Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ὅτι Νίκανδρος (fr. 88 Schn) ‘Μεγαρῆας βολβοὺς’ ἐπαινεῖ. Θεόφραστος δ’ ἐν ζʹ Φυτικῶν (7, 13, 8) ‘ἐνιαχοῦ, φησίν, οὕτω γλυκεῖς εἰσιν οἱ βολβοὶ ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, ὥσπερ ἐν τῇ Ταυρικῇ Χερρονήσῳ.’ τὰ αὐτὰ ἱστορεῖ καὶ Φαινίας (FHG II 300). ἔστι δὲ καὶ γένος, φησί, βολβῶν, Θεόφραστος (ibid), ἐριοφόρων, ὃ φύεται ἐν αἰγιαλοῖς. ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω. ὑφαίνεται δ’ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια,’ ὡς καὶ Φαινίας φησί, ‘τὸ δὲ ἐν Ἰνδοῖς τριχῶδές ἐστι.’ περὶ δὲ τῆς τῶν βολβῶν σκευασίας Φιλήμων φησί (II 516 K)·

  1. τὸν βολβόν, εἰ βούλει, σκόπει
  2. ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι,
  3. σήσαμον, ἔλαιον, κρόμυον, ὄξος, σίλφιον.
  4. αὐτὸς δ’ ἐφ’ αὑτοῦ ᾽στιν πονηρὸς καὶ πικρός.
Ἡρακλείδης δ’ ὁ Ταραντῖνος τοῦ συμποσίου περιγράφων τοὺς βολβούς φησι· ‘περιγράφειν δεῖ τὴν πολλὴν βρῶσιν καὶ μάλιστα τῶν ἐχόντων ὅλκιμόν τι καὶ γλίσχρον, οἷον ᾠῶν, βολβῶν, ἀκροκωλίων, κοχλιῶν καὶ τῶν ὁμοίων. ἐπιμένει γὰρ τῇ κοιλίᾳ πλείονας χρόνους καὶ ἐμπλεκόμενα παρακατέχει τὰ ὑγρά.’

ΚΙΧΛΑΙ. καὶ τούτων ἦσαν καὶ ἄλλων ὀρνίθων ἀγέλαι ἐν τοῖς προπόμασι. Τηλεκλείδης (I 209 v. 12 K)·

v.1.p.152
  1. ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽
  2. εἰσεπέτοντο.
Συρακούσιοι δὲ τὰς κίχλας κιχήλας λέγουσιν. Ἐπίχαρμος (p. 281 L)·
  1. τάς τ’ ἐλαιοφιλοφάγους κιχήλας.
μέμνηται τούτων καὶ Ἀριστοφάνης ἐν Νεφέλαις (v. 339). τρία δὲ γένη κιχλῶν Ἀριστοτέλης εἶναι ἱστορεῖ (h. a. IX p. 617 a 18), ὧν τὴν πρώτην καὶ μεγίστην κίσσῃ πάρισον εἶναι, ἣν καὶ καλεῖσθαι ἰξοφάγον, ἐπειδὴ ἰξὸν ἐσθίει· τὴν δὲ τῷ κοσσύφῳ ἴσην, ἣν ὀνομάζεσθαι τριχάδα· τὴν δὲ τρίτην ἐλαχίστην τῶν προειρημένων οὖσαν ἰλλάδα ὀνομάζεσθαι. οἳ δὲ τυλάδα λέγουσιν, ὡς Ἀλέξανδρος ἱστορεῖ ὁ Μύνδιος· ἣν καὶ συναγελαστικὴν εἶναι καὶ νεοττεύειν ὡς καὶ τὰς χελιδόνας.

ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον, ἐπιγραφόμενον δὲ Ἐπικιχλίδες, ἔτυχε ταύτης τῆς προσηγορίας διὰ τὸ τὸν Ὅμηρον ᾄδοντα αὐτὸ τοῖς παισὶ κίχλας δῶρον λαμβάνειν, ἱστορεῖ Μέναιχμος ἐν τῷ περὶ τεχνιτῶν (fr. 8 M).

