De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
οὐσίαν κακοδαιμονίας ἀποφαίνει τὴν κακίαν, ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ γράφων καὶ διατεινόμενος ὅτι τὸ κατὰ κακίαν ζῆν τῷ κακοδαιμόνως ζῆν ταὐτόν ἐστιν· ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως ὑπειπὼν ὅτι λυσιτελεῖ ζῆν ἄφρονα μᾶλλον, ἢ μὴ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν ἐπιλέγει τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν. ὅτι μὲν οὖν εἰρηκὼς ἐν ἑτέροις μηδὲν εἶναι λυσιτελὲς τοῖς ἄφροσιν ἐνταῦθά φησι λυσιτελεῖν τὸ ἀφρόνως ζῆν, ἀφίημι. τῶν δʼ ἀνὰ μέσον λεγομένων παρὰ τοῖς Στωικοῖς μήτε κακῶν ὄντων μήτʼ ἀγαθῶν, τὰ κακὰ προτερεῖν λέγων οὐδὲν ἄλλο λέγει πλὴν τῶν μὴ κακῶν τὰ κακὰ προτερεῖν καὶ τὸ κακοδαιμονεῖν λυσιτελέστερον εἶναι τοῦ μὴ κακοδαιμονεῖν καὶ τοῦ κακοδαιμονεῖν ἀλυσιτελέστερον ἡγεῖται τὸ μὴ κακοδαιμονεῖν· εἰ δʼ ἀλυσιτελέστερον, καὶ βλαβερώτερον τὸ μὴ κακοδαιμονεῖν ἄρα βλαβερώτερον τοῦ
κακοδαιμονεῖν βουλόμενος οὖν ταύτην ἐπιλεαίνειν τὴν ἀτοπίαν ἐπιλέγει περὶ τῶν κακῶν ἔστι δʼ οὐ ταῦτα προτεροῦντα, ἀλλʼ ὁ λόγος, μεθʼ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, καὶ εἰ ἄφρονες ἐσόμεθα πρῶτον μὲν οὖν τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δʼ οὐδέν· ἡ δὲ κακία λογικόν ἐστι μᾶλλον δὲ λόγος ἡμαρτημένος· οὐδὲν οὖν ἕτερόν ἐστι τὸ μετὰ λόγου βιοῦν ἄφρονας ὄντας ἢ τὸ μετὰ κακίας βιοῦν ἔπειτα τὸ βιοῦν ἄφρονας ὄντας βιοῦν ἐστι κακοδαιμονεῖν ὄντας. πρὸς τί οὖν προτερεῖ τοῦτο τῶν ἀνὰ μέσον; οὐ γὰρ πρός γε τὸ εὐδαιμονεῖν φήσει προτερεῖν τὸ κακοδαιμονεῖν. ἀλλʼ οὐδʼ ὅλως, φασίν, οἴεται δεῖν Χρύσιππος οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς οὔτʼ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν ἀλλὰ τοῖς μέσοις κατὰ φύσιν· διὸ καὶ τοῖς εὐδαιμονοῦσι γίγνεταί ποτε καθῆκον ἐξάγειν ἑαυτοὺς καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν. εἶτα τί τούτου μεῖζὸν ἐστιν ὑπεναντίωμα πρὸς αἳρεσιν καὶ φυγήν, εἰ τοῖς ἐπʼ ἄκρον εὐδαιμονοῦσιν ἀπουσίᾳ τῶν ἀδιαφόρων ἀφίστασθαι τῶν ἀγαθῶν παρόντων καθήκει; καίτοι τῶν ἀδιαφόρων οὐδὲν αἱρετὸν οὐδὲ φευκτόν, ἀλλὰ μόνον αἱρετὸν τἀγαθὸν καὶ μόνον φευκτὸν ἡγοῦνται τὸ κακόν. ὥστε συμβαίνει κατʼ αὐτοὺς μὴ πρὸς τὰ αἱρετὰ μηδὲ πρὸς τὰ φευκτὰ τοὺς τῶν πράξεων γίγνεσθαι λογισμούς, ἑτέρων στοχαζομένους ἃ μήτε φεύγουσι μήθʼ αἱροῦνται, πρὸς ταῦτα καὶ ζῆν καὶ ἀποθνήσκειν.