Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Δαρεῖος δὲ ὁ τοὺς μάγους ἀνελὼν ἐπιγεγραμμένον εἶχεν ἐπὶ τοῦ μνήματος· ‘ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς.’ Κτησίας δὲ παρ’ Ἰνδοῖς φησιν (fr. 55 M) οὐκ εἶναι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δὲ Πέρσαις τῷ βασιλεῖ ἐφίεται μεθύσκεσθαι μιᾷ ἡμέρᾳ, ἐν ᾗ θύουσι τῷ Μίθρῃ. γράφει δὲ οὕτως περὶ τούτου Δοῦρις ἐν τῇ ἑβδόμῃ τῶν ἱστοριῶν (FHG II 472)· ‘ἐν μόνῃ τῶν ἑορτῶν τῶν ἀγομένων ὑπὸ Περσῶν τῷ Μίθρῃ βασιλεὺς μεθύσκεται καὶ τὸ Περσικὸν ὀρχεῖται· τῶν δὲ λοιπῶν οὐδεὶς κατὰ τὴν Ἀσίαν, ἀλλὰ πάντες ἀπέχονται κατὰ τὴν ἡμέραν ταύτην τῆς ὀρχήσεως. Πέρσαι γὰρ ὥσπερ ἱππεύειν οὕτω καὶ ὀρχεῖσθαι μανθάνουσι καὶ νομίζουσι τὴν ἐκ τῆς ἐργασίας ταύτης κίνησιν ἐμμελῆ τινα λαμβάνειν γυμνασίαν τῆς τοῦ σώματος ῥώμης.’ εἰς τοσοῦτον δὲ Ἀλέξανδρος ἐμέθυεν, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν ἱστορικοῖς ὑπομνήμασιν (FHG IV 357), ὡς καὶ ἐπὶ ὄνων ἅρματος κωμάζειν· ἐποίουν δὲ τοῦτο, φησί, καὶ οἱ τῶν Περσῶν βασιλεῖς· μήποτ’ οὖν διὰ τοῦτο οὐδὲ πρὸς τὰ ἀφροδίσια εἶχεν ὁρμήν· ἐξυδαροῦσθαι γάρ φησιν ὁ Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς

v.2.p.446
προβλήμασι (cf. Rose Ar. ps. p. 236) τῶν τοιούτων τὴν γονήν· Ἱερώνυμός τε ἐν ταῖς Ἐπιστολαῖς (fr. 10 Hill) Θεόφραστόν φησι λέγειν ὅτι Ἀλέξανδρος οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια. Ὀλυμπιάδος γοῦν καὶ παρανακλινάσης αὐτῷ Καλλιξείναν τὴν Θετταλὴν ἑταίραν περικαλλεστάτην οὖσαν, συνειδότος τοῦτο καὶ τοῦ Φιλίππου (εὐλαβοῦντο γὰρ μὴ γύννις εἴη), πολλάκις ᾔτει αὐτῇ τὸν Ἀλέξανδρον συγγενέσθαι.

καὶ Φίλιππος δ’ ὁ τοῦ Ἀλεξάνδρου πατὴρ φιλοπότης ἦν, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν (FHG I 308). κἀν ἄλλῳ δὲ μέρει τῆς ἱστορίας (p. 329) γράφει· ‘Φίλιππος ἦν τὰ μὲν φύσει μανικὸς καὶ προπετὴς ἐπὶ τῶν κινδύνων, τὰ δὲ διὰ μέθην· ἦν γὰρ πολυπότης καὶ πολλάκις μεθύων ἐξεβοήθει.’ ἐν δὲ τῷ τρίτῃ καὶ πεντηκοστῇ περὶ τῶν ἐν Χαιρωνείᾳ γενομένων εἰπὼν καὶ ὡς ἐπὶ δεῖπνον ἐκάλεσε τοὺς παραγενομένους τῶν Ἀθηναίων πρέσβεις φησίν (ib. 323)· ‘ὁ δὲ Φίλιππος ἀποχωρησάντων ἐκείνων εὐθέως μετεπέμπετό τινας τῶν ἑταίρων, καλεῖν δ’ ἐκέλευε τὰς αὐλητρίδας καὶ Ἀριστόνικον τὸν κιθαρῳδὸν καὶ Δωρίωνα τὸν αὐλητὴν καὶ τοὺς ἄλλους τοὺς εἰθισμένους αὐτῷ συμπίνειν· περιήγετο γὰρ πανταχοῦ τοὺς τοιούτους ὁ Φίλιππος καὶ κατασκευασάμενος ἦν ὄργανα πολλὰ συμποσίου καὶ συνουσίας. ὢν γὰρ φιλοπότης καὶ τὸν τρόπον ἀκόλαστος καὶ βωμολόχους εἶχε περὶ αὑτὸν συχνοὺς καὶ τῶν περὶ τὴν μουσικὴν ὄντων καὶ τῶν τὰ γέλοια λεγόντων. πιὼν δὲ τὴν νύκτα πᾶσαν

