Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Νεοπτόλεμος δὲ ὁ Παριανὸς ἐν τῷ περὶ ἐπιγραμμάτων ἐν Χαλκηδόνι φησὶν ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα·

  1. τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χεῖ οὖ σάν,
  2. πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη σοφίη.
τὸ δὲ Καστορίωνος τοῦ Σολέως, ὡς ὁ Κλέαρχός φησιν, εἰς τὸν Πᾶνα ποίημα τοιοῦτόν ἐστι· τῶν ποδῶν
v.2.p.489
ἕκαστος ὅλοις ὀνόμασιν περιειλημμένος πάντας ὁμοίως ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχει τοὺς πόδας, οἷον (III 635 B)·
  1. σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον
  2. ναίονθ’ ἕδραν, θηρονόμε Πάν, χθόν’ Ἀρκάδων
  3. κλήσω γραφῆι τῆιδ’ ἐν σοφῆι πάγκλειτ’ ἔπη
  4. συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφῶι κλύειν,
  5. μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμ’ ἱεῖς,
καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. τούτων δὲ ἕκαστον τῶν ποδῶν, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως·
  1. σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον,
  2. νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον.
καὶ ὅτι τῶν ποδῶν ἕκαστός ἐστι ἑνδεκαγράμματος. ἔστι καὶ μὴ τοῦτον τὸν τρόπον ἀλλ’ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν οὕτω λέγοντας·
  1. μέτρον φράσον μοι τῶν ποδῶν μέτρον λαβών.
  2. λαβὼν μέτρον μοι τῶν ποδῶν μέτρον φράσον.
  3. οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν.
  4. λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι.

Πίνδαρος δὲ πρὸς τὴν ἀσιγμοποιηθεῖσαν ᾠδήν, ὡς ὁ αὐτός φησι Κλέαρχος, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος, ὡς πολλῶν τούτῳ προσκρουόντων διὰ τὸ ἀδύνατον εἶναι ἀποσχέσθαι τοῦ σίγμα καὶ διὰ τὸ μὴ δοκιμάζειν, ἐποίησε (fr. 79 B)·

v.2.p.490
  1. πρὶν μὲν εἷρπε σχοινοτένειά τ’ ἀοιδὰ
  2. καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις.
ταῦτα σημειώσαιτ’ ἄν τις πρὸς τοὺς νοθεύοντας Λάσου τοῦ Ἑρμιονέως τὴν ἄσιγμον ᾠδήν, ἥτις ἐπιγράφεται Κένταυροι. καὶ ὁ εἰς τὴν Δήμητρα δὲ τὴν ἐν Ἑρμιόνῃ ποιηθεὶς τῷ Λάσῳ ὕμνος ἄσιγμός ἐστιν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τρίτῳ περὶ μουσικῆς, οὗ ἐστιν ἀρχή (III 376 B)·
  1. Δάματρα μέλπω Κόραν τε Κλυμένοι’ ἄλοχον.

  1. ἔστιν εὐπορῆσαι καὶ ἄλλων γρίφων (III 666 B)·
  2. ἐν Φανερᾷ γενόμαν, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ
  3. ἀμφὶς ἔχει· μήτηρ δ’ ἔστ’ ἀριθμοῖο πάις.
Φανερᾷ μὲν οὖν λέγει τῇ Δήλῳ, ἥτις ὑπὸ θαλάσσης περιέχεται, μήτηρ δ’ ἡ Λητώ, ἥτις Κοίου ἐστὶ θυγάτηρ· Μακεδόνες δὲ τὸν ἀριθμὸν κοῖον προσαγορεύουσι. καὶ ἐπὶ τῆς πτισάνης (III 668 B)·
  1. κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε.
πεποίηται δὲ τῆς πτισάνης τοὔνομα ἀπὸ τοῦ πτίσσειν καὶ ἀνεῖν. καὶ ἐπὶ τοῦ κοχλίου· φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς·
  1. ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον
  2. ὄμματά τ’ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα.
Ἀντιφάνης δ’ ἐν Αὑτοῦ ἐρῶντί φησι (II 30 K)·
  1. τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν
  2. λέγω.
Ἀναξανδρίδης Αἰσχρᾷ (II 137 K)·
  1. ἀρτίως διηρτάμηκε, καὶ τὰ μὲν διανεκῆ
    v.2.p.491
  2. σώματος μέρη δαμάζετ’ ἐν πυρικτίτῳ στέγᾳ·
  3. Τιμόθεος ἔφη ποτ᾽, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.
Τιμοκλῆς δ’ ἐν Ἥρωσιν (II 457 K)·
  1. ὡς δ’ ἦν ἠρμένη
  2. βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ
  3. φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας,
  4. τράπεζα. Β. περιέργως γε, νὴ τὸν οὐρανόν·
  5. ἐξὸν φράσαι τράπεζα συντόμως.
Πλάτων δ’ ἐν τῷ Ἀδώνιδι χρησμὸν δοθῆναι λέγων Κινύρᾳ ὑπὲρ Ἀδώνιδος τοῦ υἱοῦ φησιν (I 601 K)·
  1. ὦ Κινύρα, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων,
  2. παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε
  3. πάντων ἀνθρώπων, δύο δ’ αὐτὸν δαίμον’ ὀλεῖτον,
  4. ἣ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, ὃ δ’ ἐλαύνων.
λέγει δ’ Ἀφροδίτην καὶ Διόνυσον· ἀμφότεροι γὰρ ἤρων τοῦ Ἀδώνιδος. καὶ τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν (A. P. XIV 64)·
  1. ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή,
  2. καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον ὅσσ’ ἐπὶ γαῖαν
  3. ἑρπετὰ γίνονται καὶ ἀν’ αἰθέρα καὶ κατὰ πόντον·
  4. ἀλλ’ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,
  5. ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὑτοῦ.

