενα δὲ Διὸς βάλανοι, τρέφει μὲν οὐχ ὁμοίως τοῖς ἀμυγδάλοις, ἔχει δέ τι κεγχρῶδες καὶ ἐπιπολαστικόν· πλείω δὲ βρωθέντα βαρύνει τὴν κεφαλήν. ἧττον δ’ ἐνοχλεῖ καὶ τούτων τὰ χλωρὰ τῶν ξηρῶν. τὰ δὲ Περσικὰ κεφαλαλγικὰ μέν ἐστιν οὐχ ἧττον τῶν Διὸς βαλάνων, τρέφει δὲ μᾶλλον· φάρυγγα τραχύνει καὶ στόμα. ὀπτηθέντα δὲ ἀλυπότερα γίνεται· διαχωρεῖ δὲ μάλιστα τῶν καρύων ἐσθιόμενα μετὰ μέλιτος. τὰ δὲ πλατέα φυσωδέστερά ἐστιν, ἀλυπότερα δὲ τὰ ἑφθὰ τῶν ὠμῶν καὶ πεφρυγμένων, τὰ δὲ πεφρυγμένα τῶν ὠμῶν. Φυλότιμος δὲ ἐν τοῖς περὶ τροφῆς φησι· ‘τὸ πλατὺ κάρυον τὸ καλούμενον Σαρδιανὸν δυσκατέργαστά ἐστιν ὠμὰ πάντα καὶ δυσδιάλυτα, κατεχόμενα ὑπὸ τοῦ φλέγματος ἐν τῇ κοιλίᾳ, καὶ στρυφνότητα ἔχοντα. τὸ δὲ Ποντικὸν λιπαρὸν καὶ δυσκατέργαστον. τὸ δὲ ἀμύγδαλον ἧττον δυσκατέργαστον· φαγόντες οὖν πλείονα

v.1.p.126
οὐκ ἐνοχλούμεθα· λιπαρώτερά τε φαίνεται καὶ ἀναδίδωσι χυμὸν γλυκὺν καὶ λιπαρόν.’ Δίφιλος δ’ ὁ Σίφνιος ‘τὰ κάρυα, φησί, τὰ βασιλικὰ κεφαλαλγῆ ἐστι καὶ ἐπιπολαστικά. τούτων δὲ τὰ ἁπαλὰ ἔτι καὶ λελευκασμένα εὐχυλότερα καὶ κρείττονα ὑπάρχει, τὰ δ’ ἐν τοῖς ἰπνοῖς φρυγόμενα ὀλιγότροφα. τὰ δὲ ἀμύγδαλά ἐστιν οὐρητικὰ καὶ λεπτυντικὰ καὶ καθαρτικὰ καὶ ὀλιγότροφα. τῶν μέντοι χλωρῶν κακοχύλων ὄντων καὶ ἀτροφωτέρων πολὺ μᾶλλον φυσωδέστερα καὶ ἐπιπολαστικώτερά ἐστι τὰ ξηρά. τὰ δὲ ἁπαλὰ καὶ πλήρη καὶ λελευκασμένα γαλακτώδη ὄντα εὐχυλότερά ἐστι. τῶν δὲ ξηρῶν τὰ Θάσια καὶ Κύπρια ἁπαλὰ ὄντα εὐεκκριτώτερά ἐστι. τὰ δὲ Ποντικὰ κάρυα κεφαλαλγῆ, ἧττον δ’ ἐπιπολαστικὰ τῶν βασιλικῶν.’

Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘τῶν Εὐβοικῶν, φησί, καρύων ἢ καστάνων (ἀμφοτέρως γὰρ καλεῖται) δύσπεπτος μὲν ἡ κατεργασία τῇ κοιλίᾳ καὶ φυσώδης ἡ πέψις γίνεται, παχύνει δὲ τὰς ἕξεις, ἐάν τις αὐτῶν κρατήσῃ. τὰ δὲ ἀμύγδαλα καὶ τὰ Ἡρακλεωτικὰ καὶ τὰ Περσικὰ κάρυα καὶ τἄλλα τὰ τοιαῦτα χείρω ἐστὶ τούτων. χρὴ δὲ μηδὲν ὅλως τῆς τοιαύτης ἰδέας ἄπυρον ἐσθίειν ἔξω τῶν χλωρῶν ἀμυγδάλων, ἀλλὰ τὰ μὲν ἕψειν, τὰ δὲ φρύγειν. τὰ μὲν γὰρ αὐτῶν ἐστι λιπαρὰ τῇ φύσει, καθάπερ ἀμυγδάλαι τε αἱ ξηραὶ καὶ Διὸς βάλανοι, τὰ δὲ σκληρὰ καὶ στρυφνά, καθάπερ αἵ τε φηγοὶ καὶ πᾶν τὸ τοιοῦτον γένος. τῶν οὖν λιπαρῶν ἀφαιρεῖται τὸ λίπος ἡ πύρωσις· ἐστὶ γὰρ τοῦτο τὸ χείριστον· τὰ δὲ σκληρὰ καὶ στρυφνὰ πεπαίνεται,

