Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Μελανιππίδης δ’ ὁ Μήλιος ἐν

v.3.p.442
ταῖς Δαναίσιν φοίνικας τὸν καρπὸν οὕτως ὀνομάζει τὸν λόγον ποιούμενος περὶ αὐτῶν τῶν Δαναίδων (fr. 1 B)·
  1. οὐ γὰρ ἀνθρώπων φόρευν μορφὰν ἐνεῖδος,
  2. οὐδὲ τὰν αὐδὰν γυναικείαν ἔχον·
  3. ἀλλ’ ἐν ἁρμάτεσσι διφρούχοις ἐγυμνάζοντ’ ἀν᾽ εὔδι’
  4. ἄλσεα πολλάκι θήραισιν φρένα τερπόμεναι,
  5. ἱερόδακρυν λίβανον εὐώδεις τε φοίνικας κασίαν τε
  6. ματεῦσαι,
  7. τέρενα Σύρια σπέρματα.
καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Φυτῶν (fr. 246 R) οὕτως· ‘φοινίκων ἀνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν, οἳ δ’ ἀπυρήνους.’ φοίνικα δὲ τὸν καρπὸν καὶ Ἑλλάνικος κέκληκεν ἐν τῇ εἰς Ἄμμωνος Ἀναβάσει (FHG I 67), εἰ γνήσιον τὸ σύγγραμμα, καὶ Φόρμος ὁ κωμικὸς ἐν Ἀταλάνταις (p. 294 L). περὶ δὲ τῶν Νικολάων καλουμένων φοινίκων τοσοῦτον ὑμῖν εἰπεῖν ἔχω τῶν ἀπὸ τῆς Συρίας καταγομένων, ὅτι ταύτης τῆς προσηγορίας ἠξιώθησαν ὑπὸ τοῦ Σεβαστοῦ αὐτοκράτορος σφόδρα χαίροντος τῷ βρώματι, Νικολάου τοῦ Δαμασκηνοῦ ἑταίρου ὄντος αὐτῷ καὶ πέμποντος φοίνικας συνεχῶς. τῶν ἀπὸ τοῦ περιπάτου δ’ ὢν ὁ Νικόλαος καὶ ἱστορίαν συνέγραψεν πολλήν.

ΙΣΧΑΔΕΣ. σφόδρα τῶν ἰσχάδων ἐθαυμάζοντο αἱ Ἀττικαί. Δίνων γοῦν ἐν τοῖς Περσικοῖς (FHG II 91) φησιν· ‘παρετίθεντο δ’ ἐπὶ τῆς τραπέζης τῆς βασιλέως