v.2.p.447
καὶ μεθυσθεὶς πολὺ καὶ πατάξας ἀφεὶς ἅπαντας τοὺς ἄλλους ἀπαλλάττεσθαι ἤδη πρὸς ἡμέραν ἐκώμαζεν ὡς τοὺς πρέσβεις τοὺς τῶν Ἀθηναίων.’ Καρύστιος δὲ ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν (FHG IV 357) ‘ὅτε, φησί, μεθύειν προῃρεῖτο Φίλιππος, τοῦτ’ ἔλεγε ‘χρὴ πίνειν· Ἀντίπατρος γὰρ ἱκανός ἐστι νήφων.’ κυβεύοντος δέ ποτε αὐτοῦ καί τινος ἀγγείλαντος ὡς Ἀντίπατρος πάρεστι, διαπορήσας ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα.’

φιλοπότας δὲ καὶ μεθύσους καταλέγει Θεόπομπος Διονύσιον τὸν νεώτερον, Σικελίας τύραννον, ὃν καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διαφθαρῆναι. Ἀριστοτέλης δ’ ἐν τῇ Συρακοσίων Πολιτείᾳ (p. 528 R) καὶ συνεχῶς φησιν αὐτὸν ἔσθ’ ὅτε ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν· διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις. Θεόφραστος δέ φησι καὶ τοὺς ἑταίρους αὐτοῦ κολακεύοντας τὴν τυραννίδα προσποιεῖσθαι μὴ βλέπειν καὶ ὑπ’ αὐτοῦ τοῦ Διονυσίου χειραγωγεῖσθαι καὶ μήτε τὰ παρατιθέμενα τῶν ἐδεσμάτων μήτε τὰς κύλικας ὁρᾶν· διὸ κληθῆναι Διονυσιοκόλακας. ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος ὁ τυραννήσας Συρακοσίων καὶ Ἀπολλοκράτης· Διονυσίου δὲ τοῦ προτέρου οὗτοι υἱοί, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῇ μʹ κἀν τῇ ἑξῆς τῶν ἱστοριῶν (FHG I 313). γράφει δὲ οὕτως περὶ τοῦ Νυσαίου· ‘Νυσαῖος ὁ τυραννήσας ὕστερον Συρακοσίων ὥσπερ ἐπὶ θανάτῳ συνειλημμένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλε ἐπιβιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγεν.’ ἐν δὲ τῇ τριακοστῇ ἐνάτῃ φησίν

