Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. ‘Ἀντίοχος δὲ ὁ μέγας ἐπικαλούμενος, ὃν Ῥωμαῖοι
καθεῖλον, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ εἰκοστῇ (c. 8), παρελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους,
v.2.p.456
πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν Ἑλλήνων ἐλευθέρωσιν, ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον. ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι αὐτήν, οἰνοπότης ὢν καὶ μέθαις χαίρων· ἦν δ’ αὕτη Κλεοπτολέμου μὲν θυγάτηρ ἑνὸς τῶν ἐπιφανῶν, κάλλει δὲ πάσας ὑπερβάλλουσα· καὶ τοὺς γάμους συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδ’ ἡντινοῦν ποιούμενος πρόνοιαν. ἔθετο δὲ καὶ τῇ παιδὶ ὄνομα Εὔβοιαν. ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου.’ ἐν δὲ τῇ δευτέρᾳ ὁ αὐτὸς Πολύβιος ἱστορεῖ (c. 4) Ἄγρωνα τὸν Ἰλλυριῶν βασιλέα ἡσθέντα ἐπὶ τῷ νενικηκέναι τοὺς μέγα φρονοῦντας Αἰτωλοὺς πολυπότην ὄντα καὶ εἰς μέθας καὶ εὐωχίας τραπέντα πλευρίτιδι ληφθέντα ἀποθανεῖν. ἐν δὲ τῇ ἐνάτῃ καὶ εἰκοστῇ (c. 13) ὁ αὐτὸς Γενθίωνά φησι τὸν τῶν Ἰλλυριῶν βασιλέα διὰ τὴν πολυποσίαν πολλὰ ποιεῖν ἀσελγῆ κατὰ τὸν βίον, νύκτωρ τε αἰεὶ καὶ μεθ’ ἡμέραν μεθύοντα. ἀποκτείναντα δὲ καὶ Πλεύρατον τὸν ἀδελφὸν γαμεῖν μέλλοντα τὴν Μονουνίου θυγατέρα αὐτὸν γῆμαι τὴν παῖδα καὶ ὠμῶς χρῆσθαι τοῖς ἀρχομένοις. καὶ Δημήτριον δέ φησι, τὸν ἐκ τῆς Ῥώμης τὴν ὁμηρείαν διαφυγόντα, ἐν τῇ τρίτῃ καὶ τριακοστῇ (c. 19) βασιλεύσαντα Σύρων πολυπότην ὄντα τὸ πλεῖστον τῆς ἡμέρας μεθύσκεσθαι. Ὀροφέρνην τε ὀλίγον χρόνον Καππαδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς
v.2.p.457
πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ (c. 25) εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν.

διόπερ ὁ θειότατος Πλάτων καλῶς νομοθετεῖ ἐν τῷ δευτέρῳ (p. 666 a) ‘τοὺς παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι· οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν· οἴνου δὲ μετρίου γεύεσθαι μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι· τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν ἐν τοῖς συσσιτίοις εὐωχηθέντα καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτῶν τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς καὶ δυσθυμίας λήθην γίγνεσθαι.’ καὶ ἑξῆς δέ φησι (672 b)· ‘λόγος καὶ φήμη ὑπορρεῖ, ὡς ὁ θεὸς οὗτος ὑπὸ τῆς μητρυιᾶς Ἥρας διεφορήθη τῆς ψυχῆς τὴν γνώμην· διὸ τάς τε βακχείας καὶ τὴν μανικὴν πᾶσαν ἐμβάλλει χορείαν τιμωρούμενος, ὅθεν καὶ τὸν οἶνον ἐπὶ τοῦτ’ αὐτὸ δεδώρηται.’

