Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
εἰ τοίνυν, ὥσπερ λέγουσι, τὸ μεμνῆσθαι τῶν προτέρων ἀγαθῶν μέγιστόν ἐστι πρὸς τὸ ἡδέως ζῆν, Ἐπικούρῳ μὲν οὐδʼ ἂν εἷς ἡμῶν πιστεύσειεν ὅτι ταῖς μεγίσταις ἀλγηδόσι καὶ νόσοις ἐναποθνήσκων ἀντιπαρεπέμπετο τῇ μνήμῃ τῶν ἐναπολελαυσμένων πρότερον ἡδονῶν εἰκόνα γὰρ ὄψεως; ἐν βυθῷ συνταραχθέντι καὶ κλύδωνι μᾶλλον ἄν τις ἢ μνήμην ἡδονῆς διαμειδιῶσαν ἐν σφυγμῷ τοσούτῳ καὶ σπαραγμῷ σώματος ἐπινοήσειε. τὰς δὲ τῶν πράξεων μνήμας οὐδεὶς ἂν οὐδὲ βουληθεὶς ἐκστήσειεν ἑαυτοῦ. πότερον γὰρ ἢ πῶς οἷὸν τʼ ἦν ἐπιλαθέσθαι τῶν Ἀρβήλων τὸν Ἀλέξανδρον ἢ τοῦ Λεοντιάδου τὸν Πελοπίδαν ἢ τῆς Σαλαμῖνος τὸν Θεμιστοκλέα; τὴν μὲν γὰρ ἐν Μαραθῶνι μάχην ἄχρι νῦν Ἀθηναῖοι καὶ τὴν ἐν Λεύκτροις Θηβαῖοι καὶ νὴ Δίʼ ἡμεῖς τὴν Δαϊφάντου περὶ Ὑάμπολιν ἑορτάζομεν, ὡς ἴστε, καὶ θυσιῶν καὶ τιμῶν ἡ Φωκὶς ἐμπέπλησται· καὶ οὐδεὶς ἔστιν ἡμῶν, ἐφʼ οἷς αὐτὸς
βέβρωκεν ἢ πέπωκεν οὕτως ἡδόμενος ὡς ἐφʼ οἷς ἐκεῖνοι κατώρθωσαν. ἐννοεῖν οὖν πάρεστι, πόση τις εὐφροσύνη καὶ χαρὰ καὶ γηθοσύνη συνεβίωσεν αὐτοῖς τοῖς τούτων δημιουργοῖς, ὧν ἐν ἔτεσι πεντακοσίοις καὶ πλείοσιν οὐκ ἀποβέβληκεν ἡ μνήμη τὸ εὐφραῖνον. καὶ μὴν ἀπὸ δόξης γίγνεσθαι τινας ἡδονὰς Ἐπίκουρος ὡμολόγει. τί δʼ οὐκ ἔμελλεν αὐτὸς οὕτω σπαργῶν περιμανῶς καὶ σφαδάζων πρὸς δόξαν, ὥστε μὴ μόνον ἀπολέγεσθαι τοὺς καθηγητὰς μηδὲ Δημοκρίτῳ τῷ τὰ δόγματα ῥήμασιν αὐτοῖς ἀφαιρουμένῳ ζυγομαχεῖν περὶ συλλαβῶν καὶ κεραιῶν, σοφὸν δὲ μηδένα φάναι πλὴν αὑτοῦ γεγονέναι καὶ τῶν μαθητῶν· ἀλλὰ καὶ γράφειν ὡς Κωλώτης μὲν αὐτὸν φυσιολογοῦντα προσκυνήσειε γονάτων ἁψάμενος, Νεοκλῆς δʼ ὁ ἀδελφὸς εὐθὺς ἐκ παίδων ἀποφαίνοιτο μηδένα σοφώτερον Ἐπικούρου γεγονέναι μηδʼ εἶναι· ἡ δὲ μήτηρ ἀτόμους ἔσχεν ἐν ἑαυτῇ τοσαύτας, οἷαι συνελθοῦσαι σοφὸν ἂν ἐγέννησαν; εἶτʼ οὐχ ὥσπερ Καλλικρατίδας ἔλεγε τὸν Κόνωνα μοιχεύειν τὴν θάλασσαν, οὕτως ἄν τις εἴποι τὸν Ἐπίκουρον αἰσχρῶς καὶ κρύφα πειρᾶν καὶ παραβιάζεσθαι τὴν δόξαν, οὐ τυγχάνοντα φανερῶς ἀλλʼ ἐρῶντα καὶ κατατεινόμενον; ὥσπερ γὰρ λιμοῦ τὰ σώματα τροφῆς μὴ παρούσης ἀναγκάζεται παρὰ φύσιν ὑφʼ αὑτῶν τρέφεσθαι, τοιοῦτον ἡ φιλοδοξία ποιεῖ κακὸν ἐν ταῖς ψυχαῖς, ὅταν ἐπαίνων πεινῶντες παρʼ ἑτέρων μὴ τυγχάνωσιν, αὐτοὺς ἑαυτοὺς ἐπαινεῖν.