v.2.p.448
(p. 312)· ‘Ἀπολλοκράτης ὁ Διονυσίου τοῦ τυράννου υἱὸς ἀκόλαστος ἦν καὶ φιλοπότης· καὶ τῶν κολακευόντων τινὲς αὐτὸν παρεσκεύαζον ὡς ἔνι μάλιστα ἀλλοτριώτατα πρὸς τὸν πατέρα διακεῖσθαι.’ καὶ Ἱππαρῖνον δὲ τὸν Διονυσίου φησὶν ὑπὸ μέθης τυραννοῦντα ἀποσφαγῆναι. περὶ δὲ τοῦ Νυσαίου καὶ τάδε γράφει (p. 312)· ‘Νυσαῖος ὁ Διονυσίου τοῦ προτέρου υἱὸς κύριος τῶν ἐν Συρακούσαις γενόμενος πραγμάτων κατεσκευάσατο τέθριππον καὶ τὴν ἐσθῆτα τὴν ποικίλην ἀνέλαβεν, ἔτι δὲ καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν καὶ τὴν τῶν ἄλλων ὅσα συντελῆ τούτοις πέφυκε καὶ τὴν δίαιταν διῆγεν οὕτως.’ ἐν δὲ τῇ τεσσαρακοστῇ πέμπτῃ ὁ αὐτὸς περὶ Τιμολάου λέγων τοῦ Θηβαίου φησίν (p. 318)· ‘οὐκ ὀλίγων γὰρ ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθ’ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς πολιτείαις ὄντων οὔτ᾽ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγονέναι μᾶλλον τῶν ἡδονῶν, εἰ μή, ὥσπερ εἶπον, Τιμόλαον.’ ἐν δὲ τῇ τρίτῃ καὶ εἰκοστῇ περὶ Χαριδήμου τοῦ Ὠρείτου διηγούμενος, ὃν Ἀθηναῖοι πολίτην ἐποιήσαντο, φησίν (p. 304)· ‘τήν τε γὰρ δίαιταν ἑωρᾶτο τὴν καθ’ ἡμέραν ἀσελγῆ καὶ τοιαύτην ποιούμενος ὥστε πίνειν καὶ μεθύειν αἰεί, καὶ γυναῖκας ἐλευθέρας ἐτόλμα διαφθείρειν· καὶ εἰς τοσοῦτον προῆλθεν ἀκρασίας ὥστε μειράκιόν τι παρὰ τῆς βουλῆς τῆς τῶν Ὀλυνθίων αἰτεῖν ἐπεχείρησεν, ὃ τὴν μὲν ὄψιν ἦν εὐειδὲς καὶ
v.2.p.449
χάριεν, ἐτύγχανε δὲ μετὰ Δέρδου τοῦ Μακεδόνος αἰχμάλωτον γεγενημένον.’

ἔπινε δὲ πλεῖστον καὶ Ἀρκαδίων (ἄδηλον δ’ εἰ ὁ Φιλίππῳ διεχθρεύσας), ὡς τὸ ἐπίγραμμα δηλοῖ, ὅπερ ἀνέγραψε Πολέμων ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων (fr. 79 Pr)·

  1. τοῦ πολυκώθωνος τοῦτ’ ἠρίον Ἀρκαδίωνος
  2. ἄστεος ὤρθωσαν τᾷδε παρ’ ἀτραπιτῷ
  3. υἱῆες Δόρκων καὶ Χαρμύλος. ἔφθιτο δ’ ὡνήρ,
  4. ὤνθρωπ᾽, ἐκ χανδῆς ζωροποτῶν κύλικος.
Ἐρασίξενον δέ τινα πεπωκέναι πλεῖστόν φησι τὸ ἐπ᾽ αὐτῷ ἐπίγραμμα (A. P. VII 454)·
  1. οὐ βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς
  2. ἀκρήτου φανερῶς ᾤχετ’ ἔχουσα κύλιξ.
ἔπινε δὲ πλεῖστον καὶ Ἀλκέτας ὁ Μακεδών, ὥς φησιν Ἄριστος ὁ Σαλαμίνιος (p. 154 M), καὶ Διότιμος ὁ Ἀθηναῖος. οὗτος δὲ καὶ Χώνη ἐπεκαλεῖτο· ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου· ὅθεν καὶ Χώνη ἐπεκλήθη, ὥς φησι Πολέμων. Κλεομένης δὲ ὁ Λακεδαιμόνιος ὅτι καὶ ἀκρατοπότης ἦν προείρηται (p. 427 b)· ὅτι δὲ διὰ μέθην ἑαυτὸν καὶ μαχαίρᾳ κατέτεμεν Ἡρόδοτος ἱστόρησε (VI 75). καὶ Ἀλκαῖος δ’ ὁ ποιητὴς φιλοπότης ἦν, ὡς προεῖπον. Βάτων δ’ ὁ Σινωπεὺς ἐν τοῖς περὶ Ἴωνος τοῦ ποιητοῦ (FHG IV 350) φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα. καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός· ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν
v.2.p.450
φησι Τηλεκλείδης ἐν Ἡσιόδοις (I 214 K). Ξέναρχος δ᾽ ὁ Ῥόδιος διὰ τὴν πολυποσίαν Μετρητὴς ἐπεκαλεῖτο· μνημονεύει αὐτοῦ Εὐφορίων ὁ ἐποποιὸς ἐν Χιλιάσι (fr. 44 M).

Χάρης δ’ ὁ Μυτιληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις (p. 118 M) περὶ Καλάνου εἰπὼν τοῦ Ἰνδοῦ φιλοσόφου, ὅτι ῥίψας ἑαυτὸν εἰς πυρὰν νενημένην ἀπέθανε, φησὶν ὅτι καὶ ἐπὶ τῷ μνήματι αὐτοῦ διέθηκεν Ἀλέξανδρος γυμνικὸν ἀγῶνα καὶ μουσικὸν ἐγκωμίων. ‘ἔθηκε δέ, φησί, καὶ διὰ τὴν φιλοινίαν τῶν Ἰνδῶν καὶ ἀκρατοποσίας ἀγῶνα, καὶ ἦν ἆθλον τῷ μὲν πρώτῳ τάλαντον, τῷ δὲ δευτέρῳ τριάκοντα μναῖ καὶ τῷ τρίτῳ δέκα. τῶν οὖν πιόντων τὸν οἶνον παραχρῆμα μὲν ἐτελεύτησαν ὑπὸ τοῦ ψύχους τριάκοντα καὶ πέντε, μικρὸν δὲ διαλιπόντες ἐν ταῖς σκηναῖς ἕξ. ὁ δὲ πλεῖστον πιὼν καὶ νικήσας ἔπιε μὲν ἀκράτου χοᾶς τέσσαρας καὶ τὸ τάλαντον ἔλαβεν, ἐπεβίωσε δὲ ἡμέρας τέσσαρας· ἐκαλεῖτο δὲ Πρόμαχος.’ Τίμαιος δέ φησιν (FHG I 225) ὡς ‘Διονύσιος ὁ τύραννος τῇ τῶν Χοῶν ἑορτῇ τῷ πρώτῳ ἐκπιόντι χοᾶ ἆθλον ἔθηκε στέφανον χρυσοῦν· καὶ ὅτι πρῶτος ἐξέπιε Ξενοκράτης ὁ φιλόσοφος καὶ λαβὼν τὸν χρυσοῦν στέφανον καὶ ἀναλύων τῷ Ἑρμῇ τῷ ἱδρυμένῳ ἐπὶ τῆς αὐλῆς ἐπέθηκεν, ᾧπερ εἰώθει καὶ τοὺς ἀνθινοὺς ἑκάστοτε ἐπιτιθέναι στεφάνους ἑσπέρας ἀπαλλασσόμενος ὡς αὑτόν. καὶ ἐπὶ τούτῳ ἐθαυμάσθη.’ τὴν δὲ τῶν Χοῶν ἑορτὴν τὴν Ἀθήνησιν ἐπιτελουμένην Φανόδημός φησι (FHG I 368) Δημοφῶντα τὸν βασιλέα .... βουλόμενον ὑποδέξασθαι παραγενόμενον τὸν Ὀρέστην

v.2.p.451
Ἀθήναζε. πρὸς δὲ τὰ ἱερὰ οὐ θέλων αὐτὸν προσιέναι οὐδ’ ὁμόσπονδον γενέσθαι μήπω δικασθέντα ἐκέλευσε συγκλεισθῆναί τε τὰ ἱερὰ καὶ χοᾶ οἴνου ἑκάστῳ παρατεθῆναι, τῷ πρώτῳ ἐκπιόντι εἰπὼν ἆθλον δοθήσεσθαι πλακοῦντα. παρήγγειλέ τε καὶ τοῦ πότου παυσαμένους τοὺς μὲν στεφάνους οἷς ἐστεφάνωντο πρὸς τὰ ἱερὰ μὴ τιθέναι διὰ τὸ ὁμορόφους γενέσθαι τῷ Ὀρέστῃ, περὶ δὲ τὸν χοᾶ τὸν ἑαυτοῦ ἕκαστον περιθεῖναι καὶ τῇ ἱερείᾳ ἀποφέρειν τοὺς στεφάνους πρὸς τὸ ἐν Λίμναις τέμενος, ἔπειτα θύειν ἐν τῷ ἱερῷ τὰ ἐπίλοιπα. καὶ ἔκτοτε τὴν ἑορτὴν κληθῆναι Χοᾶς. τῇ δὲ ἑορτῇ τῶν Χοῶν ἔθος ἐστὶν Ἀθήνησι πέμπεσθαι δῶρά τε καὶ τοὺς μισθοὺς τοῖς σοφισταῖς, οἵπερ καὶ αὐτοὶ συνεκάλουν ἐπὶ ξένια τοὺς γνωρίμους, ὥς φησιν Εὐβουλίδης ὁ διαλεκτικὸς ἐν δράματι Κωμασταῖς οὕτως (II 431 K)·
  1. σοφιστιᾷς, κάκιστε, καὶ Χοῶν δέῃ
  2. τῶν μισθοδώρων, οὐκ ἀδείπνων ἐν τρυφῇ.

Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ περὶ τοῦ Διονυσίου βίου τοῦ Ἡρακλεώτου τοῦ ἐπικληθέντος Μεταθεμένου φησὶ (p. 126 Wil) τὸν Διονύσιον τοῖς οἰκέταις συνεορτάζοντα ἐν τῇ τῶν Χοῶν ἑορτῇ καὶ μὴ δυνάμενον διὰ γῆρας χρῆσθαι ᾗ παρειλήφεσαν ἑταίρᾳ ὑποστρέψαντα εἰπεῖν πρὸς τοὺς συνδειπνοῦντας· Od. 22.152

  1. οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος.
ἦν δὲ ὁ Διονύσιος ἔτι ἐκ νέου, ὥς φησι Νικίας ὁ
v.2.p.452
Νικαεὺς ἐν ταῖς Διαδοχαῖς, πρὸς τὰ ἀφροδίσια ἐκμανὴς καὶ πρὸς τὰς δημοσίας εἰσῄει παιδίσκας ἀδιαφόρως. καί ποτε πορευόμενος μετά τινων γνωρίμων ὡς ἐγένετο κατὰ τὸ παιδισκεῖον, εἰς ὃ τῇ προτεραίᾳ παρεληλυθὼς ὤφειλε χαλκοῦς, ἔχων τότε κατὰ τύχην ἐκτείνας τὴν χεῖρα πάντων ὁρώντων ἀπεδίδου. Ἀνάχαρσις δ’ ὁ Σκύθης παρὰ Περιάνδρῳ τεθέντος ἄθλου περὶ τοῦ πίνειν ᾔτησε τὸ νικητήριον πρῶτος μεθυσθεὶς τῶν συμπαρόντων, ὡς ὄντος τέλους τούτου καὶ τῆς ἐν τῷ πότῳ νίκης ὥσπερ καὶ τῆς ἐν τῷ τρέχειν. Λακύδης δὲ καὶ Τίμων οἱ φιλόσοφοι κληθέντες πρός τινα τῶν γνωρίμων ἐπὶ δύο ἡμέρας καὶ βουλόμενοι συμπεριφέρεσθαι τοῖς παροῦσιν ἔπινον προθυμότερον. τῇ μὲν οὖν πρώτῃ τῶν ἡμερῶν ὁ Λακύδης ἀπῄει πρότερος ἐπιπολάσαντος αὐτῷ τοῦ ποτοῦ, καὶ ὁ Τίμων ὁρῶν αὐτὸν ἀπιόντα ἔφη· Il. 23.393
  1. ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον.
τῇ δ’ ὑστεραίᾳ προαπιόντος τοῦ Τίμωνος διὰ τὸ μὴ δυνηθῆναι ἐκπιεῖν τὴν προποθεῖσαν αὐτῷ κύλικα ὁ Λακύδης ἰδὼν αὐτὸν ἐπανάγοντα εἶπε· Il. 6.127
  1. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.

