De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ΦΑΙΔΙΜΟΣ. ταῦτα μὲν οὖν γνῶσιν ἐμφαίνει καὶ χρῆσιν ἐπὶ καιρῷ τοῦ συμφέροντος εὐμήχανον καὶ περιττήν ἄλλα δʼ ἐπιδείκνυται μετὰ τοῦ συνετοῦ τὸ κοινωνικὸν καὶ τὸ φιλάλληλον, ὥσπερ ἀνθίαι καὶ σκάροι. σκάρου μὲν γὰρ ἄγκιστρον καταπιόντος, οἱ παρόντες σκάροι προσαλλόμενοι τὴν ὁρμιὰν ἀποτρώγουσιν οὗτοι δὲ καὶ τοῖς εἰς κύρτον ἐμπεσοῦσι τὰς οὐρὰς παραδόντες ἔξωθεν ἕλκουσι δάκνοντας προθύμως καὶ συνεξάγουσιν. οἱ δʼ ἀνθίαι τῷ συμφύλῳ βοηθοῦσιν ἰταμώτερον τὴν γὰρ ὁρμιὰν ἀναθέμενοι κατὰ τὴν ῥάχιν καὶ στήσαντες ὀρθὴν τὴν ἄκανθαν ἐπιχειροῦσι διαπρίειν τῇ τραχύτητι καὶ διακόπτειν. καίτοι χερσαῖον οὐδὲν ἴσμεν ἑτέρῳ κινδυνεύοντι τολμῶν ἀμύνειν, οὐκ ἄρκτον οὐ σῦν οὐδὲ λέαιναν οὐδὲ πάρδαλιν ἀλλὰ συγχωρεῖ μὲν εἰς ταὐτὸν ἐν
τοῖς θεάτροις τὰ ὁμόφυλα καὶ κύκλῳ μετʼ ἀλλήλων περίεισιν·ʼ ἑτέρῳ δʼ ἕτερον οὐκ οἶδεν οὐδὲ φρονεῖ βοηθεῖν, ἀλλὰ φεύγει καὶ ἀποπηδᾷ πορρωτάτω γιγνόμενα τοῦ τετρωμένου καὶ θνήσκοντος. ἡ δὲ τῶν ἐλεφάντων ἱστορία, φίλε, τῶν εἰς τὰ ὀρύγματα φορούντων καὶ τὸν ὀλισθόντα διὰ χώματος ἀναβιβαζόντων ἔκτοπός ἐστι δεινῶς καὶ ἀλλοδαπή, καὶ καθάπερ ἐκ βασιλικοῦ διαγράμματος ἐπιτάττουσα πιστεύειν αὐτῇ τῶν Ἰόβα βιβλίων· ἀληθὴς δʼ οὖσα πολλὰ δείκνυσι τῶν ἐνάλων μηδὲν ἀπολειπόμενα τῷ κοινωνικῷ καὶ συνετῷ τοῦ σοφωτάτου τῶν χερσαίων. ἀλλὰ περὶ κοινωνίας αὐτῶν ἴδιος ἔσται τάχα λόγος.