Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐπεὶ δὲ καὶ τῶν μελεαγρίδων Μηνόδοτος ἐμνήσθη, λέξομέν τι καὶ ἡμεῖς περὶ αὐτῶν. Κλύτος ὁ Μιλήσιος, Ἀριστοτέλους δὲ μαθητής, ἐν τῷ αʹ περὶ Μιλήτου γράφει περὶ αὐτῶν οὕτως (FHG II 333)· ‘περὶ δὲ τὸ ἱερὸν τῆς Παρθένου ἐν Λέρῳ εἰσὶν οἱ καλούμενοι ὄρνιθες μελεαγρίδες. ὁ δὲ τόπος ἐστὶν ἑλώδης ἐν ᾧ τρέφονται. ἐστὶ δὲ ἄστοργον πρὸς τὰ ἔκγονα τὸ ὄρνεον

v.3.p.450
καὶ ὀλιγωρεῖ τῶν νεωτέρων, ὥστε ἀνάγκη τοῖς ἱερεῦσιν ἐπιμελεῖσθαι αὐτῶν. ἔχει δὲ τὸ μὲν μέγεθος ὄρνιθος γενναίου, τὴν δὲ κεφαλὴν μικρὰν πρὸς τὸ σῶμα καὶ ταύτην ψιλήν, ἐπ’ αὐτῆς δὲ λόφον σάρκινον, σκληρόν, στρογγύλον, ἐξέχοντα τῆς κεφαλῆς ὥσπερ πάτταλον, καὶ τὸ χρῶμα ξυλοειδῆ, πρὸς δὲ ταῖς γνάθοις ἀπὸ τοῦ στόματος ἀρξαμένην ἀντὶ πώγωνος μακρὰν σάρκα καὶ ἐρυθροτέραν τῶν ὀρνίθων. τὴν δὲ τοῖς ὄρνισιν ἐπὶ τῷ ῥύγχει γινομένην, ἣν ἔνιοι πώγωνα καλοῦσιν, οὐκ ἔχει· διὸ καὶ ταύτῃ κολοβόν ἐστιν. ῥύγχος δὲ ὀξύτερον καὶ μεῖζον ἢ ὄρνις ἔχει. τράχηλος μέλας, παχύτερος καὶ βραχύτερος τῶν ὀρνίθων. τὸ δὲ σῶμα ἅπαν ποικίλον, μέλανος ὄντος τοῦ χρώματος ὅλου, πτίλοις λευκοῖς καὶ πυκνοῖς διειλημμένου οὐ μείζοσιν φακῶν. οὗτοι δ’ εἰσὶν ἐν ῥόμβοις οἱ κυκλίσκοι ἧσσον μέλασι τοῦ ὅλου χρώματος· διὸ καὶ ποικιλίαν τινὰ οἱ ῥόμβοι παρέχονται, τοῦ μὲν μέλανος ἔχοντες λευκότερον τὸ χρῶμα, τοῦ δὲ λευκοῦ πολὺ μελάντερον. τὸ δὲ κατὰ τὰς πτέρυγας αὐταῖς πεποίκιλται λευκῷ πριονώδεσιν σχήμασιν πυρώδεσιν καὶ παρ’ ἄλληλα κειμένοις. σκέλη δὲ ἄκεντρα ὅμοια τοῖς ὀρνιθίοις. παραπλήσιαι δ’ εἰσὶν αἱ θήλειαι τοῖς ἄρρεσιν· διὸ καὶ δυσδιάκριτόν ἐστι τὸ τῶν μελεαγρίδων γένος.’ τοσαῦτα καὶ ὁ περιπατητικὸς φιλόσοφος περὶ τῶν μελεαγρίδων ἱστόρησεν.
v.3.p.451

ΟΠΤΩΝ ΔΕΛΦΑΚΩΝ δὲ μνημονεύει Ἐπικράτης ἐν Ἐμπόρῳ (II 284 K)·

  1. ἐπὶ τοῖς δ’ ἐγὼ
  2. μάγειρος. οὔτε Σικελία καυχήσεται
  3. τρέφειν τοιοῦτον ἄρταμον κατ’ ἰχθύων,
  4. οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα
  5. κάλλιστ’ ὄπωπα πυρὸς ἀκμαῖς ἠνθισμένα.
Ἄλεξις δ’ ἐν Πονήρᾳ (ib. 367)·
  1. τριωβόλου κρείσκον ἀστεῖον πάνυ
  2. ὕειον ὀπτὸν καὶ θερμόν, εὔχυλον,
  3. τέρεν, ὅταν ᾖ προσφέρων.
‘Ἀθηναῖοι δ᾽, ὥς φησι Φιλόχορος (FHG I 413), ταῖς Ὥραις θύοντες οὐκ ὀπτῶσιν, ἀλλ’ ἕψουσι τὰ κρέα, παραιτούμενοι τὰς θεὰς ἀπείργειν τὰ περισκελῆ καύματα καὶ τοὺς αὐχμούς, μετὰ δὲ τῆς συμμέτρου θερμασίας καὶ ὑδάτων ὡραίων ἐκτελεῖν τὰ φυόμενα. τὴν μὲν γὰρ ὄπτησιν ἐλάττους παρέχεσθαι ὠφελείας, τὴν δὲ ἕψησιν οὐ μόνον τὴν ὠμότητα περιαιρεῖν, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύνασθαι καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δ’ εὐμενέστερον καὶ ἀκινδυνότερον πεπαίνει τὴν τροφήν. διόπερ ἑφθὸν ἐποπτᾶν οὔ φασι δεῖν οὐδ’ ἐφέψειν. τὸ μὲν γὰρ ἀνάλυσιν ἔχειν δοκεῖ τοῦ βελτίονος, ὥς φησιν Ἀριστοτέλης (meteor. 380b 21 ?)· τὰ δὲ ὀπτὰ τῶν ἑφθῶν ὠμότερα καὶ ξηρότερα.’ τὰ δὲ ὀπτὰ κρέα καλεῖται φλογίδες. Στράττις γοῦν ἐν Καλλιππίδῃ ἐπὶ τοῦ Ἡρακλέους φησίν (I 715 K)·
  1. αὐτίκα δ’ ἥρπασε τεμάχη
  2. θερμάς τε κάπρου φλογίδας ἔβρυχέ τε πάνθ’ ἅμα.
    v.3.p.452
καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι (ib. 680)·
  1. ταδὶ δ’ ἅμα χοίρων ἀκροκώλια μικρῶν
  2. ταύρου τ’ αὐξίκερω φλογίδες
  3. αἱ δολιχαί τε κάπρου φλογίδες.

περὶ δὲ ΠΕΡΔΙΚΩΝ τί δεῖ καὶ λέγειν ἐμέ, πλεόνων εἰρημένων ὑφ’ ὑμῶν; ἀλλ’ οὐ παραλείψω τὸ ἱστορηθὲν ὑπὸ Ἡγησάνδρου ἐν τοῖς Ὑπομνήμασιν (FHG IV 421). φησὶν γὰρ ὅτι Σάμιοι πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀπέπλευσαν.

περὶ δὲ ΛΑΓΩΝ Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου (fr. 14 Koep) ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι ὁ Σιμωνίδης, οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ, ἀλλ’ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν (fr. 170 B)·

  1. οὐδὲ γὰρ οὐδ᾽ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο.
ὄντως δ’ ἦν ὡς ἀληθῶς κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ’ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω ὁ Σιμωνίδης τῶν παρ’ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν· ‘ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης.’

ΟΥΘΑΤΟΣ δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει (I 217 K)·

  1. ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω.
    v.3.p.453
ὑπογάστριον δ’ αὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ (II 410 K).