ΣΥΚΑΛΙΔΕΣ. Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ· ‘ἅτερος τῶν αἰγιθαλῶν ὑφ’ ὧν μὲν ἔλαιον καλεῖται, ὑπὸ δέ τινων πυρρίας· συκαλὶς δ᾽, ὅταν ἀκμάζῃ τὰ σῦκα.’ δύο δ’ εἶναι γένη αὐτοῦ συκαλίδα καὶ μελαγκόρυφον. Ἐπίχαρμος (p. 237 L)· ‘ἀγλαὰς συκαλλίδας.’ καὶ πάλιν (p. 240)·

v.1.p.153
  1. ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
  2. τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες.
ἁλίσκονται δ’ αὗται τῷ τῶν σύκων καιρῷ. διὸ βέλτιον ὀνομάζοιτ’ ἂν δι’ ἑνὸς λ· διὰ δὲ τὸ μέτρον Ἐπίχαρμος διὰ δυεῖν εἴρηκεν.

  1. ΣΠΙΝΟΙ. Εὔβουλος (II 214 K)·
  2. Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται
  3. ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον
  4. ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
  5. πνίγειν τε παχέων ἀρνίων στηθύνια
  6. τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
  7. ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια
  8. πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
  9. πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.

ΚΟΨΙΧΟΙ. Νικόστρατος ἢ Φιλέταιρος (II 221 K)·

  1. τί οὖν ἀγοράσω; φράζε γάρ.
  2. Β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· δασύποδα,
  3. ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία
  4. ὁπόσα σὺ βούλει καὶ κίχλας καὶ κοψίχους,
  5. ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά·
  6. χάριεν γάρ.
Ἀντιφάνης δὲ καὶ ΨΑΡΑΣ ἐν τοῖς βρώμασι καταλέγει (II 130 K)·
v.1.p.154
  1. μέλι, πέρδικες,
  2. φάτται, νῆτται, χῆνες, ψᾶρες,
  3. κίττα, κολοιός, κόψιχος, ὄρτυξ,
  4. ὄρνις θήλεια.
πάντων ἡμᾶς λόγον ἀπαιτεῖς καὶ οὐδ’ ὁτιοῦν ἔξεστιν εἰπεῖν ἀνυπεύθυνον.

ὅτι τὸ ΣΤΡΟΥΘΑΡΙΟΝ παρ’ ἄλλοις τε καὶ δὴ καὶ παρ’ Εὐβούλῳ (II 208 K)·

  1. περδίκια
  2. λαβὲ τέτταρ’ ἢ καὶ πέντε, δασύποδας δὲ τρεῖς,
  3. στρουθάριά θ’ οἷον ἐντραγεῖν, ἀκανθυλλίδας,
  4. καὶ βιττάκους, σπινίδια, κερχνῇδας
  5. τά τ’ ἄλλ’ ἅττ’ ἂν ἐπιτύχῃς.

ΕΓΚΕΦΑΛΟΙ ΧΟΙΡΕΙΟΙ. τούτων ἡμᾶς ἐσθίειν οὐκ εἴων οἱ φιλόσοφοι φάσκοντες τοὺς αὐτῶν μεταλαμβάνοντας ‘ἶσον καὶ κυάμων τρώγειν κεφαλῶν τε’ οὐ ‘τοκήων’ μόνον, ἀλλὰ καὶ τῶν ἄλλων βεβήλων. οὐδένα γοῦν τῶν ἀρχαίων βεβρωκέναι διὰ τὸ τὰς αἰσθήσεις ἁπάσας σχεδὸν ἐν αὐτῷ εἶναι. Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος οὐδ’ ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον· καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν Λίχαν ἐς θάλασσαν οὐκ ὀνομάσαι ἐγκέφαλον, ἀλλὰ λευκὸν μυελόν, ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον (781)·

v.1.p.155
  1. κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει μέσου
  2. κρατὸς διασπαρέντος αἵματός θ’ ὁμοῦ,
καίτοι τἄλλα διαρρήδην ὀνομάσαντα. καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφέντα φησί (Tro. 1173)·
  1. δύστηνε, κρατὸς ὥς σ’ ἔκειρεν ἀθλίως
  2. τείχη πατρῷα, Λοξίου πυργώματα,
  3. ὃν πόλλ’ ἐκήπευσ’ ἡ τεκοῦσα βόστρυχον
  4. φιλήμασίν τ’ ἔδωκεν· ἔνθεν ἐκγελᾷ
  5. ὀστέων ῥαγέντων φόνος, ἵν’ αἰσχρὰ μὴ λέγω.
ἔχει δὲ ἐπίστασιν ἡ τῶν ποιημάτων τούτων ἐκδοχή. καὶ γὰρ Φιλοκλῆς τε ἐγκέφαλόν φησιν (p. 589 N)·
  1. οὐδ’ ἂν ἐγκέφαλον ἔσθων λίποι,
καὶ Ἀριστοφάνης (ran. 134)·
  1. ἀπολέσαιμ’ ἂν ἐγκεφάλου θρίω δύο,
καὶ ἄλλοι. λευκὸν οὖν ἂν εἴη μυελὸν εἰρηκὼς Σοφοκλῆς ποιητικῶς, Εὐριπίδης δὲ τὸ τῆς προσόψεως εἰδεχθὲς καὶ αἰσχρὸν οὐχ αἱρούμενος ἐναργῶς ἐμφανίσαι ἐδήλωσεν ὡς ἐβούλετο. ὅτι δ’ ἱερὸν ἐνόμιζον τὴν κεφαλὴν δῆλον ἐκ τοῦ καὶ κατ’ αὐτῆς ὀμνύειν καὶ τοὺς γινομένους ἀπ’ αὐτῆς πταρμοὺς προσκυνεῖν ὡς ἱερούς. ἀλλὰ μὴν καὶ τὰς συγκαταθέσεις βεβαιοῦμεν τῇ ταύτης ἐπινεύσει, ὡς καὶ ὁ Ὁμηρικὸς Ζεύς φησιν (A 524)·
  1. εἰ δ’ ἄγε τοι κεφαλῇ ἐπινεύσομαι.

ὅτι εἰς τὸ πρόπομα καὶ ταῦτα ἐνεβάλλοντο, πέπερι, φυλλίς, σμύρνα, κύπειρον, μύρον Αἰγύπτιον. Ἀντιφάνης (II 125 K)·

v.1.p.156
  1. ἂν μὲν ἄρα πέπερι πριάμενός τις εἰσφέρῃ,
  2. στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον.
πάλιν (ibid)·
  1. νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου
  2. ζητεῖν.
Εὔβουλος (II 210 K)·
  1. κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος
  2. τρίψασ’ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν.
Ὠφελίων (II 294 K)·
  1. Λιβυκὸν πέπερι θυμίαμα καὶ βιβλίον
  2. Πλάτωνος ἐμβρόντητον.
Νίκανδρος Θηριακοῖς (875)·
  1. ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης,
  2. πολλάκι δ’ ἢ πέπερι κόψας νέον ἢ ἀπὸ Μήδων
  3. κάρδαμον.
Θεόφραστος ἐν φυτῶν ἱστορίᾳ (9, 20, 1)· ‘τὸ πέπερι καρπὸς μέν ἐστι, διττὸν δὲ αὐτοῦ τὸ γένος· τὸ μὲν στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον ὑπέρυθρον, τὸ δὲ πρόμηκες, μέλαν, σπερμάτια μηκωνικὰ ἔχον. ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου, θερμαντικὰ δὲ ἄμφω· διὸ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτα.’ ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει (fr. 166)· ‘ἡ δὲ τούτων ἀνάκτησις ὄξους ἐγχύσει καὶ πεπέριδος ἢ κνίδης καρπῷ τριφθείσης.’ τοῦτο δ’ ἡμᾶς τηρῆσαι δεῖ ὅτι οὐδέτερον ὄνομα οὐδέν ἐστι παρὰ τοῖς Ἕλλησιν εἰς ῑ λῆγον, εἰ
v.1.p.157
μὴ μόνον τὸ μέλι. τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι ξενικά.

ΕΛΑΙΟΝ. Σαμιακοῦ ἐλαίου μνημονεύει Ἀντιφάνης ἢ Ἄλεξις (II 134 K)·

  1. οὑτοσὶ δέ σοι
  2. τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ
  3. ἐστιν μετρητής.
Καρικοῦ δὲ Ὠφελίων (II 294 K)·
  1. ἐλαίῳ Καρικῷ
  2. ἀλείφεται.
Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι (fr. 3 M)· ‘φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφ’ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ.’ Κτησίας δ’ ἐν Καρμανίᾳ φησὶ (fr. 96 M) γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾧ χρῆσθαι βασιλέα· ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τούτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, ‘ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.’ ἀλλὰ μὴν οὐδὲ Δίνων ἐν τῇ Περσικῇ πραγματείᾳ (FHG II 92)· ὅς γέ φησι καὶ ἅλας Ἀμμωνιακὸν ἀπ’ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ καὶ ὕδωρ ἐκ τοῦ Νείλου. ἐλαίου δὲ τοῦ ὠμοτριβοῦς καλουμένου μέμνηται Θεόφραστος ἐν τῷ περὶ ὀδμῶν φάσκων (c. 4, 14. 15) αὐτὸ γίνεσθαι ἐκ τῶν φαυλιῶν ἐλαιῶν καὶ ἐξ ἀμυγδάλων. τοῦ δὲ ἐν Θουρίοις γινομένου ἐλαίου ὡς διαφόρου μνημονεύει Ἄμφις (II 248 K)·
  1. ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ.
    v.1.p.158

