De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, ὃν αὐτὸς εἰσάγει καὶ δοκιμάζει, συμφωνότατον εἶναί φησι τῷ βίῳ καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων· ταυτὶ γὰρ ἐν τῷ τρίτῳ τῶν Προτρεπτικῶν εἴρηκεν, ἐν δὲ τῷ πρώτῳ τοῦτον τὸν λόγον φησὶν ἀπὸ τῶν ἄλλων ἁπάντων ἀφέλκειν τὸν ἄνθρωπον, ὡς οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδὲ συνεργούντων πρὸς εὐδαιμονίαν οὐδέν. ὅρα τοίνυν, πῶς αὑτῷ σύμφωνὸς ἐστι, τὸν ἀφέλκοντα τοῦ ζῆν καὶ τῆς ὑγιείας καὶ τῆς ἀπονίας καὶ τῆς τῶν αἰσθητηρίων ὁλοκληρίας καὶ μηδὲν εἶναι ταῦτα φάσκοντα πρὸς ἡμᾶς, ἃ παρὰ τῶν θεῶν αἰτούμεθα, μάλιστα συμφωνεῖν τῷ βίῳ καὶ ταῖς κοιναῖς προλήψεσιν ἀποφαινόμενος. ἀλλʼ ἵνα μηδʼ ἄρνησις τοῦ τἀναντία λέγειν, ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης ταῦτʼ εἴρηκε διὸ καὶ διὰ
τὴν ὑπερβολὴν τοῦ τε μεγέθους καὶ τοῦ κάλλους πλάσμασι δοκοῦμεν ὅμοια λέγειν καὶ οὐ κατὰ τὸν ἄνθρωπον καὶ τὴν ἀνθρωπίνην φύσιν. ἔστιν οὖν ὅπως ἄν τις ἐξομολογήσαιτο σαφέστερον τἀναντία λέγειν αὐτὸς πρὸς ἑαυτὸν ἢ οὗτος, ἃ διʼ ὑπερβολήν φησι πλάσματα δοκεῖν εἶναι καὶ ὑπὲρ τὸν ἄνθρωπον καὶ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν λέγεσθαι, ταῦτα συμφωνεῖν τῷ βίῳ φάσκων καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων;