Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ὅτι μὲν οὖν καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς ἡ φύσις δεῖται χορηγίας πολυτελοῦς καὶ οὐκ ἔστιν ἐν μάζῃ καὶ φακῇ τὸ ἣδιστον, ἀλλʼ ὄψα καὶ Θάσια καὶ μύρα

  1. καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
  2. πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα
ζητοῦσιν αἱ τῶν ἀπολαυστικῶν ὀρέξεις, καὶ πρός γε τούτοις εὐπρεπεῖς καὶ νέας γυναῖκας οἷαι Λεόντιον καὶ Βοίδιον καὶ Ἡδεῖα καὶ Νικίδιον ἐνέμοντο περὶ τὸν κῆπον, ἀφῶμεν, ταῖς μέντοι τῆς ψυχῆς χαραῖς ὁμολογουμένως μέγεθος ὑποκεῖσθαι δεῖ πράξεων καὶ κάλλος ἔργων ἀξιολόγων, εἰ μέλλουσι μὴ διάκενοι μηδʼ ἀγεννεῖς καὶ κορασιώδεις ἀλλʼ ἐμβριθεῖς ἔσεσθαι καὶ βέβαιοι καὶ μεγαλοπρεπεῖς;. τὸ δὲ περὶ τοῦ πρὸς εὐπαθείας ἐπαίρεσθαι ναυτῶν δίκην ἀφροδίσια ἀγόντων καὶ μέγα φρονεῖν ὅτι νοσῶν νόσον ἀσκίτην τινὰς ἑστιάσεις φίλων συνῆγε καὶ οὐκ ἐφθόνει τῆς προσαγωγῆς τοῦ ὑγροῦ τῷ ὕδρωπι καὶ τῶν ἐσχάτων
Νεοκλέους λόγων μεμνημένος ἐτήκετο τῇ μετὰ δακρύων ἰδιοτρόπῳ ἡδονῇ ταῦτʼ οὐδεὶς ἂν ὑγιαινόντων εὐφροσύνας ἀληθεῖς ἢ χαρὰς ὀνομάσειεν· ἀλλʼ εἴ τις ἔστι καὶ ψυχῆς Σαρδάνιος γέλως, ἐν τούτοις ἔστι τοῖς παραβιασμοῖς καὶ κλαυσιγέλωσιν. εἰ δʼ οὖν ταῦτα φήσει τις εὐφροσύνας καὶ χαράς, σκόπει τὰς ὑπερβολὰς τῶν ἡδονῶν ἐκείνων
ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν
καί
οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ
καί
δίζω, ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον.
ὅταν δὲ λάβω τὰ Θρασυβούλου καὶ Πελοπίδου πρὸ ὀφθαλμῶν κατορθώματα, καὶ τὸν ἐν Πλαταιαῖς Ἀριστείδην ἢ τὸν ἐν Μαραθῶνι Μιλτιάδην, ἐνταῦθα κατὰ τὸν Ἡρόδοτον ἐξείργομαι γνώμην εἰπεῖν, ὅτι τῷ πρακτικῷ βίῳ τὸ ἡδὺ πλέον ἢ τὸ καλὸν ἔστι. μαρτυρεῖ δέ μοι καὶ Ἐπαμεινώνδας εἰπών, ὥς φασιν, ἣδιστον αὐτῷ γενέσθαι τὸ τοὺς τεκόντας ζῶντας ἐπιδεῖν τὸ ἐν Λεύκτροις τρόπαιον αὐτοῦ στρατηγοῦντος. παραβάλωμεν οὖν τῇ Ἐπαμεινώνδου μητρὶ τὴν Ἐπικούρου, χαίρουσαν ὅτι τὸν υἱὸν ἐπεῖδεν εἰς
τὸ κηπίδιον ἐνδεδυκότα καὶ κοινῇ μετὰ τοῦ Πολυαίνου παιδοποιούμενον ἐκ τῆς Κυζικηνῆς ἑταίρας. τὴν μὲν γὰρ Μητροδώρου μητέρα καὶ τὴν ἀδελφὴν ὡς ὑπερέχαιρον ἐπὶ τοῖς γάμοις αὐτοῦ καὶ ταῖς πρὸς τὸν ἀδελφὸν ἀντιγραφαῖς, ἐκ τῶν βιβλίων δήπου δῆλόν ἐστιν. ἀλλʼ ἡδέως τε βεβιωκέναι καὶ βρυάζειν καὶ καθυμνεῖν τὸν ἑαυτῶν βίον ἐκκραυγάζοντες λέγουσι. καὶ γὰρ οἱ θεράποντες ὅταν Κρόνια δειπνῶσιν ἢ Διονύσια κατʼ ἀγρὸν ἄγωσι περιιόντες, οὐκ ἂν αὐτῶν τὸν ὀλολυγμὸν ὑπομείναις καὶ τὸν θόρυβον, ὑπὸ χαρμονῆς καὶ ἀπειροκαλίας τοιαῦτα ποιούντων καὶ φθεγγομένων
  1. κλίθητι καὶ πίωμεν· οὐ καὶ σιτία
  2. πάρεστιν, ὦ δύστηνε; μὴ σαυτῷ φθόνει.
  3. οἱ δʼ εὐθὺς ἠλάλαξαν, ἐν δʼ ἐκίρνατο
  4. οἶνος· φέρων δὲ στέφανον ἀμφέθηκέ τις·
  5. ὑμνεῖτο δʼ αἰσχρῶς, κλῶνα πρὸς καλὸν δάφνης,
  6. ὁ Φοῖβος οὐ προσῳδά τὴν τʼ ἐν αὐλίῳ
  7. νόθον τις ἐξέκλαξε σύγκοιτον φίλην.
ἦ γὰρ οὐ τούτοις ἔοικε τὰ Μητροδώρου πρὸς τὸν ἀδελφὸν γράφοντος; οὐδὲν δεῖ σῴζειν τοὺς; Ἕλληνας οὐδʼ ἐπὶ σοφίᾳ στεφάνων παρʼ αὐτῶν τυγχάνειν, ἀλλʼ ἐσθίειν καὶ πίνειν οἶνον, ὦ Τιμόκρατες,
ἀβλαβῶς τῇ γαστρὶ καὶ κεχαρισμένως. καὶ πάλιν πού φησιν ἐν τοῖς αὐτοῖς γράμμασιν ὡς καὶ ἐχάρην καὶ ἐθρασυνάμην, ὅτι ἔμαθον παρʼ Ἐπικούρου ὀρθῶς γαστρὶ χαρίζεσθαι. καὶ περὶ γαστέρα γάρ, ὦ φυσιολόγε Τιμόκρατες, τἀγαθόν.