Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐπεὶ δὲ καὶ ‘Σικελίας αὔχημα τροφαλὶς’ ἥδ’ ἐστί σοι, φίλοι, λέξωμέν τι καὶ περὶ ΤΥΡΩΝ. Φιλήμων μὲν γὰρ ἐν τῷ ἐπιγραφομένῳ Σικελικῷ (II 499 K)·

  1. ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν
  2. ἓν τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν
  3. καλούς. ἔτι ταῦτα προσετίθην ἀκηκοώς,
  4. ἱμάτια ποικίλ’ εἰ λέγοι τις Σικελικά.
  5. Β. σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν.
καὶ ὁ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι. περὶ οὗ φησιν Δημήτριος ὁ Σκήψιος ἐν δευτέρῳ Τρωικοῦ Διακόσμου οὕτως (fr. 3 Gaede)· ‘τῆς Ἀχαίας πόλις Τρομίλεια, περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευόμενος Τρομιλικός· οὗ καὶ Σιμωνίδης μνημονεύει ἐν Ἰάμβῳ, οὗ ἡ ἀρχή (fr. 22 B)·
  1. ἦ πολλὰ μὲν δὴ προεκπονῇ, Τηλέμβροτε,
γράφων·
  1. ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαίης
  2. Τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον ...
Εὐριπίδης δ’ ἐν Κύκλωπι ὀπίαν καλεῖ τυρὸν τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ (136)·
  1. καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα.
    v.3.p.457
ἐπεὶ δὲ περὶ πάντων εἶπον τῶν παρακειμένων ἀποτράγημά τε πεποίημαι τὸν Τρομιλικόν, καταπαύσω τὸν λόγον· τὸ γὰρ λείψανον τῶν τραγημάτων καὶ τρωξίμων ἀποτράγημα εἴρηκεν Εὔπολις (I 335 K). σκώπτων γὰρ Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἴρηκεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ἢ ὡς κακοήθη καὶ πανοῦργον, ὥς φησιν ὁ Ἀσκαλωνίτης Δωρόθεος. τοὺς δὲ λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσιν, ὥς φησι Σέλευκος· οὓς ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθων δὲ μνημονεύει (οὕτω δὲ καλεῖται τὸ πρῶτον γάλα) Φιλιππίδης ἐν Αὐλοῖς (III 304 K)·
  1. τὰ δὲ πυρίεφθα καὶ τὰ λάγανα ταῦτ’ ἔχων.
καὶ ἴσως πάντα τὰ τοιαῦτα ἐπιδειπνίδας ἔλεγον Μακεδόνες. κώθωνος γὰρ ἡδύσματα ταῦτα.’

τοιαῦτά τινα ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου ἐπελθὼν εἷς ἐκείνων τῶν σοφιστῶν μαγείρων ἐκήρυσσε μῦμα. καὶ πολλῶν ξενιζομένων ἐπὶ τῷ κηρύγματι — οὐ γὰρ ἐδείκνυεν ὁ στιγματίας ὅ τι ἦν — ἔφη· ‘ἀγνοεῖν μοι δοκεῖτε, ὦ ἄνδρες δαιταλῆς, ὅτι καὶ Κάδμος ὁ τοῦ Διονύσου πάππος μάγειρος ἦν.’ σιωπησάντων δὲ καὶ ἐπὶ τούτῳ πάντων ‘Εὐήμερος, ἔφη, ὁ Κῷος ἐν τῷ τρίτῳ τῆς Ἱερᾶς Ἀναγραφῆς τοῦθ’ ἱστορεῖ, ὡς Σιδωνίων λεγόντων τοῦτο, ὅτι Κάδμος μάγειρος ὢν τοῦ βασιλέως καὶ παραλαβὼν τὴν Ἁρμονίαν αὐλητρίδα καὶ αὐτὴν οὖσαν τοῦ βασιλέως ἔφυγεν σὺν αὐτῇ.