Μυκερῖνον δὲ τὸν Αἰγύπτιον ὁ Ἡρόδοτος ἱστορεῖ διὰ τῆς δευτέρας (c. 133) ἀκούσαντα παρὰ τῶν μάντεων ὅτι ὀλιγοχρόνιός ἐστι, λύχνα ποιησάμενον πολλὰ ὁπότε γένοιτο νὺξ πίνειν καὶ εὐπαθεῖν οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιέντα· καὶ εἰς τὰ ἕλεα δὲ καὶ τὰ ἄλση νεμόμενον, ἔτι τε ὅπου πύθοιτο ἡβητήρια εἶναι μεθύσκεσθαι. καὶ Ἄμασιν δὲ τὸν καὶ αὐτὸν Αἰγυπτίων βασιλέα Ἡρόδοτος πολλὰ πεπωκέναι φησίν. Ἑρμείας δ’ ὁ

v.2.p.453
Μηθυμναῖος ἐν τρίτῃ Σικελικῶν (FHG II 80) φιλοπότην φησὶ γενέσθαι Νικοτέλη τὸν Κορίνθιον. Φαινίας δὲ ὁ Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας Σκόπαν φησὶ (FHG II 298) τὸν Κρέοντος μὲν υἱόν, Σκόπα δὲ τοῦ παλαιοῦ ὑιδοῦν φιλοποτοῦντα διατελέσαι καὶ τὴν ἐπάνοδον τὴν ἀπὸ τῶν συμποσίων ποιεῖσθαι ἐπὶ θρόνου καθήμενον καὶ ὑπὸ τεσσάρων βασταζόμενον οὕτως οἴκαδε ἀπιέναι. Φύλαρχος δὲ ἐν τῇ ἕκτῃ τῶν ἱστοριῶν (FHG I 336) Ἀντίοχόν φησι τὸν βασιλέα φίλοινον γενόμενον μεθύσκεσθαί τε καὶ κοιμᾶσθαι ἐπὶ πλέον, εἶθ’ ἑσπέρας πάλιν ἀφυπνιζόμενον ἐπιπίνειν. ‘ἐχρημάτιζέ τε, φησί, νήφων μὲν βραχέα τελέως, μεθύων δὲ τὰ πολλά. διὸ περὶ αὐτὸν δύο ἦσαν οἱ διοικοῦντες τὴν βασιλείαν, Ἄριστος καὶ Θεμίσων, Κύπριοι μὲν γένος καὶ ἀδελφοί, ἐρώμενοι δὲ ἀμφότεροι τοῦ Ἀντιόχου.’

πολυπότης δὲ ἦν καὶ Ἀντίοχος ὁ βασιλεὺς ὁ κληθεὶς Ἐπιφανής, ὁ ὁμηρεύσας παρὰ Ῥωμαίοις, ὃν ἱστορεῖ Πτολεμαῖος ὁ Εὐεργέτης ἐν τῷ τρίτῳ τῶν ὑπομνημάτων κἀν τῷ πέμπτῳ (FHG III 186) φάσκων αὐτὸν εἰς τοὺς Ἰνδικοὺς κώμους καὶ μέθας τραπέντα πολλὰ ἀναλίσκειν. καὶ τὰ περιλειπόμενα δὲ τῶν χρημάτων μεθ’ ἡμέραν κωμάζων ὁτὲ μὲν ἐξέχει, ἄλλοτε δὲ ἐν ταῖς δημοσίαις ὁδοῖς ἱστάμενος ἔλεγε· ‘τίνι ἡ τύχη δίδωσι, λαβέτω.’ καὶ ῥίψας τὸ ἀργύριον ᾤχετο. πολλάκις δὲ καὶ πλεκτὸν στέφανον ῥόδων ἔχων ἐπὶ τῆς κεφαλῆς καὶ χρυσοϋφῆ τήβενναν φορῶν μόνος ἐρέμβετο λίθους ὑπὸ μάλης ἔχων, οἷς ἔβαλλε τῶν ἰδιωτῶν τοὺς