v.3.p.443
ὅσα ἡ γῆ βρώματα φέρει ἧς ἄρχει βασιλεύς, ἀφ’ ἑκάστου ὅσον ἀπαρχήν. ξενικῷ δὲ οὐδενὶ οὔτε βρώματι οὔτε ποτῷ ᾤετο δεῖν ὁ Ξέρξης τοὺς βασιλεῖς χρῆσθαι· ὅθεν καὶ νόμος τις ὕστερον ἐγένετο. εἰσενέγκαντος γάρ ποτε τῶν εὐνούχων τινὸς ἐν τοῖς λοιποῖς τραγήμασιν ἰσχάδας Ἀττικάς, ἐρωτῆσαι ποταπαὶ εἶεν. ἐπεὶ δὲ ἐπύθετο ἐξ Ἀθηνῶν, τοῖς ἀγορασταῖς ἀπηγόρευεν ὠνεῖσθαι, ἕως ἂν ἐξουσία γένηται αὑτῷ λαμβάνειν ὅταν ἐθέλῃ καὶ μὴ ἀγοράζειν. λέγεται δὲ τὸν εὐνοῦχον ἐπίτηδες τοῦτο ποιῆσαι, ἵνα αὐτὸν ὑπομνήσῃ τῆς ἐπὶ τὰς Ἀθήνας στρατείας.’ Ἄλεξις δ’ ἐν Κυβερνήτῃ φησίν (II 339 K)·
  1. εἰσέβαινον ἰσχάδες,
  2. τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές.
Λυγκεὺς δὲ ἐν τῇ πρὸς τὸν κωμικὸν Ποσείδιππον Ἐπιστολῇ ‘ἐν τοῖς τραγικοῖς, φησίν, πάθεσιν Εὐριπίδην νομίζω Σοφοκλέους οὐδὲν διαφέρειν· ἐν δὲ ταῖς ἰσχάσι τὰς Ἀττικὰς τῶν ἄλλων πολὺ προέχειν.’ κἀν τῇ πρὸς Διαγόραν δὲ Ἐπιστολῇ γράφει οὕτως· ‘ἡ δὲ γῆ ταῖς μὲν χελιδονείοις ἰσχάσιν ἀντιπαρατιθεῖσα τὰς Βρυγινδαρίδας καλουμένας, τῷ μὲν ὀνόματι βαρβαριζούσας, ταῖς δὲ ἡδοναῖς οὐδὲν ἧττον ἐκείνων ἀττικιζούσας.’ Φοινικίδης δ’ ἐν Μισουμένῃ φησίν (III 333 K)·
  1. μύρτων λέγουσιν καὶ μέλιτος ἐγκώμια
  2. καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων.
  3. τούτων ἐγευσάμην καταπλεύσας εὐθέως
    v.3.p.444
  4. καὶ τῶν προπυλαίων, κοὐδὲν ἦν τούτων ὅλως
  5. πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων.
ἐν τούτοις τηρητέον καὶ τὴν τοῦ ἀτταγῆνος μνήμην. Φιλήμων δ’ ἐν τῷ περὶ τῶν Ἀττικῶν Ὀνομάτων Αἰγιλίδας φησὶν εἶναι τὰς καλλίστας ἰσχάδας· Αἴγιλα δ’ εἶναι δῆμον τῆς Ἀττικῆς ἀπὸ Αἰγίλου τινὸς ἥρωος ὠνομασμένον· χελιδονίας δὲ καλεῖσθαι τὰς ἐρυθρομελαίνας ἰσχάδας. Θεόπομπος δ’ Εἰρήνῃ τὰς Τιθρασίας ἐπαινῶν ἰσχάδας φησὶν οὕτως (I 736 K)·
  1. μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι.
οὕτω δὲ ἦσαν περισπούδαστοι πᾶσιν ἀνθρώποις αἱ ἰσχάδεσ — ‘ὄντως γὰρ’ κατὰ τὸν Ἀριστοφάνην (I 541 K)
  1. οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων —
ὡς καὶ Ἀμιτροχάτην τὸν τῶν Ἰνδῶν βασιλέα γράψαι Ἀντιόχῳ ἀξιοῦντα, φησὶν Ἡγήσανδρος (FHG IV 421), πέμψαι αὐτῷ γλυκὺν καὶ ἰσχάδας καὶ σοφιστὴν ἀγοράσαντα. καὶ τὸν Ἀντίοχον ἀντιγράψαι· ‘ἰσχάδας μὲν καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δ’ ἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι.’ ὅτι δὲ καὶ πεφωσμένας ἰσχάδας ἤσθιον Φερεκράτης δείκνυσιν ἐν Κοριαννοῖ λέγων οὕτως (I 163 K)·
  1. ἀλλ’ ἰσχάδας μοι πρόελε τῶν πεφωσμένων.
καὶ μετ’ ὀλίγα δέ·
  1. οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις,
  2. ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις
  3. χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας.
    v.3.p.445
οἶδα δὲ καὶ Πάμφιλον εἰρηκότα πρόκνιδας γένος ἰσχάδων.

ΒΟΤΡΥΣ δὲ ὅτι μὲν κοινὸν δῆλον. σταφυλῆς δὲ μέμνηται, καίτοι δοκοῦντος τοῦ ὀνόματος Ἀσιαγενοῦς εἶναι, Κράτης ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου (p. 65 W), ἐν τοῖς Ὕμνοις τοῖς ἀρχαίοις φάσκων ἀντὶ τοῦ βότρυος τὴν σταφυλὴν κεῖσθαι διὰ τούτων·