ἐγὼ δὲ φεύξομαι γ᾽ ἐλεύθερος γεγώς (trag. ad. fr. 98 N) ;ʼ

v.3.p.458
οὐδὲ γὰρ ἂν εὕροι τις ὑμῶν δοῦλον μάγειρόν τινα ἐν κωμῳδίᾳ πλὴν παρὰ Ποσειδίππῳ μόνῳ. δοῦλοι δ’ ὀψοποιοὶ παρῆλθον ὑπὸ πρώτων Μακεδόνων τοῦτ’ ἐπιτηδευσάντων ἢ δι’ ὕβριν ἢ δι’ ἀτυχίαν τῶν αἰχμαλωτισθεισῶν πόλεων. ἐκάλουν οἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον μαίσωνα, τὸν δ’ ἐκτόπιον τέττιγα. Χρύσιππος δ’ ὁ φιλόσοφος τὸν μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονεν κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπ’ αὐτοῦ καλούμενον μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν ὁ Βυζάντιος ἐν τῷ περὶ Προσώπων (p. 276 N), εὑρεῖν αὐτὸν φάσκων καὶ τὸ τοῦ θεράποντος πρόσωπον καὶ τὸ τοῦ μαγείρου. καὶ εἰκότως καὶ τὰ τούτοις πρέποντα σκώμματα καλεῖται μαισωνικά. μάλιστα γὰρ εἰσάγονται οἱ μάγειροι σκωπτικοί τινες, ὡς παρὰ Μενάνδρῳ ἐν Ἐπιτρέπουσιν (III 50 K). καὶ Φιλήμων δέ πού φησιν (II 517 K)·
  1. σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον εἰς τὴν οἰκίαν
  2. εἴληφ᾽· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς,
  3. ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα
  4. πεπορισμένος γάρ ἐστι.
τὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς πρὸς Τίμαιον (fr. 46 Pr) ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγάρων καὶ οὐκ ἐκ τῶν Νισαίων. ἀλλ’ ὅ γε Ποσείδιππος περὶ δούλων μαγείρων ἐν Ἀποκλειομένῃ φησίν (III 336 K)·
v.3.p.459
  1. ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τι
  2. νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ
  3. ἀστεῖον· οὐχ ἁλώσομ’ ἐκφέρων κρέας.
καὶ ἐν Συντρόφοις (ib. 342)·
  1. ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν;
  2. Β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν.
  3. Α. πότερ’ οὖν ἀφεῖσαι; Β. κατ’ ἀγορὰν ἐργάζομαι
  4. ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.

οὐδὲν οὖν ἦν παράδοξον εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι· προίσταντο γοῦν καὶ γάμων καὶ θυσιῶν. διόπερ Μένανδρος ἐν Κόλακι τὸν τοῖς τετραδισταῖς διακονούμενον μάγειρον ἐν τῇ τῆς Πανδήμου Ἀφροδίτης ἑορτῇ ποιεῖ ταυτὶ λέγοντα (III 82 K)·

  1. σπονδή. δίδου σὺ σπλάγχν’ ἀκολουθῶν. ποῖ βλέπεις;
  2. σπονδή. φέρ᾽, ὦ παῖ Σωσία. σπονδή. καλῶς.
  3. εὔχου. θεοῖς Ὀλυμπίοις εὐχώμεθα
  4. Ὀλυμπίαισι, πᾶσι πάσαις· λάμβανε
  5. τὴν γλῶτταν. ἐπὶ τούτῳ διδόναι σωτηρίαν,
  6. ὑγίειαν, ἀγαθὰ πολλὰ τῶν ὄντων τε νῦν
  7. ἀγαθῶν ὄνησιν πᾶσι. ταῦτ’ εὐχώμεθα.
καὶ παρὰ Σιμωνίδῃ δέ φησιν ἕτερος (fr. 24 B4)·
  1. ὗν ὡς ἄφευσα χὠς ἐμίστυλα κρέα
  2. ἱρωστί· καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι ...
ἐμφαίνει δ’ αὐτῶν τὴν ἐμπειρίαν καὶ ἡ πρὸς Ἀλέξανδρον Ὀλυμπιάδος Ἐπιστολή. προτρεπομένη
v.3.p.460
μάγειρον αὑτῇ πρίασθαι θυσιῶν ἔμπειρον ἡ μήτηρ φησί· ‘Πελίγναν τὸν μάγειρον λαβὲ παρὰ τῆς μητρός. οὗτος γὰρ οἶδε τὰ ἱερά σου τὰ πατρῷα πάντα ὃν τρόπον θύεται καὶ τὰ ἀργαδιστικὰ καὶ τὰ Βακχικά, ὅσα τε Ὀλυμπιὰς προθύεται οὗτος οἶδεν. μὴ οὖν ἀμελήσῃς, ἀλλὰ λαβέ· καὶ ἀπόστειλον πρὸς ἐμὲ τὴν ταχίστην.’

ὅτι δὲ σεμνὸν ἦν ἡ μαγειρικὴ μαθεῖν ἔστιν ἐκ τῶν Ἀθήνησι Κηρύκων. οἵδε γὰρ μαγείρων καὶ βουτύπων ἐπεῖχον τάξιν, ὥς φησιν Κλείδημος ἐν Πρωτογονίας πρώτῳ (FHG I 362). Ὅμηρός τε τὸ ῥέζειν ἐπὶ τοῦ θύειν τάσσει, τὸ δὲ θύειν ἐπὶ τοῦ ψαιστὰ μεταδόρπια θυμιᾶν· καὶ οἱ παλαιοὶ τὸ θύειν δρᾶν ὠνόμαζον. ἔδρων δ’ οἱ Κήρυκες ἄχρι πολλοῦ βουθυτοῦντες, φησί, καὶ σκευάζοντες καὶ μιστύλλοντες, ἔτι δ’ οἰνοχοοῦντες. Κήρυκας δ’ αὐτοὺς ἀπὸ τοῦ κρείττονος ὠνόμαζον. ἀναγέγραπταί τε οὐδαμοῦ μαγείρῳ μισθός, ἀλλὰ κήρυκι. καὶ Ἀγαμέμνων δὲ παρ’ Ὁμήρῳ θύει βασιλεύων· φησὶ γὰρ ὁ ποιητής· Il. 3.292