γριφώδη δ’ ἐστὶ καὶ Σιμωνίδῃ ταῦτα πεποιημένα, ὥς φησι Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Σιμωνίδου (fr. 172 B)

v.2.p.492
  1. μιξονόμου τε πατὴρ ἐρίφου καὶ σχέτλιος ἰχθὺς
  2. πλησίον ἠρείσαντο καρήατα· παῖδα δὲ νυκτὸς
  3. δεξάμενοι βλεφάροισι Διωνύσοιο ἄνακτος
  4. βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα.
φασὶ δ’ οἳ μὲν ἐπί τινος τῶν ἀρχαίων ἀναθημάτων ἐν Χαλκίδι τοῦτ’ ἐπιγεγράφθαι, πεποιῆσθαι δ’ ἐν αὐτῷ τράγον καὶ δελφῖνα, περὶ ὧν εἶναι τὸν λόγον τοῦτον. οἳ δὲ εἰς ἐπιτόνιον ψαλτήριον δελφῖνα καὶ τράγον εἰργασμένον εἰρῆσθαι, καὶ εἶναι τὸν βουφόνον καὶ τοῦ Διονύσου θεράποντα τὸν διθύραμβον. οἳ δέ φασιν ἐν Ἰουλίδι τὸν τῷ Διονύσῳ θυόμενον βοῦν ὑπό τινος τῶν νεανίσκων παίεσθαι πελέκει. πλησίον δὲ τῆς ἑορτῆς οὔσης εἰς χαλκεῖον δοθῆναι τὸν πέλεκυν· τὸν οὖν Σιμωνίδην ἔτι νέον ὄντα βαδίσαι πρὸς τὸν χαλκέα κομιούμενον αὐτόν. ἰδόντα δὲ καὶ τὸν τεχνίτην κοιμώμενον καὶ τὸν ἀσκὸν καὶ τὸν καρκίνον εἰκῇ κείμενον καὶ ἐπαλλήλως ἔχοντα τὰ ἔμπροσθεν, οὕτως ἐλθόντα εἰπεῖν πρὸς τοὺς συνήθεις τὸ προειρημένον πρόβλημα. τὸν μὲν γὰρ τοῦ ἐρίφου πατέρα τὸν ἀσκὸν εἶναι, σχέτλιον δὲ ἰχθὺν τὸν καρκίνον, νυκτὸς δὲ παῖδα τὸν ὕπνον, βουφόνον δὲ καὶ Διονύσου θεράποντα τὸν πέλεκυν. πεποίηκε δὲ καὶ ἕτερον ἐπίγραμμα ὁ Σιμωνίδης, ὃ παρέχει τοῖς ἀπείροις τῆς ἱστορίας ἀπορίαν (fr. 173)·
  1. φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον
  2. τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ.
λέγεται δὲ ἐν τῇ Καρθαίᾳ διατρίβοντα αὐτὸν διδάσκειν τοὺς χορούς. εἶναι δὲ τὸ χορηγεῖον ἄνω πρὸς Ἀπόλλωνος ἱερῷ μακρὰν τῆς θαλάσσης. ὑδρεύεσθαι οὖν
v.2.p.493
καὶ τοὺς ἄλλους καὶ τοὺς περὶ τὸν Σιμωνίδην κάτωθεν, ἔνθα ἦν ἡ κρήνη. ἀνακομίζοντος δ’ αὐτοῖς τὸ ὕδωρ ὄνου, ὃν ἐκάλουν Ἐπειὸν διὰ τὸ μυθολογεῖσθαι τοῦτο δρᾶν ἐκεῖνον καὶ ἀναγεγράφθαι ἐν τῷ τοῦ Ἀπόλλωνος ἱερῷ τὸν Τρωικὸν μῦθον, ἐν ᾧ ὁ Ἐπειὸς ὑδροφορεῖ τοῖς Ἀτρείδαις, ὡς καὶ Στησίχορός φησιν (fr. 18)·
  1. ᾤκτειρε γὰρ αὐτὸν ὕδωρ ἀεὶ φορέοντα Διὸς κούρα
  2. βασιλεῦσιν.
ὑπαρχόντων οὖν τούτων ταχθῆναί φασι τῷ μὴ παραγινομένῳ τῶν χορευτῶν εἰς τὴν ὡρισμένην ὥραν παρέχειν τῷ ὄνῳ χοίνικα κριθῶν. τοῦτ’ οὖν κἀν τῷ ποιήματι λέγεσθαι, καὶ εἶναι τὸν μὲν οὐ φέροντα τὸ τοῦ τέττιγος ἄεθλον τὸν οὐκ ἐθέλοντα ᾄδειν, Πανοπηιάδην δὲ τὸν ὄνον, μέγα δὲ δεῖπνον τὴν χοίνικα τῶν κριθῶν.

