Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
κἀγὼ πρὸς αὐτὸν οὐχ ἡμῖν γε κριταῖς ἔφην ἀλλὰ πάσης ἀφεῖσαι τῆς ἐπηρείας, ὥστε θαρρῶν τὰ λοιπὰ τοῦ λόγου πέραινε πῶς; εἶπεν· οὐ γὰρ Ἀριστόδημος ἡμᾶς, εἰ σὺ παντάπασιν ἀπηγόρευκας, διαδέξεται; πάνυ μὲν οὖν, εἶπεν ὁ Ἀριστόδημος, ὅταν ἀποκάμῃς, ὥσπερ οὗτος· ἔτι δʼ ἀκμάζων, ὦ μακάριε, χρῆσαι σεαυτῷ, ὡς μὴ δοκῇς ἀπομαλθακίζεσθαι. καὶ μήν ὁ Θέων εἶπε πάνυ ῥᾴδιόν ἐστι τὸ λειπόμενον· λείπεται δὲ τὸ πρακτικὸν ὅσας ἡδονὰς ἔχει διελθεῖν. αὐτοὶ δὲ δήπου λέγουσιν ὡς τὸ εὖ ποιεῖν ἣδιόν ἐστι τοῦ εὖ πάσχειν εὖ δὲ ποιεῖν ἔστι μὲν ἀμέλει καὶ διὰ λόγων, τὸ δὲ πλεῖστον ἐν πράξει καὶ μέγιστον; ὡς τοὔνομα τῆς εὐεργεσίας ὑφηγεῖται καὶ μαρτυροῦσιν αὐτοί. μικρῷ γὰρ ἔμπροσθεν ἠκούομεν, ἔφη, τούτου λέγοντος, οἵας φωνὰς ἀφῆκεν Ἐπίκουρος, οἷα δὲ γράμματα τοῖς φίλοις ἔπεμψεν, ὑμνῶν καὶ
μεγαλύνων Μητρόδωρον, ὡς ʼ εὖ τε καὶ νεανικῶς ἐξ ἄστεως ἅλαδε κατέβη Μιθρῇ τῷ Σύρῳ βοηθήσωνʼ καὶ ταῦτα, πράξαντος οὐδὲν τότε τοῦ Μητροδώρου. τίνας οὖν οἰόμεθα καὶ πηλίκας ἡδονὰς εἶναι τὰς Πλάτωνος, ὁπηνίκα Δίων ὁρμήσας ἀπʼ αὐτοῦ κατέλυσε Διονύσιον καὶ Σικελίαν ἠλευθέρωσε; τίνας δʼ Ἀριστοτέλους, ὅτε τὴν πατρίδα κειμένην ἐν ἐδάφει πάλιν ἀνέστησε καὶ κατήγαγε τοὺς πολίτας; τίνας δὲ Θεοφράστου καὶ Φανίου τοὺς τῆς πατρίδος ἐκκοψάντων τυράννους; ἰδίᾳ μὲν γὰρ ὅσοις ἐβοήθησαν ἀνδράσιν, οὐ πυροὺς διαπέμποντες οὐδʼ ἀλφίτων μέδιμνον, ὡς Ἐπίκουρος ἐνίοις ἔπεμψεν, ἀλλὰ φεύγοντας διαπραξάμενοι κατελθεῖν καὶ δεδεμένους λυθῆναι καὶ τέκνα καὶ γυναῖκας ἐστερημένους ἀπολαβεῖν, τί ἂν λέγοι τις ὑμῖν ἀκριβῶς εἰδόσιν; ἀλλὰ τὴν ἀτοπίαν οὐδὲ βουλόμενον ἔστι τἀνθρώπου παρελθεῖν, τὰς μὲν Θεμιστοκλέους καὶ Μιλτιάδου πράξεις ὑπὸ πόδας τιθεμένου καὶ κατευτελίζοντος, ὑπὲρ ἑαυτοῦ δὲ ταυτὶ τοῖς φίλοις γράφοντος δαιμονίως τε καὶ μεγαλοπρεπῶς ἐπεμελήθητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδὴν καὶ οὐρανομήκη σημεῖα ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας. ὥστʼ, εἴ τις ἐξεῖλε τὸ σιτάριον ἐκ τῆς ἐπιστολῆς τοῦ φιλοσόφου, δόξαν ἂν παραστῆσαι τὰ ῥήματα τῆς χάριτος, ὡς ὑπὲρ τῆς Ἑλλάδος ὅλης ἢ τοῦ δήμου τῶν Ἀθηναίων ἐλευθερωθέντος ἢ σωθέντος γραφομένης.