De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ΦΑΙΔΙΜΟΣ. τῶν δὲ κροκοδείλων τὰ μὲν ἄλλα παραπλήσια, τῆς δὲ χώρας; ὁ στοχασμὸς ἐπίνοιαν ἀνθρώπῳ τῆς αἰτίας οὐ δίδωσιν οὐδὲ συλλογισμὸν
ὅθεν οὔ φασι λογικὴν ἀλλὰ μαντικὴν εἶναι τὴν παρὰ τούτου τοῦ θηρίου πρόγνωσιν οὔτε γὰρ πλέον οὔτε ἔλαττον ἐκβᾶς1ʼ ἀλλʼ ὅσον εἰς ὥραν ἔτους ὁ Νεῖλος αὐξηθεὶς ἐπικλύσει καὶ ἐπικρύψει τῆς γῆς, ἐκεῖ τὰ ᾠὰ τίθησιν ὥστε τὸν ἐντυχόντα τῶν γεωργῶν αὐτόν τε γιγνώσκειν ἑτέροις τε φράζειν, ὁπόσον αὐτοῖς ὁ ποταμὸς πρόεισιν· οὕτω συνεμετρήσατο, μὴ βρεχομένων αὐτὸς βρεχόμενος ἐπῳάζῃ. ἐκλαπέντων δὲ τῶν σκύμνων, ὃς ἂν εὐθὺς ἀναδὺς μὴ λάβῃ τι τῶν προστυχόντων, ἢ μυῖαν ἢ σέριφον ἢ γῆς ἔντερον ἢ κάρφος ἢ βοτάνην τῷ στόματι, διασπαράξασα τοῦτον ἡ μήτηρ ἀπέκτεινε δακοῦσα· τὰ δὲ θυμοειδῆ καὶ δραστήρια στέργει καὶ περιέπει, καθάπερ οἱ σοφώτατοι τῶν ἀνθρώπων ἀξιοῦσι, κρίσει τὸ φιλεῖν οὐ πάθει νέμουσα. καὶ μὴν αἱ φῶκαι τίκτουσι μὲν ἐν τῷ ξηρῷ, κατὰ μικρὸν δὲ προάγουσαι τὰ σκυμνία γεύουσι τῆς θαλάττης καὶ ταχὺ πάλιν ἐξάγουσι καὶ τοῦτο πολλάκις ποιοῦσιν ἐν μέρει, μέχρι ἂν οὕτως ἐθιζόμενα θαρρήσῃ καὶ στέρξῃ τὴν ἔναλον δίαιταν. οἱ δὲ βάτραχοι περὶ τὰς ὀχείας ἀνακλήσεσι χρῶνται, τὴν λεγομένην ποιοῦντες ὀλολυγόνα, φωνὴν ἐρωτικὴν καὶ γαμήλιον οὖσαν· ὅταν δὲ τὴν θήλειαν ὁ ἄρρην οὔτω προσαγάγηται, κοινῇ τὴν νύκτα παραμένουσιν· ἐν ὑγρῷ μὲν γὰρ οὐ δύνανται, μεθʼ ἡμέραν δὲ δεδίασιν ἐπὶ γῆς μίγνυσθαι γενομένου δὲ σκότους, ἀδεῶς συμπλέκονται προϊόντες ἄλλως δὲ λαμπρύνουσι τὴν φωνήν, ὑετὸν προσδεχόμενοι καὶ τοῦτο σημεῖον ἐν τοῖς βεβαιοτάτοις ἐστίν.ΦΑΙΔΙΜΟΣ. ἀλλʼ οἷον, ὦ φίλε Πόσειδον, ὀλίγου πάθος ὡς ἄτοπον πέπονθα καὶ καταγέλαστον, εἴ με διατρίβοντα περὶ φώκας καὶ βατράχους τὸ σοφώτατον καὶ θεοφιλέστατον ἐξέφυγε καὶ παρῆλθε τῶν ἐνάλων. ποίας γὰρ ἀηδόνας ἄξιον τῷ φιλομούσῳ τῆς ἀλκυόνος ἢ τῷ φιλοτέκνῳ χελιδόνας ἢ τῷ φιλάνδρῳ πελειάδας; ἢ τῷ τεχνικῷ παραβάλλειν μελίττας; τίνος δὲ γενέσεις καὶ τόκους καὶ ὠδῖνας ὁ θεὸς οὕτως ἐτίμησε; τὰς μὲν γὰρ Λητοῦς γονὰς μίαν ἑδρασθεῖσαν ὑποδέξασθαι