Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

καὶ ὁ Θέων ἀλλὰ τοῦτο μέν εἶπεν ἂν δόξῃ, τοῦ λόγου προϊόντος ἀναθησόμεθα· νῦν δὲ χρησόμεθα τοῖς διδομένοις ὑπʼ αὐτῶν. οἴονται δὲ περὶ γαστέρα τἀγαθὸν εἶναι καὶ τοὺς ἄλλους πόρους τῆς σαρκὸς ἅπαντας, διʼ ὧν ἡδονὴ καὶ μὴ ἀλγηδὼν ἐπεισέρχεται· καὶ πάντα τὰ καλὰ καὶ σοφὰ ἐξευρήματα τῆς περὶ γαστέρα ἡδονῆς ἕνεκα γεγονέναι καὶ τῆς ὑπὲρ ταύτης ἐλπίδος ἀγαθῆς, ὡς ὁ σοφὸς εἴρηκε Μητρόδωρος. αὐτόθεν μὲν οὖν, ὦ ἑταῖρε, φαίνονται γλίσχρον τι καὶ σαπρὸν καὶ οὐ βέβαιον αἴτιον τἀγαθοῦ λαμβάνοντες, ἀλλὰ τοῖς πόροις τούτοις, διʼ ὧν ἡδονὰς; ἐπεισάγονται, καὶ πρὸς ἀλγηδόνας ὁμοίως

κατατετρημένον, μᾶλλον δʼ ἡδονὴν μὲν ὀλίγοις ἀλγηδόνα δὲ πᾶσι τοῖς μορίοις δεχόμενον. πᾶσα γὰρ ἡδονὴ περὶ --- ἄρθρα καὶ νεῦρα καὶ πόδας καὶ χεῖρας, οἷς ἐνοικίζεται τὰ δεινὰ πάθη καὶ σχέτλια, ποδαγρικὰ καὶ ῥευματικὰ καὶ φαγεδαινικὰ καὶ διαβρώσεις καὶ ἀποσήψεις· ὀσμῶν δὲ καὶ χυμῶν τὰ ἣδιστα προσαγαγὼν τῷ σώματι μικρὸν εὑρήσεις χωρίον ἐν αὐτῷ παντάπασι τὸ κινούμενον λείως καὶ προσηνῶς, τὰ δʼ ἄλλα πολλάκις δυσχεραίνει καὶ ἀγανακτεῖ· πυρὶ δὲ καὶ σιδήρῳ καὶ δήγματι καὶ ὑστριχίσιν οὐδὲν ἀπαθὲς οὐδʼ ἀναίσθητον ἀλγηδόνος, ἀλλὰ καὶ καῦμα καὶ ῥῖγος εἰς ἅπαντα καταδύεται καὶ πυρετός· αἱ δʼ ἡδοναὶ καθάπερ αὖραι πρὸς ἑτέραις ἕτεραι τοῦ σώματος ἄκραις ἐπιγελῶσαι διαχέονται, καὶ ὁ χρόνος ὁ μὲν τούτων οὐ πολὺς ἀλλʼ ὥσπερ οἱ διᾴττοντες ἔξαψιν ἅμα καὶ σβέσιν ἐν τῇ σαρκὶ λαμβάνουσιν εἷς δὲ τοῦ πόνου μάρτυς ὁ Αἰσχύλου Φιλοκτήτης ἱκανός· οὐ γὰρ ὁ δράκων, φησίν, ἀνῆκεν
  1. ἀλλʼ ἐνῴκισε
  2. δεινὴν στομάτων ἔκφυσιν, ποδὸς λαβεῖν.
ὀλισθείη --- ἀλγηδὼν οὐχ ἕτερα τοιαῦτα κινοῦσα καὶ γαργαλίζουσα τοῦ σώματος· ἀλλʼ ὥσπερ τὸ τῆς μηδικῆς σπέρμα πολυκαμπὲς καὶ σκαληνὸν ἐμφύεται τῇ γῇ καὶ διαμένει πολὺν χρόνον ὑπὸ τραχύτητος, οὕτως ὁ πόνος ἄγκιστρα καὶ ῥίζας διασπείρων καὶ συμπλεκόμενος τῇ σαρκὶ καὶ παραμένων οὐχ ἡμέρας οὐδὲ νύκτας μόνον ἀλλὰ καὶ ὥρας ἐτῶν ἐνίοις καὶ περιόδους ὀλυμπιακὰς, μόλις ὑπʼ ἄλλων πόνων ὥσπερ ἥλων σφοδροτέρων ἐκκρουόμενος ἀπαλλάττεται. τίς γὰρ ἔπιε χρόνον τοσοῦτον ἢ ἔφαγεν, ὅσον διψῶσιν οἱ πυρέττοντες καὶ πεινῶσιν οἱ πολιορκούμενοι; ποῦ δʼ ἔστιν ἄνεσις καὶ κοινωνία μετὰ φίλων, ἐφʼ ὅσον κολάζουσι καὶ στρεβλοῦσι τύραννοι; καὶ γὰρ τοῦτο τῆς τοῦ σώματος φαυλότητος καὶ ἀφυΐας πρὸς τὸ ἡδέως ζῆν ἐστιν, ὅτι τοὺς πόνους ὑπομένει μᾶλλον ἢ τὰς ἡδονὰς καὶ πρὸς ἐκείνους ἔχει ῥώμην καὶ δύναμιν, ἐν δὲ ταύταις ἀσθενὲς ἐστι καὶ ἁψίκορον. τὸ δʼ ἡδέως ζῆν ἂν ἅπτωνται --- πλείονα περὶ τούτου λέγειν οὐκ ἐῶσιν ἡμᾶς,
ὁμολογοῦντες αὐτοὶ μικρὸν εἶναι τὸ τῆς σαρκὸς ἡδύ, μᾶλλον δʼ ἀκαρές, εἴ γε δὴ μὴ κενολογοῦσι μηδʼ ἀλαζονεύονται, Μητρόδωρος μὲν λέγων ὅτι πολλάκις προσεπτύσαμεν ταῖς τοῦ σώματος ἡδοναῖς, Ἐπίκουρος δὲ καὶ γελᾶν φησι ταῖς ὑπερβολαῖς τοῦ περὶ τὸ σῶμα νοσήματος πολλάκις κάμνοντα τὸν σοφόν οἷς οὖν οἱ πόνοι τοῦ σώματος οὕτως εἰσὶν ἐλαφροὶ καὶ ῥᾴδιοι, πῶς ἔνεστί τι ταῖς ἡδοναῖς ἀξιόλογον; καὶ γὰρ εἰ μὴ χρόνῳ μηδὲ μεγέθει τῶν πόνων ἀποδέουσιν, ἀλλὰ περὶ πόνους ἔχουσι, καὶ πέρας αὐταῖς κοινὸν Ἐπίκουρος τὴν παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν ἐπιτέθεικεν, ὡς τῆς φύσεως ἄχρι τοῦ λῦσαι τὸ ἀλγεινὸν αὐξούσης τὸ ἡδύ, περαιτέρω δὲ μὴ ἐώσης προελθεῖν κατὰ τὸ μέγεθος, ἀλλὰ ποικιλμοὺς τινας οὐκ ἀναγκαίους, ὅταν ἐν τῷ μὴ πονεῖν γένηται, δεχομένης ἡ δʼ ἐπὶ τοῦτο μετʼ ὀρέξεως πορεία, μέτρον ἡδονῆς οὖσα, κομιδῇ βραχεῖα καὶ σύντομος ὅθεν αἰσθόμενοι τῆς ἐνταῦθα γλισχρότητος ὥσπερ ἐκ χωρίου λυπροῦ τοῦ σώματος μεταφέρουσι τὸ τέλος εἰς τὴν ψυχήν, ὡς ἐκεῖ νομὰς καὶ λειμῶνας ἀμφιλαφεῖς ἡδονῶν ἕξοντες ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών οὔτε λείη περὶ τὸ σαρκίδιον ἡ ἀπόλαυσις ἀλλὰ
τραχεῖα, μεμιγμένη πρὸς πολὺ τὸ ἀλλότριον καὶ σφυγματῶδες.