Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ὁ δ’ Ἀνακρέων ἔτι ζωρότερον ἐν οἷς φησι (fr. 42 B)·

v.2.p.437
  1. καθαρῇ δ’ ἐν κελέβῃ πέντε τε καὶ τρεῖς ἀναχείσθω.
Φιλέταιρος δ’ ἐν Τηρεῖ δύο ὕδατος πρὸς τρεῖς ἀκράτου. λέγει δὲ οὕτως (II 234 K)
  1. πεπωκέναι δοκεῖ τὸν κατὰ δύο
  2. καὶ τρεῖς ἀκράτου.
Φερεκράτης δ’ ἐν Κοριαννοῖ δύο ὕδατος πρὸς τέσσαρας οἴνου, λέγων ὧδε (I 164 K)·
  1. ἄποτος, ὦ Γλύκη.
  2. Β. ὑδαρῆ ᾽νέχεέν σοι; Α. παντάπασι μὲν οὖν ὕδωρ.
  3. Β. τί εἰργάσω; πῶς, ὦ κατάρατε, ἐνέχεας;
  4. ΓΛ. δύ’ ὕδατος, ὦ μάμμη. Β. τί δ’ οἴνου; ΓΛ.
  5. τέτταρας.
  6. Β. ἔρρ’ ἐς κόρακας· βατράχοισιν οἰνοχοεῖν σε δεῖ.
Ἔφιππος δ’ ἐν Κίρκῃ τρεῖς πρὸς τέτταρας (II 255 K)·
  1. οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ
  2. ὑδαρῆ. Β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα.
  3. Α. οὕτως ἄκρατον, εἰπέ μοι, πίῃ; Β. τί φής;

  1. ἴσον ἴσῳ δὲ Τιμοκλῆς ἐν Κονισάλῳ (II 461 K)·
  2. πατάξω τ’ ἴσον ἴσῳ ποτηρίοις
  3. μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι.
καὶ Ἄλεξις ἐν Δορκίδι ἢ Ποππυζούσῃ (II 317 K)·
  1. τρεῖς φιλοτησίας ἐγὼ
  2. μεστὰς προπίνω ἴσον ἴσῳ κεκραμένας.
καὶ Ξέναρχος ἢ Τιμοκλῆς ἐν Πορφύρᾳ (II 471 K)·
  1. μὰ τὸν Διόνυσον, ὃν σὺ λάπτεις ἴσον ἴσῳ.
Σώφιλος δ’ ἐν Ἐγχειριδίῳ (II 445 K)·
v.2.p.438
  1. συνεχὴς ἄκρατος ἐδίδοτ’ ἴσον ἴσῳ. πάλιν
  2. τὴν μείζον’ ᾔτουν.
Ἄλεξις Τοκιστῇ ἢ Καταψευδομένῳ (II 381 K)·
  1. μὴ παντελῶς αὐτῷ δίδου
  2. ὑδαρῆ, κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. ΤΡ. καλῶς.
  3. Β. ἡδύ γε τὸ πῶμα. ποταπὸς ὁ Βρόμιος, Τρύφη;
  4. ΤΡ. Θάσιος. Β. ὅμοιον καὶ δίκαιον τοὺς ξένους
  5. πίνειν ξενικόν, τοὺς δ’ ἐγγενεῖς ἐπιχώριον.
ἐν δὲ Ὑποβολιμαίῳ (II 386 K)·
  1. ἀπνευστί τ’ ἐκπιὼν
  2. ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον.
Μένανδρος Ἀδελφοῖς·
  1. ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα
  2. κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος.
κατασείειν δὲ ἔλεγον ἐπὶ τῶν ἐν τοῖς πότοις προπινόντων, τὴν μεταφορὰν λαμβάνοντες ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων. Ἄλεξις δ’ ἐν Ἀποκοπτομένῃ (II 305 K)·
  1. οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος
  2. ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν.

  1. Διόδωρος δ’ ὁ Σινωπεὺς ἐν Αὐλητρίδι (II 420 K)·
  2. ἐπὰν κυάθους πίνῃ τις, ὦ Κρίτων, δέκα
  3. ἀεὶ παρ’ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον,
  4. πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ’ ἐξεμεῖ·
  5. ταῦτα σκόπει πρὸς σαυτόν.
οὐκ ἀγλαφύρως δὲ Λύσανδρος ὁ Σπαρτιάτης, ὥς φησιν Ἡγήσανδρος ἐν ὑπομνήμασι (FHG IV 417), τὸν οἶνον
v.2.p.439
ὑδαρῆ πωλούντων τῶν καπήλων ἐν τῷ στρατοπέδῳ, κεκραμένον ἐκέλευσεν αὐτὸν πωλεῖν, ἵν’ αὐτὸν ἀκρατέστερον ὠνοῖντο. τὸ παραπλήσιον καὶ Ἄλεξις εἴρηκεν ἐν Αἰσώπῳ οὕτως (II 299 K)·
  1. κομψόν γε τοῦτ’ ἐστὶν παρ’ ὑμῖν, ὦ Σόλων,
  2. ἐν ταῖς Ἀθήναις δεξιῶς θ’ εὑρημένον.
  3. ΣΟ. τὸ ποῖον; Α. ἐν τοῖς συμποσίοις οὐ πίνετε
  4. ἄκρατον. ΣΟ. οὐ γὰρ ῥᾴδιον· πωλοῦσι γὰρ
  5. ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον,
  6. οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ’ ὠνουμένων
  7. προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν
  8. ἐκ κραιπάλης. τοῦτ’ ἐσθ᾽, ὁρᾷς, Ἑλληνικὸς
  9. πότος, μετρίοισι χρωμένους ποτηρίοις
  10. λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως.
  11. τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος,
  12. ψυκτῆρι πίνειν καὶ κάδοις·Α. θάνατος μὲν οὖν.

  1. ‘πίνειν δ’ εἰς μέθην, φησὶν ἐν ἕκτῳ Νόμων (p. 775b)
Πλάτων, οὔτε ἄλλοθί που πρέπει πλὴν ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς οὐδ’ ἀσφαλές, οὔτ’ οὖν περὶ γάμους ἐσπουδακότα, ἐν οἷς ἔμφρονα εἶναι πρέπει μάλιστα νύμφην καὶ νυμφίον μεταβολὴν βίου οὐ μικρὰν μεταλλάτοντας, ἅμα δὲ καὶ τὸ γεννώμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων αἰεὶ γίγνηται. σχεδὸν γὰρ ἄδηλον ὁποία νὺξ ἢ φῶς αὐτὸ γεννήσει.’ κἀν τῷ αʹ δὲ τῶν Νόμων φησί (p. 637d)· ‘μέθης δὲ αὐτῆς, ὥσπερ Λυδοὶ χρῶνται καὶ Πέρσαι καὶ Καρχηδόνιοι
v.2.p.440
καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ Θρᾷκες καὶ τὰ τοιαῦτα γένη, καθάπερ ὑμεῖς, ὦ Λακεδαιμόνιοι, τὸ παράπαν ἀπέχεσθε. Σκύθαι δὲ καὶ Θρᾷκες ἀκράτῳ παντάπασι χρώμενοι, γυναῖκές τε καὶ πάντες αὐτοί, καὶ κατὰ τῶν ἱματίων καταχεόμενοι καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασι. Πέρσαι δὲ καὶ σφόδρα μὲν χρῶνται καὶ ταῖς ἄλλαις τρυφαῖς, ἃς ὑμεῖς ἀποβάλλετε, ἐν τάξει δὲ μᾶλλον τούτων.’

