Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

προελθόντων γὰρ ἡμῶν εἰς τὸ γυμνάσιον ὥσπερ εἰώθειμεν ἐκ τῆς διατριβῆς, Ζεύξιππος ἐμοὶ μέν ἔφη δοκεῖ πολὺ τῆς προσηκούσης ὁ λόγος εἰρῆσθαι παρρησίας μαλακώτερον· ἀπίασι δʼ ἡμῖν ἐγκαλοῦντες οἱ περὶ Ἡρακλείδην, τοῦ Ἐπικούρου καὶ τοῦ Μητροδώρου, ἡμῖν μηδὲν αἰτίων ὄντων, θρασύτερον καθαψαμένοις. καὶ ὁ Θέων εἶτʼ οὐκ ἔλεγες εἶπεν ὅτι τοῖς ἐκείνων ὁ Κωλώτης παραβαλλόμενος εὐφημότατος ἀνδρῶν φαίνεται; τὰ γὰρ ἐν ἀνθρώποις αἴσχιστα ῥήματα, βωμολοχίας, ληκυθισμοὺς, ἀλαζονείας, ἑταιρήσεις, ἀνδροφονίας, βαρυστόνους, πολυφθόρους, βαρυεγκεφάλους συναγαγόντες Ἀριστοτέλους καὶ Σωκράτους καὶ Πυθαγόρου καὶ Πρωταγόρου καὶ Θεοφράστου καὶ Ἡρακλείδου καὶ Ἱππάρχου καὶ τίνος γὰρ οὐχὶ τῶν ἐπιφανῶν;ʼ κατεσκέδασαν· ὥστʼ, εἰ καὶ τἄλλα πάντα σοφῶς εἶχεν αὐτοῖς, διὰ τὰς βλασφημίας ταύτας καὶ κατηγορίας πορρωτάτω σοφίας ἂν εἴργεσθαι· φθόνος γὰρ ἔξω θείου χοροῦ καὶ ζηλοτυπία διʼ ἀσθένειαν ἀποκρύψαι μὴ δυναμένη τὸ ἀλγοῦν ὑπολαβὼν οὖν Ἀριστόδημος Ἡρακλείδης μὲν οὖν ἔφη γραμματικὸς ὤν, ἀντὶ τῆς ποιητικῆς τύρβης, ὡς ἐκεῖνοι λέγουσι, καὶ τῶν Ὁμήρου μωρολογημάτων ἀποτίνει ταύτας Ἐπικούρῳ χάριτας, ἢ ὅτι Μητρόδωρος ἐν γράμμασι τοσούτοις τῷ

ποιητῇ λελοιδόρηκεν. ἀλλʼ ἐκείνους μὲν ἐῶμεν, ὦ Ζεύξιππε· τὸ δʼ ἐν ἀρχῇ τῶν λόγων ῥηθὲν πρὸς τοὺς ἄνδρας, ὡς οὐκ ἔστι ξῆν κατʼ αὐτούς, τί οὐ μᾶλλον, ἐπεὶ κέκμηκεν οὗτος, αὐτοὶ διʼ ἑαυτῶν περαίνομεν ἅμα καὶ Θέωνα παραλαβόντες; καὶ ὁ Θέων πρὸς αὐτὸν ἀλλʼ οὗτος μέν ἔφη ὁ ἆθλος ἑτέροις ἐκτετέλεσται πρὸ ἡμῶν.
νῦν αὖτε σκοπὸν ἄλλον,
εἰ δοκεῖ, θέμενοι τοιαύτῃ τινὶ δίκῃ μετίωμεν ὑπὲρ τῶν φιλοσόφων τοὺς ἄνδρας· ἀποδεῖξαι γάρ, ἄνπερ ᾖ δυνατόν, ἐπιχειρήσωμεν, ὅτι μηδὲ ζῆν ἡδέως ἔστιν κατʼ αὐτούς. παπαί εἶπον ἔγωγε γελάσας εἰς τὴν γαστέρα τοῖς ἀνδράσιν ἔοικας ἐναλεῖσθαι, καὶ τὴν περὶ τῶν κρεῶν ἐπάξειν, ἀφαιρούμενος ἡδονὴν ἀνθρώπων βοώντων
οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες
οὐδὲ ῥήτορες οὐδὲ προστάται δήμων οὐδʼ ἄρχοντες,
ἀεὶ δʼ ἡμῖν δαίς τε φίλη
καὶ πᾶσα διὰ σαρκὸς ἐπιτερπὴς κίνησις ἐφʼ ἡδονὴν τινα καὶ χαρὰν ψυχῆς ἀναπεμπομένη. δοκεῖς οὖν μοι μὴ τὸ ἔαρ ἐξαιρεῖν ὥς φασιν, ἀλλὰ τὸ ζῆν ἀφαιρεῖσθαι τοὺς ἄνδρας, εἰ τὸ ζῆν ἡδέως μὴ
ἀπολείψεις αὐτοῖς. τί οὖν εἶπεν ὁ Θέων εἰ δοκιμάζεις τὸν λόγον, αὐτὸς οὐ χρῇ παρόντι; χρήσομαι εἶπον ἀκροώμενος καὶ ἀποκρινόμενος, ἂν δέησθε· τὴν δʼ ἡγεμονίαν ὑμῖν παραδίδωμι μικρὰ δὴ προφασισαμένου τοῦ Θέωνος, Ἀριστόδημος ὡς σύντομον ἔφη καὶ λείαν ἔχων ὁδὸν ἀπετάφρευσας ἡμῖν πρὸς τὸν λόγον, οὐκ ἐάσας περὶ τοῦ καλοῦ πρότερον εὐθύνας ὑποσχεῖν τὴν αἵρεσιν. ἀνθρώπους γάρ, ἡδονὴν ὑποτιθεμένους τέλος, οὐκ ἔστιν ἐξελάσαι τοῦ ἡδέως ζῆν ῥᾴδιον· τοῦ δὲ καλῶς ἐκπεσόντες ἅμα καὶ τοῦ ἡδέως συνεξέπιπτον· ἐπεὶ τὸ ἡδέως ζῆν ἄνευ τοῦ καλῶς ἀνύπαρκτόν ἐστιν, ὡς αὐτοὶ λέγουσι.