Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
οὐ μόνον τοίνυν ἄπιστον καὶ ἀβέβαιον ἀρχὴν λαμβάνουσι τοῦ ἡδέως ζῆν ἀλλὰ καὶ παντάπασιν εὐκαταφρόνητον καὶ μικράν, εἴπερ αὐτοῖς κακῶν ἀποφυγὴ τὸ χαρτόν ἐστι καὶ τἀγαθόν, ἄλλο δʼ οὐδὲν διανοεῖσθαί φασιν, οὐδʼ ὅλως τὴν φύσιν ἔχειν ὅποι τεθήσεται τἀγαθόν, εἰ μὴ μόνον, ὅθεν ἐξελαύνεται τὸ κακὸν αὐτῆς ὥς φησι Μητρόδωρος ἐν
τοῖς πρὸς τοὺς Σοφιστάς· ὥστε τοῦτʼ αὐτὸ τἀγαθόν ἐστι, τὸ φυγεῖν τὸ κακόν· ἔνθα γὰρ τεθήσεται τἀγαθόν, οὐκ ἔστιν, ὅταν μηθὲν ἔτι ὑπεξίῃ μήτʼ ἀλγεινὸν μήτε λυπηρόν ὅμοια δὲ καὶ τὰ Ἐπικούρου, λέγοντος τὴν τἀγαθοῦ φύσιν ἐξ αὐτῆς τῆς φυγῆς τοῦ κακοῦ καὶ τῆς μνήμης καὶ ἐπιλογίσεως καὶ χάριτος, ὅτι τοῦτο συμβέβηκεν αὐτῷ, γεννᾶσθαι· τὸ γὰρ ποιοῦν, φησίν, ἀνυπέρβλητον γῆθος τὸ παρʼ αὑτοῦ πεφυγμένον, μέγα κακόν· καὶ αὕτη φύσις ἀγαθοῦ, ἄν τις ὀρθῶς ἐπιβάλῃ, ἔπειτα σταθῇ καὶ μὴ κενῶς περιπατῇ περὶ ἀγαθοῦ θρυλῶν φεῦ τῆς μεγάλης ἡδονῆς τῶν ἀνδρῶν καὶ μακαριότητος, ἣν καρποῦνται χαίροντες ἐπὶ τῷ μὴ κακοπαθεῖν μηδὲ λυπεῖσθαι μηδὲ ἀλγεῖν. ἆρʼ οὐκ ἄξιόν ἐστιν ἐπὶ τούτοις καὶ φρονεῖν καὶ λέγειν, ἃ λέγουσιν, ἀφθάρτους καὶ ἰσοθέους ἀποκαλοῦντες αὑτοὺς καὶ διʼ ὑπερβολὰς καὶ ἀκρότητας ἀγαθῶν εἰς βρόμους καὶ ὀλολυγμοὺς ἐκβακχεύοντες ὑπὸ τῆς ἡδονῆς, ὅτι τῶν ἄλλων περιφρονοῦντες ἐξευρήκασι μόνοι θεῖον ἀγαθὸν καὶ μέγα τὸ μηδὲν ἔχειν κακόν; ὥστε μήτε συῶν ἀπολείπεσθαι μήτε προβάτων εὐδαιμονίᾳ, τὸ τῇ σαρκὶ καὶ τῇ ψυχῇ περὶ τῆς σαρκὸς ἱκανῶς ἔχειν μακάριον τιθεμένους. ἐπεὶ τοῖς γε κομψοτέροις καὶ γλαφυρωτέροις τῶν ζῴων οὐκ ἔστι φυγὴ κακοῦ τέλος· ἀλλὰ καὶ πρὸς ᾠδὰς ὑπὸ κόρου τρέπεται καὶ νήξεσι χαίρει καὶ πτήσεσι καὶ ἀπομιμεῖσθαι παίζοντα φωνάς τε παντοδαπὰς καὶ ψόφους ὑφʼ ἡδονῆς; καὶ γαυρότητος ἐπιχειρεῖ· καὶ πρὸς ἄλληλα χρῆται φιλοφροσύναις καὶ σκιρτήσεσιν, ὅταν ἐκφύγῃ τὸ κακόν, τἀγαθὸν πεφυκότα ζητεῖν· μᾶλλον δʼ ὅλως πᾶν τὸ ἀλγεινὸν καὶ τἀλλότριον ὡς ἐμποδὼν ὄντα τῇ διώξει τοῦ οἰκείου καὶ κρείττονος ἐξωθοῦντα τῆς φύσεως.