τοιοῦτόν ἐστι καὶ τὸ Θεόγνιδος τοῦ ποιητοῦ (1230)·

  1. ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός,
  2. τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.
σημαίνει γὰρ κόχλον. τοιοῦτον δ’ ἐστὶν καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια, οἷον (p. 664 N)·
  1. λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος.
καὶ τὸ περιφερόμενον·
  1. πέντ’ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον,
  2. ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι·
  3. δίψῃ δ’ ἐξώλλυντο, ὕδωρ δ’ ὑπερεῖχε γενείου.

τίνα δὲ κόλασιν ὑπέμενον Ἀθήνησιν οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον, εἴ γε ἔπινον φιάλην

v.2.p.494
ἅλμῃ κεκερασμένην, ὡς καὶ ὁ Κλέαρχος προεῖπεν ἐν τῷ ὅρῳ; κἀν τῷ πρώτῳ δὲ περὶ παροιμιῶν γράφει οὕτως· ‘τῶν γρίφων ἡ ζήτησις οὐκ ἀλλοτρία φιλοσοφίας ἐστί, καὶ οἱ παλαιοὶ τὴν τῆς παιδείας ἀπόδειξιν ἐν τούτοις ἐποιοῦντο. προέβαλλον γὰρ παρὰ τοὺς πότους οὐχ ὥσπερ οἱ νῦν ἐρωτῶντες ἀλλήλους, τίς τῶν ἀφροδισιαστικῶν συνδυασμῶν ἢ τίς ἢ ποῖος ἰχθὺς ἥδιστος ἢ τίς ἀκμαιότατος, ἔτι δὲ τίς μετ’ Ἀρκτοῦρον ἢ μετὰ Πλειάδα ἢ τίς μετὰ Κύνα μάλιστα βρωτός. καὶ ἐπὶ τούτοις ἆθλα μὲν τοῖς νικῶσι φιλήματα μίσους ἄξια τοῖς ἐλευθέραν αἴσθησιν ἔχουσι, ζημίαν δὲ τοῖς ἡττηθεῖσιν τάττουσιν ἄκρατον πιεῖν, ὃν ἥδιον τῆς ὑγιείας πίνουσι· κομιδῇ γάρ ἐστι ταῦτά γέ τινος τοῖς Φιλαινίδος καὶ τοῖς Ἀρχεστράτου συγγράμμασιν ἐνῳκηκότος, ἔτι δὲ περὶ τὰς καλουμένας Γαστρολογίας ἐσπουδακότος· ἀλλὰ μᾶλλον τὰς τοιαύτας, τῷ πρώτῳ ἔπος ἢ ἰαμβεῖον εἰπόντι τὸ ἐχόμενον ἕκαστον λέγειν καὶ τῷ κεφάλαιον εἰπόντι ἀντειπεῖν τὸ ἑτέρου ποιητοῦ τινος, ὅτι εἰς τὴν αὐτὴν εἶπε γνώμην· ἔτι δὲ λέγειν ἕκαστον ἰαμβεῖον. πρός τε τούτοις ἕκαστον εἰπεῖν ὅσων ἂν προσταχθῇ συλλαβῶν ἔμμετρον, καὶ ὅσα ἀπὸ τῆς τῶν γραμμάτων καὶ συλλαβῶν ἔχεται θεωρίας. ὁμοίως δὲ τοῖς εἰρημένοις ἡγεμόνος ἑκάστου λέγειν ὄνομα τῶν ἐπὶ Τροίαν ἢ τῶν Τρώων, καὶ πόλεως ὄνομα τῶν ἐν τῇ Ἀσίᾳ λέγειν ἀπὸ τοῦ δοθέντος γράμματος, τὸν δ’ ἐχόμενον τῶν ἐν τῇ Εὐρώπῃ καὶ τοὺς λοιποὺς
v.2.p.495
ἐναλλάξαι, ἄν τε Ἑλληνίδος ἄν τε βαρβάρου τάξῃ τις. ὥστε τὴν παιδιὰν μὴ ἄσκεπτον οὖσαν μηνύματα γίνεσθαι τῆς ἑκάστου πρὸς παιδείαν οἰκειότητος· ἐφ’ οἷς ἆθλον ἐτίθεσαν στέφανον καὶ εὐφημίαν, οἷς μάλιστα γλυκαίνεται τὸ φιλεῖν ἀλλήλους.’

ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε. καὶ ἃ προβάλλειν δεῖ τοιαῦτά τινα εἶναι ἡγοῦμαι· στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς τὸ αὐτὸ στοιχεῖον καταλήγοντα·

  1. ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα (Il. 4.92).
  2. ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα (Il. 5.226).
  3. ἀσπίδας εὐκύκλους λαισήιά τε πτερόεντα (Il. 5.453).
καὶ πάλιν ὁμοίως ἰαμβεῖα (com. IV 607 M)·
  1. ἀγαθὸς ἀνὴρ λέγοιτ’ ἂν ὁ φέρων τἀγαθά.
  2. ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά.
Ὁμηρικοὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ε·
  1. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε (Il. 4.89).
  2. ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε (Il. 5.686).
ὁμοίως καὶ ἰαμβεῖα (com. IV 608 M)·
  1. εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε.
  2. ἐπὶ τοῖς παροῦσι τὸν βίον .. διάπλεκε.
Ὁμήρου ἀπὸ η ἐπὶ τὸ η·
  1. ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη (Il. 5.133).
  2. ἣ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη (Il. 5.370).
ἴαμβοι (com. IV 608 M)·
  1. ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.
ἀπὸ τοῦ ῑ ἐπὶ τὸ ῑ Ὁμήρου·
  1. Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι (Il. 6.60).
    v.2.p.496
  2. Ἱππόλοχος δέ μ’ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι (206)·
ἀπὸ τοῦ σ εἰς τὸ σ·
  1. συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς (Il. 1.90).
  2. σοφός ἐστιν ὁ φέρων τἀπὸ τῆσ τύχης καλῶς.
ἀπὸ τοῦ ω εἰς τὸ ω·
  1. ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
  2. (Il. 16.364).
  3. ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.
προβάλλειν δὲ δεῖ καὶ στίχους ἀσίγμους οἷον (Il. 7.364).

πάντ’ ἐθέλω δόμεναι καὶ ἔτ’ οἰκόθεν ἄλλ’ ἐπιθεῖναι. καὶ πάλιν στίχους Ὁμηρικοὺς ἀπὸ τῆς πρώτης συλλαβῆς καὶ τῆς ἐσχάτης δηλοῦντας ὄνομα οἷον (B 557. 628. 732)·

  1. Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας.
  2. Αἴασ.
  3. Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς.
  4. Φυλεύσ.
  5. ἰητῆρ’ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων
εἰσὶ καὶ ἄλλοι στίχοι Ὁμηρικοὶ δηλοῦντες σκευῶν ὀνόματα ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς οἷον·
  1. ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
  2. (Il. 8.202) ὅλμος.
  3. μυθεῖται κατὰ μοῖραν ἅπερ κ’ οἴοιτο καὶ ἄλλος.
  4. (Od. 17.580) μύλος.
  5. λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
  6. (Od. 18.107) λύρη.
ἄλλοι στίχοι δηλοῦντες ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῶν ἐδωδίμων τί·
  1. ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος.
    v.2.p.497
  2. (Il. 1.538) ἄρτος.
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.
  1. (Il. 1.550) μῆλα.

ἐπεὶ δὲ ἱκανὴν παρέκβασιν πεποιήμεθα περὶ τῶν γρίφων, λεκτέον ἤδη καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον. ἔπινον οὗτοι ἅλμην παραμισγομένην τῷ αὑτῶν ποτῷ καὶ ἔδει μὴ προσενέγκασθαι τὸ ποτήριον ἀπνευστί, ὡς Ἀντιφάνης δηλοῖ ἐν Γανυμήδει διὰ τούτων (II 41 K)·

  1. οἴμοι περιπλοκὰς
  2. λίαν ἐρωτᾷς. Β. ἀλλ’ ἐγὼ σαφῶς φράσω·
  3. τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι,
  4. ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. Α. πότερά μοι
  5. γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα,
  6. τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι,
  7. ἢ τί δύναται τὸ ῥηθέν; Β. ἔξω τις δότω
  8. ἱμάντα ταχέως. Α. οἷον οὐκ ἔγνων ἴσως·
  9. ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς·
  10. ἅλμης δ’ ἐχρῆν τι παραφέρειν ποτήριον.
  11. Β. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό σ’ ἐκπιεῖν; Α. ἐγὼ
  12. κομιδῇ γε. Β. πῶς; Α. ἐνέχυρον ἀποφέροντά
  13. σου—
  14. Β. οὔκ, ἀλλ’ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ
  15. ἕλκειν ἀπνευστί.