  1. ΓΑΡΟΣ. Κρατῖνος (I 95 K)·
  2. ὁ τάλαρος ὑμῶν διάπλεως ἔσται γάρου.
Φερεκράτης (I 197 K)·
  1. ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.
Σοφοκλῆς Τριπτολέμῳ (fr. 545 N)·
  1. τοῦ ταριχηροῦ γάρου.
Πλάτων (I 656 K)·
  1. ἐν σαπρῷ γάρῳ
  2. βάπτοντες ἀποπνίξουσί με.
ὅτι δ’ ἀρσενικόν ἐστι τοὔνομα Αἰσχύλος δηλοῖ εἰπών (fr. 55 N)·
  1. καὶ τὸν ἰχθύων γάρον.

ΟΞΟΣ. τοῦτο μόνον Ἀττικοὶ τῶν ἡδυσμάτων ἦδος καλοῦσι. κάλλιστον δ’ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον. Ἀριστοφάνης δὲ ἐν Πλούτῳ φησίν (720)·

  1. ὄξει διέμενος Σφηττίῳ.
Δίδυμος δ’ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησιν· ‘ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς.’ μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου (I 561 K)·
  1. ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.
καὶ Δίφιλος (II 572 K)·
  1. δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς,
  2. ὄξους δὲ κοτύλην — Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον
  3. χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
Φιλωνίδης (I 256 K)·
  1. τὰ καταχύσματα
  2. αὐτοῖσιν ὄξος οὐκ ἔχει.
    v.1.p.159
ὁ δὲ Ταραντῖνος Ἡρακλείδης ἐν τῷ Συμποσίῳ φησί· ‘τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ δ᾽ ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς.’ ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις (II 400 K)·
  1. κοτύλας τέτταρας
  2. ἀναγκάσας με μεστὰς αὐτοῦ σπάσαι
  3. ὄξους Δεκελεικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις.
λεκτέον δὲ ὀξύγαρον διὰ τοῦ ῡ καὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον· ἐπεὶ καὶ Λυσίας ἐν τῷ κατὰ Θεοπόμπου αἰκίας εἴρηκεν (fr. 111 Tur)· ‘ἐγὼ δ’ ὀξύμελι πίνω.’ οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον.

  1. ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ (fr. 609 N)·
  2. καὶ βορᾶς ἀρτύματα.
καὶ παρ’ Αἰσχύλῳ (fr. 299)·
  1. διαβρέχεις τἀρτύματα.
καὶ Θεόπομπος δέ φησι (FHG I 298 fr. 125)· ‘πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον.’ τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ (fr. 1014 N)·
  1. ἐγὼ μάγειρος ἀρτύσω σοφῶς.
Κρατῖνος (I 101 K)·
  1. γλαῦκον οὐ πρὸς παντὸς ἀνδρόσ ἐστιν ἀρτῦσαι
  2. καλῶς.
    v.1.p.160
Εὔπολις (I 347 K)·
  1. ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ.
  2. ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης
(II 69 K)·
  1. ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου,
  2. σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου,
  3. βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,
  4. καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.
  5. ὅτι οἴδασιν οἱ παλαοὶ τὸ Αἰθιοπικὸν καλούμενον
κύμινον (cf. Plin. 19, 161. 20, 161).

ὅτι εἴρηται ἀρσενικῶς ὁ θύμος καὶ ὁ ὀρίγανος. Ἀναξανδρίδης (II 157 K)·

  1. ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ
  2. σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.
Ἴων (fr. 5 B4)·
  1. αὐτὰρ ὅ γ’ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.
θηλυκῶς δὲ Πλάτων ἢ Κάνθαρος (I 641 K)·
  1. ἢ ᾽ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον.
οὐδετέρως δ’ Ἐπίχαρμος καὶ Ἀμειψίας (I 678 K). τὸν δὲ θύμον ἀρσενικῶς Νίκανδρος ἐν Μελισσουργικοῖς (fr. 92 Schn).

