Adversus Coloten

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ὅτι δὲ τούτοις πρὸς πᾶν ἔστι χρῆσθαι τὸ καλούμενον καὶ νομιζόμενον πικρὸν γλυκὺ καθαρτικὸν ὑπνωτικὸν φωτεινόν, ὡς οὐδενὸς ἔχοντος αὐτοτελῆ ποιότητα καὶ δύναμιν οὐδὲ δρῶντος μᾶλλον ἢ πάσχοντος, ὅταν ἐγγένηται τοῖς σώμασιν, ἄλλην δʼ ἐν ἄλλοις διαφορὰν καὶ κρᾶσιν λαμβάνοντος, οὐκ ἄδηλόν ἐστιν. αὐτὸς γὰρ οὖν ὁ Ἐπίκουρος ἐν τῷ δευτέρῳ τῶν πρὸς Θεόφραστον οὐκ εἶναι λέγων τὰ χρώματα συμφυῆ τοῖς σώμασιν, ἀλλὰ γεννᾶσθαι κατὰ ποιάς τινας τάξεις καὶ θέσεις πρὸς τὴν ὄψιν, οὐ μᾶλλόν φησι κατὰ τοῦτον τὸν λόγον ἀχρωμάτιστον σῶμα εἶναι ἢ χρῶμα ἔχον. ἀνωτέρω δὲ κατὰ λέξιν ταῦτα γέγραφεν ἀλλὰ καὶ χωρὶς τούτου τοῦ μέρους οὐκ οἶδʼ ὅπως δεῖ τὰ ἐν τῷ σκότει ταῦτʼ ὄντα φῆσαι χρώματα ἔχειν· καίτοι πολλάκις ἀέρος ὁμοίως σκοτώδους; περικεχυμένου, οἱ μὲν αἰσθάνονται χρωμάτων διαφορᾶς οἱ δʼ οὐκ αἰσθάνονται διʼ ἀμβλύτητα τῆς ὄψεως· ἔτι δʼ εἰσελθόντες εἰς σκοτεινὸν οἶκον οὐδεμίαν ὄψιν χρώματος ὁρῶμεν

ἀναμείναντες δὲ μικρὸν ὁρῶμεν· οὐ μᾶλλον οὖν ἔχειν ἢ μὴ ἔχειν χρῶμα ῥηθήσεται τῶν σωμάτων ἕκαστον. εἰ δὲ τὸ χρῶμα πρός τι, καὶ τὸ λευκὸν ἔσται πρὸς τι καὶ τὸ κυανοῦν· εἰ δὲ ταῦτα, καὶ τὸ γλυκὺ καὶ τὸ πικρόν· ὥστε κατὰ πάσης ποιότητος ἀληθῶς τὸ μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κατηγορεῖσθαι τοῖς γὰρ οὕτω πάσχουσιν ἔσται τοιοῦτον, οὐκ ἔσται δὲ τοῖς μὴ πάσχουσι τὸν οὖν βόρβορον καὶ τὸν πηλόν, ἐν ᾧ φησι γίγνεσθαι τοὺς τὸ μηδὲν μᾶλλον τοῖον ἢ τοῖον ἐπιφθεγγομένους τοῖς πράγμασιν, ἑαυτοῦ κατασκεδάννυσι καὶ τοῦ καθηγεμόνος ὁ Κωλώτης.

ἆρʼ οὖν ἐνταῦθα μόνον ὁ γενναῖος ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων ἀναπέφηνεν; οὐ μὲν οὖν· ἀλλʼ ἔτι μᾶλλον ἐν τῷ δευτέρῳ τῶν ἐπιτιμημάτων λέληθε τῷ Δημοκρίτῳ τὸν Ἐπίκουρον ἐκ τοῦ ζῆν συνεξωθῶν. τὸ γὰρ νόμῳ χροιὴν εἶναι καὶ νόμῳ γλυκὺ καὶ νόμῳ σύγκρισιν, ἐτεῇ δὲ τὸ κενὸν καὶ τὰς ἀτόμους εἰρημένον φησὶν ὑπὸ Δημοκρίτου μάχεσθαι ταῖς αἰσθήσεσι, καὶ τὸν ἐμμένοντα τῷ λόγῳ τούτῳ καὶ χρώμενον οὐδʼ ἂν αὑτὸν, ὡς τεθνηκώς; ἐστιν ἢ ζῇ, διανοηθῆναι. πρὸς τοῦτον ἀντειπεῖν μὲν οὐδὲν ἔχω τὸν λόγον, εἰπεῖν δέ, ὅτι ταῦτα τῶν Ἐπικούρου δογμάτων οὕτως ἀχώριστά ἐστιν, ὡς τὸ σχῆμα καὶ τὸ βάρος αὐτοὶ τῆς ἀτόμου λέγουσι. τί γὰρ λέγει