ἔπινον οἱ πολλοὶ καὶ ἄλφιτα ἐπιβάλλοντες τῷ οἴνῳ, ὡς ὁ Δελφὸς Ἡγήσανδρος φησίν (FHG IV 418). Ἐπίνικος γοῦν, Μνησιπτολέμου ἀνάγνωσιν ποιησαμένου τῶν ἱστοριῶν, ἐν αἷς ἐγέγραπτο ὡς Σέλευκος ἐπηλφίτωσε, γράψας δρᾶμα Μνησιπτόλεμον καὶ κωμῳδῶν αὐτὸν καὶ περὶ τῆς πόσεως ταῖς ἐκείνου χρώμενος φωναῖς ἐποίησε λέγοντα (IV 505 M)·

  1. ἐπ’ ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ
  2. ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα
  3. ἔγραψα καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι
  4. κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ’ εὐτελές,
  5. σεμνὸν δύναται τοῦθ’ ἡ δύναμις ἡ ᾽μὴ ποιεῖν.
  6. ‘γέροντα Θάσιον τόν τε γῆς ἀπ’ Ἀτθίδος
  7. ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν
  8. συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
  9. Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν,
  10. κατῃσίμωσα πῶμα, καύματος λύσιν.’
ὁ δ’ αὐτὸς ἱστορεῖ κἀν Θηράσι ταῖς νήσοις
v.2.p.441
ἐπιπάττοντας λέκιθον ἀντὶ ἀλφίτου πίνειν, καὶ λέγεσθαι ταύτην τὴν πόσιν καλλίονα τῆς ἐξ ἀλφίτων.

προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι. δηλοῖ δὲ ταῦτα Κριτίας ἐν τοῖς ἐλεγείοις (fr. 2 B)·

  1. καὶ τόδ’ ἔθος Σπάρτῃ μελέτημά τε κείμενόν ἐστι
  2. πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα,
  3. μηδ’ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα
  4. μηδ’ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου ...
  5. ἄγγεα Λυδὴ χεὶρ εὗρ’ Ἀσιατογενὴς
  6. καὶ προπόσεις ὀρέγειν ἐπιδέξια καὶ προκαλεῖσθαι
  7. ἐξονομακλήδην ᾧ προπιεῖν ἐθέλει.
  8. εἶτ’ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν
  9. εἰς αἰσχροὺς μύθους σῶμά τ’ ἀμαυρότερον
  10. τεύχουσιν· πρὸς δ’ ὄμματ’ ἀχλὺς ἀμβλωπὸς ἐφίζει·
  11. λῆστις δ’ ἐκτήκει μνημοσύνην πραπίδων·
  12. νοῦς δὲ παρέσφαλται· δμῶες δ’ ἀκόλαστον ἔχουσιν
  13. ἦθος· ἐπεισπίπτει δ’ οἰκοτριβὴς δαπάνη.
  14. οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον
  15. ὥστε φρέν’ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν
  16. εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα.
  17. τοιαύτη δὲ πόσις σώματί τ’ ὠφέλιμος
  18. γνώμῃ τε κτήσει τε· καλῶς δ’ εἰς ἔργ’ Ἀφροδίτης
  19. πρός θ’ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα,
  20. πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν,
    v.2.p.442
  21. καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην.
ἑξῆς τε πάλιν φησίν·
  1. αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα
  2. τέρψασαι λυποῦσ’ εἰς τὸν ἅπαντα χρόνον.
  3. ἡ Λακεδαιμονίων δὲ δίαιθ’ ὁμαλῶς διάκειται,
  4. ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν
  5. καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὔκ ἐστ’ ἀπότακτος
  6. ἡμέρα οἰνῶσαι σῶμ’ ἀμέτροισι πότοις.