νῆσον ἱστοροῦσι, τῇ δʼ ἀλκυόνι τικτούσῃ περὶ τροπὰς πᾶσαν ἵστησι θάλασσαν ἀκύμονα καὶ ἀσάλευτον. ὅθεν οὐδὲν ἔστι ζῷον ἄλλο, ὃ οὕτω φιλοῦσιν ἄνθρωποι, διʼ ἣν ἑπτὰ μὲν ἡμέρας ἑπτὰ δὲ νύκτας ἐν ἀκμῇ χειμῶνος ἀδεῶς πλέουσι, τῆς κατὰ γῆν πορείας τηνικαῦτα τὴν διὰ τῆς θαλάσσης ἀσφαλεστέραν ἔχοντες. εἰ δὲ δεῖ καὶ περὶ ἑκάστης τῶν ἀρετῶν ἃς ἔχει βραχέα φάναι, φίλανδρος μὲν οὕτως ἐστίν, ὥστε μὴ καθʼ ἕνα καιρὸν ἀλλὰ διʼ ἔτους συνεῖναι καὶ προσδέχεσθαι τὴν τοῦ ἄρρενος ὁμιλίαν οὐ διὰ τὸ ἀκόλαστον ἄλλῳ γὰρ οὐ μίγνυται τὸ παράπαν ἀλλʼ ὑπʼ εὐνοίας ὥσπερ γυνὴ γαμετὴ καὶ φιλοφροσύνης· ὅταν δὲ διὰ γῆρας ἀσθενὴς ὁ ἄρρην γένηται συνέπεσθαι καὶ βαρύς, ὑπολαβοῦσα
γηροφορεῖ καὶ γηροτροφεῖ, μηδαμοῦ προϊεμένη μηδὲ καταλείπουσα χωρίς· ἀλλὰ τοῖς ὤμοις ἐκεῖνον ἀναθεμένη καὶ κομίζει πανταχόσε καὶ θεραπεύει καὶ σύνεστιν ἄχρι τελευτῆς. τῷ δὲ φιλοτέκνῳ καὶ πεφροντικότι τῆς σωτηρίας τῶν γεννωμένων συναισθανομένη κύουσαν ἑαυτὴν τάχιστα τρέπεται πρὸς ἐργασίαν τῆς νεοττιᾶς, οὐ φύρουσα πηλὸν οὐδὲ προσερείδουσα τοίχοις καὶ ὀρόφοις ὥσπερ αἱ χελιδόνες, οὐδὲ χρωμένη πολλοῖς τοῦ σώματος ἐνεργοῖς μέρεσιν, ὥσπερ τῆς μελίττης ἐνδυομένης τῷ σώματι καὶ τὸ κηρίον ἀνοιγούσης ὁμοῦ ψαύοντες οἱ ἓξ πόδες εἰς ἑξάγωνα τὸ πᾶν ἀγγεῖα διαιροῦσιν· ἡ δʼ ἀλκυὼν ἓν ὄργανον ἁπλοῦν ἓν ὅπλον ἓν ἐργαλεῖον ἔχουσα, τὸ στόμα, καὶ μηδὲν ἄλλο τοῦ φιλοπόνου καὶ φιλοτέχνου συνεργόν, οἷα μηχανᾶται καὶ δημιουργεῖ χαλεπόν ἐστι πεισθῆναι μὴ καταμαθόντας ὄψει τὸ πλαττόμενον ὑπʼ αὐτῆς μᾶλλον δὲ ναυπηγούμενον, σχημάτων πολλῶν μόνον ἀπερίτρεπτον καὶ ἀβάπτιστον συλλέξασα γὰρ τὰς τῆς βελόνης ἀκίδας συντίθησι καὶ συνδεῖ πρὸς ἀλλήλας ἐγκαταπλέκουσα τὰς μὲν εὐθείας τὰς δὲ πλαγίας, ὥσπερ ἐπὶ στήμονι κρόκην ἐμβάλλουσα, προσχρωμένη καμπαῖς καὶ περιαγωγαῖς διʼ ἀλλήλων, ὥστε διαρμόσαι καὶ γενέσθαι στρογγύλον ἐνήρεμον, πρόμηκες ἐκ τοῦ σχήματος, ἁλιευτικῷ κύρτῳ παραπλήσιον. ὅταν δὲ συντελέσῃ, φέρουσα παρέθηκε παρὰ τὸ κλύσμα τοῦ κύματος, ὅπου προσπίπτουσα μαλακῶς ἡ θάλασσα τὸ μὲν οὐ καλῶς ἀραρὸς ἐδίδαξεν ἀκέσασθαι καὶ καταπυκνῶσαι, χαλώμενον ὁρῶσαν ὑπὸ τῆς πληγῆς τὰ δʼ ἡρμοσμένα κατασφίγγει καὶ πήγνυσιν, ὥστε καὶ λίθῳ καὶ σιδήρῳ δυσδιάλυτον εἶναι καὶ δύστρωτον. οὐδενὸς δʼ ἧσσον ἀξιοθαύμαστόν ἐστιν ἥ τε συμμετρία τό τε σχῆμα τῆς τοῦ ἀγγείου κοιλότητος πεποίηται γὰρ αὐτὴν ἐκείνην μόνην ἐνδυομένην δέχεσθαι τοῖς δʼ ἄλλοις τυφλὸν εἶναι πάντῃ καὶ κρύφιον, ὥστε παριέναι μηδὲν εἴσω μήτε τῆς γῆς μήτε τῆς θαλάττης. οἶμαι μὲν οὖν μηδένα ὑμῶν ἀθέατον εἶναι τῆς νεοττιᾶς· ἐμοὶ δὲ πολλάκις ἰδόντι καὶ θιγόντι παρίσταται λέγειν καὶ ᾄδειντὸν κεράτινον βωμὸν εἶδον ἐν τοῖς ἑπτὰ καλουμένοις θεάμασιν ὑμνούμενον, ὅτι μήτε κόλλης δεόμενος μήτε τινὸς ἄλλου δεσμοῦ διὰ μόνων τῶν δεξιῶν συμπέπηγε καὶ συνήρμοσται κεράτων. ἵλεως δʼ ὁ θεὸς εἴη καὶ πρός τι μουσικὸν ὄντα καὶ νησιώτην, ὑμνουμένης τῆς πελαγίου σειρῆνος, εὐμενῶς καὶ καταγελᾶν τῶν ἐρωτημάτων ἐκείνων, ἃ σκώπτοντες ἐρωτῶσιν οὗτοι, δια τί --- Ἀπολλων συθ οὐδὲ τριγλοβο --- δὴ γινώσκοντα --- Ἀφροδίτην ὁμου --- κατὰ θάλατταν ποιουμένην αὑτῆς ἱερὰ καὶ ἀδελφὰ καὶ μηδενὶ φονευομένῳ χαίρουσαν. ἐν δὲ Λέπτει τοὺς ἱερεῖς τοῦ Ποσειδῶνος οὐδὲν ἔναλον τὸ παράπαν ἐσθίοντας τρίγλαν δὲ τοὺς ἐν Ἐλευσῖνι μύστας σεβομένους ἴστε, καὶ τῆς Ἥρας ἐν Ἄργει τὴν ἱέρειαν ἀπεχομένην ἐπὶ τιμῇ τοῦ ζῴου· τὸν γὰρ θαλάττιον λαγωόν, ὅς ἐστιν ἀνθρώπῳ θανάσιμος, κτείνουσιν αἱ τρίγλαι μάλιστα καὶ καταναλίσκουσι διὸ ταύτην ὡς φιλάνθρωπα καὶ σωτήρια ζῷα τὴν ἄδειαν ἔχουσι.
- Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ ναῷ
ΦΑΙΔΙΜΟΣ. καὶ μὴν Ἀρτέμιδός γε Δικτύννης Δελφινίου τʼ Ἀπόλλωνος ἱερὰ καὶ βωμοὶ παρὰ πολλοῖς εἰσιν Ἑλλήνων ὃν δʼ αὐτὸς ἑαυτῷ τόπον ἐξαίρετον ὁ θεὸς πεποίηται, --- Κρητῶν ἀπογόνους οἰκοῦντας ἡγεμόνι δελφῖνι χρησαμένους οὐ γὰρ ὁ θεὸς προενήχετο τοῦ στόλου μεταβαλὼν τὸ εἶδος, ὡς οἱ μυθογράφοι λέγουσιν, ἀλλὰ δελφῖνα πέμψας τοῖς ἀνδράσιν ἰθύνοντα τὸν πλοῦν κατήγαγεν εἰς Κίρραν. ἱστοροῦσι δὲ καὶ τοὺς πεμφθέντας εἰς Σινώπην ὑπὸ Πτολεμαίου τοῦ Σωτῆρος; ἐπὶ τὴν Σαράπιδος κομιδήν, Σωτέλη καὶ Διονύσιον, ἀπωσθέντας ἀνέμῳ
