De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ΑΡΙΣΤΟΤΙΜΟΣ. ἵνα δὲ κορυφὴν ὁ λόγος ἐπιθεὶς ἑαυτῷ παύσηται, φέρε κινήσαντες τὴν ἀφʼ ἱερᾶς βραχέα περὶ θειότητος αὐτῶν καὶ μαντικῆς εἴπωμεν. οὐ γάρ τι μικρὸν οὐδʼ ἄδοξον, ἀλλὰ πολὺ καὶ παμπάλαιον μαντικῆς μόριον οἰωνιστικὴ κέκληται τὸ γὰρ ὀξὺ καὶ νοερὸν αὐτῶν καὶ διʼ εὐστροφίαν ὑπήκοον ἁπάσης φαντασίας ὥσπερ ὀργάνῳ τῷ θεῷ παρέχει χρῆσθαι καὶ τρέπειν ἐπί τε κίνησιν ἐπί τε φωνὰς καὶ γηρύματα καὶ σχήματα νῦν μὲν ἐνστατικὰ νῦν δὲ φορὰ καθάπερ πνεύματα ταῖς μὲν ἐπικόπτοντα ταῖς δʼ ἐπευθύνοντα πράξεις καὶ ὁρμὰς εἰς τὸ τέλος. διὸ κοινῇ μὲν ὁ Εὐριπίδης θεῶν κήρυκας ὀνομάζει τοὺς ὄρνιθας ἰδίᾳ δέ φησιν ὁ Σωκράτης ὁμόδουλον ἑαυτὸν ποιεῖσθαι τῶν κύκνων· ὥσπερ αὖ καὶ τῶν βασιλέων ἀετὸς μὲν ὁ Πύρρος ἥδετο καλούμενος Ἰέραξ δʼ ὁ Ἀντίοχος· ἰχθῦς; δὲ τοὺς ἀμαθεῖς καὶ ἀνοήτους; λοιδοροῦντες ἢ σκώπτοντες
ὀνομάζομεν. ἀλλὰ δὴ μυρίων μυριάκις εἰπεῖν παρόντων, ἃ προδείκνυσιν ἡμῖν καὶ προσημαίνει τὰ πεζὰ καὶ πτηνὰ παρὰ τῶν θεῶν, ἓν οὐκ ἔστι τοιοῦτον ἀποφῆναι τῷ προδικοῦντι τῶν ἐνύδρων, ἀλλὰ κωφὰ πάντα καὶ τυφλὰ τῆς προνοίας εἰς τὸν ἄθεον καὶ τιτανικὸν ἀπέρριπται τόπον ὥσπερ ἀσεβῶν χῶρον, οὗ τὸ λογικὸν καὶ νοερὸν ἐγκατέσβεσται τῆς ψυχῆς, ἐσχάτῳ δέ τινι συμπεφυρμένης καὶ κατακεκλυσμένης αἰσθήσεως μορίῳ, σπαίρουσι μᾶλλον ἢ ζῶσιν ἔοικεν.