Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
καίτοι τἄλλα; μὲν ἡμῖν ὡς ἐπῆλθεν εἴρηται μουσικὴν δʼ ὅσας ἡδονὰς καὶ χάριτας οἵας φέρουσαν ἀποστρέφονται καὶ φεύγουσι, βουλόμενος οὐκ ἄν τις ἐκλάθοιτο, διʼ ἀτοπίαν ὧν Ἐπίκουρος λέγει φιλοθέωρον μὲν ἀποφαίνων τὸν σοφὸν ἐν ταῖς Διαπορίαις καὶ χαίροντα παρʼ ὁντινοῦν ἕτερον ἀκροάμασι καὶ θεάμασι Διονυσιακοῖς,, προβλήμασι δὲ μουσικοῖς καὶ κριτικῶν φιλολόγοις ζητήμασιν οὐδὲ παρὰ πότον διδοὺς χώραν, ἀλλὰ καὶ τοῖς φιλομούσοις τῶν βασιλέων παραινῶν στρατιωτικὰ διηγήματα καὶ φορτικὰς βωμολοχίας ὑπομένειν μᾶλλον ἐν τοῖς συμποσίοις ἢ λόγους περὶ μουσικῶν καὶ ποιητικῶν προβλημάτων περαινομένους. ταυτὶ γὰρ ἐτόλμησε γράφειν ἐν τῷ περὶ Βασιλείας, ὥσπερ Σαρδαναπάλῳ γράφων ἢ Νανάρῳ τῷ σατραπεύσαντι Βαβυλῶνος. οὐδὲ γὰρ Ἱέρων γʼ ἂν οὐδʼ Ἄτταλος οὐδʼ Ἀρχέλαος ἐπείσθησαν Εὐριπίδην καὶ Σιμωνίδην καὶ Μελανιππίδην καὶ Κράτητας καὶ Διοδότους ἀναστήσαντες ἐκ τῶν συμποσίων κατακλῖναι Κάρδακας καὶ Ἀγριᾶνας μεθʼ ἑαυτῶν καὶ Καλλίας γελωτοποιοὺς καὶ Θρασωνίδας τινὰς καὶ Θρασυλέοντας, ὀλολυγμοὺς καὶ κροτοθοβύρους ποιοῦντας.
εἰ δὲ Πτολεμαῖος ὁ πρῶτος συναγαγὼν τὸ μουσεῖον τούτοις ἐνέτυχε τοῖς καλοῖς καὶ βασιλικοῖς παραγγέλμασιν, ἆρʼ οὐκ ἂν εἶπε τοῖς Σαμίοις, ὦ Μοῦσα, τίς ὁ φθόνος; Ἀθηναίων γὰρ οὐδενὶ πρέπει ταῖς Μούσαις οὕτως ἀπεχθάνεσθαι καὶ πολεμεῖν,τί λέγεις, ὦ Ἐπίκουρε; κιθαρῳδῶν καὶ αὐλητῶν ἕωθεν ἀκροασόμενος εἰς τὸ θέατρον βαδίζεις, ἐν δὲ συμποσίῳ Θεοφράστου περὶ συμφωνιῶν διαλεγομένου καὶ Ἀριστοξένου περὶ μεταβολῶν καὶ Ἀριστοτέλους περὶ Ὁμήρου, τὰ ὦτα καταλήψῃ ταῖς χερσὶ δυσχεραίνων καὶ βδελυττόμενος; εἶτʼ οὐκ ἐμμελέστερον ἀποφαίνουσι τὸν Σκύθην Ἀτέαν ὅς, Ἰσμηνίου τοῦ αὐλητοῦ ληφθέντος αἰχμαλώτου καὶ παρὰ πότον αὐλήσαντος, ὤμοσεν ἥδιον ἀκούειν τοῦ ἵππου χρεμετίζοντος; οὐχ ὁμολογοῦσι δὲ τῷ καλῷ πολεμεῖν τὸν ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον; εἰ δὲ μὴ ἡδονὴ πρόσεστι, τί σεμνὸν καὶ καθάριον νὴ Δίʼ ἀσπάζονται καὶ ἀγαπῶσιν; οὐκ ἦν δὲ πρὸς τὸ ἡδέως ζῆν ἐπιεικέστερον μύρα καὶ θυμιάματα δυσχεραίνειν ὡς κάνθαροι καὶ γῦπες, ἢ κριτικῶν καὶ μουσικῶν λαλιὰν βδελύττεσθαι καὶ φεύγειν; ποῖος γὰρ ἂν αὐλὸς ἢ κιθάρα διηρμοσμένη πρὸς ᾠδὴν, ἢ τίς χορός
- ὅσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν
- Πιερίδων ἀίοντα.
