De Stoicorum repugnantiis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

τοῦ δὲ Πλάτωνος; εἰπόντος τὴν ἀδικίαν ὡς διαφθορὰ ψυχῆς; οὖσα καὶ στάσις οὐδʼ ἐν αὐτοῖς

τοῖς ἔχουσιν ἀποβάλλει τὴν δύναμιν ἀλλʼ αὐτὸν ἑαυτῷ συμβάλλει καὶ συγκρούει καὶ ταράττει τὸν πονηρόν, ἐγκαλῶν Χρύσιππος ἀτόπως φησὶ λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς ἑαυτὸν τὴν ἀδικίαν· ἐπιλαθόμενος γὰρ τούτων αὖθις ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσιν ἀδικεῖσθαί φησιν ὑφʼ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γιγνόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον καὶ βλάπτοντα παρʼ ἀξίαν ἑαυτόν. ἐν μὲν τοῖς πρὸς Πλάτωνα ταῦτʼ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον· οὐ γὰρ κατʼ ἰδίαν ἄδικοι συνεστήκασιν ἐκ πλειόνων δὲ τοιούτων τἀναντία λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως ἔχουσιν, εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος τοιούτου, καθʼ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως· ἐν δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν· παραίτιον γενέσθαι παρανομήματος ἀπαγορεύει ὁ νόμος, καὶ
τὸ ἀδικεῖν ἐστι παρανόμημα· ὁ τοίνυν παραίτιος γενόμενος ἑαυτῷ τοῦ ἀδικεῖν παρανομεῖ εἰς ἑαυτόν· ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον· ὁ ἄρα καὶ ὁντινοῦν ἀδικῶν καὶ ἑαυτὸν ἀδικεῖ πάλιν τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρτάνων παρʼ ἑαυτὸν ἁμαρτάνει· πᾶς ἄρʼ ὁ ἁμαρτάνων βλάπτει ἑαυτὸν παρὰ τὴν ἀξίαν· εἰ δὲ τοῦτο, καὶ ἀδικεῖ ἑαυτόν ἔτι καὶ οὕτως ὁ βλαπτόμενος ὑφʼ ἑτέρου ἑαυτὸν βλάπτει καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν βλάπτει; τοῦτο δʼ ἦν τὸ ἀδικεῖν· ὁ ἄρʼ ἀδικούμενος καὶ ὑφʼ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.