v.1.p.127
ἐάν τις ὀλίγῳ καὶ μαλακῷ πυρὶ χρῆται.’ ὁ δὲ Δίφιλος τὰ κάστανα καὶ Σαρδιανὰς βαλάνους καλεῖ, εἶναι λέγων αὐτὰς καὶ πολυτρόφους καὶ εὐχύλους, δυσοικονομήτους δὲ διὰ τὸ ἐπιμένειν τῷ στομάχῳ· τὰς δὲ φρυγείσας ἀτροφωτέρας μὲν γίνεσθαι, εὐοικονομήτους δέ· τὰς δὲ ἑψομένας ἐμπνευματοῦν μὲν ἧττον, τρέφειν δὲ τούτων μᾶλλον.
  1. λόπιμον κάρυόν τε
  2. Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο,
Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γεωργικοῖς (fr. 76 Schn). Ἀγέλοχος δὲ ἄμωτα καλεῖ τὰ καστάνεια· ‘ὅπου δὲ γίνεται τὰ κάρυα τὰ Σινωπικά, ταῦτα δένδρα ἐκάλουν ἄμωτα.’

  1. ΕΡΕΒΙΝΘΟΙ. Κρώβυλος (IV 569 M)·
  2. χλωρὸν ἐρέβινθόν τινα
  3. ἐκοττάβιζον κενὸν ὅλως. τράγημα δέ
  4. ἐστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς.
Ὅμηρος· Il. 13.589
  1. θρώσκουσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι.
Ξενοφάνης ὁ Κολοφώνιος ἐν παρῳδίαις (p. 189 W)·
  1. πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ
  2. ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα,
  3. πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους·
    v.1.p.128
  4. ‘τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτη ἐστί, φέριστε;
  5. πηλίκος ἦσθ’ ὅθ’ ὁ Μῆδος ἀφίκετο;’
Σαπφώ (fr. 36 B4)·
  1. χρύσειοι ἐρέβινθοι ἐπ’ ἀιόνων ἐφύοντο.
Θεόφραστος δ’ ἐν φυτικοῖς (8, 5, 1) τῶν ἐρεβίνθων τινὰς καλεῖ κριούς. καὶ Σώφιλος (II 447 K)·
  1. ὁ πατὴρ ὁ ταύτης πολὺ μέγιστός ἐστι
  2. κριὸς ἐρέβινθος.
Φαινίας δ’ ἐν τοῖς περὶ φυτῶν φησι (FHG II 300)· ‘τραγήματος ἔχει χώραν ἁπαλὰ μὲν ὦχρος, κύαμος, ἐρέβινθος, ξηρὰ δὲ ἑφθὰ καὶ φρυκτὰ σχεδὸν τὰ πλεῖστα.’ Ἄλεξις (II 356 K)·
  1. ἔστιν ἀνήρ μοι πτωχὸς κἀγὼ
  2. γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς
  3. χἤδ’ ἡ χρηστή, πένθ’ οἱ πάντες.
  4. τούτων οἱ τρεῖς δειπνοῦμεν,
  5. δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν
  6. μάζης μικρᾶς. φθόγγους δ’ ἀλύρους
  7. θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν·
  8. χρῶμα δ’ ἀσίτων ἡμῶν ὄντων
  9. γίνεται ὠχρόν. τὰ μέρη δ’ ἡμῶν
  10. χἠ σύνταξις τοῦ βίου ἐστὶν
  11. κύαμος, θέρμος, λάχανον, .....
  12. γογγυλίς, ὦχρος, λάθυρος, φηγός,
  13. βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς,
  14. τό τε θειοφανὲς μητρῷον ἐμοὶ
    v.1.p.129
  15. μελέδημ’ ἰσχάς,
  16. Φρυγίας εὑρήματα συκῆς.
Φερεκράτης (I 169 K)·
  1. τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν.
πάλιν (ib. p. 195)·
  1. τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους.
Δίφιλος δέ φησιν· ‘οἱ ἐρέβινθοι δύσπεπτοι, σμηκτικοί, οὐρητικοί, πνευματικοί.’ κατὰ δὲ Διοκλέα ζυμωτικοὶ τῆς σαρκός· κρείττους δ’ οἱ λευκοὶ τῶν μελάνων καὶ πυξοειδεῖς καὶ οἱ Μιλήσιοι τῶν λεγομένων κριῶν οἵ τε χλωροὶ τῶν ξηρῶν καὶ οἱ βεβρεγμένοι τῶν ἀβρόχων.

ὅτι Ποσειδῶνος εὕρημα οἱ ἐρέβινθοι.

  1. ΘΕΡΜΟΙ.
  2. μὴ ὥρασι
  3. μετὰ τῶν κακῶν ἵκοιθ’ ὁ τοὺς θέρμους φαγών,
  4. ἐν τῷ προθύρῳ τὰ λέμμαθ’ ὁτιὴ κατέλιπε,
  5. ἀλλ’ οὐκ ἀπεπνίγη καταφαγών. μάλιστα δὲ ....
  6. Β. Κλεαίνετος μὲν οὐκ ἐδήδοκ’ οἶδ’ ὅτι
  7. ὁ τραγικὸς αὐτούς· οὐδενὸς γὰρ πώποτε
  8. ἀπέβαλεν ..... ὀσπρίου λέπος·
  9. οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ (Alex. fr. 266 K).
Λυκόφρων δ’ ὁ Χαλκιδεὺς ἐν σατυρικῷ δράματι, ὃ ἐπὶ καταμωκήσει ἔγραψεν εἰς Μενέδημον τὸν
v.1.p.130
φιλόσοφον, ἀφ’ οὗ ἡ τῶν Ἐρετρικῶν ὠνομάσθη αἵρεσις, διασκώπτων τῶν φιλοσόφων τὰ δεῖπνά φησι (p. 636 N)·
  1. καὶ δημόκοινος ἐπεχόρευσε δαψιλὴς
  2. θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
Δίφιλος (II 570 K)·
  1. οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον
  2. τοῦ πορνοβοσκοῦ·
  3. κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι
  4. ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,
  5. ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν.
καὶ σημειωτέον, φησί, τὸ θερμοκυάμους, ἐπεὶ καὶ νῦν οὕτω λέγεται. Πολέμων δέ φησι (fr. 91 Pr) τοὺς Λακεδαιμονίους τοὺς θέρμους λυσιλαίδας καλεῖν. Θεόφραστος δὲ ἱστορεῖ ἐν αἰτίοις φυτικοῖς (4, 2, 2) ὅτι ‘θέρμος καὶ ὄροβος καὶ ἐρέβινθος μόνα οὐ ζῳοῦται τῶν χεδροπῶν διὰ τὴν δριμύτητα καὶ πικρότητα. ὁ δ᾽ ἐρέβινθος, φησί, μέλας γίνεται διαφθειρόμενος.’ γίνεσθαι δὲ λέγει κάμπας ἐν τοῖς ἐρεβίνθοις ὁ αὐτὸς ἐν τῷ τρίτῳ τῆς αὐτῆς πραγματείας (22, 3). Δίφιλος δ’ ὁ Σίφνιος τοὺς θέρμους φησὶν εἶναι σμηκτικοὺς καὶ πολυτρόφους, μάλιστα δὲ τοὺς ἐπὶ πλεῖον ἀπεγλυκασμένους. διὸ καὶ Ζήνων ὁ Κιτιεύς, σκληρὸς ὢν καὶ πάνυ θυμικὸς πρὸς τοὺς γνωρίμους, ἐπὶ πλεῖον τοῦ οἴνου σπάσας ἡδὺς ἐγίνετο καὶ μείλιχος. πρὸς τοὺς πυνθανομένους οὖν τοῦ τρόπου τὴν διαφορὰν ἔλεγε τὸ αὐτὸ τοῖς θέρμοις πάσχειν· καὶ γὰρ ἐκείνους
v.1.p.131
πρὶν διαβραχῆναι πικροτάτους εἶναι, ποτισθέντας δὲ γλυκεῖς καὶ προσηνεστάτους.

ΦΑΣΗΛΟΙ. Λακεδαιμόνιοι ἐν τοῖς δείπνοις τοῖς καλουμένοις κοπίσι διδόασι τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς· ἱστορεῖ Πολέμων (fr. 86 Pr). Ἐπίχαρμος (p. 280 L)·

  1. .. φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῇ.
Δημήτριος (I 796 K)·
  1. ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι.