Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

οὐ δεῖ οὖν ἡμᾶς ἐκμανῶς πίνειν ἀποβλέποντας εἰς τὸ πλῆθος τῶν καλῶν τούτων καὶ παντοδαπῶν κατὰ τὰς τέχνας ἐκπωμάτων. τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ Εἰσαγωγικῇ περὶ ἀγαθῶν καὶ κακῶν Πραγματείᾳ τοῖς πλείστοις προσάπτειν. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δ᾽ ὀρτυγομανίαν. ‘τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ

v.3.p.12
τοὺς φιλόρνιθας ὀρνιθομανεῖς, τὸ αὐτὸ σημαινόντων τῶν ὀνομάτων τούτων. ὥστε καὶ τὰ λοιπὰ μὴ ἀλλοτρίως καλεῖσθαι τὸν τρόπον τοῦτον. καὶ γὰρ ὁ φίλοψος καὶ ὁ ὀψοφάγος οἷον ὀψομανής ἐστι καὶ ὁ φίλοινος οἰνομανὴς καὶ ὡσαύτως ἐπὶ τῶν ὁμοίων, οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐπ’ αὐτοῖς ὡς ἁμαρτάνουσι μανικῶς καὶ τῆς ἀληθείας ἐπὶ πλεῖστον ἀπαρτωμένοις.’

ἡμεῖς οὖν, ὡς καὶ παρ’ Ἀθηναίοις ἐγίνετο, ἅμα ἀκροώμενοι τῶν γελωτοποιῶν τούτων καὶ μίμων, ἔτι δὲ τῶν ἄλλων τεχνιτῶν ὑποπίνωμεν. λέγει δὲ περὶ τούτων ὁ Φιλόχορος οὑτωσί (FHG I 411)· ‘Ἀθηναῖοι τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον ἐπὶ τὴν θέαν καὶ ἐστεφανωμένοι ἐθεώρουν, παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ᾠνοχοεῖτο καὶ τραγήματα παρεφέρετο, καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν καὶ διηγωνισμένοις ὅτ᾽ ἐξεπορεύοντο ἐνέχεον πάλιν· μαρτυρεῖν δὲ τούτοις καὶ Φερεκράτη τὸν κωμικόν (I 202 K), ὅτι μέχρι τῆς καθ’ ἑαυτὸν ἡλικίας οὐκ ἀσίτους εἶναι τοὺς θεωροῦντας.’ Φανόδημος δὲ (FHG I 368) πρὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτ’ αὐτοὺς προσφέρεσθαι· ὅθεν καὶ Λιμναῖον κληθῆναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον. διόπερ ὀνομασθῆναι τὰς πηγὰς Νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. ἡσθέντες οὖν τῇ κράσει ἐν ᾠδαῖς ἔμελπον τὸν

v.3.p.13
Διόνυσον, χορεύοντες καὶ ἀνακαλοῦντες Εὔαν τε καὶ Διθύραμβον καὶ Βακχευτὰν καὶ Βρόμιον. καὶ Θεόφραστος δ’ ἐν τῷ περὶ Μέθης (fr. 121 W) φησὶν ὅτι ‘τοῦ Διονύσου τροφοὶ αἱ Νύμφαι κατ’ ἀλήθειαν. αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δακρύουσι.’ διόπερ καὶ Εὐριπίδης ἕνα τῶν τοῦ Ἡλίου ἵππων φησὶν εἶναι (fr. 896 N)
  1. Βακχίου φιλανθέμου
  2. Αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς·
  3. ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
καὶ Ὀδυσσεὺς ὤπασεν Od. 9.208
  1. μελιηδέα οἶνον ἐρυθρόν,
  2. ἓν δέπας ἐμπλήσας, ὕδατος δ’ ἀνὰ εἴκοσι μέτρα
  3. χεῦ᾽· ὀδμὴ δ’ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει.
Τιμόθεος δ’ ἐν Κύκλωπι (fr. 5 B4)·
  1. ἔγχευε δ’ ἓν μὲν δέπας κίσσινον μελαίνας
  2. σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον·
  3. εἴκοσιν δὲ μέτρ’ ἐνέχευ᾽, ἀναμίσγων
  4. αἷμα Βακχίου νεορρύτοισι δακρύοισι Νυμφᾶν.

οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιαλείας, ὃς καὶ ἀποθνῄσκων

v.3.p.14
οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδ’ ἔστ᾽, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός,
  1. ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον
ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,
  1. τῶν προτέρων πάντων πλείονα πασάμενος.
τοῦτο δ’ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων (FHG IV 411). Ξενοφῶν δ’ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα (c. 8, 18)· ‘καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται· ἢν δ’ ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια.’ ὁ δὲ Οἰδίπους δι’ ἐκπώματα τοῖς υἱοῖς κατηράσατο, ὡς ὁ τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ὃ ἀπηγορεύκει, λέγων οὕτως (fr. 2 Ki)·
  1. αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης
  2. πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν
  3. ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα
  4. χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου.
  5. αὐτὰρ ὅ γ’ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο
  6. τιμήεντα γέρα, μέγα οἳ κακὸν ἔμπεσε θυμῷ,
  7. αἶψα δὲ παισὶν ἑοῖσι μετ’ ἀμφοτέροισιν ἐπαρὰς
  8. ἀργαλέας ἠρᾶτο (θεῶν δ’ οὐ λάνθαν’ Ἐρινύν),
  9. ὡς οὔ οἱ πατρώι’ ἐνηέι ἐν φιλότητι
  10. δάσσαιντ᾽, ἀμφοτέροισι δ’ αἰεὶ πόλεμοί τε μάχαι τε ...
    v.3.p.15

  1. Καικίλιος δὲ ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς ἐν τῷ
περὶ Ἱστορίας (fr. 51 Burckh) Ἀγαθοκλέα φησὶ τὸν τύραννον ἐκπώματα χρυσᾶ ἐπιδεικνύντα τοῖς ἑταίροις φάσκειν, ἐξ ὧν ἐκεράμευσε κατεσκευακέναι ταῦτα. ὁ δὲ παρὰ Σοφοκλεῖ ἐν τοῖς Λαρισαίοις Ἀκρίσιος καὶ αὐτὸς ἐκπώματα ὅσα πλεῖστα εἶχεν, ὥς φησιν ὁ τραγικός (fr. 348 N)·
  1. πολὺν δ’ ἀγῶνα παγξενεὶ κηρύσσεται,
  2. χαλκηλάτους λέβητας ἐκτιθεὶς φέρειν
  3. καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα
  4. ἐκπώματ᾽, εἰς ἀριθμὸν ἑξήκοντα δίς.
Ποσειδώνιος δ’ ἐν ιϚʹ τῶν Ἱστοριῶν (FHG III 259) Λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα ἐπὶ δεῖπνον Ἵμερον τὸν τυραννήσαντα οὐ μόνον Βαβυλωνίων ἀλλὰ καὶ Σελευκέων μετὰ τριακοσίων, μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστῳ τῶν τριακοσίων ἔκπωμα δοῦναι ἀργυροῦν, καὶ σπονδοποιησάμενον προπιεῖν ἅμα πᾶσιν· καὶ ἀποφέρεσθαι ἔδωκε τὰ ποτήρια. Ἀντικλείδης δ’ ὁ Ἀθηναῖος ἐν τῷ ιϚʹ Νόστων (scr. Al. M. p. 148 M) περὶ Γρᾶ διηγούμενος τοῦ τὴν ἀποικίαν εἰς Λέσβον στείλαντος σὺν ἄλλοις βασιλεῦσι, καὶ ὅτι χρησμὸς ἦν αὐτοῖς δηλώσας καθεῖναι διαπλέοντας τῷ Ποσειδῶνι εἰς τὸ πέλαγος παρθένον, γράφει καὶ ταῦτα· ‘μυθολογοῦσι δὲ περὶ τῶν ἐν Μηθύμνῃ τινὲς περὶ τῆς ἀφεθείσης εἰς τὴν θάλασσαν παρθένου καὶ φασὶν ἐρασθέντα αὐτῆς τῶν ἡγεμόνων τινά, ᾧ ἦν τοὔνομα Ἔναλος, ἐκκολυμβῆσαι βουλόμενον ἀνασῶσαι τὴν
v.3.p.16
παιδίσκην. τότε μὲν οὖν ὑπὸ κύματος αὐτοὺς ἀμφοτέρους κρυφθέντας ἀφανεῖς γενέσθαι, χρόνῳ δ’ ὕστερον ἤδη τῆς Μηθύμνης οἰκουμένης παραγενέσθαι τὸν Ἔναλον καὶ διηγεῖσθαι τὸν τρόπον, καὶ ὅτι ἡ μὲν παρθένος παρὰ ταῖς Νηρῇσι διέτριβεν, αὐτὸς δὲ τὰς τοῦ Ποσειδῶνος ἔβοσκεν ἵππους· καί ποτε καὶ κύματος ἐπιφερομένου μεγάλου συγκολυμβήσαντα αὐτὸν ἐκβῆναι ἔχοντα κύπελλον χρυσοῦ οὕτω θαυμασίου ὡς τὸν παρ’ αὐτοῖς αὐτῷ παραβαλλόμενον οὐδὲν διάφορον εἶναι χαλκοῦ.’

τιμιώτατον δ’ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεὺς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας, ‘οὐδέ τις ἄλλος οὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διί ( Il. 16.225).’ καὶ ὁ Πρίαμος δὲ τὸν υἱὸν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές (Il. 24.234). αὐτός γε μὴν ὁ Ζεὺς τῆς Ἡρακλέους γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν,

  1. ἃ δ’ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα
ποτήριον. τὸν δὲ Ἥλιον ὁ Στησίχορος (fr. 8) ποτηρίῳ διαπλεῖν φησι τὸν ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ
v.3.p.17
τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, ὃ σοφίας ἆθλον ὁ Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων ζʹ σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ καὶ κεραμεύουσι· πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον· ‘χρυσέοις’ γοῦν ‘δεπάεσσιν ἀλλήλους’ δεξιοῦνται (Il. 4.3). ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.

ὅτι διὰ σπουδῆς εἶχον οἱ ἀρχαῖοι ἐγκόλαπτον ἱστορίαν ἔχειν ἐν ἐκπώμασιν. ἐν ταύτῃ δὲ τῇ τέχνῃ εὐδοκίμησαν Κίμων καὶ Ἀθηνοκλῆς. ἐχρῶντο δὲ καὶ λιθοκολλήτοις ἐκπώμασι. Μένανδρος δέ πού φησι (fr. 977 K) καὶ ποτήριον τορνευτὸν καὶ τορευτά. Ἀντιφάνης (II 115 K)·

  1. ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς
  2. ἀφρῷ σκιὰ καὶ χρυσοκόλλητον δέπας
  3. μεστὸν κύκλῳ χορεῦον ἕλκουσι γνάθοις
  4. ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον
  5. τἄνω κάτω δεικνύντες.
φησὶ πρός τινα Νικόμαχος (III 389 K)·
  1. ὦ χαῖρε χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν.
Φιλιππίδης (III 309 K)·
  1. τὰ ποτήρι’ ἂν ἴδῃς τὰ παρεσκευασμένα·
  2. ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν,
    v.3.p.18
  3. ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών.
  4. κρατῆρες ἀργυροῖ, κάδοι καὶ μείζους ἐμοῦ ...
  5. ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς
Ἀλέξανδρον Ἐπιστολαῖς τὰ Περσικὰ λάφυρα ‘ποτηρίων, φησί, χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ογʹ, μναῖ νβʹ. ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια νϚʹ, μναῖ λδʹ.’

ἔθος δ’ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθ’ ὃ τὸν οἶνον. Ξενοφάνης (fr. 4 B)·

  1. οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
  2. ἐγχέας, ἀλλ’ ὕδωρ καὶ καθύπερθε μέθυ.
Ἀνακρέων (fr. 62 B4)·
  1. φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ,
  2. φέρε δ᾽ ἀνθεμεῦντας ἡμῖν
  3. στεφάνους ἔνεικον, ὡς δὴ
  4. πρὸς Ἔρωτα πυκταλίζω.
πρὸ δὲ τούτων Ἡσίοδος (op. 593)·
  1. κρήνης τ’ ἀενάου καὶ ἀπορρύτου, ἥτ’ ἀθόλωτος,
  2. τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
Θεόφραστος (om. Wimm)· ‘ἐπεὶ καὶ τὰ περὶ τὴν κρᾶσιν ἐναντίως εἶχε τὸ παλαιὸν τῷ νῦν παρ᾽ Ἕλλησιν ὑπάρχοντι. οὐ γὰρ τὸ ὕδωρ ἐπὶ τὸν οἶνον ἐπέχεον, ἀλλ’ ἐπὶ τὸ ὕδωρ τὸν οἶνον, ὅπως ἐν τῷ πίνειν ὑδαρεστέρῳ χρῷντο τῷ ποτῷ καὶ τούτου ποιησάμενοι τὴν
v.3.p.19
ἀπόλαυσιν ἧττον ὀρέγοιντο τοῦ λοιποῦ. καὶ τὸ πλεῖστον δὲ εἰς τοὺς κοττάβους κατανήλισκον.’

ἔνδοξοι δὲ τορευταὶ Ἀθηνοκλῆς, Κράτης, Στρατόνικος, Μυρμηκίδης ὁ Μιλήσιος, Καλλικράτης ὁ Λάκων καὶ Μῦς, οὗ εἴδομεν σκύφον Ἡρακλεωτικὸν τεχνικῶς ἔχοντα Ἰλίου ἐντετορευμένην πόρθησιν, ἔχοντα ἐπίγραμμα τόδε·

  1. γραμμαὶ Παρρασίοιο, τέχνα Μυός. ἐμμὶ δὲ ἔργον
  2. Ἰλίου αἰπεινᾶς, ἃν ἕλον Αἰακίδαι.

ὅτι κλεινοὶ λέγονται παρὰ Κρησὶν οἱ ἐρώμενοι. σπουδὴ δὲ αὐτοῖς παῖδας ἁρπάζειν· καὶ τοῖς καλοῖς παρ’ αὐτοῖς ἄδοξόν ἐστιν ἐραστοῦ μὴ τυχεῖν. καλοῦνται δὲ οἱ ἁρπασθέντες παρασταθέντες. διδόασι δὲ τῷ ἁρπασθέντι στολὴν καὶ βοῦν καὶ ποτήριον· ἣν καὶ πρεσβύτεροι γενόμενοι φέρουσιν, ἵνα δῆλοι ὦσι κλεινοὶ γενόμενοι.

  1. ὁρᾷς δ᾽, ὅταν πίνωσιν ἄνθρωποι, τότε
  2. πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας,
  3. εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους (Arist. Eq. 92).
αὔξει γὰρ καὶ τρέφει μεγαλύνει τε τὴν ψυχὴν ἡ ἐν τοῖς πότοις διατριβή, ἀναζωπυροῦσα καὶ ἀνεγείρουσα μετὰ φρονήσεως τὸν ἑκάστου νοῦν, ὥς φησιν ὁ Πίνδαρος (fr. 218)·
  1. ἁνίκ’ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι
  2. στηθέων ἔξω, πελάγει δ’ ἐν πολυχρύσοιο πλούτου
  3. πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτάν·
  4. ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ’ αὖ πλουτέοντες ...
    v.3.p.20
εἶτ’ ἐπάγει·
  1. ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.

ΑΓΚΥΛΗ ποτήριον πρὸς τὴν τῶν κοττάβων παιδιὰν χρήσιμον. Κρατῖνος (I 93 K)·

  1. πιεῖν δὲ θάνατος οἶνον, ἂν ὕδωρ ἐπῇ.
  2. ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χοᾶς
  3. πίνουσ’ ἀπ’ ἀγκύλης, ἐπονομάζουσ’ ἅμα
  4. ἵησι λάταγας τῷ Κορινθίῳ πέει.
καὶ Βακχυλίδης (fr. 24 B)·
  1. εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖς νεανίαις,
  2. λευκὸν ἀντείνουσα πῆχυν.
ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρ’ Αἰσχύλῳ (fr. 179 N) ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα ἄλλα· ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός. καὶ ἡ κύλιξ δὲ ἡ ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἢ ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. καὶ οἴκους δὲ ἐπιτηδείους κατεσκεύαζον εἰς ταύτην τὴν παιδιάν.

  1. ὅτι παρὰ Τιμαχίδᾳ ΑΙΑΚΙΣ ἡ κύλιξ καλεῖται.
  2. ΑΚΑΤΟΣ ποτήριον ἐοικὸς πλοίῳ. Ἐπικράτης (II 286 K)·
    v.3.p.21
  3. κατάβαλλε τἀκάτια, τὰ κυμβία
  4. αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου
  5. ἄνελκε τὴν γραῦν, τὴν νέαν δ’ ἐπουρίσας
  6. πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποοῦ
  7. καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.
  8. ΑΩΤΟΝ παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμφιλος.
Φιλητᾶς δὲ (fr. 39 Bach) ποτήριον οὖς οὐκ ἔχον.

ΑΡΟΚΛΟΝ ἡ φιάλη παρὰ τῷ Κολοφωνίῳ Νικάνδρῳ (fr. 129 Schn).

ΑΛΕΙΣΟΝ καὶ ΔΕΠΑΣ τὸ αὐτό. Ὅμηρος ἐν Ὀδυσσείᾳ περὶ Πεισιστράτου (Od. 3.40)· ‘ἐν δ’ οἶνον ἔχευε χρυσείῳ δέπαι.’ εἶτα παρακατιὼν τὸ αὐτό (v. 50)· ‘τούνεκα σοὶ δώσω χρύσειον ἄλεισον.’ καὶ ἑξῆς τὸ αὐτὸ πάλιν (v. 63)· ‘δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας.’ φησὶν οὖν Ἀσκληπιάδης ὁ Μυρλεανός· ‘δοκεῖ μοι φιαλῶδες εἶναι τὸ δέπας· σπένδουσι γὰρ ἐν αὐτῷ. λέγει γοῦν Ὅμηρος ( Il. 16.225) δέπας, δι’ οὗ Διὶ μόνῳ σπένδεσκεν Ἀχιλλεύς. καλεῖται δὲ δέπας ἤτοι ὅτι δίδοται πᾶσι τοῖς σπένδειν βουλομένοις εἴτε καὶ τοῖς πίνειν, ἢ ὅτι δύο ὦπας εἶχε· ταῦτα δὲ ἂν εἴη τὰ ὦτα. τὸ δὲ ἄλεισον ἤτοι ἀπὸ τοῦ ἄγαν λεῖον εἶναι ἢ ὅτι ἁλίζεται ἐν αὐτῷ τὸ ὑγρόν. ὅτι δὲ δύο ὦτα εἶχε δῆλον· Od. 23.9

  1. ἦτοι ὃ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε
  2. χρύσεον ἄμφωτον.
ἀμφικύπελλον δὲ λέγων αὐτὸ οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι ἦν ἀμφίκυρτον.’ Σιληνὸς δὲ ἀμφικύπελλόν φησι τὸ μὴ ἔχον ὦτα. ἄλλοι δὲ τὴν ἀμφὶ ἀντὶ τῆς περὶ
v.3.p.22
εἶναι, ἵν’ ᾖ περίποτον, τὸ πανταχόθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια· κυφὸν γὰρ εἶναι τὸ κυρτόν. Ἀνίκητος δὲ τὸ μὲν κύπελλόν φησι φιάλην εἶναι, τὸ δ’ ἀμφικύπελλον ὑπερφίαλον, τὸ ὑπερήφανον καὶ καλόν. εἰ μὴ ἄρα τὸ ποικίλον τῇ κατασκευῇ ἄλεισον θέλει τις ἀκούειν, ἔξω λειότητος ὄν. Πείσανδρος δέ φησιν (om. Kinkel) Ἡρακλέα Τελαμῶνι τῆς ἐπὶ Ἴλιον στρατείας ἀριστεῖον ἄλεισον δοῦναι.

ὅτι ἐστὶ ποτήριον ΑΜΑΛΘΕΙΑΣ ΚΕΡΑΣ καὶ ΕΝΙΑΥΤΟΣ καλούμενον.

ΑΜΦΩΞΙΣ ξύλινον ποτήριον, ᾧ χρῆσθαι τοὺς ἀγροίκους Φιλητᾶς φησι (fr. 35 Bach), τοὺς ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας.

ΑΜΥΣΤΙΣ. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δ’ οὕτω καὶ τὰ ποτήρια, ἀφ’ ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ἐφ᾽ ἓν πνεῦμα πιεῖν, ὡς ὁ κωμικὸς Πλάτων (I 654 K)·

  1. λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ
  2. ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος·
  3. ἔπειτ’ ἄκρατον κοὐ τεταργανωμένον
  4. ἔπινε κἀξημύστισεν.
ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένον πρὸς ὠκύτητα χρόνου. ὡς Ἀμειψίας (I 676 K)·
v.3.p.23
  1. αὔλει μοι μέλος·
  2. σὺ δ’ ᾆδε πρὸς τήνδ᾽, ἐκπίομαι δ’ ἐγὼ τέως.
  3. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε.
  4. Β. οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον,
  5. ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.

ΑΝΤΙΓΟΝΙΣ ἔκπωμα ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου, ὡς ἀπὸ Σελεύκου ΣΕΛΕΥΚΙΣ καὶ ἀπὸ Προυσίου ΠΡΟΥΣΙΑΣ.

  1. ΑΝΑΦΑΙΑ ἡ θερμοποτὶς παρὰ Κρησίν.
  2. ΑΡΥΒΑΛΛΟΣ ποτήριον κάτωθεν εὐρύτερον, ἄνω δὲ
συνηγμένον, ὡς τὰ συσπαστὰ βαλάντια, ἃ καὶ αὐτὰ διὰ τὴν ὁμοιότητα ἀρυβάλλους τινὲς καλοῦσιν. Ἀριστοφάνης Ἱππεῦσι (1094)·
  1. κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
  2. ἀμβροσίαν.
οὐ πόρρω δέ ἐστι τοῦ ἀρυστίχου ὁ ἀρύβαλλος, ἀπὸ τοῦ ἀρύτειν καὶ βάλλειν. λέγουσι δὲ καὶ πρόχουν ἄρυστιν. Σοφοκλῆς (fr. 697 N)·
  1. κακῶς σὺ πρὸς θεῶν ὀλουμένη,
  2. ἣ τὰς ἀρύστεις ὧδ’ ἔχουσ’ ἐκώμασας.
ἐστὶ δὲ καὶ πόλις Ἰώνων Ἄρυστις.

ΑΡΓΥΡΙΣ εἶδος ποτηρίου, οὐ μόνον ἐξ ἀργύρου. Ἀναξίλας (II 275 K)·

  1. καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.

ΒΑΤΙΑΚΙΟΝ, λαβρώνιος, τραγέλαφος, πρίστις, ποτηρίων ὀνόματα. Περσικὴ δὲ φιάλη ἡ βατιάκη.

v.3.p.24
Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἐν ταῖς Ἐπιστολαῖς ταῖς πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ σατράπας φέρεταί τις ἐπιστολὴ ἐν ᾗ ταῦτα γέγραπται· ‘βατιάκαι ἀργυραῖ κατάχρυσοι τρεῖς. κόνδυα ἀργυρᾶ ροϚʹ· τούτων ἐπίχρυσα λγʹ. τισιγίτης ἀργυροῦς εἷς. μύστροι ἀργυροῖ κατάχρυσοι λβʹ. λαγυνοθήκη ἀργυρᾶ μία. οἰνοφόρον βαρβαρικὸν ἀργυροῦν ποικίλον ἕν. ἄλλα ποτήρια παντοδαπὰ μικρὰ κθʹ, ἄλλα ποτήρια μικρά ῥυτὰ καὶ βατιάκαι Λυκιουργεῖς ἐπίχρυσοι καὶ θυμιατήρια καὶ τρυβλία.’

ΒΗΣΣΑ ποτήριον παρ’ Ἀλεξανδρεῦσι πλατύτερον ἐκ τῶν κάτω μερῶν, ἐστενωμένον ἄνωθεν.

ΒΑΥΚΑΛΙΣ. ἐν Ἀλεξανδρείᾳ καὶ αὕτη, ὡς Σώπατρος ὁ παρῳδός·

  1. βαυκαλὶς ἡ τετράκυκλος.
καὶ πάλιν
  1. νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου
  2. καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς
  3. κραιπαλοβόσκου δίψης κατόχοις.
κατασκευάζουσι δέ, φησίν, οἱ ἐν Ἀλεξανδρείᾳ τὴν ὕαλον μεταρρυθμίζοντες πολλαῖς καὶ ποικίλαις ἰδέαις ποτηρίων, παντὸς τοῦ πανταχόθεν κατακομιζομένου κεράμου τὴν ἰδέαν μιμούμενοι. Λύσιππον τὸν ἀνδριαντοποιόν φασι Κασάνδρῳ χαριζόμενον, ὅτε συνῴκισε τὴν Κασάνδρειαν, φιλοδοξοῦντι καὶ βουλομένῳ ἴδιόν
v.3.p.25
τινα εὑρέσθαι κέραμον διὰ τὸ πολὺν ἐξάγεσθαι τὸν Μενδαῖον οἶνον ἐκ τῆς πόλεως, φιλοτιμηθῆναι καὶ πολλὰ καὶ παντοδαπὰ γένη παραθέμενον κεραμίων ἐξ ἑκάστου ἀποπλασάμενον ἴδιον ποιῆσαι πλάσμα.

ΒΙΚΟΣ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ (c. 9, 25)· ‘Κῦρος ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς.’ ἐστὶ δὲ φιαλῶδες ποτήριον κατὰ τὸν Παριανὸν Πολυδεύκην.

ΒΟΜΒΥΛΙΟΣ, θηρίκλειον Ῥοδιακόν, οὗ περὶ τῆς ἰδέας Σωκράτης φησίν· ‘οἱ μὲν ἐκ φιάλης πίνοντες ὅσον θέλουσι τάχιστ᾽ ἀπαλλαγήσονται, οἱ δ’ ἐκ βομβυλιοῦ κατὰ μικρὸν στάζοντος ...’ ἐστὶ δὲ καὶ ζῷόν τι.

ΒΡΟΜΙΑΔΕΣ, ἔκπωμα ὅμοιον τοῖς μακροτέροις τῶν σκύφων.