  1. αὐτῇσι σταφυλῇσι μελαίνῃσιν κομόωντες.
ὅτι δὲ καὶ παρ’ Ὁμήρῳ ἐστὶν (Il. 18.561 al) παντὶ δῆλον Πλάτων δὲ ἐν ὀγδόῳ Νόμων καὶ βότρυς καὶ σταφυλὰς ὀνομάζει διὰ τούτων (p. 844d)· ‘ὃς ἂν ἀγροίκου ὀπώρας γεύσηται, βοτρύων εἴτε καὶ σύκων, πρὶν ἐλθεῖν τὴν ὥραν τὴν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον, εἴτ’ ἐν τοῖς αὑτοῦ χωρίοις εἴτε καὶ ἐν ἄλλων, ἱερὰς μὲν νʹ ὀφειλέτω τῷ Διονύσῳ δραχμάς, ἐὰν ἐκ τῶν αὑτοῦ δρέπῃ, ἐὰν δ᾽ ἐκ τῶν γειτόνων, μνᾶν, ἐὰν δ’ ἐξ ἄλλων, δύο μέρη τῆς μνᾶς. ὃς δ’ ἂν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω, ἐὰν δ’ ἐξ ἄλλων μὴ πείσας, ἑπομένως τῷ νόμῳ τῷ ‘μὴ κινεῖν ὅ τι μὴ κατέθετο’, ἐκείνως αἰεὶ ζημιούσθω.’ ταῦτα μὲν ὁ θεῖος Πλάτων· ἐγὼ δὲ πάλιν ζητῶ τίς ἡ γενναία σταφυλὴ καὶ τίνα τὰ γενναῖα σῦκα. ὥρα οὖν ὑμῖν ζητεῖν, ἕως ἐγὼ περὶ τῶν ἑξῆς παρακειμένων διεξέλθω.’ καὶ ὁ Μασσούριος ἔφη·
  1. ‘μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τ’ ἔννηφι (Hes. op. 410).
    v.3.p.446
γενναῖα λέγει τὰ εὐγενῆ ὁ φιλόσοφος, ὡς καὶ Ἀρχίλοχος (fr. 107 B4)·
  1. πάρελθε, γενναῖος γὰρ εἶς.
ἢ τὰ ἐπιγεγεννημένα οἷον τὰ ἐπεμβεβλημένα. ὁ γὰρ Ἀριστοτέλης (fr. 247) καὶ ἐπεμβολάδας ἀπίους ὀνομάζει τὰς ἐγκεκεντρισμένας.’ ..... Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος (262)· ‘σῦκα καὶ βότρυς καὶ ἐλαίας συλλέγων.’ Ξενοφῶν ἐν Οἰκονομικῷ (19, 19)· ‘ὑπὸ τοῦ ἡλίου γλυκαίνεσθαι τὰς σταφυλάς.’ οἴδασιν δὲ οἱ πρὸ ἡμῶν καὶ τοὺς ἐν οἴνῳ συντιθεμένους βότρυς. Εὔβουλος γοῦν ἐν Κατακολλωμένῳ φησίν (II 181 K)·
  1. ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνὰς
  2. καὶ βότρυς τρώγειν ἀνάγκαζ’ αὐτὸν ἐξ οἴνου συχνούς.
ὁ δὲ τὸν Χείρωνα πεποιηκὼς τὸν εἰς Φερεκράτην ἀναφερόμενόν φησιν (I 191 K)·
  1. ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα
  2. καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς
  3. καὶ μυελόν.
ὅτι δ’ ἐν ταῖς Ἀθήναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι, μαρτυρεῖ Ἀριστοφάνης ἐν Ὥραις (ib. 536). τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ Ἀέθλιος ὁ Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων (FHG IV 287)· ‘σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγίνετο’ Λυγκεὺς δ’ ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐπαινῶν τὸν κατὰ τὴν Ἀττικὴν γινόμενον Νικοστράτειον βότρυν καὶ ἀντιτιθεὶς αὐτῷ τοὺς Ῥοδιακούς φησιν· ‘τῷ δ’ ἐκεῖ καλουμένῳ βότρυι Νικοστρατείῳ τὸν
v.3.p.447
Ἱππώνειον ἀντεκτρέφουσι βότρυν, ὃς ἀπὸ Ἑκατομβαιῶνος μηνὸς ὥσπερ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν.’

ἐπεὶ δὲ πολλάκις ὑμῖν εἴρηται περί τε κρεῶν καὶ ὀρνίθων καὶ περιστεριδίων, ἔρχομαι κἀγὼ λέξων ὅσα ἐκ πολυαναγνωσίας εὑρεῖν ἠδυνήθην παρὰ τὰ προειρημένα (lib. IX). ΠΕΡΙΣΤΕΡΙΟΝ οὕτως ἔστιν εὑρεῖν εἰρημένον παρὰ Μενάνδρῳ ἐν Παλλακῇ (III 109 K)·