ΣΙΤΕΥΤΩΝ δὲ ὀρνίθων μὲν μνημονεύει Μάτρων ἐν ταῖς Παρῳδίαις οὕτως (fr. 4 Br)·

  1. ὣς ἔφαθ᾽· οἳ δ’ ἐγέλασσαν, ἐπήνεικάν τ’ ἐπὶ τούτῳ
  2. σιτευτὰς ὄρνιθας ἐπ’ ἀργυρέοισι πίναξιν,
  3. ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας (Il. 2.764).
δελφάκων δὲ σιτευτῶν ὁ φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως·
  1. εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.
δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως (p. 21 Herm)· ‘ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν.’ Ἀντισθένης δ’ ἐν Φυσιογνωμονικῷ· ‘καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν χορτάζουσιν.’ καὶ ἐν Προτρεπτικῷ δέ· ‘ἀντὶ δελφακίων τρέφεσθαι.’ δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν Πλάτων ἐν Ποιητῇ (I 631 K)·
  1. δέλφακα δὲ ῥαιότατον.
Σοφοκλῆς Ὕβρει (fr. 610 N)·
  1. ἐσθίειν ἐθέλων τὸν δέλφακα.
Κρατῖνος Ὀδυσσεῦσιν (I 59 K)·
  1. δέλφακας μεγάλους.
θηλυκῶς δὲ Νικοχάρης ἔφη (ib. 774)·
  1. κύουσαν δέλφακα.
καὶ Εὔπολις Χρυσῷ Γένει (ib. 335)·
  1. οὐκ ἀλλ’ ἔθυον δέλφακα ωδον θἠστίᾳ
  2. καὶ μάλα καλήν.
καὶ Πλάτων Ἰοῖ (ib. 615)·
v.3.p.454
  1. πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.
Θεόπομπος Πηνελόπῃ (ib. 746)·
  1. καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.
χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγʹ Φιλιππικῶν καὶ ιαʹ Ἑλληνικῶν (FHG I 297. 281), ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως· καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. ὁ δ’ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ’ ἔγνω· κατεκεκάλυπτο γάρ. ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων ‘δότε, φησί, φέροντες ἐκείνοις,’ δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων.’ ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων ὁ Πριηνεὺς ἱστορεῖ ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως (FHG IV 461)· ‘τοῖς δ’ εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγμένας λαμβάνειν κατ’ ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσιν. πρὸς δὲ τούτοις εἴ τινες
v.3.p.455
ὑπερακμάζοιεν τὴν οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἁδρουμένους. καὶ παραδόντες αὐτοῖς τὴν χώραν ἔταξαν μοῖραν ἣν αὐτοῖς ἀνοίσουσιν αἰεί.’ χηνίζειν δὲ εἴρηται ἐπὶ τῶν αὐλούντων. Δίφιλος Συνωρίδι (II 567 K)·
  1. ἐχηνίασας· ποιοῦσι τοῦτο πάντες οἱ
  2. παρὰ Τιμοθέῳ.

ἐπεὶ δὲ καὶ πετασῶνος μέρος ἑκάστῳ κεῖται, ἣν ΠΕΡΝΑΝ καλοῦσι, φέρε τι εἴπωμεν καὶ περὶ ταύτης, εἴ τις τοῦ ὀνόματος μνημονεύει. κάλλισται μὲν γὰρ αἱ Γαλλικαί, οὐκ ἀπολείπονται δὲ αὐτῶν οὔτε αἱ ἀπὸ Κιβύρας τῆς Ἀσιατικῆς οὔτε αἱ Λύκιαι. μνημονεύει δ’ αὐτῶν Στράβων ἐν τρίτῃ Γεωγραφουμένων (p. 162), ἀνὴρ οὐ πάνυ νεώτερος· λέγει γὰρ αὐτὸν ἐν τῇ ἑβδόμῃ τῆς αὐτῆς πραγματείας (fr. 58b M) ἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον, οὗ πολλάκις ἐμεμνήμεθα συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι. γράφει δ᾽ οὖν ὁ Στράβων οὕτως· ‘ἐν Σπανίᾳ πρὸς τῇ Ἀκυτανίᾳ πόλις Πομπέλων, ὡς ἂν εἴποι τις Πομπηιόπολις, ἐν ᾗ πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι.’

ΑΛΙΠΑΣΤΩΝ δὲ κρεῶν μνημονεύει ὁ τῆς κωμῳδίας ποιητὴς Ἀριστομένης ἐν Διονύσῳ (I 692 K)·

  1. ἁλίπαστα ταῦτα παρατίθημί σοι.
καὶ ἐν Γόησιν (ib. 691)·
v.3.p.456
  1. ὁ στράβων
  2. ἁλίπαστον αἰεὶ τὸν θεράποντ’ ἐπεσθίειν.