φίλοινος δ’ ἐστὶν ὁ πρὸς οἶνον ἕτοιμος, φιλοπότης δὲ ὁ πρὸς πότους, κωθωνιστὴς δὲ ὁ μέχρι μέθης. πλεῖστον δὲ ἔπινε τῶν μὲν ἡρώων Νέστωρ ὁ τριγέρων· φανερῶς γὰρ αὐτὸς προσέκειτο τῶν ἄλλων μᾶλλον τῷ οἴνῳ καὶ τοῦ Ἀγαμέμνονος αὐτοῦ, ὃν ὡς πολυπότην ἐπιπλήσσει ὁ Ἀχιλλεύς ( Il. 1.225). ὁ δὲ Νέστωρ καὶ τῆς μεγίστης μάχης ἐνεστηκυίας οὐκ ἀπέχεται καὶ τοῦ πίνειν. φησὶ γοῦν Ὅμηρος· Il. 14.1

  1. Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.
καὶ μόνου δὲ τούτου τῶν ἡρώων τὸ ποτήριον ἡρμήνευκεν, ὡς τὴν Ἀχιλλέως ἀσπίδα. ἐστρατεύετο γὰρ μετ᾽ αὐτοῦ καθάπερ καὶ τῆς ἀσπίδος ἐκείνης, ἧς φησιν ὁ Ἕκτωρ καὶ μέχρι οὐρανοῦ ἥκειν τὸ κλέος (Il. 8.192). οὐκ ἂν ἁμάρτοι δέ τις καὶ τὸ ποτήριον αὐτοῦ λέγων φιάλην Ἄρεως κατὰ τὸν Ἀντιφάνους Καινέα, ἐν ᾧ λέγεται οὕτως (II 55 K)·
  1. εἶτ’ ἤδη δὸς φιάλην τὸ ὅπλον Ἄρεως,
  2. κατὰ Τιμόθεον (fr. 16), ξυστόν τε βέλος.
    v.2.p.443
ἀλλὰ μὴν καὶ διὰ τὴν φιλοποσίαν ὁ Νέστωρ καὶ παρ᾽ Ἀχιλλέως φιάλην λαμβάνει δῶρον ἐν τῷ ἐπὶ Πατρόκλῳ ἐπιτελουμένῳ ἀγῶνι (Il. 21.616), οὐχ ὅτι καὶ οὐχὶ τῷ νικηθέντι ἔδωκε δέπας ὁ Ἀχιλλεύς (τοῖς γὰρ φιλοπόταις οὐ παρέπεται τὸ νικᾶν διὰ τὸ ῥᾴθυμον) ἢ ὅτι διὰ δίψαν μάλιστα λείπονται οἱ πύκται διὰ τὸ βαρεῖσθαι τὰς χεῖρας ἀνατείνοντες. ὁ δὲ Εὔμηλος λαμβάνει θώρακα (v. 560) δραμὼν ἆθλον ἐπισφαλῶς καὶ ἀμυχθείς, ἀσφαλείας ὅπλον.

τῆς δὲ δίψης οὐδέν ἐστι πολυποθητότερον. διόπερ καὶ τὸ Ἄργος πολυδίψιον ὁ ποιητὴς ἔφη, τὸ πολυπόθητον διὰ τὸν χρόνον. τὸ δίψος γὰρ πᾶσιν ἰσχυρὰν ἐπιθυμίαν ἐμποιεῖ τῆς περιττῆς ἀπολαύσεως. διὸ καὶ ὁ Σοφοκλῆς φησι (fr. 692 N)·

  1. διψῶντι γάρ τοι πάντα προσφέρων σοφὰ
  2. οὐκ ἂν πλέον τέρψειας ἢ πιεῖν διδούς.
καὶ ὁ Ἀρχίλοχος (fr. 68 B)·
  1. μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν,
  2. ὣς ἐρέω.
καὶ τῶν τραγικῶν δέ τις ἔφη (fr. adesp. 69 N)·
  1. ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου.
καὶ Ἀνακρέων (fr. 57 B)·
  1. φίλη γὰρ εἶς ξείνοις· ἔασον δέ με διψῶντα πιεῖν.
καὶ Ξενοφῶν δ’ ἐν τῷ τρίτῳ τῆς Παιδείας ποιεῖ τὸν Κῦρον τάδε λέγοντα (V 1, 1)· ‘ἐγὼ ὑμῖν διψῶ χαρίσασθαι.’ Πλάτων δ’ ἐν τῇ Πολιτείᾳ (VIII 562 c)· ‘ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω
v.2.p.444
τοῦ δέοντος ἀκράτου μεθυσθῇ.’

ἔπινε δὲ καὶ Πρωτέας ὁ Μακεδὼν πλεῖστον, ὥς φησιν Ἔφιππος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος ταφῆς (p. 126 M), καὶ εὐρώστῳ τῷ σώματι διῆγε, καίτοι τῷ πιεῖν ἐγγεγυμνασμένος ὤν. Ἀλέξανδρος γοῦν αἰτήσας ποτὲ ποτήριον δίχουν καὶ πιὼν προὔπιε τῷ Πρωτέᾳ. καὶ ὃς λαβὼν καὶ πολλὰ ὑμνήσας τὸν βασιλέα ἔπιεν, ὡς ὑπὸ πάντων κροταλισθῆναι. καὶ μετ’ ὀλίγον τὸ αὐτὸ ποτήριον αἰτήσας ὁ Πρωτέας καὶ πάλιν πιὼν προὔπιε τῷ βασιλεῖ. ὁ δὲ Ἀλέξανδρος λαβὼν ἔσπασε μὲν γενναίως, οὐ μὴν ὑπήνεγκεν, ἀλλ’ ἀπέκλινεν ἐπὶ τὸ προσκεφάλαιον ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον. καὶ ἐκ τούτου νοσήσας ἀπέθανε, τοῦ Διονύσου, φησί, μηνίσαντος αὐτῷ, διότι τὴν πατρίδα αὐτοῦ τὰς Θήβας ἐπολιόρκησεν. ἔπινε δὲ ὁ Ἀλέξανδρος πλεῖστον, ὡς καὶ ἀπὸ τῆς μέθης συνεχῶς κοιμᾶσθαι δύο ἡμέρας καὶ δύο νύκτας. δηλοῦται δὲ τοῦτο ἐν ταῖς Ἐφημερίσιν αὐτοῦ, ἃς ἀνέγραψαν Εὐμένης τε ὁ Καρδιανὸς καὶ Διόδοτος ὁ Ἐρυθραῖος (p. 121 M). Μένανδρος δὲ ἐν Κόλακί φησι (IV 152 M)·

  1. κοτύλας χωροῦν δέκα
  2. ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία,
  3. τρὶς ἐξέπιον μεστόν γ᾽. ΣΤΡ. Ἀλεξάνδρου πλέον
  4. τοῦ βασιλέως πέπωκας. Α. οὐκ ἔλαττον, οὐ
  5. μὰ τὴν Ἀθηνᾶν. ΣΤΡ. μέγα γε.
Νικοβούλη δὲ ἢ ὁ ἀναθεὶς ταύτῃ τὰ συγγράμματά φησιν (p. 157 M) ὅτι παρὰ Μηδείῳ τῷ Θεσσαλῷ δειπνῶν ὁ Ἀλέξανδρος εἴκοσιν οὖσιν ἐν τῷ συμποσίῳ πᾶσι
v.2.p.445
προὔπιε, παρὰ πάντων τὰ ἴσα λαμβάνων, καὶ ἀναστὰς ἐκ τοῦ συμποσίου μετ’ οὐ πολὺ ἀνεπαύετο. Καλλισθένης δὲ ὁ σοφιστής, ὡς Λυγκεὺς ὁ Σάμιός φησιν ἐν τοῖς ἀπομνημονεύμασι καὶ Ἀριστόβουλος καὶ Χάρης ἐν ταῖς ἱστορίαις (p. 116 M), ἐν τῷ συμποσίῳ τοῦ Ἀλεξάνδρου τῆς τοῦ ἀκράτου κύλικος εἰς αὐτὸν ἐλθούσης ὡς διωθεῖτο, εἰπόντος τέ τινος αὐτῷ ‘διὰ τί οὐ πίνεις;’ ‘οὐδὲν δέομαι, ἔφη, Ἀλεξάνδρου πιὼν τοῦ Ἀσκληπιοῦ δεῖσθαι’.