De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ΦΑΙΔΙΜΟΣ. καὶ τί ἄν τις ἐν τούτοις τὴν κοινωνίαν θαυμάσειεν, ὅπου τὸ πάντων ἀμικτότατον καὶ τὸ θηριωδέστατον ὧν τρέφουσι ποταμοὶ καὶ λίμναι καὶ θάλασσαι ζῷον, ὁ κροκόδειλος, θαυμαστὸν ἑαυτὸν ἐπιδείκνυται πρὸς κοινωνίαν καὶ χάριν ἐν τοῖς πρὸς τὸν τροχίλον συμβολαίοις; ὁ γὰρ τροχίλος ἐστὶ μὲν ὄρνις τῶν ἑλείων καὶ παραποταμίων, φρουρεῖ δὲ τὸν κροκόδειλον οὐκ οἰκόσιτος ἀλλὰ τοῖς ἐκείνου λειψάνοις παρατρεφόμενος· ὅταν γὰρ αἴσθηται, τοῦ κροκόδειλον καθεύδοντος, ἐπιβουλεύοντα τὸν ἰχνεύμονα πηλούμενον καὶ ἐπʼ αὐτὸν ὥσπερ ἀθλητὴν κονιόμενον ἐπεγείρει φθεγγόμενος καὶ κολάπτων ὁ δʼ οὕτως ἐξημεροῦται πρὸς αὐτόν, ὥστε τοῦ στόματος διαχανὼν ἐντὸς παρίησι, καὶ χαίρει τὰ λεπτὰ τῶν ἐνισχομένων τοῖς ὀδοῦσι σαρκῶν ἐκλέγοντος ἀτρέμα τῷ ῥάμφει καὶ διασκαλεύοντος· ἂν δὲ μετρίως ἔχων ἢδη βούληται συναγαγεῖν τὸ στόμα καὶ κλεῖσαι, προκλίνει τὴν σιαγόνα καὶ διασημαίνει καὶ οὐ πρότερον καθίησιν ἢ συναισθανόμενον ἐκπτῆναι τὸν τροχίλον. ὁ δὲ καλούμενος ἡγεμὼν μεγέθει
μέν ἐστι καὶ σχήματι κωβιῶδες ἰχθύδιον, τὴν δʼ ἐπιφάνειαν ὄρνιθι φρίσσοντι διὰ τὴν τραχύτητα τῆς λεπίδος ἐοικέναι λέγεται, καὶ ἀεὶ σύνεστιν ἑνὶ τῶν μεγάλων κητῶν καὶ προνήχεται, τὸν δρόμον ἑπευθύνων, ὅπως οὐκ ἐνσχεθήσεται βράχεσιν οὐδʼ εἰς τέναγος ἤ τινα πορθμὸν ἐμπεσεῖται δυσέξοδον ἕπεται γὰρ αὐτῷ τὸ κῆτος, ὥσπερ οἴακι ναῦς, παραγόμενον εὐπειθῶς. καὶ τῶν μὲν ἄλλων, ὅ τι ἂν παραλάβῃ τῷ χάσματι ζῷον ἢ σκάφος ἢ λίθον, εὐθὺς; διέφθαρται καὶ ἀπόλωλε πᾶν ἐμβεβυθισμένον· ἐκεῖνο δὲ γιγνῶσκον ἀναλαμβάνει τῷ στόματι καθάπερ ἄγκυραν ἐντός· ἐγκαθεύδει γὰρ αὐτῷ καὶ τὸ κῆτος ἕστηκεν ἀναπαυομένου καὶ ὁρμεῖ· προελθόντος δʼ αὖθις ἐπακολουθεῖ μήθʼ ἡμέρας μήτε νυκτὸς ἀπολειπόμενον, ἢ ῥέμβεται καὶ πλανᾶται, καὶ πολλὰ διεφθάρη καθάπερ ἀκυβέρνητα πρὸς γῆν ἐξενεχθέντα. καὶ γὰρ ἡμεῖς περὶ Ἀντίκυραν ἑωράκαμεν οὐ πάλαι· καὶ πρότερον ἱστοροῦσιν, οὐ πόρρω Βουνῶν ἐξοκείλαντος καὶ κατασαπέντος, λοιμὸν γενέσθαι. ἆρʼ οὖν ἄξιόν ἐστι ταύταις ταῖς κοινωνίαις καὶ συμπεριφοραῖς παραβάλλειν ἅσπερ Ἀριστοτέλης