Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ὅρα δὴ πρῶτον μὲν οἷα ποιοῦσι, τὴν εἴθʼ
ἡδονὴν ταύτην εἴτʼ ἀπονίαν ἢ εὐστάθειαν ἄνω καὶ κάτω μετερῶντες ἐκ τοῦ σώματος εἰς τὴν ψυχήν, εἶτα πάλιν ἐκ ταύτης εἰς ἐκεῖνο τῷ μὴ στέγειν ἀπορρέουσαν καὶ διολισθάνουσαν ἀναγκαζόμενοι τῇ ἀρχῇ συνάπτειν καὶ τὸ μὲν ἡδόμενον, ὥς φησι, τῆς σαρκὸς τῷ χαίροντι τῆς ψυχῆς ὑπερείδοντες, αὖθις δʼ ἐκ τοῦ χαίροντος εἰς τὸ ἡδόμενον τῇ ἐλπίδι τελευτῶντες. καὶ πῶς οἷόν τε, τῆς βάσεως τινασσομένης, μὴ συντινάσσεσθαι τὸ βαῖνον· ἢ βέβαιον ἐλπίδα καὶ χαρὰν ἀσάλευτον εἶναι περὶ πράγματος σάλον ἔχοντος τοσοῦτον καὶ μεταβολάς, ὅσαις φυλάττουσι τὸ σῶμα, πολλαῖς μὲν ἔξωθεν ὑποκείμενον ἀνάγκαις καὶ πληγαῖς ἐν· ἑαυτῷ δʼ ἔχον ἀρχὰς κακῶν, ἃς οὐκ ἀποτρέπει λογισμός; οὐδὲ γὰρ ἂν προσέπιπτεν ἀνδράσι νοῦν ἔχουσι στραγγουρικὰ πάθη καὶ δυσεντερικὰ καὶ φθίσεις καὶ ὕδρωπες, ὧν τοῖς μὲν αὐτὸς Ἐπίκουρος συνηνέχθη τοῖς δὲ Πολύαινος τὰ δὲ Νεοκλέα καὶ Ἀγαθόβουλον ἐξήγαγε. καὶ ταῦτʼ οὐκ ὀνειδίζομεν, εἰδότες καὶ Φερεκύδην καὶ Ἡράκλειτον ἐν νόσοις χαλεπαῖς γενομένους· ἀλλʼ ἀξιοῦμεν αὐτούς, εἰ τοῖς πάθεσι βούλονται τοῖς ἑαυτῶν ὁμολογεῖν καὶ μὴ κεναῖς φωναῖς θρασυνόμενοι καὶ δημαγωγοῦντες ἀλαζονείαν προσοφλισκάνειν, ἢ μὴ λαμβάνειν χαρᾶς ἀρχὴν ἁπάσης τὴν σαρκὸς εὐστάθειαν ἢ μὴ φάναι χαίρειν καὶ ὑβρίζειν τοὺς ἐν πόνοις ὑπερβάλλουσι καὶ νόσοις γιγνομένους. κατάστημα μὲν γὰρ εὐσταθὲς σαρκὸς γίγνεται πολλάκις, ἔλπισμα δὲ πιστὸν ὑπὲρ σαρκὸς καὶ βέβαιον οὐκ ἔστιν ἐν ψυχῇ νοῦν ἐχούσῃ γενέσθαι· ἀλλʼ ὥσπερ ἐν θαλάσσῃ κατʼ Αἰσχύλονὠδῖνα τίκτει νὺξ κυβερνήτῃ σοφῷκαὶ γαληνή· τὸ γὰρ μέλλον ἄδηλον· οὕτως ἐν σώματι ψυχὴν εὐσταθοῦντι καὶ ταῖς περὶ σώματος ἐλπίσι τἀγαθὸν τιθεμένην οὐκ ἔστιν ἄφοβον καὶ ἄκυμον διεξαγαγεῖν. οὐ γὰρ ἔξωθεν μόνον, ὥσπερ ἡ θάλασσα, χειμῶνας ἴσχει καὶ καταιγισμοὺς τὸ σῶμα, πλείονας δὲ ταραχὰς ἐξ ἑαυτοῦ καὶ μείζονας ἀναδίδωσιν· εὐδίαν δὲ χειμερινὴν μᾶλλον ἄν τις ἢ σαρκὸς ἀβλάβειαν ἐλπίσειεν αὑτῷ παραμενεῖν βεβαίως. τὸ γὰρ ἐφήμερα καλεῖν καὶ ἀβέβαια καὶ ἀστάθμητα φύλλοις τε γιγνομένοις ἔτους ὥρᾳ καὶ φθίνουσιν εἰκάζειν τὸν βίον τί παρέσχηκεν ἄλλο τοῖς ποιηταῖς ἢ τὸ τῆς σαρκὸς ἐπίκηρον καὶ πολυβλαβὲς καὶ νοσῶδες, ἧς δὴ καὶ τὸ ἄκρον ἀγαθὸν δεδιέναι καὶ κολούειν παρεγγυῶσι; σφαλερὸν γὰρ αἱ εἰς ἄκρον εὐεξίαι φησὶν Ἱπποκράτης·
κατὰ τὸν Εὐριπίδην ὑπὸ δὲ βασκανίας καὶ φθόνου βλάπτεσθαι προσορωμένους οἴονται τοὺς καλούς, ὅτι τάχιστα τὸ ἀκμάζον ἴσχει μεταβολὴν τοῦ σώματος δι’ ἀσθένειαν.
- ὁ δʼ ἄρτι θάλλων σαρκὶ διοπετὴς ὅπως
- ἀστὴρ ἀπέσβη