Φάλαικος δ’ ἐν τοῖς ἐπιγράμμασι γυναῖκά τινα ἀναγράφει πολυπότιν Κλεὼ ὄνομα (Mein. del. p. 71)·

  1. χρυσῷ τὸν κροκόεντα περιζώσασα χιτῶνα
  2. τόνδε Διωνύσῳ δῶρον ἔδωκε Κλεώ,
  3. οὕνεκα συμποσίοισι μετέπρεπεν· ἶσα δὲ πίνειν
  4. οὔτις οἱ ἀνθρώπων ἤρισεν οὐδαμά πω.
ὅτι δὲ φίλοινον τὸ τῶν γυναικῶν γένος κοινόν. οὐκ
v.2.p.458
ἀχαρίτως δὲ καὶ ὁ Ξέναρχος ἐν τῷ Πεντάθλῳ γυναῖκά τινα παράγει φρικτότατον ὅρκον ὀμνύουσαν τόνδε (II 470 K)·
  1. ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον,
  2. ἐλευθέριον πιοῦσαν οἶνον ἀποθανεῖν.
παρὰ Ῥωμαίοις δέ, ὥς φησι Πολύβιος ἐν τῇ ἕκτῃ (c. 2, 5), ἀπείρηται γυναιξὶ πίνειν οἶνον· τὸ δὲ καλούμενον πάσσον πίνουσι. τοῦτο δὲ ποιεῖται μὲν ἐκ τῆς ἀσταφίδος καί ἐστι παραπλήσιος πινόμενος τῷ Αἰγοσθενεῖ τῷ γλυκεῖ καὶ τῷ Κρητικῷ· διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ. λαθεῖν δ’ ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦσαν οἶνον· πρῶτον μὲν γὰρ οὐδ’ ἔχει οἴνου κυρείαν ἡ γυνή· πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς ἕως ἐξανεψιῶν καὶ τοῦτο ποιεῖν καθ’ ἡμέραν, ὁπόταν ἴδῃ πρῶτον. λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης τίσιν ἀπαντήσει φυλάσσεται· τὸ γὰρ πρᾶγμα κἂν γεύσηται μόνον οὐ προσδεῖ διαβολῆς. Ἄλκιμος δ’ ὁ Σικελιώτης ἐν τῇ ἐπιγραφομένῃ τῶν βίβλων Ἰταλικῇ (FHG IV 296) πάσας φησὶ τὰς ἐν Ἰταλίᾳ γυναῖκας μὴ πίνειν οἶνον ἀπὸ τοιαύτης αἰτίας· ‘Ἡρακλῆς περὶ τὴν Κροτωνιᾶτιν γενόμενος ἐπεὶ πρός τινα οἰκίαν οὖσαν παρὰ τὴν ὁδὸν διψῶν ἀφίκετο, προσελθὼν ᾔτει πιεῖν ἐντεῦθεν. ἔτυχε δ’ ἡ γυνὴ τοῦ τὴν οἰκίαν κεκτημένου πίθον οἴνου λαθραίως ὑποίξασα· καὶ πρὸς μὲν τὸν ἄνδρα δεινὸν ἔφη ποιήσειν αὐτόν, εἰ ξένου χάριν τὸν πίθον τοῦτον ἀνοίξειεν, ὕδωρ δ’ ἐκέλευσεν
v.2.p.459
αὐτὸν προσενεγκεῖν. Ἡρακλῆς δ’ ἐπὶ θύραις ἑστὼς καὶ ἀκούσας ταῦτα τὸν μὲν ἄνδρα αὐτῆς σφόδρα ἐπῄνεσεν, ὃν ἐκέλευσεν αὐτὸν παρελθόντα εἴσω σκοπεῖν τὸν πίθον. καὶ ὃς εἰσελθὼν λίθινον εὗρε τὸν πίθον γεγονότα. τοῦτο δὲ τὸ σημεῖον ἔτι καὶ νῦν ἐστιν ἐν .... ταῖς ἐπιχωρίαις γυναιξὶν πάσαις ἐν αἰσχρῷ κεῖσθαι τὸ πίνειν οἶνον διὰ τὴν προκειμένην αἰτίαν.’