τοσαῦτα καὶ περὶ τῶν γρίφων εἰπόντων τῶν δειπνοσοφιστῶν, ἐπειδὴ καὶ ἡμᾶς ἑσπέρα καταλαμβάνει ἀναπεμπαζομένους τὰ εἰρημένα, τὸν περὶ τῶν

v.2.p.498
ἐκπωμάτων λόγον εἰς αὔριον ἀναβαλώμεθα. κατὰ γὰρ τὸν Μεταγένους Φιλοθύτην (I 708 K)
  1. κατ’ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν
  2. πολλαῖσι παροψίσι καὶ καιναῖς εὐωχήσω τὸ θέατρον,
περὶ τῶν ἐκπωμάτων τὸν λόγον ἑξῆς ποιούμενος.
v.3.p.1

  1. Ἄγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται;
κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον (I 802 K), ἑταῖρε Τιμόκρατες. συναχθέντων γὰρ ἡμῶν καθ᾽ ὥραν μετὰ σπουδῆς διὰ τὰ ἐκπώματα ὁ Οὐλπιανός, ἔτι καθημένων ἁπάντων, πρὶν καί τι διαλεχθῆναι ἔφη· ‘παρὰ μὲν τῷ Ἀδράστῳ, ἄνδρες φίλοι, καθίσαντες οἱ ἀριστεῖς δειπνοῦσιν, ὁ δὲ Πολύιδος ἱερὰ θύων ἐν ὁδῷ παραπορευόμενον τὸν Πετεὼ κατέσχεν καὶ κατακλίνας ἐν τῇ πόᾳ θαλλίαν τε κατακλάσας ἀντὶ τραπέζης παρέθηκε τῶν τυθέντων. καὶ τῷ Αὐτολύκῳ ἐλθόντι ‘Ἰθάκης ἐς πίονα δῆμον’ ἡ τροφὸς καθημένῳ δηλονότι — οὕτως γὰρ ἐδείπνουν οἱ τότε — τὸν Ὀδυσσέα, φησὶν ὁ ποιητής (Od. 19.399),
  1. [παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς,
  2. τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
  3. παυομένῳ δόρποιο]
ἐκάθισεν ἐπὶ τῶν γονάτων καὶ οὐχὶ παρὰ τοῖς γόνασιν ἔστησεν. ἡμεῖς οὖν μὴ διατρίβωμεν, ἀλλ’ ἤδη κατακλινώμεθα, ἵν’ ἡμῖν ὁ Πλούταρχος περὶ ὧν ἐπαγγέλλεται ποτηρίων ἀποδοὺς τὸν λόγον καὶ τὰς κύλικας πλήρεις
v.3.p.2
ἅπασι προπίῃ.

ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σιμωνίδην ἐν Ἰάμβοις οὕτως (fr. 26 B)·

  1. ἀπὸ τράπεζαν εἷλέ νιν ποτήρια.
καὶ ὁ τὴν Ἀλκμαιωνίδα δὲ ποιήσας φησίν (p. 76 Ki)·
  1. νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας
  2. εὐρείης στιβάδος παρέθηκ’ αὐτοῖσι θάλειαν
  3. δαῖτα ποτήριά τε, στεφάνους δ’ ἐπὶ κρασὶν ἔθηκεν.
ἅπερ ὠνομάσθη ἀπὸ τῆς πόσεως, ὡς τὸ ἔκπωμα οἱ Ἀττικοί, ἐπεὶ ὑδροποτεῖν καὶ οἰνοποτεῖν λέγουσιν. Ἀριστοφάνης ἐν Ἱππεῦσιν (198)·
  1. γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην.
κἀν τῷ αὐτῷ δὲ ἔφη (124)·
  1. πολλῷ γ’ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ.
καὶ Φερεκράτης ἐν Τυραννίδι (I 187 fr. 143, 10 K)·
  1. ἣ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων.
ὁ δὲ Ἀνακρέων ἔφη (fr. 97 B4)·
  1. οἰνοπότης δὲ πεποίημαι.
ἔστι δὲ τὸ ῥῆμα καὶ παρὰ τῷ ποιητῇ· οἰνοποτάζων γὰρ εἴρηκε (Il. 20.84). καὶ Σαπφὼ δ’ ἐν τῷ βʹ ἔφη (fr. 67)·
  1. πολλὰ δ’ ἀνάριθμα ποτήρια
  2. καλαιφις.
καὶ Ἀλκαῖος (fr. 52)·
  1. ἐκ δὲ ποτήριον
  2. πώνης Διννομένῃ παρίσδων.
    v.3.p.3
τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν βʹ Ἀχαικῶν (FHG IV 346).