ὅτι τοὺς πέπονας Κρατῖνος μὲν ΣΙΚΥΟΥΣ σπερματίας κέκληκεν ἐν Ὀδυσσεῦσι (I 56 K)·

  1. ποῦ ποτ’ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα
  2. φίλον;
  3. Β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.
    v.1.p.161
Πλάτων Λαίῳ (I 618 K)·
  1. οὐχ ὁρᾷς ὅτι
  2. ὁ μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους,
  3. ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται
  4. σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων.
Ἀναξίλας (II 274 K)·
  1. τὰ δὲ σφύρ’ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.
Θεόπομπος (I 752 K)·
  1. μαλθακωτέρα
  2. πέπονος σικυοῦ μοι γέγονε.
Φαινίας (FHG II 300)· ‘βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον. κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή.’ Διοκλῆς δ’ ὁ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα (ταύτης κρατίστην τὴν μέλαιναν), κάρδαμον, κορίαννον, σίναπυ, κρόμμυον (τούτου εἶδος ἀσκαλώνιον καὶ γήτειον), σκόροδον, φύσιγγες, σικυός, πέπων, μήκων. καὶ μετ’ ὀλίγα· ‘ὁ πέπων δ᾽ ἐστὶν εὐκαρδιώτερος καὶ εὐπεπτότερος. ἑφθὸς δ’ ὁ σικυὸς ἁπαλὸς ἄλυπος, οὐρητικός. ὁ δὲ πέπων ἑψηθεὶς ἐν μελικράτῳ διαχωρητικώτερος.’ Σπεύσιππος δ’ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν· Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν· καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει. Δίφιλος δέ φησιν· ‘ὁ πέπων εὐχυλότερός ἐστι
v.1.p.162
καὶ ἐπικρατητικὸς ... κακοχυλότερος δέ, ὀλιγότροφος δὲ καὶ εὔφθαρτος καὶ εὐεκκριτώτερος.’

ΘΡΙΔΑΞ. ταύτην Ἀττικοὶ θριδακίνην καλοῦσιν. Ἐπίχαρμος (p. 281 L)·

  1. θρίδακος ἀπολελεμμένας τὸν καυλόν.
θριδακινίδας δ’ εἴρηκε Στράττις (I 730 K)·
  1. πρασοκουρίδες, αἳ καταφύλλους
  2. ἀνὰ κήπους πεντήκοντα ποδῶν
  3. ἴχνεσι βαίνετ᾽, ἐφαπτόμεναι
  4. ποδοῖν σατυριδίων
  5. μακροκέρκων, χοροὺς
  6. ἑλίσσουσαι παρ’ ὠκίμων
  7. πέταλα καὶ θριδακινίδων
  8. εὐόσμων τε σελίνων.
Θεόφραστος δέ φησι (h. pl. 7, 4, 5)· ‘τῆς θριδακίνης ἡ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δ᾽ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δ’ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς γίνονται πλατύκαυλοι ὥστ’ ἐνίους καὶ θύραις χρῆσθαι κηπουρικαῖς.’ τῶν δὲ καυλῶν φησι (7, 2, 4) κολουσθέντων ἡδίους τοὺς παλιμβλαστεῖς εἶναι.

Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν βʹ Γλωσσῶν (fr. 120 Schn) βρένθιν λέγεσθαί φησι παρὰ Κυπρίοις θρίδακα, οὗ ὁ Ἄδωνις καταφυγὼν ὑπὸ τοῦ

v.1.p.163
κάπρου διεφθάρη. Ἄμφις τε ἐν Ἰαλέμῳ φησίν (II 241 K)·
  1. ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις,
  2. ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ’ ἐτῶν,
  3. ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,
  4. στρέφοιθ’ ὅλην τὴν νύκτ’ ἂν οὐδὲ ἓν πλέον
  5. ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
  6. τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.
καὶ Καλλίμαχος δέ φησιν (fr. 371 Schn.) ὅτι ἡ Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ’ ἐν Ἀστύτοις φησί (II 169 K)·
  1. μὴ παρατίθει σύ μοι θριδακίνας, ὦ γύναι,
  2. ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ.
  3. ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ
  4. τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις·
  5. ὥστ’ ἐστὶ νεκύων βρῶμα.
Κρατῖνος δέ φησι (I 110 K) Φάωνος ἐρασθεῖσαν τὴν Ἀφροδίτην ἐν ‘καλαῖς θριδακίναις’ αὐτὸν ἀποκρύψαι, Μαρσύας δ’ ὁ νεώτερος (scr. Al. M. p. 46) ἐν χλόῃ κριθῶν. Ἱππώνακτα δὲ (fr. 135) τετρακίνην τὴν θρίδακα καλεῖν Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας οὕτω καλεῖν. Λύκος δ’ ὁ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι
v.1.p.164
εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα· διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια· ἐστὶ δὲ κρατίστη ἐσθίεσθαι.

