Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἐννόει γάρ, ὡς δακνόμενοι τὸν Πλάτωνος ἀναγιγνώσκομεν Ἀτλαντικὸν καὶ τὰ τελευταῖα τῆς Ἰλιάδος, οἷον ἱερῶν κλειομένων ἢ θεάτρων ἐπιποθοῦντες τοῦ μύθου τὸ λειπόμενον. αὐτῆς δὲ τῆς ἀληθείας ἡ μάθησις οὕτως ἐράσμιόν ἐστι καὶ ποθεινόν, ὡς τὸ ζῆν καὶ τὸ εἶναι διὰ τὸ γιγνώσκειν· τοῦ δὲ θανάτου τὰ σκυθρωπότατα λήθη καὶ ἄγνοια καὶ σκότος ᾗ. καὶ νὴ Δία μάχονται τοῖς φθείρουσι τῶν ἀποθανόντων τὴν αἴσθησιν ὀλίγου δεῖν ἅπαντες, ὡς ἐν μόνῳ τῷ αἰσθανομένῳ καὶ γιγνώσκοντι τῆς ψυχῆς τιθέμενοι τὸ ζῆν καὶ τὸ εἶναι καὶ τὸ χαίρειν. ἔστι γὰρ καὶ τοῖς ἀνιῶσι τὸ μεθʼ ἡδονῆς τινος ἀκούεσθαι· καὶ ταραττόμενοι πολλάκις ὑπὸ τῶν λεγομένων καὶ κλαίοντες ὅμως λέγειν κελεύομεν, ὥσπερ οὗτος
ἀλλὰ τοῦτο μὲν ἔοικε τῆς περὶ τὸ πάντα γιγνώσκειν ἡδονῆς ἀκρασία τις εἶναι καὶ ῥύσις ἐκβιαζομένη τὸν λογισμόν· ὅταν δὲ μηδὲν ἔχουσα βλαβερὸν ἢ λυπηρὸν ἱστορία καὶ διήγησις ἐπὶ πράξεσι καλαῖς καὶ μεγάλαις προσλάβῃ λόγον ἔχοντα δύναμιν καὶ χάριν, ὡς τῶν Ἡροδότου τὰ Ἑλληνικὰ καὶ τὰ Περσικὰ τῶν Ξενοφῶντοςὅσσα θʼ Ὅμηρος ἐθέσπισε θέσκελα εἰδώςἢ τὰς γῆς Περιόδους Εὔδοξος ἢ Κτίσεις καὶ Πολιτείας Ἀριστοτέλης ἢ Βίους ἀνδρῶν Ἀριστόξενος ἔγραψεν, οὐ μόνον μέγα καὶ πολὺ τὸ εὐφραῖνον ἀλλὰ καὶ καθαρὸν καὶ ἀμεταμέλητόν ἐστι. τίς δʼ ἂν φάγοι πεινῶν καὶ πίοι διψῶν τὰ Φαιάκων ἥδιον ἢ διέλθοι τὸν Ὀδυσσέως ἀπόλογον τῆς πλάνης; τίς δʼ ἂν ἡσθείη συναναπαυσάμενος τῇ καλλίστῃ γυναικὶ μᾶλλον προσαγρυπνήσας οἷς γέγραφε περὶ Πανθείας Ξενοφῶν ἢ περὶ Τιμοκλείας Ἀριστόβουλος ἢ Θήβης Θεόπομπος;
ἀλλὰ ταῦτα --- τῆς ψυχῆς, ἐξωθοῦσι δὲ καὶ τὰς ἀπὸ τῶν μαθημάτων. καίτοι ταῖς μὲν ἱστορίαις ἁπλοῦν τι καὶ λεῖον ἔστιν, αἱ δʼ ἀπὸ γεωμετρίας καὶ ἀστρολογίας καὶ ἁρμονικῆς δριμὺ καὶ ποικίλον ἔχουσαι τὸ δέλεαρ οὐδενὸς τῶν ἀγωγίμων ἀποδέουσιν, ἕλκουσαι καθάπερ ἴυγξι τοῖς διαγράμμασιν ὧν ὁ γευσάμενος, ἄνπερ ἔμπειρος ᾖ, τὰ Σοφοκλέους περίεισιν ᾅδων
καὶ νὴ Δίʼ Εὔδοξος καὶ Ἀρίσταρχος καὶ Ἀρχιμήδης ὅπου γὰρ οἱ φιλογραφοῦντες οὕτως ἄγονται τῇ πιθανότητι τῶν ἔργων, ὥστε Νικίαν γράφοντα τὴν Νεκυίαν ἐρωτᾶν πολλάκις τοὺς οἰκέτας εἰ ἠρίστηκε, Πτολεμαίου δὲ τοῦ βασιλέως ἑξήκοντα τάλαντα τῆς γραφῆς συντελεσθείσης πέμψαντος αὐτῷ, μὴ λαβεῖν μηδʼ ἀποδόσθαι τοὔργον· τίνας οἰόμεθα καὶ πηλίκας ἡδονὰς ἀπὸ γεωμετρίας δρέπεσθαι καὶ ἀστρολογίας Εὐκλείδην γράφοντα τὰ διοπτρικὰ καὶ Φίλιππον ἀποδεικνύντα περὶ τοῦ σχήματος τῆς σελήνης καὶ Ἀρχιμήδην ἀνευρόντα τῇ γωνίᾳ τὴν διάμετρον τοῦ ἡλίου τηλικοῦτον τοῦ μεγίστου κύκλου μέρος οὖσαν, ἡλίκον ἡ γωνία τῶν τεσσάρων ὀρθῶν· καὶ Ἀπολλώνιον καὶ Ἀρίσταρχον, ἑτέρων τοιούτων εὑρετὰς; γενομένους, ὧν νῦν ἡ θέα καὶ κατανόησις ἡδονάς τε μεγάλας καὶ φρόνημα θαυμάσιον ἐμποιεῖ τοῖς μανθάνουσι; καὶ οὐκ ἄξιον οὐδαμῇ τὰς ἐκ τῶν ὀπτανείων καὶ ματρυλείων ἡδονὰς ἐκείνας; παραβάλλοντας ταύταις καταισχύνειν τὸν Ἑλικῶνα καὶ τὰς Μούσας
- μουσομανεῖ δʼ ἐλᾷ φρὴν δακέτῳ ποτὶ δειράν,
- εὔχομαι δʼ ἔκ τε λύρας ἔκ τε νόμων,
- οὓς Θαμύρας περίαλλα μουσοποιεῖ
ἀλλʼ αὗται μὲν εἰσιν ὡς ἀληθῶς ἀκήρατοι νομαὶ μελισσῶν, ἐκεῖνα δὲ συῶν καὶ τράγων κνησμοῖς ἔοικε, προσαναπιμπλάντα τῆς ψυχῆς τὸ παθητικώτατον. ἔστι μὲν οὖν ποικίλον καὶ ἰταμὸν τὸ φιλήδονον· οὔπω δέ τις ἐρωμένῃ πλησιάσας ὑπὸ χαρᾶς ἐβουθύτησεν οὐδʼ εὔξατό τις ἐμπλησθεὶς ὄψων ἢ πεμμάτων βασιλικῶν εὐθὺς ἀποθανεῖν. Εὔδοξος δʼ εὔχετο παραστὰς τῷ ἡλίῳ καὶ καταμαθὼν τὸ σχῆμα τοῦ ἄστρου καὶ τὸ μέγεθος καὶ τὸ εἶδος ὡς ὁ Φαέθων καταφλεγῆναι· καὶ Πυθαγόρας ἐπὶ τῷ διαγράμματι βοῦν ἔθυσεν, ὥς φησιν Ἀπολλόδωρος·
- ἔνθʼ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
- οὔτʼ ἦλθέ πω σίδηρος·
εἴτε περὶ τῆς ὑποτεινούσης ὡς ἴσον δύναται ταῖς περιεχούσαις τὴν ὀρθήν; εἴτε πρόβλημα περὶ τοῦ χωρίου τῆς παραβολῆς. Ἀρχιμήδην δὲ βίᾳ τῶν διαγραμμάτων ἀποσπῶντες ὑπήλειφον οἱ θεράποντες· ὁ δʼ ἐπὶ τῆς κοιλίας ἔγραφε τὰ σχήματα τῇ στλεγγίδι, καὶ λουόμενος ὥς φασιν ἐκ τῆς ὑπερχύσεως ἐννοήσας τὴν τοῦ στεφάνου μέτρησιν οἷον ἔκ τινος κατοχῆς ἢ ἐπιπνοίας ἐξήλατο βοῶν εὕρηκα, καὶ τοῦτο πολλάκις φθεγγόμενος ἐβάδιζεν. οὐδενὸς δʼ ἀκηκόαμεν οὔτε γαστριμάργου περιπαθῶς οὕτω βέβρωκα βοῶντος οὔτʼ ἐρωτικοῦ πεφίληκα, μυρίων μυριάκις ἀκολάστων γεγονότων καὶ ὄντων· ἀλλὰ καὶ βδελυττόμεθα τοὺς μεμνημένους δείπνων ἐμπαθέστερον, ὡς ἐφʼ ἡδοναῖς μικραῖς καὶ μηδενὸς ἀξίαις ὑπερασμενίζοντας· Εὐδόξῳ δὲ καὶ Ἀρχιμήδει καὶ Ἱππάρχῳ συνενθουσιῶμεν καὶ Πλάτωνι πειθόμεθα περὶ τῶν μαθημάτων, ὡς ἀμελούμενα διʼ ἄγνοιαν καὶ ἀπειρίαν ὅμως; βίᾳ ὑπὸ χάριτος αὐξάνεται.
- ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα
- κεῖν’ ἐφʼ ὅτῳ λαμπρὴν ἤγετο βουθυσίην.