ἄξιον δὲ εἶναι νομίζω ζητῆσαι ὑμᾶς πρὸ τοῦ καταλόγου τῶν ποτηρίων, ὧν πλῆρές ἐστι τὸ κυλικεῖον τοδί — εἴρηται γὰρ οὕτως ἡ τῶν ποτηρίων σκευοθήκη παρ’ Ἀριστοφάνει μὲν ἐν Γεωργοῖς (I 418 K)·

  1. ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
ἔστι καὶ παρὰ Ἀναξανδρίδῃ ἐν Μελιλώτῳ (II 145 K). Εὔβουλος δ’ ἐν Λήδᾳ (ib. 185)·
  1. ὡσπερεὶ σπονδὴν διδοὺς
  2. ἐν τῷ κυλικείῳ συντέτριφε τὰ ποτήρια.
κἀν Ψαλτρίᾳ δ’ ἔφη (ib. 206)·
  1. τὰ κυλικεῖα δὲ
  2. ἐξεῦρεν ἡμῖν.
ἐν δὲ Σεμέλῃ ἢ Διονύσῳ (ib. 197)·
  1. Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν
  2. ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον ...
Κρατῖνος δ’ ὁ νεώτερος ἐν Χείρωνι (ib. 291)·
  1. πολλοστῷ δ’ ἔτει
  2. ἐκ τῶν πολεμίων οἴκαδ’ ἥκω, συγγενεῖς
  3. καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις
  4. εἰς τὸ κυλικεῖον ἐνεγράφην· Ζεὺς ἔστι μοι
  5. ἑρκεῖος, ἔστι φρατέριος, τὰ τέλη τελῶ —

ἄξιον δ’ ἐστὶ ζητῆσαι εἰ οἱ ἀρχαῖοι μεγάλοις ἔπινον ποτηρίοις. Δικαίαρχος μὲν γὰρ ὁ Μεσσήνιος, ὁ Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου (FHG II 247) μικροῖς φησιν αὐτοὺς ἐκπώμασι κεχρῆσθαι καὶ

v.3.p.4
ὑδαρέστερον πεπωκέναι. Χαμαιλέων δ’ ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Μέθης, εἴ γε τῆς φωνῆς μνημονεύω, φησίν (fr. 32 Köpke)· ‘εἰ δὲ οἱ ταῖς ἐξουσίαις χρώμενοι καὶ τῷ πλουτεῖν προτιμῶσι τὴν μέθην ταύτην, οὐδὲν θαυμαστόν. οὐκ ἔχοντες γὰρ ἑτέραν ἡδονὴν ταύτης καλλίω οὐδὲ μᾶλλον εὐχερῆ καταφεύγουσιν εἰκότως ἐπὶ τὸν οἶνον. ὅθεν δὴ καὶ τὰ μεγάλα τῶν ἐκπωμάτων ἐπιχώρια γέγονε τοῖς δυνάσταις. οὐ γὰρ παλαιὸν οὐδὲ τοῦτό γέ ἐστι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ νεωστὶ εὑρέθη πεμφθὲν ἐκ τῶν βαρβάρων. ἐκεῖνοι γὰρ ἀπεστερημένοι τῆς παιδείας ὁρμῶσιν ἐπὶ τὸν πολὺν οἶνον καὶ πορίζονται τροφὰς περιέργους καὶ παντοίας. ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὔτ’ ἐν γραφαῖς οὔτ’ ἐπὶ τῶν πρότερον εὑρήσομεν ποτήριον εὐμέγεθες εἰργασμένον πλὴν τῶν ἐπὶ τοῖς ἡρωικοῖς. τὸ γὰρ ῥυτὸν ὀνομαζόμενον μόνοις τοῖς ἥρωσιν ἀπεδίδοσαν. ὃ καὶ δόξει τισὶν ἔχειν ἀπορίαν, εἰ μή τις ἄρα φήσειε διὰ τὴν ὀξύτητα τῆς ἐπιφανείας τῶν δαιμόνων καταδειχθῆναι τοῦτο. χαλεποὺς γὰρ καὶ πλήκτας τοὺς ἥρωας νομίζουσι καὶ μᾶλλον νύκτωρ ἢ μεθ’ ἡμέραν. ὅπως οὖν μὴ διὰ τὸν τρόπον, ἀλλὰ διὰ τὴν μέθην φαίνωνται τοιοῦτοι, δημιουργοῦσιν αὐτοὺς πίνοντας ἐκπώμασι μεγάλοις. καί μοι δοκοῦσι λέγειν οὐ κακῶς οἱ φάσκοντες τὸ μέγα ποτήριον φρέαρ ἀργυροῦν εἶναι.’ ἐν τούτοις ἀγνοεῖν ἔοικεν ὁ Χαμαιλέων ὅτι οὔκ ἐστι μικρὸν τὸ παρ’ Ὁμήρῳ (Od. 9.346) διδόμενον τῷ Κύκλωπι ὑπ’ Ὀδυσσέως κισσύβιον.
v.3.p.5
οὐ γὰρ ἂν τρὶς πιὼν οὕτως κατηνέχθη ὑπὸ μέθης τηλικοῦτος ὤν. ἦν οὖν καὶ τότε μεγάλα ποτήρια, εἰ μὴ αἰτιάσεταί τις τὴν δύναμιν τοῦ οἴνου, ἣν αὐτὸς Ὅμηρος (Od. 9.208) ἐξηγήσατο, ἢ τὸ ἄηθες τῆς πόσεως τοῦ Κύκλωπος, ἐπεὶ τὰ πολλὰ ἐγαλακτοπότει. ἢ τάχα καὶ βαρβαρικὸν ἦν τὸ ἔκπωμα, εἴπερ μέγα ἦν, ἐκ τῆς Κικόνων εἰλημμένον λείας. τί οὖν ἔχομεν λέγειν περὶ τοῦ Νέστορος ποτηρίου, ὃ μόλις ἂν νέος βαστάσαι ἴσχυεν,
Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρε
Il. 11.637, περὶ οὗ καὶ αὐτοῦ διδάξει τι ἡμᾶς ὁ Πλούταρχος. ὥρα οὖν κατακλίνεσθαι.