βιαίῳ κομίζεσθαι παρὰ γνώμην ὑπὲρ Μαλέαν, ἐν δεξιᾷ Πελοπόννησον ἔχοντας, εἶτα ῥεμβομένους καὶ δυσθυμοῦντας αὐτοὺς προφανέντα δελφῖνα πρῴραθεν ὥσπερ ἐκκαλεῖσθαι καθηγούμενον εἰς τὰ ναύλοχα καὶ σάλους μαλακοὺς ἔχοντα τῆς χώρας καταμένειν ἀσφαλεῖς, ἄχρι οὗ τοῦτον τὸν τρόπον ἄγων καὶ παραπέμπων τὸ πλοῖον εἰς Κίρραν κατέστησεν. ὅθεν ἀναβατήριον θύσαντες, ἔγνωσαν ὅτι δεῖ δυεῖν ἀγαλμάτων τὸ μὲν τοῦ Πλούτωνος ἀνελέσθαι καὶ κομίζειν τὸ δὲ τῆς Κόρης ἀπομάξασθαι καὶ καταλιπεῖν. εἰκὸς μὲν οὖν ἦν καὶ τὸ φιλόμουσον ἀγαπᾶν τοῦ θηρίου τὸν θεόν· ᾧ καὶ Πίνδαρος ἀπεικάζων ἑαυτὸν ἐρεθίζεσθαί φησινἀλλὰ μᾶλλον ἔοικε τὸ φιλάνθρωπον αὐτοῦ θεοφιλὲς εἶναι· μόνος γὰρ ἄνθρωπον ἀσπάζεται, καθʼ ὃ ἄνθρωπὸς ἐστι. τῶν δὲ χερσαίων τὰ μὲν οὐδένα τὰ δʼ ἡμερώτατα μόνους περιέπει τοὺς τρέφοντας ὑπὸ χρείας, καὶ τοὺς συνήθεις ὁ κύων ὁ ἵππος ὁ ἐλέφας· αἱ δὲ χελιδόνες ὅσων μὲν δέονται τυγχάνουσιν εἰσοικισάμεναι, σκιᾶς καὶ ἀναγκαίας; ἀσφαλείας, φεύγουσι δὲ καὶ φοβοῦνται τὸν ἄνθρωπον ὥσπερ θηρίον. τῷ δὲ δελφῖνι παρὰ πάντα καὶ μόνῳ τὸ ζητούμενον ὑπὸ τῶν ἀρίστων φιλοσόφων ἐκεῖνο, τὸ φιλεῖν ἄνευ χρείας, φύσει πρὸς ἀνθρώπους ὑπάρχει μηδενὸς γὰρ εἰς μηδὲν ἀνθρώπου δεόμενος πᾶσιν εὐμενής τε φίλος ἐστὶ καὶ βεβοήθηκε πολλοῖς· ὧν τὰ μὲν Ἀρίονος οὐδεὶς ἀγνοεῖ· περιβόητα γάρ ἐστιν Ἡσιόδου δὲ κατὰ καιρὸν αὐτὸς ἡμᾶς, ὦ φίλε, ἀνέμνησας, ἀτὰρ οὐ τέλος ἵκεο μύθων ἔδει δὲ τὸν κύνα διηγησάμενον μὴ παραλιπεῖν τοὺς δελφῖνας τυφλὸν γὰρ ἦν τὸ μήνυμα τοῦ κυνός, ὑλακτοῦντος, καὶ μετὰ βοῆς ἐπιφερομένου τοῖς φονεῦσιν, εἰ μὴ περὶ τὸ Νέμειον θαλάσσῃ διαφερόμενον ἀράμενοι δελφῖνες, ἕτεροι παρʼ ἑτέρων ἐκδεχόμενοι προθύμως,·, εἰς τὸ Ῥίον ἐκθέντες, ἔδειξαν ἐσφαγμένον. ἔναλον δὲ τὸν Αἰολέα Μυρσίλος ὁ Λέσβιος ἱστορεῖ, τῆς Σμινθέως ἐρῶντα θυγατρὸς ῥιφείσης κατὰ χρησμὸν τῆς Ἀμφιτρίτης ὑπὸ τῶν Πενθιλιδῶν, καὶ αὐτὸν ἐξαλόμενον εἰς τὴν θάλασσαν ὑπὸ δελφῖνος σῶον ἐξενεχθῆναι πρὸς τὴν Λέσβον. ἡ δὲ πρὸς τὸν Ἰασέα παῖδα τοῦ δελφῖνος εὔνοια καὶ φιλία διʼ ὑπερβολὴν ἔρως ἔδοξε συνέπαιζε γὰρ αὐτῷ καὶ συνενήχετο καθʼ ἡμέραν καὶ παρεῖχεν ἐν χρῷ ψαυόμενος