Δημόκριτος; οὐσίας ἀπείρους τὸ πλῆθος ἀτόμους τε καὶ ἀδιαφθόρους, ἔτι δʼ ἀποίους καὶ ἀπαθεῖς ἐν τῷ κενῷ φέρεσθαι διεσπαρμένας ὅταν δὲ πελάσωσιν ἀλλήλαις ἢ συμπέσωσιν ἢ περιπλακῶσι, φαίνεσθαι τῶν ἀθροιζομένων τὸ μὲν ὕδωρ τὸ δὲ πῦρ τὸ δὲ φυτὸν τὸ δʼ ἄνθρωπον· εἶναι δὲ πάντα τὰς ἀτόμους ἰδίως ὑπʼ αὐτοῦ καλουμένας, ἕτερον δὲ μηδέν· ἐκ μὲν γὰρ τοῦ μὴ ὄντος οὐκ εἶναι γένεσιν, ἐκ δὲ τῶν ὄντων μηδὲν ἂν γενέσθαι τῷ μήτε πάσχειν μήτε μεταβάλλειν τὰς ἀτόμους ὑπὸ στερρότητος ὅθεν οὔτε χρόαν ἐξ ἀχρώστων οὔτε φύσιν ἢ ψυχὴν ἐξ ἀποίων καὶ ἀπαθῶν ὑπάρχειν. ἐγκλητέος οὖν ὁ Δημόκριτος οὐχὶ τὰ συμβαίνοντα ταῖς ἀρχαῖς ὁμολογῶν ἀλλὰ λαμβάνων ἀρχὰς αἷς ταῦτα συμβέβηκεν. ἔδει γὰρ ἀμετάβλητα μὴ θέσθαι τὰ πρῶτα, θέμενον δὲ δὴ συνορᾶν ὅτι ποιότητος οἴχεται πάσης γένεσις· ἀρνεῖσθαι δὲ συνορῶντα τὴν ἀτοπίαν ἀναισχυντότατον· ὃ Ἐπίκουρόν φησιν ἀρχὰς μὲν ὑποτίθεσθαι τὰς αὐτάς, οὐ λέγειν δὲ νόμῳ χροιὴν καὶ γλυκὺ καὶ λευκόν καὶ τὰς ἄλλας ποιότητας. εἰ μὲν οὖν τὸ οὐ λέγειν τοιοῦτον ἐστίν οἷον οὐχ ὁμολογεῖν , τῶν εἰθισμένων τι ποιεῖ· καὶ γὰρ τὴν πρόνοιαν ἀναιρῶν εὐσέβειαν ἀπολείπειν λέγει· καὶ τῆς ἡδονῆς
ἕνεκα τὴν φιλίαν αἱρούμενος ὑπὲρ τῶν φίλων τὰς μεγίστας ἀλγηδόνας ἀναδέχεσθαι· καὶ τὸ μὲν πᾶν ἄπειρον ὑποτίθεσθαι, τὸ δʼ ἄνω καὶ κάτω μὴ ἀναιρεῖν. ἔστι δʼ οὓς --- κύλικα μὲν λαβόντα καὶ πιεῖν ὅσον ἂν ἐθέλῃ καὶ ἀποδοῦναι τὸ λεῖπον, ἐν δὲ τῷ λόγῳ μάλιστα δεῖ τοῦ σοφοῦ τούτου μνημονεύειν ἀποφθέγματος ὧν αἱ ἀρχαὶ οὐκ ἀναγκαῖαι, τὰ τέλη ἀναγκαῖαι οὐκ οὖν ἀναγκαῖον ὑποθέσθαι, μᾶλλον δʼ ὑφελέσθαι Δημοκρίτου, ἀτόμους εἶναι τῶν ὅλων ἀρχάς· θεμένῳ δὲ τὸ δόγμα καὶ καλλωπισαμένῳ ταῖς πρώταις πιθανότησιν αὐτοῦ προσεκποτέον ἐστὶ τὸ δυσχερές, ἢ δεικτέον ὅπως ἄποια σώματα παντοδαπὰς ποιότητας αὐτῷ μόνῳ τῷ συνελθεῖν παρέσχεν. οἷον εὐθύς, τὸ καλούμενον θερμὸν ὑμῖν πόθεν ἀφῖκται καὶ πῶς ἐπιγέγονε ταῖς ἀτόμοις, ἂν μήτʼ ἦλθον ἔχουσαι θερμότητα μήτʼ ἐγένοντο θερμαὶ συνελθοῦσαι; τὸ μὲν γὰρ ἔχοντος ποιότητα τὸ δὲ πάσχειν πεφυκότος, οὐδέτερον δὲ ταῖς ἀτόμοις ὑπάρχειν φατὲ προσῆκον εἶναι διὰ τὴν ἀφθαρσίαν.