τὸ γὰρ ἀναγκαῖον οὐκ ἀγαθόν ἐστιν, ἀλλʼ ἐπέκεινα τῆς φυγῆς τῶν κακῶν κεῖται τὸ ἐφετὸν καὶ τὸ αἱρετὸν καὶ νὴ Δία τὸ ἡδὺ καὶ οἰκεῖον, ὡς Πλάτων ἔλεγε, καὶ ἀπηγόρευε τὰς λυπῶν καὶ πόνων ἀπαλλαγὰς ἡδονὰς μὴ νομίζειν, ἀλλʼ οἷόν τινα σκιαγραφίαν ἢ μῖξιν οἰκείου καὶ ἀλλοτρίου, καθάπερ λευκοῦ καὶ μέλανος ἀπὸ τοῦ κάτω πρὸς τὸ μέσον ἀναφερομένων, ἀπειρίᾳ δὲ τοῦ κάτω καὶ ἄνω καὶ ἀγνοίᾳ τὸ μέσον ἄκρον ἡγουμένων εἶναι καὶ πέρας· ὥσπερ Ἐπίκουρος ἡγεῖται καὶ Μητρόδωρος, οὐσίαν τἀγαθοῦ καὶ ἀκρότητα τὴν τοῦ κακοῦ φυγὴν τιθέμενοι καὶ χαίροντες ἀνδραπόδων τινὰ χαρὰν ἢ δεσμίων ἐξ εἱργμοῦ λυθέντων ἀσμένως ἀλειψαμένων καὶ ἀπολουσαμένων μετὰ τὰς αἰκίας καὶ τὰς μάστιγας, ἐλευθέρας δὲ καὶ καθαρᾶς καὶ ἀμιγοῦς καὶ ἀμωλωπίστου χαρᾶς ἀγεύστων καὶ ἀθεάτων. οὐ γάρ, εἰ τὸ ψωριᾶν τὴν σάρκα καὶ λημᾶν τὸν ὀφθαλμὸν
ἀλλότριον, ἤδη καὶ τὸ κνᾶσθαι καὶ τὸ ἀπομάττεσθαι θαυμάσιον οὐδʼ εἰ τὸ ἀλγεῖν καὶ φοβεῖσθαι τὰ θεῖα καὶ ταράττεσθαι τοῖς ἐν Ἅιδου κακόν, ἡ τούτων ἀποφυγὴ μακάριον καὶ ζηλωτόν· ἀλλὰ μικρὸν τινα τόπον καὶ γλίσχρον ἀποφαίνουσι τῆς χαρᾶς, ἐν ᾧ στρέφεται καὶ κυλινδεῖται μέχρι τοῦ μὴ ταράττεσθαι τοῖς ἐν Ἅιδου κακοῖς παρὰ τὰς κενὰς δόξας προϊοῦσα καὶ τοῦτο ποιουμένη τῆς σοφίας τέλος, ὃ δόξειεν ἂν αὐτόθεν ὑπάρχειν τοῖς ἀλόγοις. εἰ γὰρ πρὸς τὴν ἀπονίαν τοῦ σώματος οὐ διαφέρει πότερον διʼ αὑτὸ ἢ φύσει τοῦ πονεῖν ἐκτός ἐστιν, οὐδὲ πρὸς τὴν ἀταραξίαν τῆς ψυχῆς μεῖζόν ἐστι τὸ διʼ αὑτὴν ἢ κατὰ φύσιν οὕτως ἔχειν ὥστε μὴ ταράττεσθαι. καίτοι φήσειεν ἄν τις οὐκ ἀλόγως ἐρρωμενεστέραν εἶναι διάθεσιν τὴν φύσει μὴ δεχομένην τὸ ταράττον ἢ τὴν ἐπιμελείᾳ καὶ λόγῳ διαφεύγουσαν. ἔστω δʼ ἔχειν ἐπίσης· καὶ γὰρ οὕτω φανοῦνται τῶν θηρίων πλέον οὐδὲν ἔχοντες ἐν τῷ μὴ ταράττεσθαι τοῖς ἐν Ἅιδου καὶ περὶ θεῶν λεγομένοις μηδὲ προσδοκᾶν λύπας μηδʼ ἀλγηδόνας ὅρον ἑχούσοις, αὐτὲις γοῦν Ἐπίκουρος εἰπὼν ὡς εἰ μηδὲν ἡμᾶς αἱ ὑπὲρ τῶν μετεώρων ὑποψίαι ἠνώχλουν αἵ τε περὶ θανάτου καὶ ἀλγηδόνων, οὐκ ἄν ποτε προσεδεόμεθα φυσιολογίας εἰς τοῦτʼ ἄγειν ἡμᾶς οἴεται τὸν λόγον, ἐν ᾧ τὰ θηρία φύσει καθέστηκεν οὔτε γὰρ ὑποψίας ἔχει φαύλας περὶ θεῶν οὔτε δόξαις κεναῖς ἐνοχλεῖται τῶν μετὰ θάνατον οὐδʼ ὅλως ἐπινοεῖ τι δεινὸν ἐν τούτοις οὐδʼ οἶδε. καίτοι εἰ μὲν ἐν τῇ προλήψει τοῦ θεοῦ τὴν πρόνοιαν ἀπέλιπον, ἐφαίνοντʼ ἂν ἐλπίσι χρησταῖς πλέον ἔχοντες οἱ φρόνιμοι τῶν θηρίων πρὸς τὸ ἡδέως ζῆν· ἐπεὶ δὲ τέλος ἦν τοῦ περὶ θεῶν λόγου τὸ μὴ φοβεῖσθαι θεὸν ἀλλὰ παύσασθαι ταραττομένους, βεβαιότερον οἶμαι τοῦθʼ ὑπάρχειν τοῖς ὅλως μὴ νοοῦσι θεὸν ἢ τοῖς νοεῖν μὴ βλάπτοντα μεμαθηκόσιν· οὐ γὰρ ἀπήλλακται δεισιδαιμονίας ἀλλʼ οὐδὲ περιπέπτωκεν, οὐδʼ ἀποτέθειται τὴν ταράττουσαν ἔννοιαν περὶ τῶν θεῶν ἀλλʼ οὐδʼ εἴληφε. τὰ δʼ αὐτὰ καὶ περὶ τῶν ἐν Ἅιδου λεκτέον· τὸ μὲν γὰρ ἐλπίζειν τι χρηστὸν ἀπʼ ἐκείνων οὐδετέροις ὑπάρχει, τοῦ δʼ ὑποπτεύειν καὶ φοβεῖσθαι τὰ μετὰ τὸν θάνατον ἧττον μέτεστιν οἷς οὐ γίγνεται θανάτου πρόληψις ἢ τοῖς προλαμβάνουσιν ὡς οὐδὲν πρὸς ἡμᾶς ὁ θάνατος πρὸς μέν γε τούτους ἐστίν, ἐφʼ ὅσον περὶ αὐτοῦ διαλογίζονταί τι καὶ σκοποῦσι· τὰ δʼ ὅλως ἀπήλλακται τοῦ φροντίζειν τῶν οὐ πρὸς ἑαυτά, πληγὰς δὲ φεύγοντα καὶ τραύματα καὶ φόνους τοῦτο τοῦ θανάτου δέδοικεν, ὃ καὶ τούτοις φοβερόν ἐστιν.ἃ μὲν οὖν λέγουσιν αὑτοῖς ὑπὸ σοφίας
παρεσκευασμένα, τοιαῦτ’ ἐστιν ὧν δʼ ἑαυτοὺς ἀφαιροῦνται καὶ ἀπελαύνουσιν, ἤδη σκοπῶμεν. τὰς μὲν γὰρ ἐπὶ σαρκὸς εὐπαθείᾳ τῆς· ψυχῆς· διαχύσεις, ἐὰν ὦσι μέτριαι, μηδὲν ἐχούσας μέγα μηδʼ ἀξιόλογον· ἐὰν δʼ ὑπερβάλλωσι, πρὸς τῷ κενῷ καὶ ἀβεβαίῳ φορτικὰς φαινομένας καὶ θρασείας οὐδὲ ψυχικὰς ἄν τις οὐδὲ χαράς, ἀλλὰ σωματικὰς ἡδονὰς καὶ οἷον ἐπιμειδιάσεις καὶ συνεπιθρύψεις προσείποι τῆς ψυχῆς. ἃς δʼ ἄξιον καὶ δίκαιον εὐφροσύνας καὶ χαρὰς νομίζεσθαι, καθαραὶ μέν εἰσι τοῦ ἐναντίου καὶ σφυγμὸν οὐδένα κεκραμένον οὐδὲ δηγμὸν οὐδὲ μετάνοιαν ἔχουσιν οἰκεῖον δὲ τῇ ψυχῇ καὶ ψυχικὸν ἀληθῶς καὶ γνήσιον καὶ οὐκ ἐπείσακτον αὐτῶν τἀγαθόν ἐστιν οὐδʼ ἄλογον, ἀλλʼ εὐλογώτατον ἐκ τοῦ θεωρητικοῦ καὶ φιλομαθοῦς ἢ πρακτικοῦ καὶ φιλοκάλου τῆς διανοίας φυόμενον. ὧν ὅσας ἑκάτερον καὶ ἡλίκας ἡδονὰς ἀναδίδωσιν, οὐκ ἄν τις ἀνύσειε διελθεῖν προθυμούμενος· ὑπομνῆσαι δὲ βραχέως αἳ θʼ ἱστορίαι πάρεισι πολλὰς μὲν ἐπιτερπεῖς διατριβὰς ἔχουσαι, τὸ δʼ ἐπιθυμοῦν ἀεὶ τῆς ἀληθείας ἀκόρεστον καταλείπουσαι καὶ ἄπληστον ἡδονῆς· διʼ ἣν οὐδὲ τὸ ψεῦδος ἀμοιρεῖ χάριτος, ἀλλὰ καὶ πλάσμασι καὶ ποιήμασι τοῦ πιστεύεσθαι μὴ προσόντος ἔνεστιν ὅμως τὸ πεῖθον.