De sollertia animalium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ΗΡΑΚΛΕΩΝ. ἄναγε τὰς ὀφρῦς, ὦ φίλε Φαίδιμε, καὶ διέγειρε σεαυτὸν ἡμῖν τοῖς ἐνάλοις καὶ νησιώταις οὐ παιδιὰ τὸ χρῆμα τοῦ λόγου γέγονεν, ἀλλʼ ἐρρωμένος ἀγὼν καὶ ῥητορεία κιγκλίδων ἐπιδέουσα καὶ βήματος. ΦΑΙΔΙΜΟΣ. ἐνέδρα μὲν οὖν, ὦ Ἡρακλέων, σὺν δόλῳ καταφανής· κραιπαλῶσι γὰρ ἔτι τὸ χθιζὸν καὶ βεβαπτισμένοις νήφων, ὡς ὁρᾷς, ὁ γενναῖος ἐκ παρασκευῆς ἐπιτέθειται. παραιτεῖσθαι δʼ οὐκ ἔστιν· οὐ γὰρ βούλομαι Πινδάρου ζηλωτὴς; ὢν ἀκοῦσαι τὸ

  1. τιθεμένων ἀγώνων πρόφασις
  2. ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον·
σχολὴ μὲν γὰρ πολλὴ πάρεστιν ὑμῖν, ἀργούντων οὐ χορῶν ἀλλὰ κυνῶν καὶ ἵππων καὶ δικτύου καὶ πάσης σαγήνης, διὰ τοὺς λόγους ἐκεχειρίας κοινῇ πᾶσι τοῖς ζῴοις κατά τε γῆν καὶ κατὰ θάλατταν δεδομένης τὸ σήμερον. ἀλλὰ μὴ φοβηθῆτε·
χρήσομαι γὰρ αὐτῇ μετρίως, οὔτε δόξας φιλοσόφων οὔτε Αἰγυπτίων μύθους οὔτʼ ἀμαρτύρους Ἰνδῶν ἐπαγόμενος ἢ Λιβύων διηγήσεις· ἃ δὲ πανταχοῦ μάρτυρας ἔχει τοὺς ἐργαζομένους τὴν θάλατταν ὁρώμενα καὶ δίδωσι τῇ ὄψει πίστιν, τούτων ὀλίγα παραθήσομαι. καίτοι τῶν ἐν γῇ παραδειγμάτων ἐπιπροσθοῦν οὐδέν ἐστιν, ἀλλʼ ἀνεῳγμένη παρέχει τῇ αἰσθήσει τὴν ἱστορίαν· ἡ δὲ θάλασσα μικρὰ κατιδεῖν καὶ γλίσχρα δίδωσι τῶν δὲ πλείστων κατακαλύπτει γενέσεις καὶ τροφὰς ἐπιθέσεις τε καὶ φυλακὰς ἀλλήλων, ἐν αἷς οὐκ ὀλίγα καὶ συνέσεως; ἔργα καὶ μνήμης καὶ κοινωνίας ἀγνοούμενα βλάπτει τὸν λόγον. ἔπειτα τὰ μὲν ἐν γῇ διὰ τὴν ὁμοφυλίαν καὶ τὴν συνδιαίτησιν ἁμωσγέπως συναναχρωννύμενα τοῖς ἀνθρωπίνοις ἤθεσιν ἀπολαύει καὶ τροφῆς καὶ διδασκαλίας καὶ μιμήσεως· ἣ τὸ μὲν πικρὸν ἅπαν καὶ σκυθρωπὸν ὥσπερ ἐπιμιξία ποτίμου θάλασσαν ἐφηδύνει, τὸ δὲ δυσξύνετον ἅπαν καὶ νωθρὸν ἐπεγείρει ταῖς μετʼ ἀνθρώπων κινήσεσιν ἀναρριπιζόμενον. ὁ δὲ τῶν ἐνάλων βίος ὅροις μεγάλοις τῆς πρὸς ἀνθρώπους ἀπῳκισμένος ὁμιλίας ἐπείσακτον οὐδὲν οὐδὲ συνειθισμένον ἔχων ἴδιός ἐστι καὶ αὐθιγενὴς καὶ ἄκρατος ἀλλοτρίοις ἤθεσι διὰ τὸν τόπον, οὐ διὰ τὴν φύσιν. ἡ γὰρ φύσις ὅσον ἐξικνεῖται μαθήσεως ἐπʼ αὐτὴν δεχομένη καὶ στέγουσα παρέχει πολλὰς; μὲν ἐγχέλεις ἱερὰς λεγομένας
ἀνθρώποις χειροήθεις, ὥσπερ τὰς ἐν τῇ Ἀρεθούσῃ, πολλαχοῦ δʼ ἰχθῦς ὑπακούοντας αὐτῶν ὀνόμασιν ὥσπερ τὴν Κράσσου μύραιναν ἱστοροῦσιν, ἧς· ἀποθανούσης ἔκλαυσεν ὁ Κράσσος καί ποτε Δομετίου πρὸς αὐτὸν εἰπόντος οὐ σὺ μυραίνης ἀποθανούσης ἔκλαυσας; ἀπήντησεν · οὐ σὺ τρεῖς θάψας γυναῖκας οὐκ ἐδάκρυσας; οἱ δὲ κροκόδειλοι τῶν ἱερέων οὐ μόνον γνωρίζουσι τὴν φωνὴν καλούντων καὶ τὴν ψαῦσιν ὑπομένουσιν, ἀλλὰ καὶ διαχανόντες παρέχουσι τοὺς ὀδόντας ἐκκαθαίρειν ταῖς χερσὶ καὶ περιμάττειν ὀθονίοις. ἔναγχος δὲ Φιλῖνος ὁ βέλτιστος ἥκων πεπλανημένος ἐν Αἰγύπτῳ παρʼ ἡμᾶς διηγεῖτο γραῦν ἰδεῖν ἐν Ἀνταίου πόλει κροκοδείλῳ συγκαθεύδουσαν ἐπὶ σκίμποδος εὖ μάλα κοσμίως παρεκτεταμένῳ. πάλαι δʼ ἱστοροῦσι, Πτολεμαίου τοῦ βασιλέως παρακαλουμένου, τὸν ἱερὸν κροκόδειλον μὴ ἐπακούσαντα μηδὲ πεισθέντα λιπαροῦσι καὶ δεομένοις τοῖς ἱερεῦσι δόξαι προσημαίνειν τὴν μετʼ οὐ πολὺ συμβᾶσαν αὐτῷ τοῦ βίου τελευτὴν ὥστε μηδὲ τῆς πολυτιμήτου μαντικῆς ἄμοιρον εἶναι τὸ τῶν ἐνύδρων γένος μηδʼ ἀγέραστον ἐπεὶ καὶ περὶ Σοῦραν πυνθάνομαι, κώμην ἐν τῇ Λυκίᾳ Φελλοῦ μεταξὺ καὶ Μύρων, καθεζομένους ἐπʼ ἰχθύσιν ὥσπερ οἰωνοῖς διαμαντεύεσθαι τέχνῃ τινὶ καὶ λόγῳ ἑλίξεις καὶ φυγὰς καὶ διώξεις αὐτῶν ἐπισκοποῦντας.