Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

καὶ τὸ ὅλον οἱ ἄνθρωποι τῆς ἡδονῆς τὸ μέγεθος, καθάπερ κέντρῳ καὶ διαστήματι, τῇ γαστρὶ περιγράφουσι· λαμπρᾶς δὲ καὶ βασιλικῆς καὶ φρόνημα ποιούσης μέγα καὶ φῶς καὶ γαλήνην ἀληθῶς εἰς ἅπαντας ἀναχεομένην χαρᾶς οὐκ ἔστι μετασχεῖν βίον ἀνέξοδον καὶ ἀπολίτευτον καὶ ἀφιλάνθρωπον καὶ ἀνενθουσίαστον εἰς τιμὴν καὶ χάριν ἀνελομένους. οὐ γάρ τι φαῦλον ἡ ψυχὴ καὶ μικρὸν οὐδʼ ἀγεννές ἐστιν οὐδʼ ὥσπερ οἱ πολύποδες ἄχρι τῶν ἐδωδίμων ἐκτείνει τὰς ἐπιθυμίας, ἀλλὰ ταύτην μὲν ὀξύτατος ἀποκόπτει κόρος ἀκαρὲς ὥρας μόριον ἀκμάσασαν, τῶν δὲ πρὸς τὸ καλὸν ὁρμῶν καὶ τὴν ἐπὶ τῷ καλῷ τιμὴν καὶ χάριν

οὐκ ἔστιν αὐτῶν μέτρον ὁ τοῦ βίου χρόνος,
ἀλλὰ τοῦ παντὸς αἰῶνος ἐπιδραττόμενον τὸ φιλότιμον καὶ φιλάνθρωπον ἐξαμιλλᾶται ταῖς πράξεσι καὶ ταῖς χάρισιν ἡδονὰς ἀμηχάνους ἐχούσαις, ἃς οὐδὲ
φεύγοντες οἱ χρηστοὶ διαφεύγειν δύνανται, πανταχόθεν αὐτοῖς ἀπαντώσας καὶ περιεχομένας, ὅταν εὐφραίνωσι πολλοὺς εὐεργετοῦντες·
ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
ὁ γὰρ οὕτω διαθεὶς ἑτέρους, ὥστε καὶ χαίρειν καὶ γάνυσθαι καὶ ποθεῖν ἅψασθαι καὶ προσαγορεῦσαι, δῆλός ἐστι καὶ τυφλῷ μεγάλας ἔχων ἐν ἑαυτῷ καὶ καρπούμενος ἡδονάς, ὅθεν οὐδὲ κάμνουσιν ὠφελοῦντες οὐδʼ ἀπαγορεύουσιν, ἀλλὰ τοιαύτας αὐτῶν ἀκούομεν φωνάς
πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ
καί
μήποτέ γε παυσώμεσθα δρῶντες εὖ βροτούς
καὶ τί δεῖ περὶ τῶν ἄκρως ἀγαθῶν λέγειν; εἰ γάρ τινι τῶν μέσως φαύλων μέλλοντι θνήσκειν ὁ κύριος, ἤτοι θεὸς ἢ βασιλεύς, ὥραν ἐπιδοίη· μίαν, ὥστε χρησάμενον αὐτῇ πρός τινα καλὴν πρᾶξιν ἢ πρὸς ἀπόλαυσιν εὐθὺς τελευτᾶν, τίς ἂν ἐν τῷ χρόνῳ τούτῳ βούλοιτο μᾶλλον Λαΐδι συγγενέσθαι καὶ πιεῖν οἶνον Ἀριούσιον, ἢ κτείνας Ἀρχίαν ἐλευθερῶσαι τὰς Θήβας; ἐγὼ μὲν οὐδένα νομίζω. καὶ γὰρ τῶν μονομάχων ὁρῶ τοὺς μὴ παντάπασι θηριώδεις ἀλλʼ
Ἕλληνας, ὅταν εἰσιέναι μέλλωσι, προκειμένων πολλῶν ἐδεσμάτων καὶ πολυτελῶν, ἥδιον τὰ γύναια τοῖς φίλοις ἐν τῷ χρόνῳ τούτῳ παρακατατιθεμένους καὶ τοὺς οἰκέτας ἐλευθεροῦντας ἢ τῇ γαστρὶ χαριζομένους. ἀλλὰ καί, εἴ τι μέγα περὶ τὰς τοῦ σώματος ἡδονάς, κοινόν ἐστι δήπου τοῦτο τοῖς πρακτικοῖς πράγμασι· καὶ γὰρ σῖτον ἔδουσιν καὶ πίνουσιν αἴθοπα οἶνον καὶ μετὰ φίλων ἑστιῶνται, πολὺ γʼ οἶμαι προθυμότερον ἀπὸ τῶν ἀγώνων καὶ τῶν ἔργων, ὡς Ἀλέξανδρος καὶ Ἀγησίλαος καὶ νὴ Δία Φωκίων καὶ Ἐπαμεινώνδας, ἢ καθάπερ οὗτοι πρὸς πῦρ ἀλειψάμενοι καὶ τοῖς φορείοις ἀτρέμα διασεισθέντες· ἀλλὰ καταφρονοῦσι τούτων ἐν ἐκείναις ταῖς μείζοσιν ὄντες. τί γὰρ ἂν λέγοι τις Ἐπαμεινώνδαν, οὐκ ἐθελήσαντα δειπνεῖν, ὡς ἑώρα πολυτελέστερον τῆς οὐσίας τὸ δεῖπνον, ἀλλʼ εἰπόντα πρὸς τὸν φίλον ἐγώ σʼ ᾤμην θύειν οὐχ ὑβρίζειν; ὅπου καὶ Ἀλέξανδρος ἀπεώσατο τῆς Ἄδας τοὺς μαγείρους, αὐτὸς εἰπὼν ἔχειν ἀμείνονας ὀψοποιούς, πρὸς μὲν ἄριστον τὴν νυκτοπορίαν πρὸς δὲ δεῖπνον τὴν ὀλιγαριστίαν· Φιλόξενον δὲ γράψαντα περὶ παίδων καλῶν, εἰ πρίηται, μικρὸν ἐδέησε τῆς ἐπιτροπῆς; ἀποστῆσαι· καίτοι τίνι μᾶλλον ἐξῆν; ἀλλʼ, ὥσπερ φησὶν Ἱπποκράτης, δυεῖν πόνων τὸν ἥττονα ὑπὸ τοῦ μείζονος
ἀμαυροῦσθαι, καὶ τῶν ἡδονῶν τὰς σωματικὰς αἱ πρακτικαὶ καὶ φιλότιμοι τῷ χαίροντι τῆς ψυχῆς διʼ ὑπερβολὴν καὶ μέγεθος ἐναφανίζουσι καὶ κατασβεννύουσιν.