Δίφιλος δέ φησιν ὡς ὁ τῆς θρίδακος καυλὸς πολύτροφός ἐστι καὶ δυσέκκριτος μᾶλλον τῶν φύλλων· ταῦτα δὲ πνευματικώτερά ἐστι καὶ τροφιμώτερα καὶ εὐεκκριτώτερα. κοινῶς μέντοι ἡ θρίδαξ εὐστόμαχος, ψυκτική, εὐκοίλιος, ὑπνωτική, εὔχυλος, ἐφεκτικὴ τῆς πρὸς τὰ ἀφροδίσια ὁρμῆς. ἡ δὲ τρυφερωτέρα θρίδαξ εὐστομαχωτέρα καὶ μᾶλλον ὕπνον ποιοῦσα. ἡ δὲ σκληροτέρα καὶ ψαθυρὰ ἧττόν ἐστι καὶ εὐστόμαχος καὶ εὐκοίλιος, ὕπνον τε ποιεῖ. ἡ δὲ μέλαινα θρίδαξ ψύχει μᾶλλον εὐκοίλιός τέ ἐστι. καὶ αἱ μὲν θεριναὶ εὐχυλότεραι καὶ τροφιμώτεραι, αἱ δὲ φθινοπωριναὶ ἄτροφοι καὶ ἀχυλότεραι. ὁ δὲ καυλὸς τῆς θρίδακος ἄδιψος εἶναι δοκεῖ. θρίδαξ δ᾽ ἑψομένη ὁμοίως τῷ ἀπὸ κράμβης ἀσπαράγῳ ἐν λοπάδι, ὡς Γλαυκίδης ἱστορεῖ, κρείττων τῶν ἄλλων ἑψητῶν λαχάνων. ἐν ἄλλοις δὲ Θεόφραστος ἐπίσπορά φησι (h. pl. 7, 12) καλεῖσθαι τευτλίον, θριδακίνην, εὔζωμον, νᾶπυ, λάπαθον, κορίαννον, ἄνηθον, κάρδαμον. Δίφιλος δὲ κοινῶς φησιν εἶναι πάντα τὰ λάχανα ἄτροφα καὶ λεπτυντικὰ καὶ κακόχυλα ἔτι τε ἐπιπολαστικὰ καὶ δυσοικονόμητα. θερινῶν δὲ λαχάνων Ἐπίχαρμος μέμνηται (p. 281 L).|

ΚΙΝΑΡΑ. ταύτην Σοφοκλῆς ἐν Κολχίσι (fr. 322 N) κυνάραν καλεῖ, ἐν δὲ Φοίνικι (fr. 646)·

  1. κύναρος ἄκανθα πάντα πληθύει γύην.
    v.1.p.165
Ἑκαταῖος δ’ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει, εἰ γνήσιον τοῦ συγγραφέως τὸ βιβλίον· Καλλίμαχος γὰρ Νησιώτου αὐτὸ ἀναγράφει (fr. 100d 10)· ὅστις οὖν ἐστιν ὁ ποιήσας, λέγει οὕτως (FHG I 12)· ‘περὶ τὴν Ὑρκανίην θάλασσαν καλεομένην οὔρεα ὑψηλὰ καὶ δασέα ὕλῃσιν, ἐπὶ δὲ τοῖσιν οὔρεσιν ἄκανθα κυνάρα.’ καὶ ἑξῆς· ‘Πάρθων πρὸς ἥλιον ἀνίσχοντα Χοράσμιοι οἰκοῦσι γῆν, ἔχοντες καὶ πεδία καὶ οὔρεα· ἐν δὲ τοῖσιν οὔρεσι δένδρεα ἔνι ἄγρια, ἄκανθα κυνάρα, ἰτέα, μυρίκη.’ καὶ περὶ τὸν Ἰνδὸν δέ φησι ποταμὸν γίνεσθαι τὴν κυνάραν. καὶ Σκύλαξ δὲ ἢ Πολέμων γράφει (fr. 92 Pr)· ‘εἶναι δὲ τὴν γῆν ὑδρηλὴν κρήνῃσι καὶ ὀχετοῖσιν, ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ βοτάνη ἄλλη.’ καὶ ἐν τοῖς ἑξῆς· ‘ἐντεῦθεν δὲ ὄρος παρέτεινε τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ καὶ ἔνθεν καὶ ἔνθεν ὑψηλόν τε καὶ δασὺ ἀγρίῃ ὕλῃ καὶ ἀκάνθῃ κυνάρᾳ.’ Δίδυμος δ’ ὁ γραμματικὸς ἐξηγούμενος παρὰ τῷ Σοφοκλεῖ τὸ κύναρος ἄκανθα ‘μήποτε, φησί, τὴν κυνόσβατον λέγει διὰ τὸ ἀκανθῶδες καὶ τραχὺ εἶναι τὸ φυτόν. καὶ γὰρ ἡ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπεν, καὶ ὁ Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζειν ὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισε τὴν πόλιν.’ ‘ἐστὶ δὲ ὁ κυνόσβατος μεταξὺ θάμνου καὶ δένδρου’, ὥς φησι Θεόφραστος (h. pl. 3, 18, 4), ‘καὶ τὸν καρπὸν ἔχει ἐρυθρόν, παραπλήσιον τῇ ῥοιᾷ. ἔχει δὲ καὶ τὸ φύλλον ἀγνῶδες.’

Φαινίας δ’ ἐν εʹ περὶ φυτῶν ΚΑΚΤΟΝ Σικελικήν τινα καλεῖ (FHG II 300), ἀκανθῶδες φυτόν, ὡς

v.1.p.166
καὶ Θεόφραστος ἐν ἕκτῳ περὶ φυτῶν (c. 4, 10)· ‘ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δ’ οὐκ ἔστι. ἀφίησι δ’ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους· τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες· καυλοὺς δὲ τοὺς καλουμένους κάκτους. ἐδώδιμοι δ’ εἰσὶ περιλεπόμενοι καὶ μικρὸν ὑπόπικροι, καὶ ἀποθησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ. ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα, καὶ τοῦτον ἐδώδιμον. τὸ δὲ περικάρπιον ἀφαιρεθέντων τῶν παππωδῶν ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ, ἐδώδιμον καὶ τοῦτο· καλοῦσι δ’ αὐτὸ ἀσκάληρον.’ τίς δὲ τούτοις οὐχὶ πειθόμενος θαρρῶν ἂν εἴποι τὴν κάκτον εἶναι ταύτην τὴν ὑπὸ Ῥωμαίων μὲν καλουμένην κάρδον, οὐ μακρὰν ὄντων τῆς Σικελίας, περιφανῶς δ’ ὑπὸ τῶν Ἑλλήνων κινάραν ὀνομαζομένην; ἀλλαγῇ γὰρ δύο γραμμάτων κάρδος καὶ κάκτος ταὐτὸν ἂν εἴη. σαφῶς δ’ ἡμᾶς διδάσκει καὶ Ἐπίχαρμος μετὰ τῶν ἐδωδίμων λαχάνων καὶ τὴν κάκτον καταλέγων οὕτως (p. 281 L)· . . . . . . . . . μήκων . . .
  1. μάραθα τραχέες τε κάκτοι τοῖς ἄλλοις μὲν φαγεῖν
  2. ἐντὶ λαχάνοις . . . .
εἶτα προιών·
  1. αἴ κά τις ἐκτρίψας καλῶς
  2. παρατιθῇ νιν, ἁδύς ἐστ᾽· αὐτὸς δ’ ἐφ’ αὑτοῦ χαιρέτω.
    v.1.p.167
καὶ πάλιν (p. 282 L)·
  1. θρίδακας, ἐλάταν, σχῖνον, ... ῥαφανίδας, κάκτους ...
καὶ πάλιν·
  1. ὃ δέ τις ἀγρόθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν,
  2. ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδ᾽, ἀτράκτυλον.
  3. πτέριν, κάκτον, ὀνόπορδον.
καὶ Φιλητᾶς ὁ Κῷος (fr. 16 Bach)·
  1. γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα,
  2. ὀξείης κάκτου τύμμα φυλαξαμένη.