ἔπειτα περιβαίνοντος, οὐκ ἔφευγεν, ἀλλʼ ἔφερε χαίρων, πρὸς ὃ ἔκαμπτε κλίνων, ὁμοῦ πάντων Ἰασέων ἑκάστοτε συντρεχόντων ἐπὶ τὴν θάλατταν. ὄμβρου δέ ποτε πολλοῦ μετὰ χαλάζης ἐπιπεσόντος, ὁ μὲν παῖς ἀπορρυεὶς ἐξέλιπεν, ὁ δὲ δελφὶν ὑπολαβὼν ἅμα τῷ νεκρῷ συνεξέωσεν αὐτὸς ἑαυτὸν ἐπὶ τὴν γῆν καὶ οὐκ ἀπέστη τοῦ σώματος, ἕως ἀπέθανε, δικαιώσας μετασχεῖν ἧς συναίτιος ἔδοξε γεγονέναι τελευτῆς. καὶ τοῦ πάθους ἐπίσημον Ἰασεῦσι τὸ χάραγμα τοῦ νομίσματός ἐστι, παῖς ὑπὲρ δελφῖνος ὀχούμενος. ἐκ δὲ τούτου καὶ τὰ περὶ Κοίρανον ὄντα μυθώδη πίστιν ἔσχε. Πάριος γὰρ ὢν τὸ γένος, ἐν Βυζαντίῳ δελφίνων βόλον, ἐνσχεθέντων σαγήνῃ καὶ κινδυνευόντων κατακοπῆναι, πριάμενος μεθῆκε πάντας· ὀλίγῳ δʼ ὕστερον ἔπλει πεντηκόντορον ἔχων, ὥς φασι, λῃστῶν ἄνδρας ἄγουσαν ἐν δὲ τῷ μεταξὺ Νάξου καὶ Πάρου πορθμῷ τῆς νεὼς ἀνατραπείσης καὶ τῶν ἄλλων διαφθαρέντων, ἐκεῖνον λέγουσι, δελφῖνος ὑποδραμόντος αὐτῷ καὶ ἀνακουφίζοντος, ἐξενεχθῆναι τῆς Σικύνθου κατὰ σπήλαιον, ὃ δείκνυται μέχρι νῦν καὶ καλεῖται Κοιράνειον ἐπὶ τούτῳ δὲ λέγεται ποιῆσαι τὸν Ἀρχίλοχον πεντήκοντʼ ἀνδρῶν λίπε Κοίρανον ἤπιος Ποσειδῶν. ἐπεὶ δʼ ὕστερον ἀποθανόντος αὐτοῦ τὸ σῶμα πλησίον τῆς θαλάττης οἱ προσήκοντες ἔκαον, ἐπεφαίνοντο· πολλοὶ δελφῖνες; παρὰ τὸν αἰγιαλόν, ὥσπερ ἐπιδεικνύντες ἑαυτοὺς· ἥκοντας ἐπὶ τὰς ταφάς, καὶ παραμείναντες ἄχρι οὗ συνετελέσθησαν. ἡ δʼ Ὀδυσσέως ἀσπὶς ὅτι μὲν ἐπίσημον εἶχε δελφῖνα καὶ Στησίχορος,· ἱστόρηκεν· ἐξ ἧς δʼ αἰτίας, Ζακύνθιοι διαμνημονεύουσιν, ὡς Κριθεὺς μαρτυρεῖ· νήπιος γὰρ ὢν ὁ Τηλέμαχος, ὥς φασιν, εἰς ἀγχιβαθὲς τῆς θαλάττης ὀλισθὼν ἐσώθη, δελφίνων ὑπολαβόντων καὶ ἀνανηξαμένων ὅθεν ἐποιήσατο γλυφὴν τῇ σφραγῖδι καὶ τῆς ἀσπίδος κόσμον ὁ πατήρ, ἀμειβόμενος τὸ ζῷον. ἀλλʼ ἐπεὶ προειπὼν, ὡς οὐδὲ μῦθον ὑμῖν ἐρῶ καὶ αὐτὸς οὐκ οἶδʼ ὅπως πρὸς τοῖς δελφῖσιν ἔλαθον πορρωτέρω τοῦ πιθανοῦ συνεξοκείλας εἰς τὸν Ὀδυσσέα καὶ Κοίρανον, ἐπιτίθημι δίκην ἐμαυτῷ· παύομαι γὰρ ἤδη λέγων.
- ἁλίου δελφῖνος ὑπόκρισιν
- τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει
- αὐλῶν ἐκίνης1ʼ ἐρατὸν μέλος.