ΓΡΑΜΜΑΤΙΚΟΝ ΕΚΠΩΜΑ τὸ γράμματα ἔχον ἐγκεχαραγμένα. Ἄλεξις (II 397 K)·

  1. τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι
  2. πρώτιστον. ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ,
  3. παλαιόν, ὦτα συντεθλασμένον σφόδρα,
  4. ἔχον κύκλῳ τε γράμματ᾽. Β. ἆρά γ’ ἕνδεκα
  5. χρυσᾶ ‘Διὸς σωτῆρος’; Α. οὐκ ἄλλου μὲν οὖν.
τοιοῦτον εἴδομεν ποτήριον γραμματικὸν ἀνακείμενον ἐν Καπύῃ τῆς Καμπανίας τῇ Ἀρτέμιδι, ἀργυροῦν, ἐκ τῶν Ὁμηρικῶν ἐπῶν κατεσκευασμένον καὶ ἐντετυπωμένα ἔχον τὰ ἔπη χρυσοῖς γράμμασιν, ὡς τὸ Νέστορος ὄν.
v.3.p.26
Ἀχαιὸς δ’ ὁ τραγικὸς ἐν Ὀμφάλῃ καὶ αὐτὸς περὶ γραμματικοῦ ποτηρίου ποιεῖ τοὺς Σατύρους τάδε λέγοντας (fr. 33 N)·
  1. ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι
  2. τὸ γράμμα φαίνων, δέλτ᾽, ἰῶτα καὶ τρίτον
  3. οὖ, νῦ τό τ’ ὖ πάρεστι, κοὐκ ἀπουσίαν
  4. ἐκ τοὐπέκεινα σὰν τό τ’ οὖ κηρύσσετον.
ἐν τούτοις λείπει τὸ ὖ στοιχεῖον, ἐπεὶ πάντες οἱ ἀρχαῖοι τῷ οὖ ἀπεχρῶντο οὐ μόνον ἐφ’ ἧς νῦν τάττεται δυνάμεως, ἀλλὰ καὶ ὅτε τὴν δίφθογγον ἔδει σημαίνειν διὰ τοῦ οὖ μόνου γράφουσι. παραπλησίως δὲ καὶ τὸ εἶ γράφουσιν καὶ ὅταν καθ’ αὑτὸ μόνον ἐκφωνῆται καὶ ὅταν συζευγνυμένου τοῦ ἰῶτα. κἀν τοῖς προκειμένοις οὖν οἱ Σάτυροι τοῦ Διονύσου τὴν τελευταίαν συλλαβὴν διὰ τοῦ οὖ μόνου ὡς βραχέος ἐγκεχαραγμένου ἐδήλωσαν ὅτι συνυπακούεσθαι δεῖ καὶ τὸ ὖ, ἵν’ ᾖ Διονύσου. τὸ δὲ σὰν ἀντὶ τοῦ σίγμα Δωρικῶς εἰρήκασιν. οἱ γὰρ μουσικοί, καθάπερ πολλάκις Ἀριστόξενός φησι, τὸ σίγμα λέγειν παρῃτοῦντο διὰ τὸ σκληρόστομον εἶναι καὶ ἀνεπιτήδειον αὐλῷ· τὸ δὲ ῥῶ διὰ τὸ εὔκολον πολλάκις παραλαμβάνουσι. καὶ τοὺς ἵππους τοὺς τὸ Σ ἐγκεχαραγμένον ἔχοντας σαμφόρας καλοῦσιν. Ἀριστοφάνης Νεφέλαις (122)·
  1. οὔτ’ αὐτὸς οὔθ’ ὁ ζύγιος οὔθ’ ὁ σαμφόρας.
καὶ Πίνδαρος δέ φησι (fr. 79 B4).
  1. πρὶν μὲν ἧρπε σχοινοτένειά τ’ ἀοιδὰ
  2. καὶ τὸ σὰν κίβδηλον ἀπὸ στομάτων.
    v.3.p.27
μνημονεύει δὲ τοῦ γραμματικοῦ ἐκπώματος ὡς οὕτως καλουμένου Εὔβουλος ἐν Νεοττίδι οὕτως (II 188 K)·
  1. μισῶ κάκιστον γραμματικὸν ἔκπωμ’ ἀεί.
  2. ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο
  3. ἔχων φιάλιον τῷδε. Β. πολλὰ γίνεται
  4. ὅμοια.

ΓΥΑΛΑΣ. Φιλητᾶς ἐν Ἀτάκτοις (fr. 41 Bach) Μεγαρέας οὕτω φησὶ καλεῖν τὰ ποτήρια, γυάλας. Παρθένιος δ᾽ ὁ τοῦ Διονυσίου ἐν αʹ περὶ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων ζητουμένων φησί· ‘γυάλας ποτηρίου εἶδος, ὡς Μαρσύας γράφει ὁ ἱερεὺς τοῦ Ἡρακλέους οὕτως (scr. Al. M. p. 45)· ‘ὅταν εἰσίῃ ὁ βασιλεὺς εἰς τὴν πόλιν, ὑπαντᾶν οἴνου πλήρη γυάλαν ἔχοντά τινα, τὸν δὲ λαβόντα σπένδειν’.’