ἱστορεῖ φιλίας ἀλωπέκων καὶ ὄφεων διὰ τὸ κοινὸν αὐτοῖς πολέμιον εἶναι τὸν ἀετόν, ἢ τὰς ὠτίδων πρὸς ἵππους, ὅτι χαίρουσι προσπελάζουσαι καὶ διασκάλλουσαι τὸν ὄνθον; ἐγὼ μὲν γὰρ οὐδʼ ἐν μελίτταις ὁρῶ τοσαύτην ἀλλήλων ἐπιμέλειαν οὐδʼ ἐν μύρμηξι. τὸ γὰρ κοινὸν αὔξουσι πᾶσαι καὶ πάντες ἔργον, ἑτέρῳ δὲ καθʼ ἕτερον ἑτέρου στοχασμὸς οὐδεὶς οὐδὲ φροντὶς ἔστιν.ΦΑΙΔΙΜΟΣ. ἔτι δὲ μᾶλλον κατοψόμεθα τὴν διαφοράν, ἐπὶ τὰ πρεσβύτατα καὶ μέγιστα τῶν κοινωνικῶν ἔργων καὶ καθηκόντων τὰ περὶ τὰς γενέσεις καὶ τεκνώσεις τὸν λόγον τρέψαντες. πρῶτον μὲν γὰρ οἱ λίμναις παρήκουσαν ἢ ποταμοὺς ὑποδεχομένην νεμόμενοι θάλατταν ἰχθύες, ὅταν μέλλωσι τίκτειν, ἀνατρέχουσι, τῶν ποτίμων ὑδάτων τὴν πραότητα καὶ τὸ ἄσαλον διώκοντες· ἀγαθὴ γὰρ ἡ γαλήνη λοχεῦσαι καὶ τὸ ἄθηρον ἅμα ταῖς λίμναις ἔνεστι καὶ ποταμοῖς, ὥστε σῴζεσθαι τὰ τικτόμενα. διὸ καὶ πλεῖστα καὶ μάλιστα γονεύεται περὶ τὸν Εὔξεινον πόντον· οὐ γὰρ τρέφει κήτη ἀλλʼ ἢ φώκην ἀραιὰν καὶ δελφῖνα μικρόν. ἔτι δʼ ἡ τῶν ποταμῶν ἐπιμιξία, πλείστων καὶ μεγίστων ἐκδιδόντων εἰς τὸν Πόντον, ἤπιον παρέχει καὶ πρόσφορον τοῖς λοχευομένοις κρᾶσιν. τὸ δὲ τοῦ ἀνθίου θαυμασιώτατόν ἐστιν, ὃν Ὅμηρος ἱερὸν ἰχθύν εἴρηκε· καίτοι μέγαν τινὲς οἴονται τὸν ἱερὸν καθάπερ ὀστοῦν ἱερὸν τὸ μέγα, καὶ τὴν ἐπιληψίαν, μεγάλην νόσον οὖσαν, ἱερὰν καλοῦσιν· ἔνιοι δὲ κοινῶς τὸν ἄφετον καὶ ἱερωμένον. Ἐρατοσθένης,· δὲ τὸν χρύσοφρυν ἔοικεν
λέγειν·ʼ πολλοὶ δὲ τὸν ἔλλοπα, σπάνιος γάρ ἐστι καὶ οὐ ῥᾴδιος ἁλῶναι. φαίνεται δὲ περὶ Παμφυλίαν πολλάκις ἂν οὖν ποτε λάβωσι, στεφανοῦνται μὲν αὐτοὶ στεφανοῦσι δὲ τὰς ἁλιάδας, κρότῳ δὲ καὶ πατάγῳ καταπλέοντας αὐτοὺς ὑποδέχονται καὶ τιμῶσιν. οἱ δὲ πλεῖστοι τὸν ἀνθίαν ἱερὸν εἶναι καὶ λέγεσθαι νομίζουσιν ὅπου γὰρ ἂν ἀνθίας ὀφθῇ θηρίον οὐκ ἔστιν, ἀλλὰ θαρροῦντες μὲν οἱ σπογγοθῆραι κατακολυμβῶσι θαρροῦντες δὲ τίκτουσιν οἱ ἰχθύες, ὥσπερ ἐγγυητὴν ἀσυλίας ἔχοντες ἡ δʼ αἰτία δυσλόγιστος, εἴτε φεύγει τὰ θηρία τὸν ἀνθίαν ὡς σῦν ἐλέφαντες ἀλεκτρυόνα δὲ λέοντες· εἴτʼ ἐστὶ σημεῖα τόπων ἀθήρων, ἃ γιγνώσκει καὶ παραφυλάττει συνετὸς ὢν καὶ μνημονικὸς ὁ ἰχθύς.