εὐρύοπα κέλαδον ἀκροσόφων ἀγνύμενον διὰ στομάτωνφθεγγόμενος, οὕτως εὔφρανεν Ἐπίκουρον καὶ Μητρόδωρον, ὡς Ἀριστοτέλη καὶ Θεόφραστον καὶ Δικαίαρχον καὶ Ἱερώνυμον οἱ περὶ χορῶν λόγοι καὶ διδασκαλιῶν καὶ τὰ διʼ αὐλῶν προβλήματα καὶ ῥυθμῶν καὶ ἁρμονιῶν; οἷον διὰ τί τῶν ἴσων αὐλῶν ὁ στενότερος --- βαρύτερον φθέγγεται· καὶ διὰ τί, τῆς σύριγγος ἀνασπωμένης, πᾶσιν ὀξύνεται τοῖς φθόγγοις, κλινομένης δέ, πάλιν βαρύνει, καὶ συναχθεὶς πρὸς τὸν ἕτερον βαρύτερον διαχθεὶς δʼ ὀξύτερον ἠχεῖ καὶ τί δήποτε τῶν θεάτρων ἂν ἄχυρα τῆς ὀρχήστρας κατασκεδάσῃς ἢ χοῦν, ὁ λαὸς τυφλοῦται· καὶ χαλκοῦν Ἀλέξανδρον ἐν Πέλλῃ βουλόμενον ποιῆσαι τὸ προσκήνιον οὐκ εἴασεν ὁ τεχνίτης, ὡς διαφθεροῦντα τῶν ὑποκριτῶν τὴν φωνήν· καὶ τί δήποτε τῶν γενῶν διαχεῖ τὸ χρωματικόν, ἡ δʼ ἁρμονία συνίστησιν. ἢθη δὲ ποιητῶν καὶ πλάσματα καὶ διαφοραὶ χαρακτήρων καὶ λύσεις ἀποριῶν ἐν τῷ πρέποντι καὶ γλαφυρῷ τὸ οἰκεῖον ἅμα καὶ πιθανὸν ἔχουσαι τὸ τοῦ Ξενοφῶντος ἐκεῖνο μοι δοκοῦσι, καὶ τὸν ἐρῶντα ποιεῖν ἐπιλανθάνεσθαι τοσοῦτον ἡδονῇ κρατοῦσαι.
ἧς οὐ μέτεστι τούτοις, ὡς δέ φασιν οὐδὲ βούλονται μετεῖναι· κατατείναντες δὲ τὸ θεωρητικὸν εἰς τὸ σῶμα καὶ κατασπάσαντες ὥσπερ μολιβδίσι ταῖς τῆς σαρκὸς ἐπιθυμίαις οὐδὲν ἀπολείπουσιν ἱπποκόμων ἢ ποιμένων, χόρτον ἢ καλάμην ἤ τινα πόαν προβαλλόντων, ὡς ταῦτα βόσκεσθαι καὶ τρώγειν προσῆκον αὐτῶν τοῖς θρέμμασιν. ἦ γὰρ οὐχ οὕτως ἀξιοῦσι τὴν ψυχὴν ταῖς τοῦ σώματος ἡδοναῖς κατασυβωτεῖν, ὅσον ἐλπίσαι τι περὶ σαρκὸς ἢ παθεῖν ἢ μνημονεῦσαι χαίρουσαν, οἰκεῖον δὲ μηδὲν μηδʼ ἡδὺ μηδὲ τερπνὸν ἐξ αὑτῆς λαμβάνειν μηδὲ ζητεῖν ἐῶντες; καίτοι τί γένοιτʼ ἂν ἀλογώτερον, ἢ δυεῖν ὄντοιν, ἐξ ὧν ὁ ἄνθρωπος πέφυκε, σώματος καὶ ψυχῆς, ψυχῆς δὲ τάξιν ἡγεμονικωτέραν ἐχούσης, σώματος μὲν ἴδιόν τι καὶ κατὰ φύσιν καὶ οἰκεῖον ἀγαθὸν εἶναι, ψυχῆς δὲ μηδέν, ἀλλὰ τῷ σώματι καθῆσθαι προσβλέπουσαν αὐτὴν καὶ τοῖς μὲν τοῦ σώματος πάθεσιν ἐπιμειδιῶσαν καὶ συνηδομένην καὶ συγχαίρουσαν, αὐτὴν δʼ ἀκίνητον ἐξ ἀρχῆς καὶ ἀπαθῆ καὶ μηδὲν αἱρετὸν ἔχουσαν μηδʼ ὀρεκτὸν ὅλως μηδὲ χαρτόν; ἢ γὰρ ἁπλῶς ἀποκαλυψαμένους ἔδει σαρκοποιεῖν τὸν ἄνθρωπον ὅλον, ὥσπερ ἔνιοι ποιοῦσι τὴν τῆς ψυχῆς οὐσίαν ἀναιροῦντες, ἢ δύο φύσεις ἐν ἡμῖν διαφόρους ἀπολιπόντας ἴδιον