οἷαι δ’ εἰσὶ παρὰ τοῖς Ἕλλησι μεθύουσαι αἱ γυναῖκες παραδίδωσιν Ἀντιφάνης μὲν ἐν τῇ Ἀκοντιζομένῃ οὕτω (II 19 K)·

  1. γείτων ἐστί τις
  2. κάπηλος· οὗτος εὐθὺς ὅταν ἔλθω ποτὲ
  3. διψῶσα, μόνος οἶδ’ ὥς γ’ ἐμοὶ κεράννυται.
  4. οὔθ’ ὑδαρὲς οὔτ’ ἄκρατον οἶδ’ ἐγώ ποτε
  5. πιοῦσα.
καὶ ἐν Μύστιδι· γυναῖκες δέ εἰσιν αἱ διαλεγόμεναι (II 78 K)·
  1. βούλει καὶ σύ, φιλτάτη, πιεῖν;
  2. Β. καλῶς ἔχει μοι. Α. τοιγαροῦν ἐμοὶ φέρε.
  3. μέχρι γὰρ τριῶν δεῖν φασι τιμᾶν τοὺς θεούς.
Ἄλεξις δὲ Ὀρχηστρίδι (II 358)·
  1. γυναιξὶ δ’ ἀρκεῖ πάντ᾽, ἐὰν οἶνος παρῇ
  2. πίνειν διαρκής. Β. ἀλλὰ μήν, νὴ τὼ θεώ,
  3. ἔσται γ’ ὅσον ἂν βουλώμεθ᾽, ἔσται καὶ μάλα
  4. ἡδύς γ᾽, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρός,
  5. λέγων, γέρων γε δαιμονίως. Α. ἀσπάζομαι
    v.2.p.460
  6. γραῦν σφίγγα· πρὸς ἐμὲ .... ὡς αἰνίγματα·
  7. λέγε καὶ τὰ λοιπά.
ἐν δὲ Δὶς πενθοῦντι (II 316 K) Ζωπύρας τινὸς μνημονεύων φησί·
  1. καὶ Ζωπύρα,
  2. οἰνηρὸν ἀγγεῖον.
Ἀντιφάνης Βάκχαις (II 35 K)·
  1. ἐπεὶ δὲ τοῦτ’ οὐκ ἔστι, κακοδαίμων σφόδρα
  2. ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις·
  3. ἐκεῖ μόνον γὰρ οὐδὲ φύετ’ ἄμπελος.
Ξέναρχος Πεντάθλῳ (II 470 K)·
  1. ὅρκον δ’ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω.

Πλάτων Φάωνι διηγούμενος ὅσα διὰ τὸν οἶνον συμβαίνει ταῖς γυναιξί φησιν (I 648 K)·

  1. εἶεν, γυναῖκες, ὡς ὑμῖν πάλαι
  2. οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι.
  3. ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία,
  4. ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ.
  5. εἰ γὰρ Φάωνα δεῖσθ’ ἰδεῖν, προτέλεια δεῖ
  6. ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί·
  7. πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται
  8. πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι
  9. ἑκκαίδεχ’ ὁλόκληροι μέλιτι διαμεμιγμέναι,
  10. λαγῷα δώδεκ’ ἐπισέληνα. τἄλλα δὲ
  11. ἤδη τάδ’ εὐτελέστατ’ ἐστ᾽· ἄκουε δή.
  12. βολβῶν μὲν Ὀρθάννῃ τρί’ ἡμιεκτέα,
    v.2.p.461
  13. Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν
  14. μύρτων πινακίσκος χειρὶ παρατετιλμένων·
  15. λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες.
  16. πύργης τετάρτης κυσί τε καὶ κυνηγέταις,
  17. Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον,
  18. ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα.
  19. ταῦτ’ ἐστι τἀναλώματ᾽. εἰ μὲν οὖν τάδε
  20. προσοίσετ᾽, εἰσέλθοιτ’ ἄν· εἰ δὲ μή, μάτην
  21. ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν.
Ἀξιόνικος δ’ ἐν Φιλίννῃ φησί (II 414 K)·
  1. γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.

καὶ ὅλα δὲ ἔθνη περὶ μέθας διατρίβοντα μνήμης ἠξίωται. Βαίτων γοῦν ὁ Ἀλεξάνδρου βηματιστὴς ἐν τῷ ἐπιγραφομένῳ Σταθμοὶ τῆς Ἀλεξάνδρου πορείας (p. 134 M) καὶ Ἀμύντας ἐν τοῖς Σταθμοῖς (p. 136 M) τὸ τῶν Ταπύρων ἔθνος φησὶν οὕτω φίλοινον εἶναι ὡς καὶ ἀλείμματι ἄλλῳ μηδενὶ χρῆσθαι ἢ τῷ οἴνῳ. τὰ δ’ αὐτὰ ἱστορεῖ καὶ Κτησίας ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων (fr. 97 M). οὗτος δὲ καὶ δικαιοτάτους αὐτοὺς λέγει εἶναι. Ἁρμόδιος δὲ ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν παρὰ Φιγαλεῦσι νομίμων (FHG IV 411) φιλοπότας φησὶ γενέσθαι Φιγαλεῖς Μεσσηνίοις ἀστυγείτονας ὄντας καὶ ἀποδημεῖν ἐθισθέντας. Φύλαρχος δ’ ἐν ἕκτῃ (FHG I 336) Βυζαντίους οἰνόφλυγας ὄντας ἐν τοῖς καπηλείοις οἰκεῖν, ἐκμισθώσαντας τοὺς ἑαυτῶν θαλάμους μετὰ τῶν γυναικῶν τοῖς ξένοις, πολεμίας σάλπιγγος οὐδὲ ἐν ὕπνοις ὑπομένοντας ἀκοῦσαι. διὸ

v.2.p.462
καὶ πολεμουμένων ποτὲ αὐτῶν καὶ οὐ προσκαρτερούντων τοῖς τείχεσι Λεωνίδης ὁ στρατηγὸς ἐκέλευσε τὰ καπηλεῖα ἐπὶ τῶν τειχῶν σκηνοπηγεῖν, καὶ μόλις ποτὲ ἐπαύσαντο λιποτακτοῦντες, ὥς φησι Δάμων ἐν τῷ περὶ Βυζαντίου (FHG IV 377)· Μένανδρος δ᾽ ἐν Ἀρρηφόρῳ ἢ Αὐλητρίδι (IV 88 M)·
  1. πάντας μεθύσους τοὺς ἐμπόρους
  2. ποεῖ τὸ Βυζάντιον. ὅλην ἐπίνομεν
  3. τὴν νύκτα διὰ σὲ καὶ σφόδρ’ ἄκρατον, μοὶ δοκῶ·
  4. ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων.
κωμῳδοῦνται δὲ ὡς μέθυσοι Ἀργεῖοι μὲν καὶ Τιρύνθιοι ὑπὸ Ἐφίππου ἐν Βουσίριδι (II 251 K). ποιεῖ δὲ τὸν Ἡρακλέα λέγοντα·
  1. οὐκ οἶσθά μ’ ὄντα, πρὸς θεῶν, Τιρύνθιον
  2. Ἀργεῖον; οἳ μεθύοντες αἰεὶ τὰς μάχας
  3. πάσας μάχονται. Β. τοιγαροῦν φεύγουσ’ ἀεί.
Μιλησίους δ’ Εὔβουλος ἐν Κατακολλωμένῳ ὑβριστὰς εἶναί φησι μεθυσθέντας (II 181 K). Πολέμων δὲ ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων περὶ Ἠλείων λέγων παρατίθεται τόδε τὸ ἐπίγραμμα (fr. 80 Pr)·
  1. Ἦλις καὶ μεθύει καὶ ψεύδεται· οἷος ἑκάστου
  2. οἶκος, τοιαύτη καὶ συνάπασα πόλις.