  1. μικρὸν ἐπιμείνας προστρέχει,
  2. ‘ἠγόρακά σοι περιστέρια ταδί’ λέγων.
ὁμοίως Νικόστρατος Ἅβρᾳ (II 220 K)·
  1. ταῦτ’ ἀξιῶ·
  2. τοὐρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον.
Ἀναξανδρίδης ἐν Ἀντέρωτι (ib. 139)·
  1. περιστέρια γὰρ εἰσάγων καὶ στρουθία.
Φρύνιχος Τραγῳδοῖς (I 383 K)·
  1. περιστέριον δ’ αὐτῷ τι λαβὲ τριωβόλου.
ΦΑΣΙΑΝΙΚΟΣ. Πτολεμαῖος ὁ βασιλεὺς ἐν τῷ δωδεκάτῳ τῶν Ὑπομνημάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων (FHG III 188) καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησίν· ‘τά τε τῶν φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν, οὓς οὐ μόνον ἐκ Μηδίας μετεπέμπετο, ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑποβαλὼν ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι· τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν.’ αὕτη ἡ τοῦ λαμπροτάτου βασιλέως φωνή, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε γεύσασθαι
v.3.p.448
ὡμολόγησεν, ἀλλ’ ὥσπερ τι κειμήλιον ἀνακείμενον εἶχε τούσδε τοὺς ὄρνιθας. εἰ δὲ ἑωράκει ὡς ἡμῶν ἑκάστῳ εἷς ἐστι παρακείμενος χωρὶς τῶν ἤδη κατανηλωμένων, προσαναπεπληρώκει ἂν ταῖς πολυθρυλήτοις ἱστορίαις τῶν Ὑπομνημάτων τούτων ταῖς εἰκοσιτέσσαρσιν καὶ ἄλλην μίαν. [Ἀριστοτέλης δὲ (fr. 580 R) ἢ Θεόφραστος ἐν τοῖς Ὑπομνήμασι ‘τῶν φασιανῶν, φησίν, οὐ κατὰ λόγον ἡ ὑπεροχὴ τῶν ἀρρένων, ἀλλὰ πολλῷ μείζων.’]

εἰ δ’ ὁ προειρημένος βασιλεὺς καὶ τὸ τῶν ΤΑΩΝΩΝ πλῆθος ἑωράκει τῶν κατὰ τὴν Ῥώμην, καταπεφεύγει ἂν ἐπὶ τὴν ἱερὰν σύγκλητον, ὡς ὑπὸ τοῦ ἀδελφοῦ πάλιν τῆς βασιλείας ἐξεληλαμένος. τοσοῦτον γάρ ἐστι τούτων τῶν ὀρνίθων τὸ πλῆθος ἐν τῇ Ῥώμῃ, ὡς δοκεῖν προμεμαντευμένον τὸν κωμῳδιοποιὸν Ἀντιφάνην ἐν Στρατιώτῃ ἢ Τύχωνι εἰρηκέναι τάδε (II 99 K)·

  1. τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,
  2. σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων.
  3. χρηστὸν ἄνθρωπον δ’ ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ,
  4. ὄψετ’ ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας.
Ἄλεξις δ’ ἐν Λαμπάδι (II 340)·
  1. καταφαγεῖν
  2. αὐτὸς τοσοῦτ’ ἀργύριον; οὐδ’ εἰ γάλα λαγοῦ
  3. εἶχον, μὰ τὴν Γῆν, καὶ ταὧς κατήσθιον.
ὅτι δὲ καὶ τιθασοὺς εἶχον αὐτοὺς ἐν ταῖς οἰκίαις Στράττις παρίστησιν ἐν Παυσανίᾳ διὰ τούτων (I 718 K)·
  1. πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,
  2. οὓς βόσκεθ’ ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.
    v.3.p.449
Ἀναξανδρίδης ἐν Μελιλώτῳ (II 145 K)·
  1. οὐ μανικόν ἐστ’ ἐν οἰκίᾳ τρέφειν ταὧς,
  2. ἐξὸν τοσουτουὶ δύ’ ἀγάλματ’ ἀγοράσαι.
Ἀναξίλας Ὀρνιθοκόμοις (ib. 272)·
  1. καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς.
Μηνόδοτος δ’ ὁ Σάμιος ἐν τῷ περὶ τῶν κατὰ τὸ ἱερὸν τῆς Σαμίας Ἥρας φησίν (FHG III 105)· ‘οἱ ταοὶ ἱεροί εἰσι τῆς Ἥρας. καὶ μήποτε πρώτιστοι καὶ ἐγένοντο καὶ ἐτράφησαν ἐν Σάμῳ καὶ ἐντεῦθεν εἰς τοὺς ἔξω τόπους διεδόθησαν, ὡς καὶ οἱ ἀλεκτρυόνες ἐν τῇ Περσίδι καὶ αἱ καλούμεναι μελεαγρίδες ἐν τῇ Αἰτωλίᾳ.’ διὸ καὶ Ἀντιφάνης ἐν τοῖς Ὁμοπατρίοις φησίν (II 83 K)·
  1. ἐν Ἡλίου μέν φασι γίνεσθαι πόλει
  2. φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. ἡ Κύπρος
  3. ἔχει πελείας διαφόρους, ἡ δ’ ἐν Σάμῳ
  4. Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος,
  5. τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς.
διόπερ καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταὧς ἐστιν.