καὶ κατακλιθέντων ‘ἀλλὰ μήν’, ὁ Πλούταρχος ἔφη, ‘κατὰ τὸν Φλιάσιον ποιητὴν Πρατίναν (fr. 3 B4).

  1. οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλ’ ἄσκαφον ματεύων,
κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓς χλευάζων Ἕρμιππος ὁ κωμῳδιοποιὸς ἐν τοῖς Ἰάμβοις φησίν (I 246 K)·
  1. εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην·
  2. εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ’ ὡραίαν πόλιν.
Ἡρακλεῶται δ’ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ κατοικοῦντες, ὥς φησι Νίκανδρος ὁ Θυατειρηνός, ὀνομασθῆναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖ συστρατευσαμένων. μνημονεύει δ’ αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος ἐν τῇ ἐπιγραφομένῃ Ἱστορίῃ λέγων οὕτως (FHG IV 491)· ‘Ἡρακλῆς λαβὼν Εὔρυτον καὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρ’ Εὐβοέων.
v.3.p.6
Κυλικρῆνας ἐξεπόρθησε λῃζομένους καὶ αὐτόθι πόλιν ἐδείματο Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην.’ Πολέμων δ’ ἐν τῷ πρώτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησιν οὕτως (fr. 56 Pr)· ‘τῆς δ’ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνος τῶν οἰκητόρων μεθ’ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἳ δ’ Ἀθαμᾶνες, ἀφ’ ὧν οἱ τόποι διαμένουσιν· οἷς οὐδὲ τῆς πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶται συνοικοῦσιν, ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται, ὅτι τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν.’

οἶδα δὲ καὶ Ἑλλάνικον ἐν Ἐθνῶν Ὀνομασίαις λέγοντα (FHG I 57) ὅτι Λιβύων τῶν Νομάδων τινὲς οὐδὲν ἄλλο κέκτηνται ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν, καὶ ὅτι οἰκίας ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρὰς ὅσον σκιᾶς ἕνεκα, ἃς καὶ περιφέρουσιν ὅπου ἂν πορεύωνται. πολλοῖς δὲ καὶ ὁ ἐν Ἰλλυριοῖς τόπος διαβόητός ἐστιν ὁ καλούμενος Κύλικες, παρ’ ᾧ ἐστι τὸ Κάδμου καὶ Ἁρμονίας μνημεῖον, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν (FHG I 345). καὶ Πολέμων δ’ ἐν τῷ περὶ τοῦ Μορύχου (fr. 75 Pr) ἐν Συρακούσαις φησὶν ἐπ’ ἄκρᾳ τῇ νήσῳ πρὸς τῷ Γῆς Ὀλυμπίας ἱερῷ ἐκτὸς τοῦ τείχους ἐσχάραν τινὰ εἶναι, ἀφ’ ἧς, φησί, τὴν κύλικα ναυστολοῦσιν ἀναπλέοντες μέχρι τοῦ γενέσθαι τὴν ἐπὶ τοῦ νεὼ τῆς Ἀθηνᾶς ἀόρατον ἀσπίδα· καὶ

v.3.p.7
οὕτως ἀφιᾶσιν εἰς τὴν θάλασσαν κεραμέαν κύλικα, καθέντες εἰς αὐτὴν ἄνθεα καὶ κηρία καὶ λιβανωτὸν ἄτμητον καὶ ἄλλα ἄττα μετὰ τούτων ἀρώματα.