Θεόπομπος δ’ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ (FHG I 304) περὶ Χαλκιδέων ἱστορῶν τῶν ἐν Θρᾴκῃ φησίν· ‘ἐτύγχανον γὰρ τῶν μὲν βελτίστων ἐπιτηδευμάτων ὑπερορῶντες, ἐπὶ δὲ τοὺς πότους καὶ ῥᾳθυμίαν καὶ πολλὴν ἀκολασίαν ὡρμηκότες ἐπιεικῶς.’ ὅτι δ’ εἰσὶ πάντες

v.2.p.463
οἱ Θρᾷκες πολυπόται κοινόν. διὸ καὶ Καλλίμαχος ἔφη (fr. 109)·
  1. καὶ γὰρ ὃ Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν
  2. οἰνοποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ.
ἐν δὲ τῇ πεντηκοστῇ ὁ Θεόπομπος περὶ Μηθυμναίων τάδε λέγει (FHG I 321)· ‘καὶ τὰ μὲν ἐπιτήδεια προσφερομένους πολυτελῶς, μετὰ τοῦ κατακεῖσθαι καὶ πίνειν, ἔργον δ’ οὐδὲν ἄξιον τῶν ἀναλωμάτων ποιοῦντας. ἔπαυσεν οὖν αὐτοὺς τούτων Κλεομένης ὁ τύραννος, ὁ καὶ τὰς μαστροποὺς τὰς εἰθισμένας προαγωγεύειν τὰς ἐλευθέρας γυναῖκας καὶ τρεῖς ἢ τέτταρας τὰς ἐπιφανέστατα πορνευομένας ἐνδήσας εἰς σάκκους καταποντίσαι τισὶν προστάξας.’ καὶ Ἕρμιππος δὲ ἐν τοῖς περὶ τῶν ἑπτὰ σοφῶν Περίανδρον τὸ αὐτὸ ποιῆσαι. ἐν δὲ τῇ δευτέρᾳ τῶν Φιλιππικῶν (FHG I 284) ‘Ἰλλυριοί, φησί, δειπνοῦσι καθήμενοι καὶ πίνουσιν, ἄγουσι δὲ καὶ τὰς γυναῖκας εἰς τὰς συνουσίας· καὶ καλὸν αὐταῖς προπίνειν οἷς ἂν τύχωσι τῶν παρόντων. ἐκ δὲ τῶν συμποσίων αὗται τοὺς ἄνδρας ἀπάγουσι. καὶ κακόβιοι δὲ πάντες εἰσὶ καὶ ζώννυνται τὰς κοιλίας ζώναις πλατείαις ὅταν πίνωσι. καὶ τοῦτο μὲν πρῶτον μετρίως ποιοῦσιν, ἐπειδὰν δὲ σφοδρότερον πίνωσι, μᾶλλον αἰεὶ συνάγουσι τὴν ζώνην. Ἀρδιαῖοι δέ, φησί, κέκτηνται προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας. καθ’ ἑκάστην δὲ ἡμέραν μεθύουσιν καὶ
v.2.p.464
ποιοῦνται συνουσίας καὶ διάκεινται πρὸς ἐδωδὴν καὶ πόσιν ἀκρατέστερον. διὸ καὶ Κελτοὶ πολεμοῦντες αὐτοῖς καὶ εἰδότες αὐτῶν τὴν ἀκρασίαν παρήγγειλαν ἅπασι τοῖς στρατιώταις δεῖπνον ὡς λαμπρότατον παρασκευάσαντας κατὰ σκηνὴν ἐμβαλεῖν εἰς τὰ σιτία πόαν τινὰ φαρμακώδη δυναμένην διακόπτειν τὰς κοιλίας καὶ διακαθαίρειν. γενομένου δὲ τούτου οἳ μὲν αὐτῶν καταληφθέντες ὑπὸ τῶν Κελτῶν ἀπώλοντο, οἳ δὲ καὶ εἰς τοὺς ποταμοὺς αὑτοὺς ἔρριψαν, ἀκράτορες τῶν γαστέρων γενόμενοι.’

τοιαῦτα πολλὰ ἐφεξῆς καταλέξαντος τοῦ Δημοκρίτου ὁ Ποντιανὸς ἔφη πάντων τούτων εἶναι τῶν δεινῶν μητρόπολιν τὸν οἶνον, δι’ ὃν καὶ τὰς μέθας καὶ τὰς μανίας, ἔτι δὲ καὶ τὰς παροινίας γίνεσθαι· ‘οὗ τοὺς ἐκπαθῶς μεταλαμβάνοντας οὐ κακῶς ὁ Χαλκοῦς ἐπικαλούμενος Διονύσιος ἐν τοῖς ἐλεγείοις κυλίκων ἐρέτας ἔφη (fr. 5 B)·

  1. καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίᾳ Διονύσου
  2. συμποσίου ναῦται καὶ κυλίκων ἐρέται
  3. .... περὶ τοῦδε· τὸ γὰρ φίλον οὐκ ἀπόλωλε.
Ἄλεξις δ’ ἐν Κουρίδι περί τινος πλέον πίνοντος διαλεγόμενός φησιν (II 334 K)·
  1. ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως
  2. εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἢ
  3. Μάρων τις ἢ Κάπηλος ἤ τις Τιμοκλῆς·
  4. μεθύει γάρ· οὐδὲν ἕτερον. ὁ δ’ ἕτεροσ — τί ἂν
  5. τύχοιμ’ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς
  6. ἄνθρωπος.
χαλεπὸν οὖν ἐστιν, ἄνδρες φίλοι, τὸ μεθύειν· καὶ καλῶς
v.2.p.465
πρὸς τοὺς οὕτως λάπτοντας τὸν οἶνον ὁ αὐτὸς Ἄλεξις ἐν Ὀπώρᾳ (ἑταίρας δ’ ὄνομα τὸ δρᾶμα ἔχει) φησίν (II 358 K)·
  1. οἶνον πολὺν
  2. οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς.
κἀν Δακτυλίῳ (p. 312)·
  1. εἶτ’ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακὸν
  2. μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον;
κἀν Ἐπιτρόπῳ δ’ ἔφη (p. 323)·
  1. πολὺς γὰρ οἶνος πόλλ’ ἁμαρτάνειν ποεῖ.
Κρώβυλός τ’ ἐν Ἀπολιπούσῃ (IV 566 M)·
  1. τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν’ ἡδονὴν ἔχει;
  2. ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν,
  3. ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις.
οὐ χρὴ οὖν μεθύειν. καὶ γὰρ ‘ὅταν δημοκρατουμένη πόλις, φησὶν ὁ Πλάτων ἐν ηʹ Πολιτείας (p. 562c) ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς, τοὺς δὲ κατηκόους τῶν ἀρχόντων προπηλακίζει.’ ἐν δὲ τῷ τῶν Νόμων ἕκτῳ φησί (p. 773c)· ‘τὴν πόλιν εἶναι δεῖ δίκην κεκραμένην κρατῆρος, οὗ μαινόμενος μὲν ὁ οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται.’

τὸ γὰρ παροινεῖν ἐκ τοῦ μεθύειν γίνεται· διὸ καὶ Ἀντιφάνης ἐν Ἀρκαδίᾳ φησίν (II 26 K)

v.2.p.466
  1. οὔτε γὰρ νήφοντα δεῖ
  2. οὐδαμοῦ, πάτερ, παροινεῖν, οὔθ’ ὅταν πίνειν δέῃ
  3. νοῦν ἔχειν. ὅστις δὲ μεῖζον ἢ κατ’ ἄνθρωπον φρονεῖ,
  4. μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι
  5. εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται ...
  6. ἂν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια
  7. τὰς φλέβας θ᾽ ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω
  8. τεταμένας, δι’ ὧν ὁ θνητὸς πᾶς κυβερνᾶται βίος.
ἐν δὲ Αἰόλῳ διαβάλλων ὅσα δεινὰ πράττουσιν οἱ πλέον πίνοντές φησι (p. 17)·
  1. Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς
  2. πληγεὶς τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς
  3. κατεῖχέ θ’ αὑτόν· εἶτα παραλαβών ποτε
  4. οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει
  5. τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας,
  6. νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἠβούλετο.
καλῶς οὖν ἄρα καὶ Ἀριστοφάνης Ἀφροδίτης γάλα τὸν οἶνον ἔφη εἰπών (I 543 K)·
  1. ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα,
ὃν πολὺν σπῶντες ἔνιοι παρανόμων ἀφροδισίων ὄρεξιν λαμβάνουσιν.