ἀλλὰ μὴν καὶ κινάραν ὠνόμασε παραπλησίως ἡμῖν Σώπατρος ὁ Πάφιος γεγονὼς τοῖς χρόνοις κατ’ Ἀλέξανδρον τὸν Φιλίππου, ἐπιβιοὺς δὲ καὶ ἕως τοῦ δευτέρου τῆς Αἰγύπτου βασιλέως, ὡς αὐτὸς ἐμφανίζει ἔν τινι τῶν συγγραμμάτων αὑτοῦ. Πτολεμαῖος δ’ ὁ Εὐεργέτης βασιλεὺς Αἰγύπτου, εἷς ὢν τῶν Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, ἐν δευτέρῳ ὑπομνημάτων γράφει οὕτως (FHG III 186)· ‘περὶ Βερενίκην τῆς Λιβύης Λήθων ποτάμιον, ἐν ᾧ γίνεται ἰχθὺς λάβραξ καὶ χρύσοφρυς καὶ ἐγχέλεων πλῆθος καὶ τῶν καλουμένων βασιλικῶν, αἳ τῶν τε ἐκ Μακεδονίας καὶ τῆς Κωπαίδος λίμνης τὸ μέγεθός εἰσιν ἡμιόλιαι, πᾶν τε τὸ ῥεῖθρον αὐτοῦ ἰχθύων ποικίλων ἐστὶ πλῆρες. πολλῆς δ’ ἐν τοῖς τόποις κινάρας φυομένης οἵ τε συνακολουθοῦντες ἡμῖν στρατιῶται πάντες δρεπόμενοι

v.1.p.168
συνεχρῶντο καὶ ἡμῖν προσέφερον ψιλοῦντες τῶν ἀκανθῶν.’ οἶδα δὲ καὶ Κίναρον καλουμένην νῆσον, ἧς μνημονεύει Σῆμος (FHG IV 495).

ΕΓΚΕΦΑΛΟΣ ΦΟΙΝΙΚΟΣ. Θεόφραστος περὶ φοίνικος τοῦ φυτοῦ εἰπὼν ἐπιφέρει (h. pl. 2, 6, 2)· ‘ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· ἡ δ’ ἀπ’ αὐτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος.’ καὶ Ξενοφῶν ἐν δευτέρῳ Ἀναβάσεως γράφει τάδε (3, 16)· ‘ἐνταῦθα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον ἔφαγον οἱ στρατιῶται· καὶ οἱ πολλοὶ ἐθαύμαζον τό τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς· ἦν δὲ σφόδρα καὶ τοῦτο κεφαλαλγές. ὁ δὲ φοῖνιξ, ὅταν ἐξαιρεθῇ ὁ ἐγκέφαλος, ὅλος ἐξαυαίνεται.’ Νίκανδρος Γεωργικοῖς (fr. 80 Schn)·

  1. σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες
  2. ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα.
Δίφιλος δ’ ὁ Σίφνιος ἱστορεῖ· ‘οἱ τῶν φοινίκων ἐγκέφαλοι πλήσμιοι καὶ πολύτροφοι, ἔτι δὲ βαρεῖς καὶ δυσοικονόμητοι διψώδεις τε καὶ στατικοὶ κοιλίας.’ ‘ἡμεῖς δέ, φησὶν οὗτος, ἑταῖρε Τιμόκρατες, δόξομεν ἐγκέφαλον ἔχειν μέχρι τοῦ τέλους, εἰ καταπαύσομεν ἐνταῦθα καὶ τήνδε τὴν συναγωγήν.’ —

  1. ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν·
  2. οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ,
  3. καὶ παραινέσας πέπωκεν, εἶτα μήτηρ δευτέρα,
  4. εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,
    v.1.p.169
  5. τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον·
  6. ὃ δ’ ἐπινεύει πᾶσι τούτοις,
φησὶ Μένανδρος (IV 237 M). πάλιν (p. 243)·
  1. τῆς σκιᾶς τὴν πορφύραν
  2. πρῶτον ἐνυφαίνουσ᾽, εἶτα μετὰ τὴν πορφύραν
  3. τοῦτ’ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα,
  4. ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
Ἀντιφάνης (II 119 K)·
  1. τί φής; ἐνθάδ’ οἴσεις τι καταφαγεῖν
  2. ἐπὶ τὴν θύραν; εἶθ’ ὥσπερ οἱ πτωχοὶ χαμαὶ
  3. ἐνθάδ’ ἔδομαι .... καί τις ὄψεται.
ὁ αὐτός (ibid)·
  1. εὐτρέπιζε δὴ
  2. ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον,
  3. χύτραν, θυίαν, κάκκαβον, ζωμήρυσιν.