ὁρῶν οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας (fr. 1 B4)·

  1. νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
  2. καὶ κύλικες· πλεκτοὺς δ’ ἀμφιτιθεῖ στεφάνους,
  3. ἄλλος δ’ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει·
  4. κρατὴρ δ’ ἕστηκεν μεστὸς ἐυφροσύνης·
  5. ἄλλος δ’ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν,
  6. μείλιχος ἐν κεράμοις, ἄνθεος ὀσδόμενος·
  7. ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι·
  8. ψυχρὸν δ’ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν.
  9. πάρκεινται δ’ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
  10. τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη·
  11. βωμὸς δ’ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται,
  12. μολπὴ δ’ ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
  13. χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
  14. εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις·
  15. σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
  16. πρήσσειν (ταῦτα γὰρ ὦν ἐστι προχειρότερον)
  17. οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο
  18. οἴκαδ’ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος.
    v.3.p.8
  19. ἀνδρῶν δ’ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ,
  20. ὡς οἱ μνημοσύνη, καὶ τὸν ὃς ἀμφ’ ἀρετῆς.
  21. οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων
  22. οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων,
  23. ἢ στάσιας σφεδανάς, τοῖς οὐδὲν χρηστὸν ἔνεστι,
  24. θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν.

  1. καὶ ὁ χαρίεις δ’ Ἀνακρέων φησίν (fr. 94 B4)·
  2. οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων
  3. νείκεα καὶ πόλεμον δακρυόεντα λέγῃ,
  4. ἀλλ’ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης
  5. συμμίσγων ἐρατῆς μνήσεται εὐφροσύνης.
καὶ Ἴων δὲ ὁ Χῖός φησιν (fr. 2 B)·
  1. χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε·
  2. ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες
  3. κιρνάντων προχύταισιν ἐν ἀργυρέοις· ὁ δὲ χρυσὸς
  4. οἶνον ἔχων χειρῶν νιζέτω εἰς ἔδαφος.
  5. σπένδοντες δ’ ἁγνῶς Ἡρακλέι τ’ Ἀλκμήνῃ τε,
  6. Προκλέι Περσείδαις τ᾽, ἐκ Διὸς ἀρχόμενοι,
  7. πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή,
  8. ὀρχείσθω τις, ἑκὼν δ’ ἄρχε φιλοφροσύνης.
  9. ὅντινα δ’ εὐειδὴς μίμνει θήλεια πάρευνος,
  10. κεῖνος τῶν ἄλλων κυδρότερον πίεται.
ἐποιοῦντο δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς
v.3.p.9
ὁμιλίας. ‘παραμυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν’ φησὶ Θεόφραστος ἐν τῷ περὶ Μέθης (fr. 120 W).

διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους (II 377 K),

  1. οἳ τῶν πέλας
  2. οὐδέν’ ἀδικοῦμεν οὐδέν. ἆρ’ οὐκ οἶσθ᾽ ὅτι
  3. τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν
  4. μόνον ἐστὶν ὑποκόρισμα τῆς ἀνθρωπίνης
  5. μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς
  6. φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἄν σοι φράσαι·
  7. ἔγνωκα γοῦν οὕτως ἐπισκοπούμενος
  8. εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,
  9. ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς αἰεὶ
  10. τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα
  11. ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους
  12. εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ᾽, ὃ δὴ
  13. ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ
  14. καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον
  15. τοῦτον ὃν ἀφεῖται, κἂν τύχῃ γ᾽, ἐράνου τινός,
  16. πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε.
καὶ κατὰ τὴν καλὴν οὖν Σαπφώ (fr. 5 B4)·
  1. ἐλθέ, Κύπρι,
  2. χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς
    v.3.p.10
  3. συμμεμιγμένον θαλίαισι νέκταρ
  4. οἰνοχοοῦσα
τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.

πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ (FHG II 68) διὰ τούτων· ‘ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δ’ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ.’ τοῦ δ᾽ ἐπιδέξια πίνειν μνημονεύει καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως (II 135 K)·

  1. τίνα δὴ παρεσκευασμένοι
  2. πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. Β. ὅντινα τρόπον
  3. ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ.
  4. Α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ,
  5. λέγειν ἐπὶ τῷ πίνοντι. Β. τὸν ἐπιδέξια
  6. λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.

παραιτητέον δ’ ἡμῖν τὰ κεράμεα ποτήρια. καὶ γὰρ Κτησίας ‘παρὰ Πέρσαις, φησίν (fr. 51 M), ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις χρῆται.’ Χοιρίλος δ’ ὁ ἐποποιός φησι (fr. 9 Ki)·

  1. χερσὶν ὄλβον ἔχω κύλικος τρύφος ἀμφὶς ἐαγός,
    v.3.p.11
  2. ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ
  3. πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς.
ἐγὼ δὲ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης (fr. 96 R) ‘αἱ Ῥοδιακαί, φησί, προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν.’ κἀν ἄλλῳ δὲ μέρει φησίν (fr. 97)· ‘αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου, κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων· ἀφ’ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω τὰσ μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.’