ἀπολιπεῖν ἑκατέρας καὶ ἀγαθὸν καὶ κακὸν καὶ οἰκεῖον καὶ ἀλλότριον ὥσπερ ἀμέλει ἑκάστη τῶν αἰσθήσεων πρὸς ἴδιόν τι πέφυκεν αἰσθητόν, εἰ καὶ πάνυ συμπαθοῦσιν ἀλλήλαις. ἔστι δὲ τῆς ψυχῆς ἴδιον αἰσθητήριον ὁ νοῦς, ᾧ μηδὲν οἰκεῖον ὑποκεῖσθαι, μὴ θέαμα μὴ κίνημα μὴ πάθος συγγενὲς οὗ τυγχάνουσα χαίρειν πέφυκε, πάντων ἀλογώτατόν ἐστιν· εἰ μή τι νὴ Δία λέληθα συνεπισυκοφαντῶν τοὺς ἄνδρας.κἀγὼ πρὸς αὐτὸν οὐχ ἡμῖν γε κριταῖς ἔφην ἀλλὰ πάσης ἀφεῖσαι τῆς ἐπηρείας, ὥστε θαρρῶν τὰ λοιπὰ τοῦ λόγου πέραινε πῶς; εἶπεν· οὐ γὰρ Ἀριστόδημος ἡμᾶς, εἰ σὺ παντάπασιν ἀπηγόρευκας, διαδέξεται; πάνυ μὲν οὖν, εἶπεν ὁ Ἀριστόδημος, ὅταν ἀποκάμῃς, ὥσπερ οὗτος· ἔτι δʼ ἀκμάζων, ὦ μακάριε, χρῆσαι σεαυτῷ, ὡς μὴ δοκῇς ἀπομαλθακίζεσθαι. καὶ μήν ὁ Θέων εἶπε πάνυ ῥᾴδιόν ἐστι τὸ λειπόμενον· λείπεται δὲ τὸ πρακτικὸν ὅσας ἡδονὰς ἔχει διελθεῖν. αὐτοὶ δὲ δήπου λέγουσιν ὡς τὸ εὖ ποιεῖν ἣδιόν ἐστι τοῦ εὖ πάσχειν εὖ δὲ ποιεῖν ἔστι μὲν ἀμέλει καὶ διὰ λόγων, τὸ δὲ πλεῖστον ἐν πράξει καὶ μέγιστον; ὡς τοὔνομα τῆς εὐεργεσίας ὑφηγεῖται καὶ μαρτυροῦσιν αὐτοί. μικρῷ γὰρ ἔμπροσθεν ἠκούομεν, ἔφη, τούτου λέγοντος, οἵας φωνὰς ἀφῆκεν Ἐπίκουρος, οἷα δὲ γράμματα τοῖς φίλοις ἔπεμψεν, ὑμνῶν καὶ
μεγαλύνων Μητρόδωρον, ὡς ʼ εὖ τε καὶ νεανικῶς ἐξ ἄστεως ἅλαδε κατέβη Μιθρῇ τῷ Σύρῳ βοηθήσωνʼ καὶ ταῦτα, πράξαντος οὐδὲν τότε τοῦ Μητροδώρου. τίνας οὖν οἰόμεθα καὶ πηλίκας ἡδονὰς εἶναι τὰς Πλάτωνος, ὁπηνίκα Δίων ὁρμήσας ἀπʼ αὐτοῦ κατέλυσε Διονύσιον καὶ Σικελίαν ἠλευθέρωσε; τίνας δʼ Ἀριστοτέλους, ὅτε τὴν πατρίδα κειμένην ἐν ἐδάφει πάλιν ἀνέστησε καὶ κατήγαγε τοὺς πολίτας; τίνας δὲ Θεοφράστου καὶ Φανίου τοὺς τῆς πατρίδος ἐκκοψάντων τυράννους; ἰδίᾳ μὲν γὰρ ὅσοις ἐβοήθησαν ἀνδράσιν, οὐ πυροὺς διαπέμποντες οὐδʼ ἀλφίτων μέδιμνον, ὡς Ἐπίκουρος ἐνίοις ἔπεμψεν, ἀλλὰ φεύγοντας διαπραξάμενοι κατελθεῖν καὶ δεδεμένους λυθῆναι καὶ τέκνα καὶ γυναῖκας ἐστερημένους ἀπολαβεῖν, τί ἂν λέγοι τις ὑμῖν ἀκριβῶς εἰδόσιν; ἀλλὰ τὴν ἀτοπίαν οὐδὲ βουλόμενον ἔστι τἀνθρώπου παρελθεῖν, τὰς μὲν Θεμιστοκλέους καὶ Μιλτιάδου πράξεις ὑπὸ πόδας τιθεμένου καὶ κατευτελίζοντος, ὑπὲρ ἑαυτοῦ δὲ ταυτὶ τοῖς φίλοις γράφοντος δαιμονίως τε καὶ μεγαλοπρεπῶς ἐπεμελήθητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδὴν καὶ οὐρανομήκη σημεῖα ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας. ὥστʼ, εἴ τις ἐξεῖλε τὸ σιτάριον ἐκ τῆς ἐπιστολῆς τοῦ φιλοσόφου, δόξαν ἂν παραστῆσαι τὰ ῥήματα τῆς χάριτος, ὡς ὑπὲρ τῆς Ἑλλάδος ὅλης ἢ τοῦ δήμου τῶν Ἀθηναίων ἐλευθερωθέντος ἢ σωθέντος γραφομένης.