Adversus Coloten
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει χρυσὸν ἐκ μὴ χρυσοῦ καὶ λίθον ἐκ μὴ λίθου καὶ τἄλλα γεννᾶν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; πάνυ μὲν οὖν. ἀλλʼ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς
τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν εἰς ταὐτὸ καὶ συμπέσωσι ξηροῖς ὑγρὰ καὶ ψυχρὰ θερμοῖς καὶ στερεὰ μαλθακοῖς, σώματα κινούμενα παθητικῶς ὑπʼ ἀλλήλων καὶ μεταβάλλοντα διʼ ὅλων, ἑτέραν ἀφʼ ἑτέρας κράσεως συναποτίκτει γένεσιν. ἡ δʼ ἄτομος αὐτή τε καθʼ ἑαυτὴν ἔρημός ἐστι καὶ γυμνὴ πάσης γονίμου δυνάμεως, καὶ πρὸς ἄλλην προσπεσοῦσα βρασμὸν ὑπὸ σκληρότητος καὶ ἀντιτυπίας ἄλλο δʼ οὐδὲν ἔσχεν οὐδʼ ἐποίησε πάθος, ἀλλὰ παίονται καὶ παίουσι τὸν ἅπαντα χρόνον, οὐχ ὅπως ζῷον ἢ ψυχὴν ἢ φύσιν ἀλλʼ οὐδὲ πλῆθος ἐξ ἑαυτῶν κοινὸν οὐδὲ σωρὸν ἕνα παλλομένων ἀεὶ καὶ διισταμένων δυνάμεναι παρασχεῖν.ὁ δὲ Κωλώτης, ὥσπερ ἀγραμμάτῳ βασιλεῖ προσδιαλεγόμενος πάλιν ἐξάπτεται τοῦ Ἐμπεδοκλέους ταὐτὸ πνέοντος·
ταῦτʼ ἐγὼ μὲν οὐχ ὁρῶ καθʼ ὅ τι πρὸς τὸ ζῆν ὑπεναντιοῦται τοῖς ὑπολαμβάνουσι μήτε γένεσιν τοῦ μὴ ὄντος εἶναι μήτε φθορὰν τοῦ ὄντος, ἀλλʼ ὄντων τινῶν συνόδῳ πρὸς ἄλληλα τὴν γένεσιν διαλύσει δʼ ἀπʼ ἀλλήλων τὸν θάνατον ἐπονομάζεσθαι ὅτι γὰρ ἀντὶ τῆς γενέσεως εἴρηκε τὴν φύσιν, ἀντιθεὶς τὸν θάνατον αὐτῇ, δεδήλωκεν ὁ Ἐμπεδοκλῆς. εἰ δʼ οἱ μίξεις τὰς γενέσεις τιθέμενοι τὰς δὲ φθορὰς διαλύσεις οὐ ζῶσιν οὐδὲ δύνανται ζῆν, τί ποιοῦσιν ἕτερον οὗτοι; καίτοι ὁ μὲν Ἐμπεδοκλῆς τὰ στοιχεῖα κολλῶν καὶ συναρμόττων θερμότησι καὶ μαλακότησι καὶ ὑγρότησι μῖξιν αὐτοῖς καὶ συμφυΐαν ἑνωτικὴν ἁμωσγέπως ἐνδίδωσιν· οἱ δὲ τὰς ἀτρέπτους καὶ ἀσυμπαθεῖς ἀτόμους εἰς ταὐτὸ συνελαύνοντες ἐξ αὐτῶν μὲν οὐδέν, αὐτῶν δὲ πολλὰς ποιοῦσι καὶ συνεχεῖς πληγάς· ἡ γὰρ περιπλοκὴ κωλύουσα τὴν διάλυσιν μᾶλλον ἐπιτείνει τὴν σύγκρουσιν, ὥστε μήτε μῖξιν εἶναι μήτε κόλλησιν ἀλλὰ ταραχὴν καὶ μάχην κατʼ αὐτοὺς τὴν λεγομένην γένεσιν· οἱ δʼ ἀκαρὲς --- νῦν μὲν ἀπίασι διὰ τὴν ἀντίκρουσιν, νῦν δὲ προσίασι, τῆς πληγῆς ἐκλυθείσης, πλεῖον ἢ διπλάσιον χωρὶς εἰσιν ἀλλήλων χρόνον, οὐ ψαύουσαι καὶ πλησιάζουσαι, ὥστε μηδὲν ἐξ αὐτῶν ἀποτελεῖσθαι μηδʼ ἄψυχον. αἴσθησις δὲ καὶ ψυχὴ καὶ νοῦς καὶ φρόνησις οὐδὲ βουλομένοις ἐπίνοιαν δίδωσιν ὡς γένοιτʼ ἂν ἐν κενῷ καὶ ἀτόμοις· ὧν οὔτε καθʼ ἑαυτὰ ποιότης ἐστὶν οὔτε πάθος ἢ μεταβολὴ συνελθόντων, ἀλλʼ οὐδὲ συνέλευσις ἡ σύγκρασιν ποιοῦσα καὶ μῖξιν καὶ συμφυΐαν ἀλλὰ πληγὰς καὶ ἀποπηδήσεις. ὥστε τοῖς τούτων δόγμασι τὸ ζῆν ἀναιρεῖται καὶ τὸ ζῷον εἶναι, κενὰς καὶ ἀπαθεῖς καὶ ἀθέους καὶ ἀψύχους, ἔτι δʼ ἀμίκτους καὶ ἀσυγκράτους ἀρχὰς ὑποτιθεμένοις.
- ἄλλοδέ τοι ἐρέω· φύσις οὐδενὸς ἔστιν ἑκάστου
- θνητῶν, οὐδέ τις· οὐλομένη θανάτοιο γενέθλη·
- ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων
- ἔστι, φύσις δʼ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισι.