De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ΦΑΙΔΙΜΟΣ. ἀλλὰ μὴν ἐχίνου γέ τινα χερσαίου διηγήσατο πρόγνωσιν Ἀριστοτέλης πνευμάτων, ὃς ἐθαύμαζε καὶ γεράνων τὴν ἐν τριγώνῳ πτῆσιν. ἐγὼ δʼ ἐχῖνον μὲν οὐδένα Κυζικηνὸν ἢ Βυζάντιον, ἀλλὰ πάντας ὁμοῦ παρέχομαι τοὺς θαλαττίους, ὅταν αἴσθωνται μέλλοντα χειμῶνα καὶ σάλον, ἑρματιζομένους λιθιδίοις, ὅπως μὴ περιτρέπωνται διὰ κουφότητα μηδʼ ἀποσύρωνται γενομένου κλύδωνος, ἀλλʼ ἐπιμένωσιν ἀραρότως τοῖς πετριδίοις. ἡ δὲ γεράνων μεταβολὴ τῆς πτήσεως πρὸς ἄνεμον οὐχ ἑνὸς γένους ἐστὶν ἀλλὰ τοῦτο κοινῇ πάντες; ἰχθύες νοοῦντες ἀεὶ πρὸς κῦμα καὶ ῥοῦν ἀντινήχονται καὶ παραφυλάττουσιν ὅπως; μή, κατʼ οὐρὰν προσφερομένου τοῦ πνεύματος, ἡ λεπὶς ἀναπτυσσομένη λυπῇ τὸ σῶμα γυμνούμενον καὶ διατραχυνόμενον ὅθεν ἀεὶ συνέχουσιν ἑαυτοὺς ἀντιπρῴρους· σχιζομένη γὰρ
οὕτω κατὰ κορυφὴν ἡ θάλασσα τά τε βράγχια καταστέλλει καὶ κατὰ τῆς ἐπιφανείας ῥέουσα λείως πιέζει καὶ οὐκ ἀνίστησι τὸ φρικῶδες. τοῦτο μὲν οὖν, ὥσπερ ἔφην, κοινόν ἐστι τῶν ἰχθύων, πλὴν τοῦ ἔλλοπος· τοῦτον δέ φασι κατʼἄνεμον καὶ ῥοῦν νήχεσθαι, μὴ φοβούμενον τὴν ἀναχάραξιν τῆς λεπίδος, ἅτε δὴ μὴ πρὸς οὐρὰν τὰς ἐπιπτυχὰς ἐχούσης.ΦΑΙΔΙΜΟΣ. ὁ δὲ θύννος οὕτως ἰσημερίας αἰσθάνεται καὶ τροπῆς, ὥστε καὶ τὸν ἄνθρωπον διδάσκειν, μηδὲν ἀστρολογικῶν κανόνων δεόμενον· ὅπου γὰρ ἂν αὐτὸν χειμῶνος αἱ τροπαὶ καταλάβωσιν, ἀτρεμεῖ καὶ διατρίβει περὶ τὸν αὐτὸν τόπον ἄχρι τῆς ἰσημερίας. ἀλλὰ τῆς γεράνου σοφὸν ἡ τοῦ λίθου περίδραξις, ὅπως προϊεμένη πυκνὸν ἐξυπνίζηται. καὶ πόσῳ σοφώτερον, ὦ φίλε, τὸ τοῦ δελφῖνος, ᾧ
ἀεικίνητος γάρ ἐστιν ἡ φύσις αὐτοῦ καὶ ταὐτὸν ἔχουσα τοῦ ζῆν καὶ τοῦ κινεῖσθαι πέρας· ὅταν δʼ ὕπνου δέηται, μετεωρίσας ἄνω τὸ σῶμα πρὸς τὴν ἐπιφάνειαν τῆς θαλάττης, ὕπτιον ἀφῆκε διὰ βάθους, αἰώρας τινὶ σάλῳ κοιμιζόμενος, ἄχρι προσπεσεῖν καὶ ψαῦσαι τῆς γῆς· οὕτω δʼ ἐξυπνισθεὶς ἀναρροιζεῖ καὶ πάλιν ἄνω γενόμενος ἐνδίδωσι, καὶ φέρεται κινήσει τινὰ μεμιγμένην ἀνάπαυσιν αὑτῷ μηχανώμενος. τὸ δʼ αὐτὸ δρᾶν καὶ θύννους ἀπὸ τῆς αὐτῆς αἰτίας λέγουσιν. ἐπεὶ δʼ ἄρτι τὴν μαθηματικὴν αὐτῶν τῆς τοῦ ἡλίου μεταβολῆς ἐτέλεσα πρόγνωσιν, ἧς μάρτυς Ἀριστοτέλης ἐστίν, ἄκουσον ἢδη τὴν ἀριθμητικὴν ἐπιστήμην αὐτῶν· πρότερον δέ, ναὶ μὰ Δία, τὴν ὀπτικήν, ἣν ἔοικε μηδʼ Αἰσχύλος ἀγνοῆσαι· λέγει γάρ που
- στῆναι μὲν οὐ θέμις οὐδὲ παύσασθαι φορᾶς
τῷ γὰρ ἑτέρῳ δοκοῦσιν ἀμβλυώττειν ὅθεν ἐμβάλλουσιν εἰς τὸν Πόντον ἐν δεξιᾷ τῆς γῆς ἐχόμενοι, καὶ τοὐναντίον, ὅταν ἐξίωσιν· ἐμφρόνως πάνυ καὶ νουνεχῶς ἀεὶ τὴν τοῦ σώματος φυλακὴν ἐπὶ τῷ κρείττονι ποιούμενοι τῶν ὀφθαλμῶν. ἀριθμητικῆς δὲ διὰ τὴν κοινωνικήν, ὡς ἔοικε, καὶ φιλάλληλον ἀγάπησιν ἑαυτῶν δεηθέντες οὕτως ἐπʼ ἄκρον ἥκουσι τοῦ μαθήματος, ὥστε, ἐπεὶ πάνυ χαίρουσι τῷ συντρέφεσθαι καὶ συναγελάζεσθαι μετʼ ἀλλήλων, ἀεὶ τὸ πλῆθος τῷ σχήματι κυβίζουσι καὶ στερεὸν ἐκ πάντων ποιοῦσιν, ἓξ ἴσοις ἐπιπέδοις περιεχόμενον εἶτα νήχονται τὴν τάξιν οὕτω τὸ πλαίσιον ἀμφίστομον διαφυλάττοντες ὁ γοῦν θυννοσκόπος, ἂν ἀκριβῶς λάβῃ τὸν ἀριθμὸν τῆς ἐπιφανείας, εὐθὺς ἀποφαίνεται πόσον καὶ ἅπαν τὸ πλῆθός ἐστιν, εἰδὼς ὅτι καὶ τὸ βάθος αὐτῶν ἐν ἴσῳ τεταγμένον στοιχείῳ πρός τε τὸ πλάτος ἐστὶ καὶ τὸ μῆκος.
- τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην.
ΦΑΙΔΙΜΟΣ. ἀμίαις δὲ καὶ τοὔνομα παρέσχηκεν ὁ συναγελασμός, οἶμαι δὲ καὶ ταῖς πηλαμύσι. τῶν δʼ
ἄλλων γενῶν ὅσα φαίνεται καὶ ζῇ κοινωνικῶς μετʼ ἀλλήλων ἀγεληδὸν οὐκ ἄν τις εἴποι τὸν ἀριθμὸν, ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατʼ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον. ὧν ἐστι καὶ ὁ τὸ πλεῖστον ἐξαναλώσας Χρυσίππου μέλαν πιννοτήρας, παντὶ καὶ φυσικῷ βιβλίῳ καὶ ἠθικῷ προεδρίαν ἔχων· τὸν γὰρ σπογγοτήραν οὐχ ἱστόρηκεν, οὐ γὰρ ἂν παρέλιπεν. ὁ μὲν οὖν πιννοτήρας ζῷόν ἐστι. καρκινῶδες, ὥς φασι, καὶ τῇ πίννῃ σύνεστι καὶ πυλωρεῖ τὴν κόγχην προκαθήμενος, ἐῶν ἀνεῳγμένην καὶ διακεχηνυῖαν, ἄχρι οὗ προσπέσῃ τι τῶν ἁλωσίμων αὐτοῖς ἰχθυδίων· τότε δὲ τὴν σάρκα τῆς πίννης δακὼν παρεισῆλθεν, ἡ δὲ συνέκλεισε τὴν κόγχην, καὶ κοινῶς τὴν ἄγραν ἐντὸς ἕρκους γενομένην κατεσθίουσι. τὸν δὲ σπόγγον ἡνιοχεῖ θηρίδιον οὐ καρκινῶδες ἀλλʼ ἀράχνῃ παραπλήσιον· οὐ γὰρ ἄψυχον οὐδʼ ἀναίσθητον οὐδʼ ἄναιμον ὁ σπόγγος ἐστὶν ἀλλὰ ταῖς μὲν πέτραις, ὡς ἄλλα πολλά, προσπέφυκεν, ἔχει δὲ κίνησιν ἰδίαν ἐξ ἑαυτοῦ καὶ εἰς ἑαυτόν, οἷον ὑπομνήσεως καὶ παιδαγωγίας δεομένην· μανὸς γὰρ ὢν ἄλλως καὶ τοῖς ἀραιώμασιν ἀνειμένος ὑπʼ ἀργίας καὶ ἀμβλύτητος, ὅταν ἐμβῇ τι τῶν ἐδωδίμων, ἐκείνου σημήναντος, ἔμυσε καὶ κατηνάλωσεν· ἔτι δὲ μᾶλλον, ἀνθρώπου προσιόντος ἢ θιγόντος, διδασκόμενος καὶ χαρασσόμενος οἷον ἔφριξε καὶ συνέκλεισε τὸ σῶμα πήξας καὶ πυκνώσας, ὥστε ῥᾳδίαν ἀλλὰ δύσεργον εἶναι τὴν ὑποτομὴν αὐ τοῦ τοῖς θηρεύουσιν. αἱ δὲ πορφύραι συναγελαζόμεναι τὸ μὲν κηρίον, ὥσπερ αἱ μέλιτται, κοινῇ ποιοῦσιν, ἐν ᾧ λέγονται γονεύειν· τὰ δʼ ἐδώδιμα τῶν βρύων καὶ τῶν φυκίων ἀναλαμβάνουσαι προσισχόμενα τοῖς ὀστράκοις οἷον ἐν περιόδῳ κυκλουμένην ἑστίασιν ἀλλήλαις παρέχουσιν, ἑτέραν ἑτέρας ἔξωθεν ἐπινεμομένης.