Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ὑπολαβὼν οὖν ὁ Ζεύξιππος εἶτʼ οὐ καλῶς ἔφη δοκοῦσί σοι ποιεῖν οἱ ἄνδρες, ἀρχόμενοι μὲν ἀπὸ τοῦ σώματος, ἐν ᾧ πρῶτον ἐφάνη γένεσις, εἶτ’ ἰόντες ἐπὶ τὴν ψυχὴν ὡς βεβαιοτέραν καὶ τὸ πᾶν ἐν ταύτῃ τελειοῦντες; καλῶς νὴ Δίʼ ἔφην ἐγὼ καὶ κατὰ φύσιν, εἴ τι κρεῖττον ἐνταῦθα μετιόντες καὶ τελειότερον ἀνευρίσκουσιν, ὥσπερ οἱ θεωρητικοὶ καὶ πολιτικοὶ τῶν ἀνδρῶν. εἰ δʼ ἀκούεις αὐτῶν μαρτυρομένων καὶ βοώντων, ὡς ἐπʼ οὐδενὶ τῶν ὄντων πέφυκε χαίρειν καὶ γαληνίζειν πλὴν ἐπὶ σώματος ἡδοναῖς παρούσαις ἢ προσδοκωμέναις, καὶ τοῦτʼ αὐτῆς τἀγαθόν ἐστιν, ἆρʼ οὐ δοκοῦσί σοι διεράματι τοῦ σώματος χρῆσθαι τῇ ψυχῇ, καὶ καθάπερ οἶνον ἐκ πονηροῦ καὶ μὴ παλαιοῦντες οἴεσθαι σεμνότερόν τι ποιεῖν καὶ τιμιὼτερον ζειν πλὴν ἐπὶ σώματος ἡδοναῖς παρούσαις ἢ προσοὑ δοκοῦσί σοι διεράματι τοῦ σώματος; χρῆσθαι τῇ στέγοντος ἀγγείου τὴν ἡδονὴν διαχέοντες ἐνταῦθα καὶ καίτοι γʼ οἶνον μὲν χρόνος διαχυθέντα τηρεῖ καὶ συνηδύνει· τῆς δʼ ἡδονῆς; ἡ ψυχὴ παραλαβοῦσα τὴν μνήμην, ὥσπερ ὀσμήν, ἄλλο δʼ οὐδέν, φυλάσσει· ζέσασα γὰρ ἐπὶ σαρκὶ κατασβέννυται καὶ τὸ μνημονευόμενον αὐτῆς; ἀμαυρόν ἐστι καὶ κνισῶδες, ὥσπερ ἑώλων ὧν τις ἔφαγεν ἢ ἔπιε τιθεμένου
καὶ ταμιεύοντος ἐπινοίας ἐν ἑαυτῷ καὶ χρωμένου δηλονότι ταύταις, προσφάτων μὴ παρόντων. ὅρα δʼ ὅσῳ μετριώτερον οἱ Κυρηναϊκοί, καίπερ ἐκ μιᾶς οἰνοχόης Ἐπικούρῳ πεπωκότες, οὐδʼ ὁμιλεῖν ἀφροδισίοις οἴονται δεῖν μετὰ φωτὸς ἀλλὰ σκότος προθεμένους, ὅπως μὴ τὰ εἴδωλα τῆς πράξεως ἀναλαμβάνουσα διὰ τῆς ὄψεως ἐναργῶς ἡ διάνοια πολλάκις ἀνακάηται τὴν ὄρεξιν. οἱ δὲ τούτῳ μάλιστα τὸν σοφὸν ἡγούμενοι διαφέρειν, τῷ μνημονεύειν ἐναργῶς καὶ συνέχειν ἐν ἑαυτῷ τὰ περὶ τὰς ἡδονὰς φάσματα καὶ πάθη καὶ κινήσεις, εἰ μὲν οὐδὲν ἄξιον σοφίας παρεγγυῶσιν, ὥσπερ σωμάτων οἰκίᾳ τῇ ψυχῇ τοῦ σοφοῦ τὰ τῆς ἡδονῆς ἐκκλύσματα μένειν ἐῶντες, μὴ λέγωμεν· ὅτι δʼ οὐκ ἔστιν ἀπὸ τούτων ἡδέως ζῆν, αὐτόθεν γε πρόδηλον. οὐ γὰρ εἰκὸς εἶναι μέγα τῆς ἡδονῆς τὸ μνημονευόμενον, εἰ μικρὸν γʼ ἐδόκει τὸ παρόν· οὐδʼ οἷς εὐφραίνετο μετρίως γιγνομένοις ὑπερχαίρειν γενομένων ὅπου οὐδὲ τοῖς ἐκπεπληγμένοις τὰ σωματικὰ καὶ θαυμάζουσιν ἐμμένει τὸ χαίρειν παυσαμένοις, ἀλλὰ σκιά τις ὑπολείπεται καὶ ὄναρ ἐν τῇ ψυχῇ τῆς ἡδονῆς ἀποπταμένης οἷον ὑπέκκαυμα τῶν ἐπιθυμιῶν, ὥσπερ ἐν ὕπνοις διψῶντος ἢ ἐρῶντος ἀτελεῖς ἡδοναὶ καὶ ἀπολαύσεις δριμύτερον ἐγείρουσι τὸ ἀκόλαστον. οὔτε δὴ τούτοις ἐπιτερπὴς ἡ μνήμη τῶν ἀπολελαυσμένων, ἀλλʼ ἐξ ὑπολείμματος ἡδονῆς ἀμυδροῦ καὶ διακένου πολὺ τὸ οἰστρῶδες καὶ νύττον ἐναργοῦς ἀναφέρουσα τῆς ὀρέξεως οὔτε τοὺς μετρίους καὶ σώφρονας εἰκὸς ἐνδιατρίβειν τῇ ἐπινοίᾳ τῶν τοιούτων, οὐδʼ ἅπερ ἔσκωπτε τὸν Καρνεάδην πράττοντα, οἷον ἐξ ἐφημερίδων ἀναλέγεσθαι, ποσάκις Ἡδείᾳ καὶ Λεοντίῳ συνῆλθον, ἢ ποῦ Θάσιον ἔπιον ἢ ποίας εἰκάδος ἐδείπνησαν πολυτελέστατα. δεινὴν γὰρ ἐμφαίνει καὶ θηριώδη περὶ τὰ γιγνόμενα καὶ προσδοκώμενα τῆς ἡδονῆς ἔργα ταραχὴν καὶ λύσσαν ἡ τοσαύτη πρὸς ἀναμνήσεις βάκχευσις αὐτῆς τῆς ψυχῆς καὶ πρόστηξις. ὅθεν αὐτοί μοι δοκοῦσι, τούτων αἰσθόμενοι τῶν ἀτοπιῶν, εἰς τὴν ἀπονίαν καὶ τὴν εὐστάθειαν ὑποφεύγειν τῆς σαρκός, ὡς ἐν τῷ ταύτην ἐπινοεῖν περί τινας ἐσομένην καὶ γεγενημένην τοῦ ἡδέως ζῆν ὄντος· τὸ γὰρ εὐσταθὲς σαρκὸς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα τὴν ἀκροτάτην χαρὰν καὶ βεβαιοτάτην ἔχειν τοῖς ἐπιλογίζεσθαι δυναμένοις.