De sollertia animalium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ΦΑΙΔΙΜΟΣ.ἀλλὰ ταῦτα μὲν ἔστω τοῦ μὴ παντάπασιν ἐκφύλου μηδʼ ἀσυμπαθοῦς πρὸς ἡμᾶς ἱκανὰ

δείγματα· τῆς δʼ ἀκράτου καὶ φυσικῆς συνέσεως μέγα δήλωμα τὸ κοινόν ἐστιν· οὐδὲν γὰρ οὕτως εὐχείρωτον ἀνθρώπῳ νηκτόν, ὃ μὴ πέτραις προσέχεται καὶ προσπέφυκεν, οὐδʼ ἁλώσιμον ἄνευ πραγματείας, ὡς λύκοις μὲν ὄνοι καὶ μέροψι μέλισσαι χελιδόσι δὲ τέττιγες, ἐλάφοις δʼ ὄφεις ἀγόμενοι ῥᾳδίως ὑπʼ αὐτῶν ᾗ καὶ τοὔνομα πεποίηται παρώνυμον οὐ τῆς ἐλαφρότητος ἀλλὰ τῆς ἕλξεως τοῦ ὄφεως,, καὶ τὸ πρόβατον προσκαλεῖται τῷ ποδὶ τὸν λύκον· τῇ δὲ παρδάλει τὰ πλεῖστα προσχωρεῖν χαίροντα τῇ ὀσμῇ μάλιστα δὲ τὸν πίθηκον λέγουσι. τῶν δὲ θαλαττίων ὁμοῦ τι πάντων ἡ προαίσθησις ὕποπτος οὖσα καὶ πεφυλαγμένη πρὸς τὰς ἐπιθέσεις ὑπὸ συνέσεως, οὐχ ἁπλοῦν τὸ τῆς ἄγρας ἔργον οὐδὲ φαῦλον ἀλλʼ ὀργάνων τε παντοδαπῶν καὶ σοφισμάτων ἐπʼ αὐτὰ δεινῶν καὶ ἀπατηλῶν δεόμενον ἀπείργασται. καὶ τοῦτο δῆλόν ἐστιν ἀπὸ τῶν πάνυ προχείρων. τὸν μὲν γὰρ ἀσπαλιευτικὸν κάλαμον οὐ βούλονται πάχος ἔχειν, καίπερ εὐτόνου δεόμενοι πρὸς τοὺς σπαραγμοὺς τῶν ἁλισκομένων, ἀλλὰ μᾶλλον ἐκλέγονται τὸν λεπτόν, ὅπως μὴ πλατεῖαν ἐπιβάλλων σκιὰν ἐκταράττῃ τὸ ὕποπτον αὐτῶν. ἔπειτα τὴν ὁρμιὰν οὐ ποιοῦσι πολύπλοκον τοῖς ἅμμασι τῶν βρόχων οὐδὲ τραχεῖαν ἐπεὶ καὶ τοῦτο τοῦ δόλου γίγνεται τεκμήριον αὐτοῖς. καὶ τῶν τριχῶν τὰ καθήκοντα πρὸς τὸ ἄγκιστρον ὡς ἔνι μάλιστα λευκὰ φαίνεσθαι μηχανῶνται μᾶλλον γὰρ οὕτως ἐν τῇ θαλάττῃ διʼ
ὁμοιότητα τῆς χρόας λανθάνουσι. τὸ δʼ ὑπὸ τοῦ ποιητοῦ λεγόμενον
  1. ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
  2. ἣτε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
  3. ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα·
παρακούοντες ἔνιοι βοείαις θριξὶν οἴονται πρὸς τὰς ὁρμιὰς χρῆσθαι τοὺς παλαιούς· κέρας γὰρ τὴν τρίχα λέγεσθαι καὶ τὸ κείρασθαι διὰ τοῦτο καὶ τὴν κουράν· καὶ τὸν παρʼ Ἀρχιλόχῳ κεροπλάστην φιλόκοσμον εἶναι περὶ κόμην καὶ καλλωπιστήν. ἔστι δʼ οὐκ ἀληθές· ἱππείαις γὰρ θριξὶ χρῶνται, τὰς τῶν ἀρρένων λαμβάνοντες· αἱ γὰρ θήλειαι. τῷ οὔρῳ τὴν τρίχα βεβρεγμένην ἀδρανῆ ποιοῦσιν. Ἀριστοτέλης δέ φησι μηδὲν ἐν τούτοις λέγεσθαι σοφὸν ἢ περιττὸν ἀλλὰ τῷ ὄντι κεράτιον περιτίθεσθαι πρὸ τοῦ ἀγκίστρου περὶ τὴν ὁρμιάν, ἐπεὶ πρὸς ἄλλο ἐρχόμενοι διεσθίουσι. τῶν δʼ ἀγκίστρων τοῖς μὲν στρογγύλοις, ἐπὶ κεστρέας καὶ ἀμίας χρῶνται μικροστόμους ὄντας τὸ γὰρ εὐθύτερον εὐλαβοῦνται· πολλάκις δὲ καὶ τὸ στρογγύλον ὁ κεστρεὺς ὑποπτεύων ἐν κύκλῳ περινήχεται, τῇ οὐρᾷ περιρραπίζων τὸ ἐδώδιμον καὶ ἀνακάπτων τὸ ἀποκρουόμενον· ἂν δὲ μὴ δύνηται, συναγαγὼν τὸ στόμα καὶ
περιστείλας, τοῖς χείλεσιν ἄκροις ἐπιψαύων ἀποκνίζει τοῦ δελέατος. ὁ δὲ λάβραξ ἀνδρικώτερον τοῦ ἐλέφαντος οὐχ ἕτερον ἀλλʼ αὐτὸς ἑαυτόν, ὅταν περιπέσῃ τῷ ἀγκίστρῳ, βελουλκεῖ, τῇ δεῦρο κἀκεῖ παραλλάξει τῆς κεφαλῆς ἀνευρύνων τὸ τραῦμα καὶ τὸν ἐκ τοῦ σπαραγμοῦ πόνον ὑπομένων, ἄχρι ἂν ἐκβάλῃ τὸ ἄγκιστρον. ἡ δʼ ἀλώπηξ οὐ πολλάκις μὲν ἀγκίστρῳ πρόσεισιν ἀλλὰ φεύγει τὸν δόλον, ἁλοῦσα δʼ εὐθὺς ἐκτρέπεται πέφυκε γὰρ διʼ εὐτονίαν καὶ ὑγρότητα μεταβάλλειν τὸ σῶμα καὶ στρέφειν, ὥστε τῶν ἐντὸς ἐκτὸς γενομένων ἀποπίπτειν τὸ ἄγκιστρον.