- εὐδρομίην χρύσειον ἐπʼ ὀφρύσιν ἱερὸν ἰχθύν
ΦΑΙΔΙΜΟΣ. ἀλλʼ ἥ γε πρόνοια κοινὴ τοῖς τίκτουσι τῶν γεννωμένων οἱ δʼ ἄρρενες οὐ τὸν αὑτῶν κατεσθίουσι γόνον, ἀλλὰ καὶ προσδιατρίβουσι τοῖς κυήμασιν ᾠοφυλακοῦντες ὡς ἱστόρηκεν Ἀριστοτέλης· οἱ δʼ ἑπόμενοι ταῖς θηλείαις, καταρραίνουσι κατὰ μικρὸν τὸν θορόν· ἄλλως γὰρ οὐ γίγνεται μέγα τὸ τεχθὲν ἀλλʼ ἀτελὲς μένει καὶ ἄναυξον. ἰδίᾳ δʼ αἱ φυκίδες ἐκ τῶν φυκίων οἷον νεοττιὰν διαπλασάμεναι περιαμπέχουσι τὸν γόνον καὶ σκέπουσιν ἀπὸ τοῦ κλύδωνος. τοῦ δὲ γαλεοῦ τὸ φιλόστοργον οὐδενὶ τῶν ἡμερωτάτων ζῴων ὑπερβολὴν
γλυκυθυμίας πρὸς τὰ ἔκγονα καὶ χρηστότητος ἀπολέλοιπε τίκτουσι μὲν γὰρ ᾠόν εἶτα ζῷον οὐκ ἐκτὸς ἀλλʼ ἐντὸς ἐν ἑαυτοῖς καὶ τρέφουσιν οὕτω καὶ φέρουσιν ὥσπερ ἐκ δευτέρας γενέσεως ὅταν δὲ μείζονα γένηται, μεθιᾶσι θύραζε καὶ διδάσκουσι νήχεσθαι πλησίον· εἶτα πάλιν εἰς ἑαυτοὺς διὰ τοῦ· στόματος ἐπαναλαμβάνουσι καὶ παρέχουσιν ἐνδιαιτᾶσθαι τὸ σῶμα χώραν ἅμα καὶ τροφὴν καὶ καταφυγήν, ἄχρι ἂν ἐν δυνάμει τοῦ βοηθεῖν αὑτοῖς γένηται. θαυμαστὴ δὲ καὶ ἡ τῆς χελώνης περὶ τὴν γένεσιν καὶ σωτηρίαν τῶν γεννωμένων ἐπιμέλεια τίκτει μὲν γὰρ ἐκβαίνουσα τῆς θαλάττης πλησίον, ἐπῳάζειν δὲ μὴ δυναμένη μηδὲ χερσεύειν πολὺν χρόνον ἐντίθησι τῇ ψάμμῳ τὰ ᾠὰ καὶ τὸ λειότατον ἐπαμᾶται τῆς θινὸς αὐτοῖς καὶ μαλακώτατον ὅταν δὲ καταχώσῃ καὶ ἀποκρύψῃ βεβαίως, οἱ μὲν λέγουσι τοῖς ποσὶν ἀμύττειν καὶ καταστίζειν τὸν τόπον, εὔσημον ἑαυτῇ ποιοῦσαν οἱ δὲ τὴν θήλειαν ὑπὸ τοῦ ἄρρενος στρεφομένην, τύπους ἰδίους καὶ σφραγῖδας ἐναπολείπειν· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστιν, ἡμέραν ἐκφυλάξασα 20 τεσσαρακοστήν, ἐν τοσαύταις γὰρ ἐκπέττεται καὶ περιρρήγνυται τὰ ᾠά, πρόσεισι καὶ γνωρίσασα τὸν ἑαυτῆς ἑκάστη θησαυρόν, ὡς οὐδεὶς χρυσίου θήκην ἄνθρωπος, ἀσμένως ἀνοίγει καὶ προθύμως.