v.2.p.454
ἀκολουθοῦντας αὐτῷ ἐλούετο δὲ καὶ εἰς τοὺς κοινοὺς λουτρῶνας μύροις ἀλειφόμενος, ὅτε καί ποτε συνιδών τις αὐτὸν ἰδιώτης ἔφη ‘μακάριος εἶ, ὦ βασιλεῦ, πολυτελὲς ὄζεις.’ καὶ ὃς ἡσθεὶς ‘ἐγώ σε, φησίν, ὑπέρκορον τούτου ποιήσω.’ καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ ὑδρίσκην ὑπὲρ δύο χοᾶς ἔχουσαν παχέος μύρου καταχυθῆναι ἐκέλευσεν, ὡς καὶ τὸ πλῆθος τῶν ἀγοραιοτέρων εἰς τὸ ἐκχυθὲν συγκυλισθῆναι. ὀλίσθου τε γενομένου αὐτός τε ὁ Ἀντίοχος ἔπεσε καγχάζων καὶ οἱ πλεῖστοι τῶν λουομένων τὸ αὐτὸ ἔπασχον. Πολύβιος δ’ ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ (c. 1) τῶν ἱστοριῶν καλεῖ αὐτὸν Ἐπιμανῆ καὶ οὐκ Ἐπιφανῆ διὰ τὰς πράξεις· ‘οὐ μόνον γὰρ μετὰ δημοτῶν ἀνθρώπων κατέβαινεν εἰς ὁμιλίας, ἀλλὰ καὶ μετὰ τῶν παρεπιδημούντων ξένων καὶ τῶν εὐτελεστάτων συνέπινεν. εἰ δὲ καὶ τῶν νεωτέρων, φησί, αἴσθοιτό τινας συνευωχουμένους ὁπουδήποτε, παρῆν μετὰ κερατίου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀνισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἐσθῆτα ἀποβαλὼν τήβενναν ἀναλαβὼν περιῄει τὴν ἀγοράν.’

ἐν δὲ τῇ πρώτῃ καὶ τριακοστῇ ὁ αὐτὸς Πολύβιός φησι (c. 4) συντελοῦντα αὐτὸν ἐν τῇ Ἀντιοχείᾳ ἀγῶνας συγκαλέσαι πάντας Ἕλληνας καὶ τῶν βουλομένων τοὺς πολλοὺς ἐπὶ τὴν θέαν. καὶ πλείστων παραγινομένων ἐν τοῖς γυμνασίοις, πάντας ἐκ χρυσῶν ὁλκείων ἤλειφε

v.2.p.455
κροκίνῳ μύρῳ καὶ κινναμωμίνῳ καὶ ναρδίνῳ καὶ ἀμαρακίνῳ καὶ ἰρίνῳ. καὶ συγκαλῶν αὐτοὺς εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια συνεπλήρου μετὰ πολυτελεστάτης κατασκευῆς. καὶ ὁ χειρισμὸς τῆς διακονίας δι’ αὐτοῦ ἐγίνετο· κατὰ γὰρ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν, οὓς δ’ ἀνέκλινεν, καὶ τοὺς διακόνους δὲ τοὺς τὰς παραθέσεις εἰσφέροντας αὐτὸς εἰσῆγε, καὶ περιπορευόμενος οὗ μὲν προσεκάθιζεν, οὗ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν πότον προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρ’ ἄλλοις, ἅμα δὲ τοῖς ἀκροάμασι προσπαίζων. καὶ ὑπὸ τῶν μίμων εἰσεφέρετο ὅλος συγκεκαλυμμένος καὶ ἐτίθετο εἰς τὴν γῆν ὡς εἷς ὢν τῶν μίμων· καὶ τῆς συμφωνίας προκαλουμένης ὁ βασιλεὺς ἀναπηδήσας ὠρχεῖτο καὶ προσέπαιζε τοῖς μίμοις, ὥστε πάντας αἰσχύνεσθαι. τοιαῦτα ἀπεργάζεται τοὺς ταλαιπώρους ἡ πρὸς τῇ μέθῃ ἀπαιδευσία.’ φιλοπότης δ’ ἦν καὶ ὁ ὁμώνυμος αὐτῷ Ἀντίοχος, ὁ ἐν Μηδίᾳ πρὸς Ἀρσάκην πολεμήσας, ὡς ἱστορεῖ Ποσειδώνιος ὁ Ἀπαμεὺς ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν (FHG III 259). ἀναιρεθέντος γοῦν αὐτοῦ τὸν Ἀρσάκην θάπτοντα αὐτὸν λέγειν· ‘ἔσφηλέν σε, Ἀντίοχε, θάρσος καὶ μέθη· ἤλπιζες γὰρ ἐν μεγάλοις ποτηρίοις τὴν Ἀρσάκου βασιλείαν ἐκπιεῖν.’