ταύτας μέντοι τὰς τηλικαύτας καὶ τοσαύτας ἡδονὰς ὥσπερ ἀενάους ἐκτρέποντες οὗτοι καὶ ἀποστρέφοντες οὐκ ἐῶσι γεύεσθαι τοὺς πλησιάσαντας αὐτοῖς· ἀλλὰ τοὺς μὲν ἐπαραμένους τὰ ἀκάτια φεύγειν ἀπʼ αὐτῶν κελεύουσι· Πυθοκλέους δὲ πάντες καὶ πᾶσαι δέονται διʼ Ἐπικούρου καὶ ἀντιβολοῦσιν, ὅπως οὐ ζηλώσῃ τὴν ἐλευθέριον καλουμένην παιδείαν Ἀπελλῆν δέ τινα θαυμάζοντες καὶ ὑπερασπαζόμενοι γράφουσιν ὅτι τῶν μαθημάτων ἀποσχόμενος ἐξ ἀρχῆς καθαρὸν ἑαυτὸν ἐτήρησε· περὶ δὲ τῆς ἱστορίας, ἵνα τὴν ἄλλην ἀνηκοΐαν ἐάσω, παραθήσομαι μόνα τὰ Μητροδώρου, γράφοντος ἐν τοῖς περὶ Ποιημάτων ὅθεν μηδʼ εἰδέναι φάσκων, μεθʼ ὁποτέρων ἦν ὁ Ἕκτωρ, ἢ τοὺς πρώτους στίχους τῆς Ὁμήρου ποιήσεως, ἢ πάλιν τὰ ἐν μέσῳ, μὴ ταρβήσῃς. ὅτι τοίνυν αἱ τοῦ σώματος ἡδοναὶ καθάπερ οἱ ἐτησίαι μαραίνονται μετὰ τὴν ἀκμὴν καὶ ἀπολήγουσιν, οὐ λέληθε τὸν Ἐπίκουρον· διαπορεῖ γοῦν, εἰ γέρων ὁ σοφὸς ὢν καὶ μὴ δυνάμενος πλησιάζειν ἔτι ταῖς τῶν καλῶν ἁφαῖς χαίρει καὶ
ψηλαφήσεσιν οὐ ταὐτὰ μὲν τῷ Σοφοκλεῖ διανοούμενος, ἀσμένως ἐκφυγόντι τὴν ἡδονὴν ταύτην, ὥσπερ ἄγριον καὶ λυττῶντα δεσπότην ἀλλʼ ἔδει γε τοὺς ἀπολαυστικούς, ὁρῶντας ὅτι πολλὰς ἀφαυαίνει τῶν ἡδονῶν τὸ γῆραςἣ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεταικατʼ Εὐριπίδην, ταύτας μάλιστα συνάγειν τὰς ἡδονάς, ὥσπερ εἰς πολιορκίαν ἄσηπτα σιτία καὶ ἄφθαρτα παρατιθεμένους· εἶτʼ ἄγειν ἀφροδίσια τοῦ βίου καὶ μεθεόρτους καλὰς ἐν ἱστορίαις καὶ ποιήμασι διατρίβοντας ἢ προβλήμασι μουσικοῖς καὶ γεωμετρικοῖς. οὐ γὰρ ἂν ἐπῆλθεν αὐτοῖς εἰς νοῦν βαλέσθαι τὰς τυφλὰς καὶ νωδὰς ἐκείνας ψηλαφήσεις καὶ ἐπιπηδήσεις τοῦ ἀκολάστου, μεμαθηκόσιν, εἰ μηδὲν ἄλλο, γράφειν περὶ Ὁμήρου καὶ περὶ Εὐριπίδου, ὡς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Δικαίαρχος. ἀλλʼ οἶμαι τοιούτων ἐφοδίων μὴ φροντίσαντες, τῆς δʼ ἄλλης αὐτῶν πραγματείας ἀτερποῦς καὶ ξηρᾶς, ὥσπερ αὐτοὶ τὴν ἀρετὴν λέγουσιν, οὔσης, ἣδεσθαι πάντως ἐθέλοντες, τοῦ δὲ σώματος ἀπαγορεύοντος, αἰσχρὰ καὶ ἄωρα πράττειν ὁμολογοῦσι, τῶν τε προτέρων ἡδονῶν ἀναμιμνήσκοντες ἑαυτοὺς καὶ χρώμενοι ταῖς παλαιαῖς ἀπορίᾳ προσφάτων ὥσπερ τεταριχευμέναις, καὶ νεκρὰς ἄλλας δὴ πάλιν καὶ τεθνηκυίας οἷον ἐν τέφρᾳ ψυχρᾷ τῇ σαρκὶ κινοῦντες παρὰ φύσιν καὶ ἀναζωπυροῦντες, ἅτε δὴ μηδὲν οἰκεῖον ἡδὺ μηδὲ χαρᾶς ἄξιον ἔχοντες ἐν τῇ ψυχῇ παρεσκευασμένον.