Adversus Coloten

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

πῶς οὖν ἀπολείπουσι φύσιν καὶ ψυχὴν καὶ ζῷον; ὡς ὅρκον ὡς εὐχὴν ὡς θυσίαν ὡς προσκύνησιν, ῥήματι καὶ λόγῳ καὶ τῷ φάναι καὶ προσποιεῖσθαι καὶ ὀνομάζειν, ἃ ταῖς ἀρχαῖς καὶ τοῖς δόγμασιν ἀναιροῦσιν. εἰ δὲ δὴ τὸ πεφυκὸς αὐτὸ φύσιν καὶ τὸ γεγονὸς γένεσιν ὀνομάζουσιν, ὥσπερ οἱ ξυλείαν τὰ ξύλα καὶ συμφωνίαν καλοῦντες ἐκφορικῶς τὰ συμφωνοῦντα, πόθεν ἐπῆλθεν αὐτῷ τοιαῦτα προβάλλειν ἐρωτήματα τῷ Ἐμπεδοκλεῖ; τί κόπτομεν φησὶν ἡμᾶς αὐτούς, σπουδάζοντες ὑπὲρ ἡμῶν αὐτῶν καὶ ὀρεγόμενοί τινων πραγμάτων καὶ φυλαττόμενοί τινα πράγματα; οὔτε γὰρ ἡμεῖς ἐσμεν οὔτʼ ἄλλοις χρώμενοι ζῶμεν ἀλλὰ θάρρει, φαίη τις ἄν, ὦ φίλον Κωλωτάριον, οὐδείς σε κωλύει σπουδάζειν ὑπὲρ σεαυτοῦ, διδάσκων ὅτι Κωλώτου φύσις αὐτὸς ὁ Κωλώτης ἐστὶν ἄλλο δʼ οὐδέν, οὐδὲ χρῆσθαι τοῖς πράγμασι τὰ δὲ πράγματα ὑμῖν ἡδοναὶ εἰσιν ὑποδεικνύων, ὡς οὐκ ἔστιν ἀμήτων φύσις οὐδʼ ὀσμῶν οὐδὲ πλησιάσεως, ἄμητες δʼ εἰσὶ καὶ μύρα καὶ γυναῖκες ὁ γραμματικός, τό βίην

Ἡρακληείηνʼ αὐτὸν εἶναι τὸν Ἡρακλέα, ἀναιρεῖ τὸν Ἡρακλέα, οὐδʼ οἱ τὰς συμφωνίας καὶ τὰς δοκώσεις ἐκφορὰς μόνον εἶναι φάσκοντες οὐχὶ καὶ φθόγγους καὶ δοκοὺς ὑπάρχειν λέγουσιν· ὅπου καὶ ψυχὴν τινες ἀναιροῦντες καὶ φρόνησιν οὔτε τὸ ζῆν ἀναιρεῖν οὔτε τὸ φρονεῖν δοκοῦσιν. Ἐπικούρου δὲ λέγοντος ἡ τῶν ὄντων φύσις σώματά ἐστι καὶ τόπος, πότερον οὕτως ἀκούομεν, ὡς ἄλλο τι τὴν φύσιν παρὰ τὰ ὄντα βουλομένου λέγειν, ἢ τὰ ὄντα δηλοῦντος ἕτερον δὲ μηδέν; ὥσπερ ἀμέλει καὶ κενοῦ φύσιν αὐτὸ τὸ κενόν, καὶ νὴ Δία τὸ πᾶν παντὸς φύσιν ὀνομάζειν εἴωθε. κἂν εἴ τις ἔροιτο τί λέγεις, ὦ Ἐπίκουρε, τὸ μέν τι κενὸν εἶναι τὸ δὲ φύσιν κενοῦ; μὰ Δία φήσει, νενόμισται δέ πως ἡ τοιαύτη τῶν ὀνομάτων ὁμιλία, νόμῳ δʼ ἐπίφημι καὶ αὐτὸς τί οὖν ἕτερον ὁ Ἐμπεδοκλῆς πεποίηκε νὴ Δία διδάξας, ὅτι φύσις παρὰ τὸ φυόμενον οὐδέν ἐστιν οὐδὲ θάνατος παρὰ, τὸ θνῆσκον; ἀλλʼ ὥσπερ οἱ ποιηταὶ πολλάκις ἀνειδωλοποιοῦντες λέγουσιν
ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,
οὕτω γένεσίν τινα καὶ φθορὰν καλοῦσιν οἱ πολλοὶ ἐπὶ τοῖς συνισταμένοις καὶ διαλυομένοις. τοσοῦτον
ἐδέησε τοῦ κινεῖν τὰ ὄντα καὶ μάχεσθαι τοῖς φαινομένοις, ὥστε μηδὲ τὴν φωνὴν ἐκβαλεῖν ἐκ τῆς συνηθείας, ἀλλʼ ὅσον εἰς τὰ πράγματα βλάπτουσαν ἀπάτην παρεῖχεν ἀφελὼν, αὖθις ἀποδοῦναι τοῖς ὀνόμασι τὸ νενομισμένον ἐν τούτοις
  1. οἱ δʼ ὅ τι κεν κατὰ φῶτα μιγὲν φῶς αἰθέρος ἵκῃ
  2. ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων
  3. ἠὲ κατʼ οἰωνῶν, τότε μὲν τὸν --- γενέσθαι·
  4. εὖτε δʼ ἀποκρινθῶσι, τὸ δʼ αὖ δυσδαίμονα πότμον
  5. είκαίως καλέουσι νόμῳ δʼ ἐπίφημι καὶ αὐτός.
ἃ ὁ Κωλώτης παραθέμενος οὐ συνεῖδεν, ὅτι φῶτας μὲν καὶ θῆρας καὶ θάμνους καὶ οἰωνοὺς ὁ Ἐμπεδοκλῆς οὐκ ἀνῄρηκεν, ἅ γέ φησι μιγνυμένων τῶν στοιχείων ἀποτελεῖσθαι τοὺς δὲ τῇ συγκρίσει ταύτῃ καὶ διακρίσει φύσιν τινὰ καὶ πότμον δυσδαίμονα καὶ θάνατον ἀλοίτην ἐπικατηγοροῦντας, σφάλλονται διδάξας, οὐκ ἀφείλετο τὸ χρῆσθαι ταῖς εἰθισμέναις φωναῖς περὶ αὐτῶν.

ἐμοὶ μέντοι δοκεῖ μὴ τοῦτο κινεῖν τὸ ἐκφορικὸν ὁ Ἐμπεδοκλῆς ἀλλʼ, ὡς πρότερον εἴρηται, πραγματικῶς διαφέρεσθαι περὶ τῆς ἐξ οὐκ ὄντων

γενέσεως, ἣν φύσιν τινὲς καλοῦσι δηλοῖ δὲ μάλιστα διὰ τούτων τῶν ἐπῶν
  1. νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι,
  2. οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν,
  3. ἤ τι; καταθνήσκειν τε καὶ ἐξόλλυσθαι ἁπάντῃ.
ταῦτα γὰρ τὰ ἔπη μέγα βοῶντός ἐστι τοῖς ὦτα ἔχουσιν, ὡς οὐκ ἀναιρεῖ γένεσιν ἀλλὰ τὴν ἐκ μὴ ὄντος, οὐδὲ φθορὰν ἀλλὰ τὴν πάντῃ, τουτέστι τὴν εἰς τὸ μὴ ὂν ἀπολλύουσαν. ἐπεὶ τῷ γε βουλομένῳ μὴ ἀγρίως οὕτω μηδʼ ἠλιθίως ἀλλὰ πραότερον συκοφαντεῖν, τὸ μετὰ ταῦτʼ ἐπὶ τοὐναντίον ἂν αἰτιάσασθαι παράσχοι, τοῦ Ἐμπεδοκλέους λέγοντος
  1. οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο,
  2. ὡς ὄφρα μέν τε βιῶσι, τὸ δὴ βίοτον καλέουσι
  3. τόφρα μὲν οὖν εἰσιν καί σφιν πάρα δεινὰ καὶ ἐσθλά,
  4. πρὶν δὲ πάγεν τε βροτοὶ καὶ ἐπεὶ λύθεν, οὐδὲν ἄρʼ εἰσί
ταῦτα γὰρ οὐκ ἀρνουμένου μὴ εἶναι τοὺς γεγονότας καὶ ζῶντάς ἐστιν, εἶναι δὲ μᾶλλον οἰομένου καὶ τοὺς μηδέπω γεγονότας καὶ τοὺς ἢδη τεθνηκότας. ἀλλʼ ὅλως ὁ Κωλώτης τοῦτο μὲν οὐκ ἐγκέκληκε, λέγει δὲ κατʼ αὐτὸν οὐδὲ νοσήσειν ἡμᾶς οὐδὲ τραυματισθήσεσθαι. καὶ πῶς ὁ πρὸ τοῦ βίου καὶ μετὰ
περὶ τοὺς ζῶντας οὐκ ἀπολείπει τὸ πάσχειν; τίσιν οὖν ἀληθῶς ἕπεται τὸ μὴ τραυματίζεσθαι μηδὲ νοσεῖν, ὦ Κωλῶτα; ὑμῖν τοῖς ἐξ ἀτόμου καὶ κενοῦ συμπεπηγόσιν, ὧν οὐδετέρῳ μέτεστιν αἰσθήσεως. καὶ οὐ τοῦτο δεινόν, ἀλλʼ ὅτι μηδʼ ἡδονὴν τὸ ποιῆσον ὑμῖν ἔστι, τῆς μὲν ἀτόμου μὴ δεχομένης τὰ ποιητικὰ τοῦ δὲ κενοῦ μὴ πάσχοντος ὑπʼ αὐτῶν.