  1. ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέι χαλκῷ,
  2. καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
  3. θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
καὶ Θρασυμήδης ὁ τοῦ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν, ἐπεὶ διὰ τὸ γῆρας ὁ Νέστωρ οὐκ ἠδύνατο· συνεπόνουν δ’ αὐτῷ καὶ οἱ ἄλλοι ἀδελφοί (Od. 3.442). οὕτως ἔνδοξον ἦν καὶ μέγιστον τὸ τῆς μαγειρικῆς τέχνης ἀξίωμα. καὶ παρὰ Ῥωμαίοις δ’ οἱ τιμηταὶ — μεγίστη δ’ αὕτη ἀρχὴ — τὴν περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον.
v.3.p.461
οὐ παρέργως δὲ παρὰ τῷ Ὁμήρῳ καὶ τὰ ὅρκια καὶ τὰ ἱερόθυτα κήρυκες κομίζουσιν, ὡς παλαιᾶς οὔσης καὶ προσηκούσης αὐτοῖς τῆς λειτουργίας· Il. 3.116
  1. Ἕκτωρ δὲ προτὶ ἄστυ δύο κήρυκας ἔπεμπε
  2. καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι.
καὶ πάλιν (118)·
  1. αὐτὰρ ὃ Ταλθύβιον προίει κρείων Ἀγαμέμνων
  2. νῆας ἐπὶ γλαφυρὰς ἰέναι ἠδ’ ἄρν’ ἐκέλευσεν
  3. οἰσέμεναι.
καί· Il. 19.250
  1. Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
  2. κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.

ἐν δὲ τῷ πρώτῳ τῆς Ἀτθίδος Κλείδημος (FHG I 359) φῦλον ἀποφαίνει μαγείρων ἐχόντων δημιουργικὰς τιμάς, οἷς καὶ τὸ πλῆθος ἐνεργεῖν ἔργον ἦν. οὐκ ἀπεικότως δὲ καὶ Ἀθηνίων ἐν Σαμόθρᾳξιν, ὥς φησιν Ἰόβας (FHG III 482), μάγειρον εἰσάγει φυσιολογοῦντα διὰ τούτων (III 369 K)·

  1. οὐκ οἶσθ’ ὅτι πάντων ἡ μαγειρικὴ τέχνη
  2. πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθ’ ὅλως;
  3. Β. τοιοῦτόν ἐστι τοῦτο; Α. πάνυ γε, βάρβαρε.
  4. τοῦ θηριώδους καὶ παρασπόνδου βίου
  5. ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς
  6. ἀλληλοφαγίας ἤγαγ’ εἰς τάξιν τινὰ
  7. καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον
  8. ζῶμεν. Β. τίνα τρόπον; Α. πρόσεχε, κἀγώ σοι φράσω.
  9. ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν
  10. γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος
    v.3.p.462
ἔθυσ’ ἱερεῖον πρῶτος, ὤπτησεν κρέας. ὡς δ’ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. ὡς δ’ ἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τιν’ ἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ ἅλας οὐ προσάγοντες· οὐ γὰρ ἦσαν οὐδέπω εἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι. ὡς δ’ ἤρεσ’ αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν ἤδη, τῶν ἱερῶν γεγραμμένων τὰ πάτρια διατηροῦντες. ἅπερ ἡμῖν μόνα ἅπασιν ἀρχὴ γέγονε τῆς σωτηρίας, τὸ προσφιλοτεχνεῖν διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικὴν τέχνην. Β. καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος. Α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον προιόντος εἰσηνέγκατ’ ἤδη τοῦ χρόνου· ἀκριβῶς ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν περικομματίῳ, διεγίγγρασ’ ὑποκρούσας γλυκεῖ, ἰχθὺν παρεισεκύκλησεν οὐδ’ ὁρώμενον, λάχανον, τάριχος πολυτελές, χόνδρον, μέλι. ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω ἀπεῖχ’ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ·
v.3.p.463
  1. αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος
  2. ἠθροίζετ᾽, ἐγένονθ’ αἱ πόλεις οἰκούμεναι
  3. διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν.
  4. Β. ἄνθρωπε χαῖρε, περὶ πόδ’ εἶ τῷ δεσπότῃ.
  5. Α. καταρχόμεθ’ ἡμεῖς οἱ μάγειροι, θύομεν,
  6. σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς
  7. ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθ’ εὑρηκέναι
  8. τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς.
  9. Β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων.
  10. Α. ἥμαρτον. ἀλλὰ δεῦρο νῦν συνείσιθι
  11. ἐμοί, τά τ’ ἔνδον εὐτρεπῆ ποίει λαβών.